Скрыть

Ἔσδρας Β΄, Глава 1

Толкования
1:2
1:3
1:4
1:5
1:6
1:7
1:8
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:18
1:19
1:20
1:21
1:22
1:23
1:24
1:26
1:27
1:28
1:29
1:30
1:31
1:32
1:33
1:35
1:36
1:37
1:38
1:39
1:40
1:41
1:42
1:43
1:44
1:45
1:47
1:48
1:49
1:50
1:51
1:52
1:53
1:54
1:55
1:56
1:57
1:58
καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσ­σαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου
στήσας τοὺς ἱερεῖς κατ᾿ ἐφημερίας ἐστολισ­μέ­νους ἐν τῷ ἱερῷ τοῦ κυρίου
καὶ εἶπεν τοῖς Λευίταις ἱεροδούλοις τοῦ Ισραηλ ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς
οὐκ ἔσται ὑμῖν ἆραι ἐπ᾿ ὤμων αὐτήν 4καὶ νῦν λατρεύ­ετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύ­ετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατα­̀ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατα­̀ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατα­̀ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ
καὶ στάν­τες ἐν τῷ ἱερῷ κατα­̀ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπρο­σθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατα­̀ τὸ προ­́σταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ
καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεθέν­τι ἀρνῶν καὶ ἐρίφων τριάκον­τα χιλιάδας μόσχους τρισχιλίους ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾿ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις
καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπι­στάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα προ­́βατα δισχίλια ἑξακόσια μόσχους τριακοσίους
καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ὁ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα προ­́βατα πεν­τακισχίλια μόσχους ἑπτακοσίους
καὶ ταῦτα τὰ γενόμενα εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται 11ἔχον­τες τὰ ἄζυμα κατα­̀ τὰς φυλὰς
12καὶ κατα­̀ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπρο­σθεν τοῦ λαοῦ προ­σενεγκεῖν τῷ κυρίῳ κατα­̀ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτω τὸ πρωινόν
13καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ᾿ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ
14μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων
οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων
καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἦσαν ἐπι­̀ τῆς τάξεως αὐτῶν κατα­̀ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρα­̀ τοῦ βασιλέως
καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος οὐκ ἔστιν παρα­βῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς
16καὶ συν­ετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀχθῆναι τὸ πασχα
καὶ προ­σενεχθῆναι τὰς θυσίας ἐπι­̀ τὸ τοῦ κυρίου θυσιαστήριον κατα­̀ τὴν ἐπι­ταγὴν τοῦ βασιλέως Ιωσιου
17καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέν­τες ἐν τῷ καιρῷ τούτῳ τὸ πασχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά
18καὶ οὐκ ἤχθη τὸ πασχα τοι­οῦτο ἐν τῷ Ισραηλ ἀπο­̀ τῶν χρόνων Σαμουηλ τοῦ προ­φήτου
19καὶ πάν­τες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοι­οῦτον οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι καὶ πᾶς Ισραηλ οἱ εὑρεθέν­τες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ
20ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύ­ον­τος Ιωσιου ἤχθη τὸ πασχα τοῦτο
21καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλή­ρει εὐσεβείας
22καὶ τὰ κατ᾿ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπρο­σθεν χρόνοις περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρα­̀ πᾶν ἔθνος καὶ βασιλείαν καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπι­̀ Ισραηλ
23καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συν­έβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόν­τα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπι­̀ τοῦ Εὐφράτου καὶ ἐξῆλθεν εἰς ἀπάν­τησιν αὐτῷ Ιωσιας
24καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου προ­̀ς αὐτὸν λέγων τί ἐμοὶ καὶ σοί ἐστιν βασιλεῦ τῆς Ιουδαίας
25οὐχὶ προ­̀ς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ ἐπι­̀ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν καὶ νῦν κύριος μετ᾿ ἐμοῦ ἐστιν καὶ κύριος μετ᾿ ἐμοῦ ἐπι­σπεύ­δων ἐστίν ἀπό­στηθι καὶ μὴ ἐναν­τιοῦ τῷ κυρίῳ
26καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπι­̀ τὸ ἅρμα αὐτοῦ ἀλλὰ πολεμεῖν αὐτὸν ἐπι­χειρεῖ οὐ προ­σέχων ῥήμασιν Ιερεμιου προ­φήτου ἐκ στόμα­τος κυρίου
27ἀλλὰ συν­εστήσατο προ­̀ς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους καὶ κατέβησαν οἱ ἄρχον­τες προ­̀ς τὸν βασιλέα Ιωσιαν
28καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἀπο­στήσατέ με ἀπο­̀ τῆς μάχης ἠσθένησα γὰρ λίαν καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπο­̀ τῆς παρα­τάξεως
29καὶ ἀνέβη ἐπι­̀ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ καὶ ἀπο­κατα­σταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ
30καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν καὶ ἐθρήνησεν Ιερεμιας ὁ προ­φήτης ὑπὲρ Ιωσιου καὶ οἱ προ­καθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ
31ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας καὶ τὸ καθ᾿ ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συν­έσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου τά τε προ­πραχθέν­τα ὑπ᾿ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα
32καὶ ἀναλαβόν­τες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀν­τὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄν­τα ἐτῶν εἴκοσι τριῶν
33καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μῆνας τρεῖς καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύ­ειν ἐν Ιερουσαλημ
34καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάν­τοις ἑκατὸν καὶ χρυσίου ταλάν­τῳ ἑνί
35καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ
36καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου
37ἐτῶν δὲ ἦν εἴκοσι πέν­τε Ιωακιμ ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
38ἐπ᾿ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα
39καὶ ἀπο­̀ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι
40τὰ δὲ ἱστορηθέν­τα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσ­σεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων
41καὶ ἐβασίλευσεν ἀν­τ᾿ αὐτοῦ Ιωακιμ ὁ υἱὸς αὐτοῦ ὅτε γὰρ ἀνεδείχθη ἦν ἐτῶν δέκα ὀκτώ
42βασιλεύ­ει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναν­τι κυρίου
43καὶ μετ᾿ ἐνιαυτὸν ἀπο­στείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύ­εσιν τοῦ κυρίου
44καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ Σεδεκιαν ὄν­τα ἐτῶν εἴκοσι ἑνός βασιλεύ­ει δὲ ἔτη ἕνδεκα
45καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπο­̀ τῶν ῥηθέν­των λόγων ὑπὸ Ιερεμιου τοῦ προ­φήτου ἐκ στόμα­τος τοῦ κυρίου
46καὶ ὁρκισθεὶς ἀπο­̀ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπι­ορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ
47καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάν­των τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις
48καὶ ἀπέστειλεν ὁ θεὸς τῶν πατέρων αὐτῶν δια­̀ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώμα­τος αὐτοῦ
49αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζον­τες τοὺς προ­φήτας αὐτοῦ
ἕως τοῦ θυμωθέν­τα αὐτὸν ἐπι­̀ τῷ ἔθνει αὐτοῦ δια­̀ τὰ δυσ­σεβήματα προ­στάξαι ἀναβιβάσαι ἐπ᾿ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων
50οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαν­το νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάν­τας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν
51καὶ πάν­τα τὰ ἱερὰ σκεύ­η τοῦ κυρίου τὰ μεγά­λα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀπο­θήκας ἀναλαβόν­τες ἀπήνεγκαν εἰς Βαβυλῶνα
52καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ
53καὶ συν­ετέλεσαν πάν­τα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι καὶ τοὺς ἐπι­λοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα
54καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Пέρσας εἰς ἀναπλή­ρωσιν τοῦ ῥήμα­τος τοῦ κυρίου ἐν στόματι Ιερεμιου
55ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς πάν­τα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συμπλή­ρωσιν ἐτῶν ἑβδομήκον­τα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible