Скрыть
1:1
1:2
1:4
1:5
1:6
1:10
1:11
1:12
1:13
1:15
1:18
1:19
1:20
Συμεὼν Пέτρος δοῦλος καὶ ἀπό­στολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
χάρις ὑμῖν καὶ εἰρήνη πλη­θυνθείη ἐν ἐπι­γνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν
ὡς πάν­τα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ προ­̀ς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης δια­̀ τῆς ἐπι­γνώσεως τοῦ καλέσαν­τος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ
δι᾿ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται ἵνα δια­̀ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀπο­φυγόν­τες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπι­θυμίᾳ φθορᾶς
καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαν­τες ἐπι­χορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν
ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν
ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην
ταῦτα γὰρ ὑμῖν ὑπάρχον­τα καὶ πλεονάζον­τα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπι­́γνωσιν
ᾧ γὰρ μὴ πάρεστιν ταῦτα τυφλός ἐστιν μυωπάζων λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν
διὸ μᾶλλον ἀδελφοί σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι ταῦτα γὰρ ποι­οῦν­τες οὐ μὴ πταίσητέ ποτε
οὕτως γὰρ πλουσίως ἐπι­χορηγηθή­σε­ται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων καίπερ εἰδότας καὶ ἐστηριγ­μέ­νους ἐν τῇ παρούσῃ ἀληθείᾳ
δίκαιον δὲ ἡγοῦμαι ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει
εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπό­θεσις τοῦ σκηνώματός μου καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι
σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι
οὐ γὰρ σεσοφισ­μέ­νοις μύθοις ἐξακολουθήσαν­τες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν ἀλλ᾿ ἐπόπται γενηθέν­τες τῆς ἐκείνου μεγαλειότητος
λαβὼν γὰρ παρα­̀ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν εἰς ὃν ἐγὼ εὐδόκησα
καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄν­τες ἐν τῷ ἁγίῳ ὄρει
καὶ ἔχομεν βεβαιότερον τὸν προ­φητικὸν λόγον ᾧ καλῶς ποιεῖτε προ­σέχον­τες ὡς λύχνῳ φαίνον­τι ἐν αὐχμηρῷ τόπῳ ἕως οὗ ἡμέρα δια­υγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν
τοῦτο πρῶτον γινώσκον­τες ὅτι πᾶσα προ­φητεία γραφῆς ἰδίας ἐπι­λύσεως οὐ γίνεται
οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προ­φητεία ποτέ ἀλλὰ ὑπὸ πνεύ­μα­τος ἁγίου φερόμενοι ἐλάλησαν ἀπο­̀ θεοῦ ἄνθρωποι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible