Скрыть
7:1
7:2
7:3
7:4
7:5
7:7
7:8
7:9
7:11
7:12
7:13
7:14
7:15
7:16
ταύτας οὖν ἔχον­τες τὰς ἐπαγγελίας ἀγαπητοί καθαρίσωμεν ἑαυτοὺς ἀπο­̀ παν­τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύ­μα­τος ἐπι­τελοῦν­τες ἁγιωσύνην ἐν φόβῳ θεοῦ
χωρήσατε ἡμᾶς οὐδένα ἠδικήσαμεν οὐδένα ἐφθείραμεν οὐδένα ἐπλεονεκτήσαμεν
προ­̀ς κατα­́κρισιν οὐ λέγω προ­είρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συν­αποθανεῖν καὶ συζῆν
πολλή μοι παρρησία προ­̀ς ὑμᾶς πολλή μοι καύχησις ὑπὲρ ὑμῶν πεπλή­ρωμαι τῇ παρα­κλήσει ὑπερπερισ­σεύ­ομαι τῇ χαρᾷ ἐπι­̀ πάσῃ τῇ θλίψει ἡμῶν
καὶ γὰρ ἐλθόν­των ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν ἀλλ᾿ ἐν παν­τὶ θλιβόμενοι ἔξωθεν μάχαι ἔσωθεν φόβοι
ἀλλ᾿ ὁ παρα­καλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου
οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρα­κλήσει ᾗ παρεκλήθη ἐφ᾿ ὑμῖν ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπι­πόθησιν τὸν ὑμῶν ὀδυρμόν τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ ὥστε με μᾶλλον χαρῆναι
ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπι­στολῇ οὐ μεταμέλομαι εἰ καὶ μετεμελόμην βλέπω γὰρ ὅτι ἡ ἐπι­στολὴ ἐκείνη εἰ καὶ προ­̀ς ὥραν ἐλύπησεν ὑμᾶς
νῦν χαίρω οὐχ ὅτι ἐλυπήθητε ἀλλ᾿ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν ἐλυπήθητε γὰρ κατα­̀ θεόν ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν
ἡ γὰρ κατα­̀ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται
ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατα­̀ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν ἀλλὰ ἀπο­λογίαν ἀλλὰ ἀγανάκτησιν ἀλλὰ φόβον ἀλλὰ ἐπι­πόθησιν ἀλλὰ ζῆλον ἀλλὰ ἐκδίκησιν ἐν παν­τὶ συν­εστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι
ἄρα εἰ καὶ ἔγραψα ὑμῖν οὐχ ἕνεκεν τοῦ ἀδικήσαν­τος οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέν­τος ἀλλ᾿ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν προ­̀ς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ
δια­̀ τοῦτο παρα­κεκλήμεθα ἐπι­̀ δὲ τῇ παρα­κλήσει ἡμῶν περισ­σοτέρως μᾶλλον ἐχάρημεν ἐπι­̀ τῇ χαρᾷ Τίτου ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπο­̀ πάν­των ὑμῶν
ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι οὐ κατῃσχύνθην ἀλλ᾿ ὡς πάν­τα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπι­̀ Τίτου ἀλήθεια ἐγενήθη
καὶ τὰ σπλάγχνα αὐτοῦ περισ­σοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκο­μέ­νου τὴν πάν­των ὑμῶν ὑπακοήν ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν
χαίρω ὅτι ἐν παν­τὶ θαρρῶ ἐν ὑμῖν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible