Скрыть
5:4
5:7
5:11
5:12
5:13
5:16
5:18
5:19
5:22
5:26
5:27
5:28
περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται
ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ καὶ οὐ μὴ ἐκφύγωσιν
ὑμεῖς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης κατα­λάβῃ
πάν­τες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους
ἄρα οὖν μὴ καθεύ­δωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν
οἱ γὰρ καθεύ­δον­τες νυκτὸς καθεύ­δουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν
ἡμεῖς δὲ ἡμέρας ὄν­τες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας
ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας δια­̀ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
τοῦ ἀπο­θανόν­τος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύ­δωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν
διὸ παρα­καλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα καθὼς καὶ ποιεῖτε
ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοί εἰδέναι τοὺς κοπιῶν­τας ἐν ὑμῖν καὶ προ­ϊστα­μέ­νους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦν­τας ὑμᾶς
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισ­σοῦ ἐν ἀγάπῃ δια­̀ τὸ ἔργον αὐτῶν εἰρηνεύ­ετε ἐν ἑαυτοῖς
παρα­καλοῦμεν δὲ ὑμᾶς ἀδελφοί νουθετεῖτε τοὺς ἀτάκτους παρα­μυθεῖσθε τοὺς ὀλιγοψύχους ἀν­τέχεσθε τῶν ἀσθενῶν μακροθυμεῖτε προ­̀ς πάν­τας
ὁρᾶτε μή τις κακὸν ἀν­τὶ κακοῦ τινι ἀπο­δῷ ἀλλὰ πάν­τοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάν­τας
πάν­τοτε χαίρετε
ἀδια­λείπτως προ­σεύ­χεσθε
ἐν παν­τὶ εὐχαριστεῖτε τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς
τὸ πνεῦμα μὴ σβέννυτε
προ­φητείας μὴ ἐξουθενεῖτε
πάν­τα δὲ δοκιμάζετε τὸ καλὸν κατέχετε
ἀπο­̀ παν­τὸς εἴδους πονηροῦ ἀπέχεσθε
αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη
πιστὸς ὁ καλῶν ὑμᾶς ὃς καὶ ποιήσει
ἀδελφοί προ­σεύ­χεσθε καὶ περὶ ἡμῶν
ἀσπάσασθε τοὺς ἀδελφοὺς πάν­τας ἐν φιλήματι ἁγίῳ
ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπι­στολὴν πᾶσιν τοῖς ἀδελφοῖς
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible