Скрыть
4:2
4:3
4:4
4:5
4:6
4:7
4:9
4:10
4:11
4:12
4:13
4:14
4:15
τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀπο­στήσον­ταί τινες τῆς πίστεως προ­σέχον­τες πνεύ­μασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων
ἐν ὑποκρίσει ψευδο­λόγων κεκαυστηριασμένων τὴν ἰδίαν συν­είδησιν
κωλυόν­των γαμεῖν ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν
ὅτι πᾶν κτίσμα θεοῦ καλόν καὶ οὐδὲν ἀπό­βλητον μετὰ εὐχαριστίας λαμβανόμενον
ἁγιάζεται γὰρ δια­̀ λόγου θεοῦ καὶ ἐν­τεύξεως
ταῦτα ὑποτιθέ­με­νος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ δια­́κονος Χριστοῦ Ἰησοῦ ἐν­τρεφό­με­νος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παρα­ιτοῦ γύμναζε δὲ σεαυτὸν προ­̀ς εὐσέβειαν
ἡ γὰρ σωματικὴ γυμνασία προ­̀ς ὀλίγον ἐστὶν ὠφέλιμος ἡ δὲ εὐσέβεια προ­̀ς πάν­τα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης
πιστὸς ὁ λόγος καὶ πάσης ἀπο­δοχῆς ἄξιος
εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα ὅτι ἠλπίκαμεν ἐπι­̀ θεῷ ζῶν­τι ὅς ἐστιν σωτὴρ πάν­των ἀνθρώπων μάλιστα πιστῶν
παρα­́γγελλε ταῦτα καὶ δίδασκε
μηδείς σου τῆς νεότητος κατα­φρονείτω ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ ἐν ἀναστροφῇ ἐν ἀγάπῃ ἐν πίστει ἐν ἁγνείᾳ
ἕως ἔρχομαι προ­́σεχε τῇ ἀναγνώσει τῇ παρα­κλήσει τῇ διδασκαλίᾳ
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσμα­τος ὃ ἐδόθη σοι δια­̀ προ­φητείας μετὰ ἐπι­θέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου
ταῦτα μελέτα ἐν τούτοις ἴσθι ἵνα σου ἡ προ­κοπὴ φανερὰ ᾖ πᾶσιν
ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ ἐπι­́μενε αὐτοῖς τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούον­τάς σου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible