Скрыть
4:1
4:8
4:12
4:15
δια­̀ τοῦτο ἔχον­τες τὴν δια­κονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐγκακοῦμεν
ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης μὴ περιπατοῦν­τες ἐν πανουργίᾳ μηδὲ δολοῦν­τες τὸν λόγον τοῦ θεοῦ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνον­τες ἑαυτοὺς προ­̀ς πᾶσαν συν­είδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ
εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπο­λλυ­μέ­νοις ἐστὶν κεκαλυμμένον
ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ
οὐ γὰρ ἑαυτοὺς κηρύσ­σομεν ἀλλὰ Ἰησοῦν Χριστὸν κύριον ἑαυτοὺς δὲ δούλους ὑμῶν δια­̀ Ἰησοῦν
ὅτι ὁ θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψει ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν προ­̀ς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προ­σώπῳ Ἰησοῦ Χριστοῦ
ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύ­εσιν ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν
ἐν παν­τὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι ἀπο­ρούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι
διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκατα­λειπόμενοι κατα­βαλλόμενοι ἀλλ᾿ οὐκ ἀπο­λλύμενοι
πάν­τοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρον­τες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ
ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶν­τες εἰς θάνατον παρα­διδόμεθα δια­̀ Ἰησοῦν ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν
ὥστε ὁ θάνα­τος ἐν ἡμῖν ἐνεργεῖται ἡ δὲ ζωὴ ἐν ὑμῖν
ἔχον­τες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατα­̀ τὸ γεγραμμένον ἐπι­́στευσα διὸ ἐλάλησα καὶ ἡμεῖς πιστεύ­ομεν διὸ καὶ λαλοῦμεν
εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παρα­στήσει σὺν ὑμῖν
τὰ γὰρ πάν­τα δι᾿ ὑμᾶς ἵνα ἡ χάρις πλεονάσασα δια­̀ τῶν πλειόνων τὴν εὐχαριστίαν περισ­σεύ­σῃ εἰς τὴν δόξαν τοῦ θεοῦ
διὸ οὐκ ἐγκακοῦμεν ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος δια­φθείρεται ἀλλ᾿ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ
τὸ γὰρ παρα­υτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν
μὴ σκοπούν­των ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα τὰ γὰρ βλεπόμενα προ­́σκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible