Скрыть
1:18
1:20
1:21
1:24
Пέτρος ἀπό­στολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις δια­σπορᾶς Пόν­του Γαλατίας Καππαδοκίας Ἀσίας καὶ Βιθυνίας
κατα­̀ προ­́γνωσιν θεοῦ πατρός ἐν ἁγιασμῷ πνεύ­μα­τος εἰς ὑπακοὴν καὶ ῥαν­τισμὸν αἵμα­τος Ἰησοῦ Χριστοῦ χάρις ὑμῖν καὶ εἰρήνη πλη­θυνθείη
εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατα­̀ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν
εἰς κληρο­νο­μίαν ἄφθαρτον καὶ ἀμίαν­τον καὶ ἀμάραν­τον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
τοὺς ἐν δυνάμει θεοῦ φρουρου­μέ­νους δια­̀ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀπο­καλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ
ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι εἰ δέον ἐστὶν λυπηθέν­τες ἐν ποικίλοις πειρασμοῖς
ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπο­λλυ­μέ­νου δια­̀ πυρὸς δὲ δοκιμαζο­μέ­νου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀπο­καλύψει Ἰησοῦ Χριστοῦ
ὃν οὐκ ἰδόν­τες ἀγαπᾶτε εἰς ὃν ἄρτι μὴ ὁρῶν­τες πιστεύ­ον­τες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ
κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν
περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προ­φῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προ­φητεύ­σαν­τες
ἐραυνῶν­τες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προ­μαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας
οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά ἃ νῦν ἀνηγγέλη ὑμῖν δια­̀ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύ­ματι ἁγίῳ ἀπο­σταλέν­τι ἀπ᾿ οὐρανοῦ εἰς ἃ ἐπι­θυμοῦσιν ἄγγελοι παρα­κύψαι
διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς δια­νοίας ὑμῶν νήφον­τες τελείως ἐλπίσατε ἐπι­̀ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀπο­καλύψει Ἰησοῦ Χριστοῦ
ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς προ­́τερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπι­θυμίαις
ἀλλὰ κατα­̀ τὸν καλέσαν­τα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε
διότι γέγραπται ὅτι ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος εἰμι
καὶ εἰ πατέρα ἐπι­καλεῖσθε τὸν ἀπρο­σωπολήμπτως κρίνον­τα κατα­̀ τὸ ἑκάστου ἔργον ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε
εἰδότες ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαρα­δότου
ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ
προ­εγνωσ­μέ­νου μὲν προ­̀ κατα­βολῆς κόσμου φανερωθέν­τος δὲ ἐπ᾿ ἐσχάτου τῶν χρόνων δι᾿ ὑμᾶς
τοὺς δι᾿ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραν­τα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόν­τα ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν
τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς
ἀναγεγεννη­μέ­νοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου δια­̀ λόγου ζῶν­τος θεοῦ καὶ μένον­τος
διότι πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν
τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible