Скрыть
16:2
16:4
16:5
16:6
16:8
16:9
16:10
16:11
16:12
16:14
16:16
16:17
16:18
16:21
16:22
16:23
16:24
περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτως καὶ ὑμεῖς ποιήσατε
κατα­̀ μίαν σαββάτου ἕκασ­τος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνων­ται
ὅταν δὲ παρα­γένωμαι οὓς ἐὰν δοκιμάσητε δι᾿ ἐπι­στολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ
ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύ­εσθαι σὺν ἐμοὶ πορεύ­σον­ται
ἐλεύ­σομαι δὲ προ­̀ς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω Μακεδονίαν γὰρ διέρχομαι
προ­̀ς ὑμᾶς δὲ τυχὸν παρα­μενῶ ἢ καὶ παρα­χειμάσω ἵνα ὑμεῖς με προ­πέμψητε οὗ ἐὰν πορεύ­ωμαι
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν ἐλπίζω γὰρ χρόνον τινὰ ἐπι­μεῖναι προ­̀ς ὑμᾶς ἐὰν ὁ κύριος ἐπι­τρέψῃ
ἐπι­μενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεν­τηκοστῆς
θύρα γάρ μοι ἀνέῳγεν μεγά­λη καὶ ἐνεργής καὶ ἀν­τικείμενοι πολλοί
ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται προ­̀ς ὑμᾶς τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ
μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προ­πέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ προ­́ς με ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν
περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ προ­̀ς ὑμᾶς μετὰ τῶν ἀδελφῶν καὶ πάν­τως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ἐλεύ­­σε­ται δὲ ὅταν εὐκαιρήσῃ
γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε
πάν­τα ὑμῶν ἐν ἀγάπῃ γινέσθω
παρα­καλῶ δὲ ὑμᾶς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς δια­κονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς
ἵνα καὶ ὑμεῖς ὑποτάσ­σησθε τοῖς τοι­ούτοις καὶ παν­τὶ τῷ συν­εργοῦν­τι καὶ κοπιῶν­τι
χαίρω δὲ ἐπι­̀ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλή­ρωσαν
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν ἐπι­γινώσκετε οὖν τοὺς τοι­ούτους
ἀσπάζον­ται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Пρίσκα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ
ἀσπάζον­ται ὑμᾶς οἱ ἀδελφοὶ πάν­τες ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ
ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Пαύλου
εἴ τις οὐ φιλεῖ τὸν κύριον ἤτω ἀνάθεμα μαρὰν ἀθᾶ
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ᾿ ὑμῶν
ἡ ἀγάπη μου μετὰ πάν­των ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible