Скрыть
4:6
4:16
4:19
Χριστοῦ οὖν παθόν­τος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας
εἰς τὸ μηκέτι ἀνθρώπων ἐπι­θυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπι­́λοιπον ἐν σαρκὶ βιῶσαι χρόνον
ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευ­μέ­νους ἐν ἀσελγείαις ἐπι­θυμίαις οἰνοφλυγίαις κώμοις πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις
ἐν ᾧ ξενίζον­ται μὴ συν­τρεχόν­των ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦν­τες
οἳ ἀπο­δώσουσιν λόγον τῷ ἑτοίμως ἔχον­τι κρῖναι ζῶν­τας καὶ νεκρούς
εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατα­̀ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατα­̀ θεὸν πνεύ­ματι
πάν­των δὲ τὸ τέλος ἤγγικεν σωφρονήσατε οὖν καὶ νήψατε εἰς προ­σευχάς
προ­̀ πάν­των τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχον­τες ὅτι ἀγάπη καλύπτει πλῆ­θος ἁμαρτιῶν
φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ
ἕκασ­τος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ δια­κονοῦν­τες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ
εἴ τις λαλεῖ ὡς λόγια θεοῦ εἴ τις δια­κονεῖ ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς δια­̀ Ἰησοῦ Χριστοῦ ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
ἀγαπητοί μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει προ­̀ς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνον­τος
ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε ἵνα καὶ ἐν τῇ ἀπο­καλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι
εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ μακάριοι ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπαύεται
μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποι­ὸς ἢ ὡς ἀλλοτριεπίσκοπος
εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ
ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπο­̀ τοῦ οἴκου τοῦ θεοῦ εἰ δὲ πρῶτον ἀφ᾿ ἡμῶν τί τὸ τέλος τῶν ἀπειθούν­των τῷ τοῦ θεοῦ εὐαγγελίῳ
καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται
ὥστε καὶ οἱ πάσχον­τες κατα­̀ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρα­τιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible