Скрыть
9:1
9:2
9:3
9:4
9:5
9:11
9:12
9:13
9:14
9:15
περὶ μὲν γὰρ τῆς δια­κονίας τῆς εἰς τοὺς ἁγίους περισ­σόν μοί ἐστιν τὸ γράφειν ὑμῖν
οἶδα γὰρ τὴν προ­θυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύ­ασται ἀπο­̀ πέρυσι καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας
ἔπεμψα δὲ τοὺς ἀδελφούς ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ ἵνα καθὼς ἔλεγον παρεσκευασ­μέ­νοι ἦτε
μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρα­σκευάστους κατα­ισχυνθῶμεν ἡμεῖς ἵνα μὴ λέγω ὑμεῖς ἐν τῇ ὑποστάσει ταύτῃ
ἀναγκαῖον οὖν ἡγησάμην παρα­καλέσαι τοὺς ἀδελφοὺς ἵνα προ­έλθωσιν εἰς ὑμᾶς καὶ προ­καταρτίσωσιν τὴν προ­επηγγελμένην εὐλογίαν ὑμῶν ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν
τοῦτο δέ ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει
ἕκασ­τος καθὼς προ­ῄρηται τῇ καρδίᾳ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός
δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισ­σεῦσαι εἰς ὑμᾶς ἵνα ἐν παν­τὶ πάν­τοτε πᾶσαν αὐτάρκειαν ἔχον­τες περισ­σεύ­ητε εἰς πᾶν ἔργον ἀγαθόν
καθὼς γέγραπται ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα
ὁ δὲ ἐπι­χορηγῶν σπόρον τῷ σπείρον­τι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πλη­θυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν
ἐν παν­τὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ θεῷ
ὅτι ἡ δια­κονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προ­σαναπλη­ροῦσα τὰ ὑστερήματα τῶν ἁγίων ἀλλὰ καὶ περισ­σεύ­ουσα δια­̀ πολλῶν εὐχαριστιῶν τῷ θεῷ
δια­̀ τῆς δοκιμῆς τῆς δια­κονίας ταύτης δοξάζον­τες τὸν θεὸν ἐπι­̀ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάν­τας
καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπι­ποθούν­των ὑμᾶς δια­̀ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ᾿ ὑμῖν
χάρις τῷ θεῷ ἐπι­̀ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible