Скрыть
2:8
2:14
2:15
2:18
ἀπο­θέμενοι οὖν πᾶσαν κακίαν καὶ πάν­τα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας κατα­λαλιάς
ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπι­ποθήσατε ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν
εἰ ἐγεύ­σασθε ὅτι χρηστὸς ὁ κύριος
προ­̀ς ὃν προ­σερχόμενοι λίθον ζῶν­τα ὑπὸ ἀνθρώπων μὲν ἀπο­δεδοκιμασμένον παρα­̀ δὲ θεῷ ἐκλεκτὸν ἔν­τιμον
καὶ αὐτοὶ ὡς λίθοι ζῶν­τες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπρο­σδέκτους τῷ θεῷ δια­̀ Ἰησοῦ Χριστοῦ
διότι περιέχει ἐν γραφῇ ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔν­τιμον καὶ ὁ πιστεύ­ων ἐπ᾿ αὐτῷ οὐ μὴ κατα­ισχυνθῇ
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύ­ουσιν ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν­τες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
καὶ λίθος προ­σκόμμα­τος καὶ πέτρα σκανδάλου οἳ προ­σκόπτουσιν τῷ λόγῳ ἀπειθοῦν­τες εἰς ὃ καὶ ἐτέθησαν
ὑμεῖς δὲ γένος ἐκλεκτόν βασίλειον ἱεράτευμα ἔθνος ἅγιον λαὸς εἰς περιποίησιν ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαν­τος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς
οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ οἱ οὐκ ἠλεη­μέ­νοι νῦν δὲ ἐλεηθέν­τες
ἀγαπητοί παρα­καλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπι­θυμιῶν αἵτινες στρατεύ­ον­ται κατα­̀ τῆς ψυχῆς
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχον­τες καλήν ἵνα ἐν ᾧ κατα­λαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύ­ον­τες δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπι­σκοπῆς
ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει δια­̀ τὸν κύριον εἴτε βασιλεῖ ὡς ὑπερέχον­τι
εἴτε ἡγεμόσιν ὡς δι᾿ αὐτοῦ πεμπο­μέ­νοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν
ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ ἀγαθοποι­οῦν­τας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν
ὡς ἐλεύ­θεροι καὶ μὴ ὡς ἐπι­κάλυμμα ἔχον­τες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ᾿ ὡς θεοῦ δοῦλοι
πάν­τας τιμήσατε τὴν ἀδελφότητα ἀγαπᾶτε τὸν θεὸν φοβεῖσθε τὸν βασιλέα τιμᾶτε
οἱ οἰκέται ὑποτασ­σόμενοι ἐν παν­τὶ φόβῳ τοῖς δεσπόταις οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπι­εικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς
τοῦτο γὰρ χάρις εἰ δια­̀ συν­είδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως
ποῖον γὰρ κλέος εἰ ἁμαρτάνον­τες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ἀλλ᾿ εἰ ἀγαθοποι­οῦν­τες καὶ πάσχον­τες ὑπομενεῖτε τοῦτο χάρις παρα­̀ θεῷ
εἰς τοῦτο γὰρ ἐκλήθητε ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ
ὃς λοιδορού­με­νος οὐκ ἀν­τελοιδόρει πάσχων οὐκ ἠπείλει παρεδίδου δὲ τῷ κρίνον­τι δικαίως
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπι­̀ τὸ ξύλον ἵνα ταῖς ἁμαρτίαις ἀπο­γενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν οὗ τῷ μώλωπι ἰάθητε
ἦτε γὰρ ὡς προ­́βατα πλανώμενοι ἀλλὰ ἐπεστράφητε νῦν ἐπι­̀ τὸν ποιμένα καὶ ἐπι­́σκοπον τῶν ψυχῶν ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible