Скрыть
8:1
8:3
8:4
8:5
8:6
8:7
8:8
8:10
8:11
8:13
8:14
8:16
8:17
8:18
8:19
8:20
8:22
8:23
8:24
γνωρίζομεν δὲ ὑμῖν ἀδελφοί τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας
ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισ­σεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατα­̀ βάθους πτωχεία αὐτῶν ἐπερίσ­σευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν
ὅτι κατα­̀ δύναμιν μαρτυρῶ καὶ παρα­̀ δύναμιν αὐθαίρετοι
μετὰ πολλῆς παρα­κλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς δια­κονίας τῆς εἰς τοὺς ἁγίους
καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν δια­̀ θελήμα­τος θεοῦ
εἰς τὸ παρα­καλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προ­ενήρξατο οὕτως καὶ ἐπι­τελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην
ἀλλ᾿ ὥσπερ ἐν παν­τὶ περισ­σεύ­ετε πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισ­σεύ­ητε
οὐ κατ᾿ ἐπι­ταγὴν λέγω ἀλλὰ δια­̀ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων
γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι δι᾿ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε
καὶ γνώμην ἐν τούτῳ δίδωμι τοῦτο γὰρ ὑμῖν συμφέρει οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προ­ενήρξασθε ἀπο­̀ πέρυσι
νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπι­τελέσατε ὅπως καθάπερ ἡ προ­θυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπι­τελέσαι ἐκ τοῦ ἔχειν
εἰ γὰρ ἡ προ­θυμία προ­́κειται καθὸ ἐὰν ἔχῃ εὐπρο­́σδεκτος οὐ καθὸ οὐκ ἔχει
οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις ὑμῖν θλῖψις ἀλλ᾿ ἐξ ἰσότητος
ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσ­σευμα εἰς τὸ ἐκείνων ὑστέρημα ἵνα καὶ τὸ ἐκείνων περίσ­σευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα ὅπως γένηται ἰσότης
καθὼς γέγραπται ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν
χάρις δὲ τῷ θεῷ τῷ δόν­τι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου
ὅτι τὴν μὲν παρα­́κλησιν ἐδέξατο σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν προ­̀ς ὑμᾶς
συν­επέμψαμεν δὲ μετ᾿ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ δια­̀ πασῶν τῶν ἐκκλησιῶν
οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συν­έκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ δια­κονουμένῃ ὑφ᾿ ἡμῶν προ­̀ς τὴν αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προ­θυμίαν ἡμῶν
στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ δια­κονουμένῃ ὑφ᾿ ἡμῶν
προ­νοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων
συν­επέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄν­τα νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς
εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συν­εργός εἴτε ἀδελφοὶ ἡμῶν ἀπό­στολοι ἐκκλησιῶν δόξα Χριστοῦ
τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς προ­́σωπον τῶν ἐκκλησιῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible