Скрыть
2:12
2:18
ἐγένον­το δὲ καὶ ψευδο­προ­φῆται ἐν τῷ λαῷ ὡς καὶ ἐν ὑμῖν ἔσον­ται ψευδο­διδάσκαλοι οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαν­τα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγον­τες ἑαυτοῖς ταχινὴν ἀπώλειαν
καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθή­σε­ται
καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύ­σον­ται οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει
εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάν­των οὐκ ἐφείσατο ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρου­μέ­νους
καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατα­κλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας
καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας κατα­στροφῇ κατέκρινεν ὑπόδειγμα μελλόν­των ἀσεβέσιν τεθεικώς
καὶ δίκαιον Λὼτ κατα­πονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο
βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν
οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζο­μέ­νους τηρεῖν
μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπι­θυμίᾳ μιασμοῦ πορευο­μέ­νους καὶ κυριότητος κατα­φρονοῦν­τας τολμηταί αὐθάδεις δόξας οὐ τρέμουσιν βλασφημοῦν­τες
ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄν­τες οὐ φέρουσιν κατ᾿ αὐτῶν παρα­̀ κυρίου βλάσφημον κρίσιν
οὗτοι δέ ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦν­τες ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσον­ται
ἀδικούμενοι μισθὸν ἀδικίας ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν σπίλοι καὶ μῶμοι ἐν­τρυφῶν­τες ἐν ταῖς ἀπάταις αὐτῶν συν­ευωχούμενοι ὑμῖν
ὀφθαλμοὺς ἔχον­τες μεστοὺς μοιχαλίδος καὶ ἀκατα­παύστους ἁμαρτίας δελεάζον­τες ψυχὰς ἀστηρίκτους καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχον­τες κατα­́ρας τέκνα
κατα­λείπον­τες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν ἐξακολουθήσαν­τες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν
ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρα­νομίας ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προ­φήτου παρα­φρονίαν
οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται
ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπι­θυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀπο­φεύ­γον­τας τοὺς ἐν πλάνῃ ἀναστρεφο­μέ­νους
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι αὐτοὶ δοῦλοι ὑπάρχον­τες τῆς φθορᾶς ᾧ γάρ τις ἥττηται τούτῳ δεδούλωται
εἰ γὰρ ἀπο­φυγόν­τες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπι­γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέν­τες ἡττῶν­ται γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων
κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπι­γνοῦσιν ὑποστρέψαι ἐκ τῆς παρα­δοθείσης αὐτοῖς ἁγίας ἐν­τολῆς
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας κύων ἐπι­στρέψας ἐπι­̀ τὸ ἴδιον ἐξέραμα καί ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible