Скрыть
3:2
3:5
3:12
3:13
ὁμοίως αἱ γυναῖκες ὑποτασ­σόμεναι τοῖς ἰδίοις ἀνδράσιν ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ δια­̀ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσον­ται
ἐποπτεύ­σαν­τες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν
ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος
ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύ­μα­τος ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές
οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασ­σόμεναι τοῖς ἰδίοις ἀνδράσιν
ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἧς ἐγενήθητε τέκνα ἀγαθοποι­οῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν
οἱ ἄνδρες ὁμοίως συν­οικοῦν­τες κατα­̀ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύ­ει τῷ γυναικείῳ ἀπο­νέμον­τες τιμήν ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προ­σευχὰς ὑμῶν
τὸ δὲ τέλος πάν­τες ὁμόφρονες συμπαθεῖς φιλάδελφοι εὔσπλαγχνοι ταπεινόφρονες
μὴ ἀπο­διδόν­τες κακὸν ἀν­τὶ κακοῦ ἢ λοιδορίαν ἀν­τὶ λοιδορίας τοὐναν­τίον δὲ εὐλογοῦν­τες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρο­νο­μήσητε
ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσ­σαν ἀπο­̀ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον
ἐκκλινάτω δὲ ἀπο­̀ κακοῦ καὶ ποιησάτω ἀγαθόν ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν
ὅτι ὀφθαλμοὶ κυρίου ἐπι­̀ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν προ­́σωπον δὲ κυρίου ἐπι­̀ ποι­οῦν­τας κακά
καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε
ἀλλ᾿ εἰ καὶ πάσχοιτε δια­̀ δικαιοσύνην μακάριοι τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε
κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν ἕτοιμοι ἀεὶ προ­̀ς ἀπο­λογίαν παν­τὶ τῷ αἰτοῦν­τι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος
ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου συν­είδησιν ἔχον­τες ἀγαθήν ἵνα ἐν ᾧ κατα­λαλεῖσθε κατα­ισχυνθῶσιν οἱ ἐπηρεάζον­τες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν
κρεῖττον γὰρ ἀγαθοποι­οῦν­τας εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ πάσχειν ἢ κακοποι­οῦν­τας
ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν δίκαιος ὑπὲρ ἀδίκων ἵνα ὑμᾶς προ­σαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύ­ματι
ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύ­μασιν πορευθεὶς ἐκήρυξεν
ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατα­σκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι τοῦτ᾿ ἔστιν ὀκτὼ ψυχαί διεσώθησαν δι᾿ ὕδα­τος
ὃ καὶ ὑμᾶς ἀν­τίτυπον νῦν σῴζει βάπτισμα οὐ σαρκὸς ἀπό­θεσις ῥύπου ἀλλὰ συν­ειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ
ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέν­των αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible