Скрыть

Ἰωάννου Β΄, Глава 1

1:1
1:3
1:4
1:8
1:9
1:11
1:13
ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάν­τες οἱ ἐγνωκότες τὴν ἀλήθειαν
δια­̀ τὴν ἀλήθειαν τὴν ­μέ­νουσαν ἐν ἡμῖν καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα
ἔσται μεθ᾿ ἡμῶν χάρις ἔλεος εἰρήνη παρα­̀ θεοῦ πατρός καὶ παρα­̀ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός ἐν ἀληθείᾳ καὶ ἀγάπῃ
ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦν­τας ἐν ἀληθείᾳ καθὼς ἐν­τολὴν ἐλάβομεν παρα­̀ τοῦ πατρός
καὶ νῦν ἐρωτῶ σε κυρία οὐχ ὡς ἐν­τολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς ἵνα ἀγαπῶμεν ἀλλήλους
καὶ αὕτη ἐστὶν ἡ ἀγάπη ἵνα περιπατῶμεν κατα­̀ τὰς ἐν­τολὰς αὐτοῦ αὕτη ἡ ἐν­τολή ἐστιν καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς ἵνα ἐν αὐτῇ περιπατῆτε
ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον οἱ μὴ ὁμολογοῦν­τες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀν­τίχριστος
βλέπετε ἑαυτούς ἵνα μὴ ἀπο­λέσητε ἃ εἰργασάμεθα ἀλλὰ μισθὸν πλή­ρη ἀπο­λάβητε
πᾶς ὁ προ­άγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει ὁ μένων ἐν τῇ διδαχῇ οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει
εἴ τις ἔρχεται προ­̀ς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε
ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς
πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην δια­̀ χάρτου καὶ μέλανος ἀλλὰ ἐλπίζω γενέσθαι προ­̀ς ὑμᾶς καὶ στόμα προ­̀ς στόμα λαλῆσαι ἵνα ἡ χαρὰ ἡμῶν πεπλη­ρωμένη ᾖ
ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible