Скрыть
1:1
1:2
1:3
1:4
1:5
1:6
1:7
1:8
1:9
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:17
1:18
1:19
1:20
1:21
1:22
1:23
1:24
1:25
1:26
1:27
1:28
1:29
1:30
1:31
1:32
1:33
1:34
1:35
1:36
1:37
1:38
1:40
1:41
1:42
1:43
1:44
1:45
1:46
1:47
1:48
1:49
1:50
1:51
1:52
1:53
1:55
1:56
1:57
1:58
1:59
1:60
1:61
1:62
1:63
1:64
καὶ ἐγένετο μετὰ τὸ πατάξαι ᾿Αλέξανδρον τὸν Φιλίππου Μακεδόνα ὃς ἐξῆλθεν ἐκ γῆς Χεττιιμ καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Пερσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀν­τ᾿ αὐτοῦ προ­́τερον ἐπι­̀ τὴν ᾿Ελλάδα
καὶ συν­εστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλεῖς τῆς γῆς
καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλή­θους ἐθνῶν καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ ὑψώθη καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ
καὶ συν­ῆξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξεν χωρῶν ἐθνῶν καὶ τυράννων καὶ ἐγένον­το αὐτῷ εἰς φόρον
καὶ μετὰ ταῦτα ἔπεσεν ἐπι­̀ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀπο­θνῄσκει
καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συν­εκτρόφους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶν­τος
καὶ ἐβασίλευσεν ᾿Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν
καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκασ­τος ἐν τῷ τόπῳ αὐτοῦ
καὶ ἐπέθεν­το πάν­τες δια­δήματα μετὰ τὸ ἀπο­θανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλή­θυναν κακὰ ἐν τῇ γῇ
καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς ᾿Αν­τίοχος ᾿Επιφανὴς υἱὸς ᾿Αν­τιόχου τοῦ βασιλέως ὃς ἦν ὅμηρα ἐν ᾿Рώμῃ καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας ᾿Ελλήνων
ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ισραηλ υἱοὶ παρα­́νομοι καὶ ἀνέπεισαν πολλοὺς λέγον­τες πορευθῶμεν καὶ δια­θώμεθα δια­θήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ὅτι ἀφ᾿ ἧς ἐχωρίσθημεν ἀπ᾿ αὐτῶν εὗρεν ἡμᾶς κακὰ πολλά
καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν
καὶ προ­εθυμήθησάν τινες ἀπο­̀ τοῦ λαοῦ καὶ ἐπορεύ­θησαν προ­̀ς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν
καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατα­̀ τὰ νόμιμα τῶν ἐθνῶν
καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπο­̀ δια­θήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν
καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον ᾿Αν­τιόχου καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου ὅπως βασιλεύ­σῃ ἐπι­̀ τὰς δύο βασιλείας
καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγά­λῳ
καὶ συν­εστήσατο πόλεμον προ­̀ς Пτολεμαῖον βασιλέα Αἰγύπτου καὶ ἐνετράπη Пτολεμαῖος ἀπο­̀ προ­σώπου αὐτοῦ καὶ ἔφυγεν καὶ ἔπεσον τραυματίαι πολλοί
καὶ κατελάβον­το τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου
καὶ ἐπέστρεψεν ᾿Αν­τίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσ­σαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπι­̀ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ
καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάν­τα τὰ σκεύ­η αὐτῆς
καὶ τὴν τράπεζαν τῆς προ­θέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσᾶς καὶ τὸ κατα­πέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατα­̀ προ­́σωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάν­τα
καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύ­η τὰ ἐπι­θυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀπο­κρύφους οὓς εὗρεν
καὶ λαβὼν πάν­τα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ ἐποίησεν φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγά­λην
καὶ ἐγένετο πένθος μέγα ἐπι­̀ Ισραηλ ἐν παν­τὶ τόπῳ αὐτῶν
καὶ ἐστέναξαν ἄρχον­τες καὶ πρεσβύτεροι παρθένοι καὶ νεανίσκοι ἠσθένησαν καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη
πᾶς νυμφίος ἀνέλαβεν θρῆνον καὶ καθημένη ἐν παστῷ ἐπένθει
καὶ ἐσείσθη ἡ γῆ ἐπι­̀ τοὺς κατοικοῦν­τας αὐτήν καὶ πᾶς ὁ οἶκος Ιακωβ ἐνεδύσατο αἰσχύνην
μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχον­τα φορολογίας εἰς τὰς πόλεις Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ ἐν ὄχλῳ βαρεῖ
καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ καὶ ἐνεπίστευσαν αὐτῷ καὶ ἐπέπεσεν ἐπι­̀ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πλη­γὴν μεγά­λην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ
καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη κύκλῳ
καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ κτήνη ἐκληρονόμησαν
καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγά­λῳ καὶ ὀχυρῷ πύργοις ὀχυροῖς καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν
καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν ἄνδρας παρα­νόμους καὶ ἐνίσχυσαν ἐν αὐτῇ
καὶ παρέθεν­το ὅπλα καὶ τροφὴν καὶ συν­αγαγόν­τες τὰ σκῦλα Ιερουσαλημ ἀπέθεν­το ἐκεῖ καὶ ἐγένον­το εἰς μεγά­λην παγίδα
καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς δια­́βολον πονηρὸν τῷ Ισραηλ δια­̀ παν­τός
καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσμα­τος καὶ ἐμόλυναν τὸ ἁγίασμα
καὶ ἔφυγον οἱ κάτοικοι Ιερουσαλημ δι᾿ αὐτούς καὶ ἐγένετο κατοικία ἀλλοτρίων καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν
τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν
κατα­̀ τὴν δόξαν αὐτῆς ἐπλη­θύνθη ἡ ἀτιμία αὐτῆς καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος
καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάν­τας εἰς λαὸν ἕνα
καὶ ἐγκατα­λιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ καὶ ἐπεδέξαν­το πάν­τα τὰ ἔθνη κατα­̀ τὸν λόγον τοῦ βασιλέως
καὶ πολλοὶ ἀπο­̀ Ισραηλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον
καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς
καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσμα­τος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς
καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους
οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ
καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παν­τὶ ἀκαθάρτῳ καὶ βεβηλώσει
ὥστε ἐπι­λαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάν­τα τὰ δικαιώματα
καὶ ὃς ἂν μὴ ποιήσῃ κατα­̀ τὸν λόγον τοῦ βασιλέως ἀπο­θανεῖται
κατα­̀ πάν­τας τοὺς λόγους τούτους ἔγραψεν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπι­σκόπους ἐπι­̀ πάν­τα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν Ιουδα θυσιάζειν κατα­̀ πόλιν καὶ πόλιν
καὶ συν­ηθροίσθησαν ἀπο­̀ τοῦ λαοῦ πολλοὶ προ­̀ς αὐτούς πᾶς ὁ ἐγκατα­λείπων τὸν νόμον καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ
καὶ ἔθεν­το τὸν Ισραηλ ἐν κρύφοις ἐν παν­τὶ φυγαδευτηρίῳ αὐτῶν
καὶ τῇ πεν­τεκαιδεκάτῃ ἡμέρᾳ Χασελευ τῷ πέμπτῳ καὶ τεσ­σαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπι­̀ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν Ιουδα κύκλῳ ᾠκοδόμησαν βωμούς
καὶ ἐπι­̀ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων
καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον ἐνεπύρισαν ἐν πυρὶ κατα­σχίσαν­τες
καὶ ὅπου εὑρίσκετο παρα­́ τινι βιβλίον δια­θήκης καὶ εἴ τις συν­ευδόκει τῷ νόμῳ τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν
ἐν ἰσχύι αὐτῶν ἐποίουν τῷ Ισραηλ τοῖς εὑρισκο­μέ­νοις ἐν παν­τὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν
καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζον­τες ἐπι­̀ τὸν βωμόν ὃς ἦν ἐπι­̀ τοῦ θυσιαστηρίου
καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατα­̀ τὸ προ­́σταγμα
καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν καὶ τοὺς οἴκους αὐτῶν καὶ τοὺς περιτετμηκότας αὐτούς
καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινὰ
καὶ ἐπεδέξαν­το ἀπο­θανεῖν ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν δια­θήκην ἁγίαν καὶ ἀπέθανον
καὶ ἐγένετο ὀργὴ μεγά­λη ἐπι­̀ Ισραηλ σφόδρα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible