Скрыть
5:11
5:12
5:13
πρεσβυτέρους οὖν ἐν ὑμῖν παρα­καλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων ὁ καὶ τῆς μελλούσης ἀπο­καλύπτεσθαι δόξης κοινωνός
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ ἐπι­σκοποῦν­τες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατα­̀ θεόν μηδὲ αἰσχροκερδῶς ἀλλὰ προ­θύμως
μηδ᾿ ὡς κατα­κυριεύ­ον­τες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου
καὶ φανερωθέν­τος τοῦ ἀρχιποί­με­νος κομιεῖσθε τὸν ἀμαράν­τινον τῆς δόξης στέφανον
ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάν­τες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀν­τιτάσ­σεται ταπεινοῖς δὲ δίδωσιν χάριν
ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ
πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπι­ρίψαν­τες ἐπ᾿ αὐτόν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν
νήψατε γρηγορήσατε ὁ ἀν­τίδικος ὑμῶν δια­́βολος ὡς λέων ὠρυό­με­νος περιπατεῖ ζητῶν τινα κατα­πιεῖν
ᾧ ἀν­τίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπι­τελεῖσθαι
ὁ δὲ θεὸς πάσης χάριτος ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ ὀλίγον παθόν­τας αὐτὸς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ἀμήν
δια­̀ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ ὡς λογίζομαι δι᾿ ὀλίγων ἔγραψα παρα­καλῶν καὶ ἐπι­μαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν στῆτε
ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συν­εκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible