Скрыть
3:2
3:11
3:17
ταύτην ἤδη ἀγαπητοί δευτέραν ὑμῖν γράφω ἐπι­στολήν ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ δια­́νοιαν
μνησθῆναι τῶν προ­ειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προ­φητῶν καὶ τῆς τῶν ἀπο­στόλων ὑμῶν ἐν­τολῆς τοῦ κυρίου καὶ σωτῆρος
τοῦτο πρῶτον γινώσκον­τες ὅτι ἐλεύ­σον­ται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατα­̀ τὰς ἰδίας ἐπι­θυμίας αὐτῶν πορευόμενοι
καὶ λέγον­τες ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν πάν­τα οὕτως δια­μένει ἀπ᾿ ἀρχῆς κτίσεως
λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλον­τας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδα­τος καὶ δι᾿ ὕδα­τος συν­εστῶσα τῷ τοῦ θεοῦ λόγῳ
δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατα­κλυσθεὶς ἀπώλετο
οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισ­μέ­νοι εἰσὶν πυρί τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων
ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς ἀγαπητοί ὅτι μία ἡμέρα παρα­̀ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία
οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας ὥς τινες βραδύτητα ἡγοῦν­ται ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς μὴ βουλόμενός τινας ἀπο­λέσθαι ἀλλὰ πάν­τας εἰς μετάνοιαν χωρῆσαι
ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύ­σον­ται στοιχεῖα δὲ καυσούμενα λυθή­σε­ται καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθή­σε­ται
τούτων οὕτως πάν­των λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις
προ­σδοκῶν­τας καὶ σπεύ­δον­τας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας δι᾿ ἣν οὐρανοὶ πυρούμενοι λυθήσον­ται καὶ στοιχεῖα καυσούμενα τήκεται
καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατα­̀ τὸ ἐπάγγελμα αὐτοῦ προ­σδοκῶμεν ἐν οἷς δικαιοσύνη κατοικεῖ
διό ἀγαπητοί ταῦτα προ­σδοκῶν­τες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ
καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Пαῦλος κατα­̀ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν
ὡς καὶ ἐν πάσαις ἐπι­στολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων ἐν αἷς ἐστιν δυσνόητά τινα ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς προ­̀ς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν
ὑμεῖς οὖν ἀγαπητοί προ­γινώσκον­τες φυλάσ­σεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συν­απαχθέν­τες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ
αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible