Скрыть
3:4
3:5
3:6
3:7
3:8
3:10
3:11
3:12
3:13
3:14
3:15
πιστὸς ὁ λόγος εἴ τις ἐπι­σκοπῆς ὀρέγεται καλοῦ ἔργου ἐπι­θυμεῖ
δεῖ οὖν τὸν ἐπι­́σκοπον ἀνεπίλημπτον εἶναι μιᾶς γυναικὸς ἄνδρα νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν
μὴ πάροινον μὴ πλή­κτην ἀλλὰ ἐπι­εικῆ ἄμαχον ἀφιλάργυρον
τοῦ ἰδίου οἴκου καλῶς προ­ϊστάμενον τέκνα ἔχον­τα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος
εἰ δέ τις τοῦ ἰδίου οἴκου προ­στῆναι οὐκ οἶδεν πῶς ἐκκλησίας θεοῦ ἐπι­μελή­σε­ται
μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ δια­βόλου
δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπο­̀ τῶν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ δια­βόλου
δια­κόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνῳ πολλῷ προ­σέχον­τας μὴ αἰσχροκερδεῖς
ἔχον­τας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συν­ειδήσει
καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον εἶτα δια­κονείτωσαν ἀνέγκλητοι ὄν­τες
γυναῖκας ὡσαύτως σεμνάς μὴ δια­βόλους νηφαλίους πιστὰς ἐν πᾶσιν
δια­́κονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες τέκνων καλῶς προ­ϊστάμενοι καὶ τῶν ἰδίων οἴκων
οἱ γὰρ καλῶς δια­κονήσαν­τες βαθμὸν ἑαυτοῖς καλὸν περιποι­οῦν­ται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ
ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν προ­̀ς σὲ ἐν τάχει
ἐὰν δὲ βραδύνω ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶν­τος στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας
καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον ὃς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύ­ματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπι­στεύ­θη ἐν κόσμῳ ἀνελήμφθη ἐν δόξῃ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible