Τῌ Η´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου. Καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχολογεῖται ἡ α´ στάσις τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου γ´.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ὁ θεατὴς τῶν ἀῤῥήτων ἀποκαλύψεων, καὶ ἑρμηνεὺς τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον, θεολογεῖν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν.

Ἡ θεοκίνητος λύρα τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος, τὸ θεόφραστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μὲν χείλη κινῶν ὡς νευράς, ὥσπερ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Τῇ βροντοφώνῳ σου γλώττῃ ἀναφθεγγόμενος, τῆς τοῦ Θεοῦ σοφίας, τὸν ἀπόκρυφον λόγον, Θεῷ Ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη πυκνῶς, τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ δαδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ.

Ἕτερα τοῦ Ὁσίου γ´.

Ἦχος πλ. δ´.

Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ θέοφρον Ἀρσένιε, ταῖς τῶν δακρύων πηγαῖς, λαμπρυνθεὶς τὴν διάνοιαν, τῷ Θεῷ ὡμίλησας, ἀνενδότοις καθάρσεσι καὶ τῇ ἐλλάμψει, στῦλος ὁλόφωτος, θεοσεβείας πυρσῷ λαμπόμενος, ὤφθης μακάριε, μοναστῶν τὸ καύχημα, καὶ νῦν ἡμᾶς, πάντας περιφρούρησον, ταῖς ἱκεσίαις σου.

Ὅσιε Πάτερ Ἀρσένιε, σὺ τὸν Θεὸν ἐκζητῶν, καὶ ταῖς τούτου ἐλλάμπεσθαι, φωτοβόλοις λάμψεσιν, εὐσεβῶς ἐφιέμενος, περιφανείας πᾶσαν λαμπρότητα, καὶ βασιλείους αὐλὰς κατέλιπες, καὶ τὴν ἀθάνατον, κληρουχίαν εἴληφας, μετὰ Χριστοῦ, νῦν συναυλιζόμενος θεομακάριστε.

Λόγου καὶ γνώσεως ἔμπλεως, εἴπερ τις ἄλλος ὀφθείς, ἀρεταῖς τε κατάκοσμος, πάσης δόξης γέγονας, τῆς ἐντεῦθεν ἀνάπλεως· ἀλλὰ τῷ θείῳ ζήλῳ πυρούμενος, καὶ τῶν ἀῤῥήτων καταγλιχόμενος, φεύγεις εἰς Αἴγυπτον, ἔνθα βίον ἔζησας, ἀσκητικόν, βάρος δόξης ἄῤῥητον, ἀνταλλαττόμενος.

Δόξα... Ἦχος β´. Γερμανοῦ.

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν. Οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τὸ Ἐν ἀρχῇ μὲν ἔφησε τοῦ Λόγου· αὖθις δέ, τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι᾿ αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος, σοφιστικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι᾿ ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν... Τῆς ἑορτῆς.

Εἴσοδος, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Καθολικῆς Α´ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. (Κεφ. 3,21–24 & 3,1–6).

Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν· καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ᾿ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἡμῖν ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα, ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστιν. Καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἐστι· καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε, ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεὶς ἐκ τοῦ Θεοῦ ἔστε, τεκνία, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν, ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν· ὃς οὐκ ἐστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.

Καθολικῆς Α´ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. (Κεφ. 4,11–16).

Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται. Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί· καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Καθολικῆς Α´ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα. (Κεφ. 4,20–21 & 5,1–5).

Ἀγαπητοί, ἐάν τις εἴπῃ, ὅτι ἀγαπᾷ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὑτοῦ μισῇ, ψεύτης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν Ἀδελφὸν αὑτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγένηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσιν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ, νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος α´. Γερμανοῦ.

Ποταμοὶ θεολογίας, ἐκ τοῦ τιμίου σου στόματος ἀνέβλυσαν Ἀπόστολε· ἐξ ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀρδευομένη, προσκυνεῖ ὀρθοδόξως Τριάδα ὁμοούσιον· ἣν καὶ νῦν αἴτησαι, Ἰωάννη Θεολογε, στηριχθῆναι, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ αὐτοῦ, ὁ αὐτός.

Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν ἑορτήν, βοῆσαι πρὸς αὐτόν· Ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἐπομβρίσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Τοῦ αὐτοῦ, ὁ αὐτός.

Ὡς τῶν ἀποῤῥήτων μυστηρίων αὐτόπτης, ἐκέκραγες βοῶν, τὸν προαιώνιον Λόγον, ἐν ἀρχῇ ὑπάρχειν πρὸς Θεόν, καὶ αὐτὸν εἵναι τὸν Θεόν, Ἰωάννη Ἀπόστολε, ἐπιστήθιε Χριστοῦ, καὶ φίλε γνήσιε, τῆς Τριάδος τὸ ἥδυσμα, τῆς Ἐφέσου καὶ Πάτμου τὸ στήριγμα τὸ ἄσειστον, ἡμῶν δὲ βοήθεια. Πρέσβευε, Θεολόγε παμμακάριστε, ἐκ δυσσεβῶν ἐχθρῶν, αἰσθητῶν καὶ νοητῶν, λυτρωθῆναι λαόν, τὸν τὴν μνήμην σου ἀεὶ ἐκτελοῦντα πιστῶς.

Ἦχος β´.

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικὸν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, εἰς ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.

Τοῦ Ὁσίου.

Ἦχος πλ. β´.

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Κύριον, αἴτησαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Δόξα... Ἦχος δ´.

Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ διδασκάλου Χριστοῦ, ἐν τῷ δείπνῳ Κυρίου, ἠγαπημένε Μαθητά, ἐκεῖθεν ἔγνως τὰ ἄῤῥητα, καὶ τὴν οὐράνιον πᾶσιν ἐβρόντησας φωνήν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β´.

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε, τῆς σοφίας τὸν βυθόν, καὶ τῶν ὀρθοδόξων δογμάτων, τὸν συγγραφέα πιστοί, ὕμνοις στεφανώσωμεν ἐνθέοις σήμερον, Ἰωάννην τὸν ἔνδοξον, καὶ ἠγαπημένον οὗτος γὰρ ἐβρόντησεν, Ὁ Λόγος ἦν ἐν ἀρχῇ. Ὅθεν, βροντόφωνος ἐδείχθη, ὡς τὸ Εὐαγγέλιον κόσμῳ γράψας πολυσόφως ὁ ἀοίδιμος.

ΕΣτίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ὄντως, σὺ ἐφάνης ἀληθῶς, φίλος ἐπιστήθιος μέγας, τῷ διδασκάλῳ Χριστῷ· στήθει γὰρ ἀνέπεσας, ὅθεν ἐξήντλησας, τῆς σοφίας τὰ δόγματα, ἐν οἷς καὶ πλουτίζεις, πᾶσαν τὴν περίγειον, ὡς θεηγόρος Θεοῦ· ὅθεν καὶ κατέχουσα ταῦτα, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, νῦν εὐφραινομένη ἐπαγάλλεται.

ΕΣτίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις, Θεολόγε ἀληθῶς· χαίροις τῆς μητρὸς τοῦ Κυρίου, υἱὸς παμπόθητος· σὺ γὰρ παριστάμενος, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ, τῆς ἐνθέου ἀκήκοας, φωνῆς τοῦ Δεσπότου, Ἴδε νῦν ἡ Μήτηρ σου, πρὸς σὲ βοήσαντος· ὅθεν ἐπαξίως σε πάντες, ὡς Χριστοῦ, Ἀπόστολον θεῖον, καὶ ἠγαπημένον μακαρίζομεν.

Δόξα... Ἦχος πλ. β´.

Λέοντος Μαΐστορος.

Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Ἰωάννη, τῶν ἀποῤῥήτων μύστης γενόμενος, τῆς σοφίας τὰ ἀπόῤῥητα ἡμῖν ἐβρόντησας δόγματα, τὸ, Ἐν ἀρχῇ ἦν τρανώσας τοῖς πιστοῖς, καὶ τὸ, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς λόγους, ἐπιστήθιος φανείς, καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παῤῥησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος β´.

Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ τῆς Ἑορτῆς.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα τῆς τυχούσης Ἑορτῆς, μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου.

Ἦχος πλ. δ´.

Τὴν Σοφίαν καὶ Λόγον.

Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ Ἰησοῦ, παῤῥησίας τυγχάνων ὡς μαθητής, ἠρώτησας· Τίς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι· ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀῤῥήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... τὸ αὐτό.

Καὶ νῦν... τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον.

Κάθισμα. Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

Τὴν μνήμην τιμήσωμεν, τοῦ Ἀποστόλου πιστοί· ἐπέστη γὰρ σήμερον, πᾶσι τοῖς πέρασι, φωτίζουσα ἅπαντας. Οὗτος γὰρ τοῦ Κυρίου, ἀληθὴς θεολόγος, καὶ ἐν Εὐαγγελίῳ, ἀναδέδεικται φίλος· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Δόξα... τὸ αὐτό.

Καὶ νῦν... τῆς Ἑορτῆς.

Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α´.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Προκείμενον. Ἦχος δ´.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

ΕΣτίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

ΕΤὸ, Πᾶσα πνοήΕ. Εὐαγγέλιον, Ἑωθινὸν ια´.

ΕΤὸ, Ἀνάστασιν Χριστοῦ θεασάμενοιΕ καὶ ὁ Ν´ ψαλμός.

Δόξα.

Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου...

Ἦχος β´.

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικὸν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, εἰς ἧν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σουΕ, τὸ, Κύριε, ἐλέησον Ε(ιβ´) καὶ οἱ Κανόνες.

Κανὼν τοῦ Ἀποστόλου. Ποίημα Θεοφάνους, οἱ δέ, Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α´.

Ἁρματηλάτην Φαραώ.

Ὡς καθαρὸς ἠγαπημένος γέγονας, τῷ ἀκροτάτῳ φωτί, καὶ τοῖς αὐτοῦ στέρνοις, ἐπαναπαυσάμενος, πεπαῤῥησιασμένῃ ψυχῇ, ἐξ ἀβύσσου σοφίας, τὸ φῶς τῆς γνώσεως εἵλκυσας, μάκαρ Ἰωάννη, Ἀπόστολε.

Ὑπερφυῶς θεολογῶν ἐβρόντησας, ἠγαπημένε Χριστῷ· Ἦν ἐν ἀρχῇ Λόγος, ζῶν καὶ ἐνυπόστατος, πρὸς τὸν αὐτοῦ Γεννήτορα, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ σὰρξ ὁ Λόγος ἐγένετο, καὶ Θεὸς διέμεινεν ἄτρεπτος.

Θεοτοκίον.

Ὑπὸ τὴν σκέπην σου ἀεὶ προσφεύγοντες, ἀποτρεπόμεθα, τῶν πειρασμῶν πᾶσαν, καταιγίδα ἄχραντε· διὸ καὶ νῦν αἰτούμεθα, πεπτωκότας εἰς βάθος, πλημμελημάτων ἀνάγαγε, θείαις σου Ἁγνὴ παρακλήσεσι.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Τῷ τοῦ Δεσπότου πειθαρχῶν Ἀρσένιε, θείῳ προστάγματι, βασιλικοῦ πλούτου, δόξαν καταλέλοιπας, ὥσπερ ὁ νομοθέτης Μωσῆς, καὶ φυγὼν τοὺς ἀνθρώπους, Ἀγγέλοις γέγονας σύσκηνος, ἅμα σὺν αὐτοῖς εὐφραινόμενος.

Σὺ τοὺς θορύβους ἐκφυγὼν Ἀρσένιε, ὡς ἁμαρτίας πηγάς, τῇ σιωπῇ γλῶσσαν, ἐχαλιναγώγησας· ὅθεν ἐν ἀταράχῳ τὸν νοῦν, ἡσυχίᾳ τηρήσας, τοῦ θείου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα.

Θεοτοκίον.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Καταβασία.

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Τοῦ Ἀποστόλου.

ᾨδὴ γ´.

Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Ἐξ ἁλιέων ἁλιεύς, ἀνθρώπων καὶ θεολόγος, ἐχρημάτισας σοφὲ Ἰωάννη, ἀφειδήσας πατρικῆς, καὶ τῆς τοῦ κόσμου σχέσεως, καὶ τῷ Δεσπότῃ Λόγῳ, ἔρωτι θείῳ ἑπόμενος.

Κεκαθαρμένος τῆς ψυχῆς, τὸ ὄμμα ὦ Θεολόγε, ἐθεάσω τὴν ἀπόῤῥητον δόξαν, ἐκ Πατρὸς μονογενοῦς, τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, δι᾿ οὗ σαφῶς τὰ πάντα, θείῳ γεγένηται Πνεύματι.

Θεοτοκίον.

Ἐπὶ τὴν σὴν προσπεφευγώς, Θεοκυῆτορ Παρθένε, προστασίαν, ἀπαλλάττομαι πάσης, ἐπηρείας τοῦ ἐχθροῦ, καὶ σώζομαι πρεσβείαις σου· ἀλλὰ καὶ τῆς μελλούσης, ἁγνὴ ῥυσθείην κολάσεως.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Πάτερ Ἀρσένιε τῆς σῆς, χριστομιμήτου πτωχείας, τὸ τραχὺ καὶ εὐτελέστατον ῥάκος, τὸ περίδοξον τῆς πρίν, ἐσθῆτος κατεκάλυπτε, τὴν τῆς ἀφράστου δόξης, στολήν σοι περιποιούμενον.

Τὰς προσβολὰς τῶν δυσμενῶν, καὶ ἀκαθάρτων πνευμάτων, ἐκ Θεοῦ συντετριμμένῃ καρδίᾳ, δεδεγμένος ἀρωγήν, Ἀρσένιε κατέῤῥαξας, τροπαιοφόρος Πάτερ, τῇ ταπεινώσει γενόμενος.

Θεοτοκίον.

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρί ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.

Καταβασία.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κάθισμα. τοῦ Ἀποστόλου.

Ἦχος πλ. δ´.

Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς σοφίας τῷ στήθει ἀναπεσὼν καὶ τὴν γνῶσιν τῶν ὄντων καταμαθών, ἐνθέως ἐβρόντησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ δογματίσας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν· ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι, Θεολόγε Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Τοῦ Ὁσίου, ὅμοιον.

Τοὺς θορύβους τοῦ βίου ἀποφυγών, καὶ ἡσύχως τὸν βίον διατελῶν, τὰ πάθη ἐνέκρωσας, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὸν Θεὸν καὶ στῦλος, πυρὸς ἐχρημάτισας, καὶ φωστὴρ ἄπαντων, πιστῶν τῶν τιμώντων σε· ὄμβροις δὲ δακρύων, πιαινόμενος ὤφθης, ὡς δένδρον κατάκαρπον, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, θεοφόρε, Ἀρσένιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ τῆς Ἑορτῆς.

ᾨδὴ δ´.

Σὺ μου ἰσχύς, Κύριε.

Σὲ τῆς βροντῆς, γόνον ὁ Κύριος ἔφησε, σὲ βροντῆσαι πνεύματι ἠξίωσε, τῆς ἑαυτοῦ, θείας ἐκ Πατρός, καὶ ἀκαταλήπτου, γεννήσεως τὸ ἀπόῤῥητον· διό σου Θεολόγε, τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς ἐπαξίως δοξάζομεν.

Σὺ ἀρετῶν, ἤρθης πρὸς ὕψος, Ἀπόστολε, σὺ κατεῖδες, δόξῃ ἀπαστράπτοντα, μονογενῆ Λόγον ἐν σαρκί, τὸν ἐν τοῖς πατρῴοις, ἀνάρχως κόλποις καθήμενον, φωνῆς τε ἐπακοῦσαι, πατρικῆς ἠξιώθης, μαρτυρούσης αὐτῷ τὴν υἱότητα.

Θεοτοκίον.

Ἐπὶ τὴν σήν, νῦν καταφεύγων ἀντίληψιν, ὁ ἀχρεῖος, δοῦλος σου Πανάμωμε, μὴ αἰσχυνθῶ· σὲ γὰρ πρὸς Θεόν, ἔχω προστασίαν, καὶ τεῖχος ἀκαταμάχητον· ἐν σοὶ καὶ τῆς μελλούσης, ἀπολαύσω γαλήνης, καὶ τῆς θείας ζωῆς ἐπιτεύξομαι.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Σὺ βιαστής, φύσεως ὤφθης Ἀρσένιε, σὺ τὰ πάθη, Πάτερ, καθυπέταξας, τῷ νοερῷ ἡγεμονικῷ, καθάπερ οἰκέτῃ, τῷ ὕπνῳ ἐγκελευόμενος· διὸ καὶ ἐν παννύχοις, ἀγρυπνίαις ἐβόας· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Σὺ τὸν Θεόν, Ὅσιε πόθῳ ἐζήτησας, σὺ φανέντα, πλεῖον ἐπεπόθησας, καὶ τῇ καθάρσει θεοειδής, ὅλος χρηματίσας, τῷ ποθουμένῳ ὡμίλησας, καὶ ἔγνως τῇ ἑνώσει, τὸν ὑπέρτερον πάσης, καταλήψεως Πάτερ, Ἀρσένιε.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν, σὲ γινώσκοντας.

Καταβασία.

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ᾨδὴ ε´.

Ἵνα τί με ἀπώσω.

Ἐν τῷ σκότει τοῦ κόσμου, λάμψαν θεασάμενος, τὸ φῶς τὸ ἄχραντον, καὶ κραθεὶς τῷ πόθῳ, καὶ φωστὴρ εὐσεβείας γενόμενος, τὰ πολυσπόρων, γένη ἐθνῶν θεολογίας, Ἰωάννη φωτὶ κατελάμπρυνας.

Ἐπιγνοὺς ὡς ὁ νόμος, διὰ Μωϋσέως, ὁ σκιώδης δέδοται, ἡ δὲ θεία χάρις, ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν γέγονε, θεολόγῳ γλώττῃ, γόνε βροντῆς ἠγαπημένε, εὐηγγελίσω αὐτοῦ τὴν Θεότητα.

Θεοτοκίον.

Σὺ μου σκέπη καὶ κράτος, Πάναγνε καὶ στήριγμα, καὶ τεῖχος ἄῤῥηκτον, καὶ σὲ προσκαλοῦμαι· Ἐν νυκτὶ καὶ ἡμέρα με φρούρησον, ἐκ παντοίας βλάβης, ἐπερχομένης τοῦ Βελίαρ, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Τὸν μεσίτην τῆς πρώτης, Πάτερ παραβάσεως τοῦ πρωτοπλάστου Ἀδάμ, εὐσεβῶς ἀπώσω, τοῦ ἐχθροῦ εὖ εἰδώς, τὰ σοφίσματα· διὸ ἐν ἀχράντῳ, χοροβατῶν τρυφῆς λειμῶνι, τὸν Δεσπότην Χριστὸν καθικέτευε.

Σεαυτὸν ἀπηρνήσω, πᾶσαν ἡδυπάθειαν ἀπαρνησάμενος, καὶ ἐπὶ τῶν ὤμων, τὸν Σταυρόν σου βαστάσας Ἀρσένιε, καὶ Χριστὸν ποθήσας, ἐν οὐρανοῖς συγκληρονόμος, ἐπαξίως αὐτοῦ ἐχρημάτισας.

Θεοτοκίον.

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Καταβασία.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τοῦ Ἀποστόλου.

ᾨδὴ Ϛ´.

Ἄβυσσος ἁμαρτιῶν.

Ἄνθρακα θείου πυρός, προκατεῖδε τυπικῶς Ἡσαΐας, ᾧ καθαρθεὶς τὰ χείλη, προφητείας ἠξίωται· σαρκωθέντος δὲ Θεοῦ, Λόγου μακάριε Ἰωάννη, σὺ ἀνεδείχθης ἐπιστήθιος.

Λόγος ὁ μονογενής, ὁ ἐν κόλποις τοῦ Πατρὸς ἱδρυμένος, σωματωθεὶς ὡράθη, Ἰωάννη μακάριε, καὶ ὡς μύστη προσφιλεῖ, σοὶ ἐξηγήσατο, ἀσωμάτως, Θεὸν οὐδένα ἰδεῖν πώποτε.

Θεοτοκίον.

Φώτισόν μου τὴν ψυχήν, ἡ τεκοῦσα τὸ ἀπαύγασμα δόξης, τῆς τοῦ Πατρὸς Παρθένε, Θεοτόκε πανύμνητε· τὴν σὴν γὰρ οἱ ἀληθεῖς, χάριν κατέχοντες, θιασῶται, τὰς γλωσσαλγίας ἀπεκρούσαντο.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Φρόνημα τὸ τῆς σαρκός, εὐσεβῶς δι᾿ ἀπαθείας νεκρώσας, οὐχ ᾑρετίσω κλῆρον τὸν ἐπίγειον Ὅσιε, τῆς Χριστοῦ ἐπιποθῶν, Πάτερ Ἀρσένιε, ἐν ὑψίστοις, κληροδοσίας τὴν ἀπόλαυσιν.

Ἥλιος ἐπιφανείς, τὴν ὁλόνυκτόν σου ἔλυσε στάσιν, τοῦ νοητοῦ Ἡλίου, τὴν ἀσύγκριτον ἔλλαμψιν, μετὰ τοὺς ἐν τῇ νυκτί, βίου καμάτους σου, προμηνύων, περιαυγάσειν σοι Ἀρσένιε.

Θεοτοκίον.

Ἔχουσα τὸ συμπαθές, ἡ τεκοῦσα τὸν φιλάγαθον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνην οἱ πιστοί, πάναγνε Δέσποινα, προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.

Καταβασία.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Κοντάκιον αὐτόμελον.

Ἦχος β´.

Τὰ μεγαλεῖα σοῦ Παρθένε τίς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

Ὁ Οἶκος.

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον· ὥσπερ δὲ ἄστρα ἐξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἐστιν ὅλως οὕτως οὐδὲ τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν· τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν, ἔστεψεν· οὗ ἐν τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Συναξάριον.

Τῇ Η´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου· ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.

Στίχοι.

Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει

Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.

Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.

Στίχοι.

Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,

Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Μήλης ὁ ὑμνῳδὸς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Ἐκστάντα Μήλην ὑμνοποιὸν ἐκ βίου,

Ὑμνεῖν λόγοις δίκαιον, ὡς ἐμὸς λόγος.

Τῇ αὐτῇ ἡμέρᾳ σπεῖρα (τάγμα) στρατιωτῶν ξίφει τελειοῦται.

Στίχοι.

Χριστοφρονοῦσα σπεῖρα τέμνεται κάρας,

Χριστοκτονοῦσαν σπείραν οὐ μιμουμένη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἀποστόλου.

ᾨδὴ ζ´.

Θεοῦ συγκατάβασιν.

Προθύμως ἐκβέβηκας, δεσμοῦ τῆς ὕλης ὦ Παμμακάριστε, ὡς Θεοῦ παραστάτης, καὶ θεοπνεύστου γεγονὼς ἄγγελος, θεολογίας βοᾶν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς χόρτον λελόγισαι, χρυσὸν καὶ πλοῦτον ὢ Παμμακάριστε, καὶ ὁ χόρτος χρυσὸς σοι, δι᾿ ἐνεργείας θείας γεγένηται, θεολογοῦντι τὸν Κτίστην, καὶ ψάλλοντι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς ἀνάρχου ἐκπορευόμενον, καὶ ἐκ σοῦ ἀμερίστως, λαμβάνον Λόγε Μονογενὲς τοῦ Θεοῦ, τοῖς Ἀποστόλοις κραυγάζειν ἀνήγγειλεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἀῤῥήτῳ κυήσει σου, φρικτῶν ἀῤῥήτων ἡμᾶς ἠξίωσας, Θεοτόκε πραγμάτων· διὸ φρικτῆς με ῥῦσαι κολάσεως, καὶ τῆς ἀῤῥήτου χαρᾶς καταδίωξον, ἵνα ὑμνῶ σε ἀεὶ τὴν πολυΰμνητον.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Τὴν λύμην ἰώμενος, τῶν πάλαι μύρων Πάτερ Ἀρσένιε, δυσωδίας ἠνέσχου, καὶ εὐωδίας μύρον Χριστοῦ γεγονώς, τῇ μετουσίᾳ τῆς χάριτος ἔλεγες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν θεῖον ἐν σώματι, ὑπέδυς γνόφον Πάτερ Ἀρσένιε· ἐν Χριστῷ μυηθεὶς δέ, Πατρὸς ἀνάρχου γνῶσιν καὶ Πνεύματος, τὴν ἐν Τριάδι μονάδα ἀνύμνησας· Εὐλογητὸς ἐκβοὼν ὁ τῶν Πατέρων Θεός.

Τριαδικόν.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντες σὲ καταγγέλλομεν, καὶ ἓν εἰδότες σου ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυὲς καὶ συναΐδιον.

Καταβασία.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τοῦ Ἀποστόλου.

ᾨδὴ η´.

Ἑπταπλασίως κάμινον.

Ὡς εὐτρεπὴς καὶ εὔσημος, ἡ πανένδοξος μνήμη σου, Εὐαγγελιστά, τῆς Ἰησοῦ θεότητος, ἐνθέως μυρίζουσα, τῇ Ἐκκλησίᾳ ἔλαμψεν· ὅθεν γεγηθότες οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὸν Θεολόγον ἔχοντες, τῆς χορείας ταξίαρχον, σὲ τὸν ὑπ᾿ αὐτοῦ Χριστὲ θεολογούμενον, Θεὸν καταγγέλλομεν, σὺν τῷ Πατρὶ καὶ Πνεύματι, καὶ χαρμονικῶς, ὑμνολογοῦντες βοῶμεν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σωματωθέντα τέτοκας, Θεὸν Λόγον πανάμωμε, τοῦτον ἐκδυσώπει, τοῦ πυρὸς με ῥύσασθαι· ἰδοὺ γὰρ ὁ βίος μου, ὅλος ἐκδεδαπάνηται, ὅλος ταῖς δειναῖς, ἐκδουλωθεὶς ἁμαρτίαις· διὸ πρὸς σὲ Παρθένε, καταφεύγω ὁ τάλας, καὶ σὲ ἐπικαλοῦμαι τὴν Κεχαριτωμένην.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Τῶν ἡδονῶν Ἀρσένιε, τὴν ψυχόλεθρον πύρωσιν, τὴν κολαστικήν τε, τῆς γεέννης ἔκκαυσιν, εὐτόνως κατέσβεσας, τοῖς τῶν δακρύων ῥεύμασιν, ἀλλὰ καὶ ἡμᾶς, ἐξ ἀμφοτέρων ῥυσθῆναι, μὴ παύσῃ ἱκετεύων, τὸν Σωτῆρα τοῦ κόσμου, Χριστόν, ὃν εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἑπταπλασίως Ὅσιε, κατανύξεως κάμινον, τῆς Βαβυλωνίας, σεαυτῷ ἐξέκαυσας, ἐν ᾗ δροσιζόμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόας· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοῦ Ἀποστόλου.

ᾨδὴ θ´.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Σταυρῷ τῷ τοῦ Δεσπότου παρεστηκώς, τὴν Παρθένον τε καὶ Θεοτόκον ἁγνήν, τῶν Μαθητῶν, ὁ ἀγαπημένος τὸ καθαρόν, θεολογίας ὄργανον, οἷά περ παρθένος ἐγχειρισθείς, καὶ φύλαξ τῆς ἀμέμπτου, ὑπάρξας Θεοτόκου, νῦν ἐπαξίως μακαρίζεται.

Ἀξίως ἀγαπήσας ὁ καθαρός, τὸν σεμνὸν καὶ ἀκίβδηλον βίον σου, ἀγγελικῶς, πεπολιτευμένον ἐπὶ τῆς γῆς, σὲ ἀδελφὸν προσήκατο, μάκαρ Ἰωάννη τῆς ἑαυτοῦ υἱὸν σε καταγγείλας, Μητρὸς τῆς Θεοτόκου, μεθ᾿ ἧς σε πάντες μακαρίζομεν.

Θεοτοκίον.

Σωτῆριος γενοῦ μοι πύργος Ἁγνή, τῶν δαιμόνων ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν, καὶ τῶν παθῶν τὴν ἕφοδον, πόῤῥω ἀπελαύνων καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν ἀφθονίαν μοι παρέχουσα.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Μωσῆς ἐθαυμαστώθη ἀξιωθείς, κατιδεῖν τῆς Παρθένου τὴν κύησιν, συμβολικῶς, βάτῳ τυπουμένην φλογοειδεῖ· σὺ δὲ τῷ θείῳ Πνεύματι, ὅλος δι᾿ ἐκστάσεως συγκραθείς, πυρίμορφος ὡράθης, διὸ καὶ ἐπαξίως, σὲ μακαρίζομεν Ἀρσένιε.

Ἀνέτειλε Χριστός σοι ἄδυτον φῶς, εὐφροσύνῃ δὲ σὲ ὑπεδέξατο, ἐν οὐρανοῖς· μνήμῃ γὰρ θανάτου διηνεκεῖ, τὸν σεαυτοῦ προσήγαγες, βίον ἀκηλίδωτον ἐμμελῶς· διὸ καὶ ἐπαξίως, ἀπείληφας τῶν πόνων, ἐπικαρπίας Παμμακάριστε.

Θεοτοκίον.

Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Καταβασία.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον.

Ἦχος β´.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Θεολογῶν ἐβρόντησας, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πρὸς Θεὸν ὁ Λόγος ἦν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη· τοῦ Χριστοῦ γὰρ τῷ στήθει, ἐπιπεσὼν κἀκεῖθεν δέ, πλῆρες θεολογίας, ῥεῖθρον ζωῆς, μάκαρ ἀρυσάμενος Θεολόγε, τὴν κτίσιν ἄρδεις ἅπασαν, ἥτις σε καὶ γεραίρει.

Τοῦ Ὁσίου.

Ὁ αὐτός.

Τῷ τοῦ Δεσπότου Ὅσιε, πειθαρχῶν θείῳ νόμῳ, πάντα τὸν κόσμον ἔλιπες, καὶ λαβὼν τὸν σταυρόν σου, Πάτερ Ἀρσένιε χαίρων, ἠκολούθησας τούτῳ, νηστείαις καὶ τοῖς δάκρυσι, θεοφόρε σχολάζων, καὶ προσευχῇ, στάσει τε παννύχῳ καὶ ἡσυχίᾳ, δι᾿ ἧς ἐκράθης πάνσοφε, τῇ Ἁγίᾳ Τριάδι.

Καὶ τῆς Ἑορτῆς.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου.

Ἦχος πλ. δ´.

Ὢ τοῦ παραδόξου θαύματος.

Μάκαρ Ἰωάννη πάνσοφε, περιουσίᾳ θερμῆς, πρὸς Χριστὸν ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτη Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι, καταυγασθείς, σῶμα καὶ διάνοιαν, θεομακάριστε.

Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτῶν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον, στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας, τὸ φαεινότατον, ὄμμα τὸ πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ.

Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη μακάριε, τῇ τῆς Τριάδος, γνώσει τὴν θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος, καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς.

Τοῦ Ὁσίου.

Ὅμοιον.

Πάτερ θέοφρον Ἀρσένιε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως, ἐφετὸν ἔφθασας· οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος, ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.

Δόξα... Ἦχος πλ. δ´.

Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ, βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωὴν ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, ᾨδὴ γ´ καὶ Ϛ´, Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Ἀποστόλου.

Κοινωνικόν.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.

Комментарии для сайта Cackle