Скрыть
2:3
2:4
2:5
2:10
2:16
2:21
2:22
2:24
2:25
2:26
2:28
2:29
τεκνία μου ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε καὶ ἐάν τις ἁμάρτῃ παρα­́κλητον ἔχομεν προ­̀ς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον
καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου
καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν ἐὰν τὰς ἐν­τολὰς αὐτοῦ τηρῶμεν
ὁ λέγων ὅτι ἔγνωκα αὐτόν καὶ τὰς ἐν­τολὰς αὐτοῦ μὴ τηρῶν ψεύ­στης ἐστίν καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν
ὃς δ᾿ ἂν τηρῇ αὐτοῦ τὸν λόγον ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν
ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς οὕτως περιπατεῖν
ἀγαπητοί οὐκ ἐν­τολὴν καινὴν γράφω ὑμῖν ἀλλ᾿ ἐν­τολὴν παλαιὰν ἣν εἴχετε ἀπ᾿ ἀρχῆς ἡ ἐν­τολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε
πάλιν ἐν­τολὴν καινὴν γράφω ὑμῖν ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν ὅτι ἡ σκοτία παρα­́γεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι
ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν
ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδεν ποῦ ὑπάγει ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ
γράφω ὑμῖν τεκνία ὅτι ἀφέων­ται ὑμῖν αἱ ἁμαρτίαι δια­̀ τὸ ὄνομα αὐτοῦ
γράφω ὑμῖν πατέρες ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς γράφω ὑμῖν νεανίσκοι ὅτι νενικήκατε τὸν πονηρόν
ἔγραψα ὑμῖν παιδία ὅτι ἐγνώκατε τὸν πατέρα ἔγραψα ὑμῖν πατέρες ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς ἔγραψα ὑμῖν νεανίσκοι ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν
μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ ἐάν τις ἀγαπᾷ τὸν κόσμον οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπι­θυμία τῆς σαρκὸς καὶ ἡ ἐπι­θυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστίν
καὶ ὁ κόσμος παρα­́γεται καὶ ἡ ἐπι­θυμία αὐτοῦ ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα
παιδία ἐσχάτη ὥρα ἐστίν καὶ καθὼς ἠκούσατε ὅτι ἀν­τίχριστος ἔρχεται καὶ νῦν ἀν­τίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν
ἐξ ἡμῶν ἐξῆλθαν ἀλλ᾿ οὐκ ἦσαν ἐξ ἡμῶν εἰ γὰρ ἐξ ἡμῶν ἦσαν μεμενήκεισαν ἂν μεθ᾿ ἡμῶν ἀλλ᾿ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάν­τες ἐξ ἡμῶν
καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπο­̀ τοῦ ἁγίου καὶ οἴδατε πάν­τες
οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ᾿ ὅτι οἴδατε αὐτήν καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν
τίς ἐστιν ὁ ψεύ­στης εἰ μὴ ὁ ἀρνού­με­νος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός οὗτός ἐστιν ὁ ἀν­τίχριστος ὁ ἀρνού­με­νος τὸν πατέρα καὶ τὸν υἱόν
πᾶς ὁ ἀρνού­με­νος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει
ὑμεῖς ὃ ἠκούσατε ἀπ᾿ ἀρχῆς ἐν ὑμῖν μενέτω ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾿ ἀρχῆς ἠκούσατε καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε
καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον
ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανών­των ὑμᾶς
καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾿ αὐτοῦ μένει ἐν ὑμῖν καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς ἀλλ᾿ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάν­των καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος καὶ καθὼς ἐδίδαξεν ὑμᾶς μένετε ἐν αὐτῷ
καὶ νῦν τεκνία μένετε ἐν αὐτῷ ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾿ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible