Скрыть
6:1
6:3
6:4
6:5
6:6
6:8
6:10
6:17
6:18
τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων προ­̀ς τὸν ἕτερον κρίνεσθαι ἐπι­̀ τῶν ἀδίκων καὶ οὐχὶ ἐπι­̀ τῶν ἁγίων
ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτιγε βιωτικά
βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενη­μέ­νους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε
προ­̀ς ἐν­τροπὴν ὑμῖν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνή­σε­ται δια­κρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ
ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπι­̀ ἀπίστων
ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾿ ἑαυτῶν δια­̀ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε δια­̀ τί οὐχὶ μᾶλλον ἀπο­στερεῖσθε
ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀπο­στερεῖτε καὶ τοῦτο ἀδελφούς
ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρο­νο­μήσουσιν μὴ πλανᾶσθε οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρο­νο­μήσουσιν
καὶ ταῦτά τινες ἦτε ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύ­ματι τοῦ θεοῦ ἡμῶν
πάν­τα μοι ἔξεστιν ἀλλ᾿ οὐ πάν­τα συμφέρει πάν­τα μοι ἔξεστιν ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ καὶ ὁ κύριος τῷ σώματι
ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ δια­̀ τῆς δυνάμεως αὐτοῦ
οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη μὴ γένοιτο
ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώ­με­νος τῇ πόρνῃ ἓν σῶμά ἐστιν ἔσον­ται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν
ὁ δὲ κολλώ­με­νος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν
φεύ­γετε τὴν πορνείαν πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν ὁ δὲ πορνεύ­ων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει
ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύ­ματός ἐστιν οὗ ἔχετε ἀπο­̀ θεοῦ καὶ οὐκ ἐστὲ ἑαυτῶν
ἠγοράσθητε γὰρ τιμῆς δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible