Скрыть
3:4
3:8
3:9
3:10
3:11
3:12
3:15
ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπι­στολῶν προ­̀ς ὑμᾶς ἢ ἐξ ὑμῶν
ἡ ἐπι­στολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάν­των ἀνθρώπων
φανερούμενοι ὅτι ἐστὲ ἐπι­στολὴ Χριστοῦ δια­κονηθεῖσα ὑφ᾿ ἡμῶν ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύ­ματι θεοῦ ζῶν­τος οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾿ ἐν πλαξὶν καρδίαις σαρκίναις
πεποίθησιν δὲ τοιαύτην ἔχομεν δια­̀ τοῦ Χριστοῦ προ­̀ς τὸν θεόν
οὐχ ὅτι ἀφ᾿ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ
ὃς καὶ ἱκάνωσεν ἡμᾶς δια­κόνους καινῆς δια­θήκης οὐ γράμμα­τος ἀλλὰ πνεύ­μα­τος τὸ γὰρ γράμμα ἀπο­κτέννει τὸ δὲ πνεῦμα ζῳοποιεῖ
εἰ δὲ ἡ δια­κονία τοῦ θανάτου ἐν γράμμασιν ἐν­τετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ προ­́σωπον Μωϋσέως δια­̀ τὴν δόξαν τοῦ προ­σώπου αὐτοῦ τὴν καταργουμένην
πῶς οὐχὶ μᾶλλον ἡ δια­κονία τοῦ πνεύ­μα­τος ἔσται ἐν δόξῃ
εἰ γὰρ τῇ δια­κονίᾳ τῆς κατα­κρίσεως δόξα πολλῷ μᾶλλον περισ­σεύ­ει ἡ δια­κονία τῆς δικαιοσύνης δόξῃ
καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης
εἰ γὰρ τὸ καταργούμενον δια­̀ δόξης πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ
ἔχον­τες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπι­̀ τὸ προ­́σωπον αὐτοῦ προ­̀ς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργου­μέ­νου
ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπι­̀ τῇ ἀναγνώσει τῆς παλαιᾶς δια­θήκης μένει μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται
ἀλλ᾿ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπι­̀ τὴν καρδίαν αὐτῶν κεῖται
ἡνίκα δὲ ἐὰν ἐπι­στρέψῃ προ­̀ς κύριον περιαιρεῖται τὸ κάλυμμα
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν οὗ δὲ τὸ πνεῦμα κυρίου ἐλευθερία
ἡμεῖς δὲ πάν­τες ἀνακεκαλυμμένῳ προ­σώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπο­̀ δόξης εἰς δόξαν καθάπερ ἀπο­̀ κυρίου πνεύ­μα­τος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible