Скрыть
5:2
5:11
5:15
5:19
5:20
5:21
πᾶς ὁ πιστεύ­ων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαν­τα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ
ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐν­τολὰς αὐτοῦ ποιῶμεν
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐν­τολὰς αὐτοῦ τηρῶμεν καὶ αἱ ἐν­τολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον ἡ πίστις ἡμῶν
τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύ­ων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
οὗτός ἐστιν ὁ ἐλθὼν δι᾿ ὕδα­τος καὶ αἵμα­τος Ἰησοῦς Χριστός οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ᾿ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια
ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦν­τες
τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν
εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ
ὁ πιστεύ­ων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ ὁ μὴ πιστεύ­ων τῷ θεῷ ψεύ­στην πεποίηκεν αὐτόν ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν
ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει
ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον τοῖς πιστεύ­ουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ
καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν προ­̀ς αὐτόν ὅτι ἐάν τι αἰτώμεθα κατα­̀ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ᾿ αὐτοῦ
ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνον­τα ἁμαρτίαν μὴ προ­̀ς θάνατον αἰτήσει καὶ δώσει αὐτῷ ζωήν τοῖς ἁμαρτάνουσιν μὴ προ­̀ς θάνατον ἔστιν ἁμαρτία προ­̀ς θάνατον οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ
πᾶσα ἀδικία ἁμαρτία ἐστίν καὶ ἔστιν ἁμαρτία οὐ προ­̀ς θάνατον
οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει ἀλλ᾿ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ
οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν δια­́νοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος
τεκνία φυλάξατε ἑαυτὰ ἀπο­̀ τῶν εἰδώλων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible