Τῌ Ζ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ

Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ´ καὶ τοῦ Τιμίου Σταυροῦ γ´.

Στιχηρὰ τοῦ τιμίου Σταυροῦ.

Ἤχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Σήμερον χαίρει πιστῶν πληθὺς ἡ θεία· φαίνει γὰρ οὐράνιος Σταυρὸς ἐν πέρασι· λάμπει αἰθὴρ φῶς ἀπρόσιτον· ἀὴρ αὐγάζει, καὶ γῆς τὸ πρόσωπον ὡραϊζεται· μέλπει θείοις ἄσμασιν ἡ Ἐκκλησία Χριστοῦ· σέβει τιμῶσα τὸν ἄνωθεν, αὐτὴν φρουροῦντα, Σταυρὸν τὸν θεῖον καὶ ὑπερθαύμαστον· οὗ τῇ δυνάμει κραταιούμενοι, τῷ Δεσπότῃ προσέλθωμεν κράζοντες, εἰρηνεῦσαι τὸν κόσμον, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Τιμιωτάτη ὡς κλῖμαξ καθωράθη, σήμερον ὁ πάντιμος Σταυρὸς καὶ ἔνδοξος, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, μετάγων πίστει, τοὺς ἀδιστάκτῳ τοῦτον γεραίροντας. Χαίρει ἔθνη ἅπαντα, θερμῶς προστρέχοντα, τῷ βαπτισμῷ καὶ ἀγάλλεται καὶ Ἐκκλησίας, νυμφοστολεῖται μορφὴ ἡ ἔνθεος· ὃν γὰρ συγκρύπτειν ἐγκατέσπευδον, Ἰουδαῖοι ἐξ ὕψους αἰθέριος, καταυγάζει καὶ σῴζει, τοὺς πιστῶς αὐτῷ προστρέχοντας.

Ἀγαλλιάσθω ἡ κτίσις καὶ σκιρτάτω· σήμερον γὰρ ἤστραψε Σταυρὸς ἐν πέρασιν, ἐξ οὐρανοῦ τὰ ἐπίγεια, καταφωτίζων καὶ συνημμένα δείκνυς τὰ ἄμικτα. Σήμερον συγχαίρουσι χοροῖς Ἀγγέλων βροτοί· τὸ γὰρ διεῖργον μεσότοιχον, Σταυρῷ ἠρμένον, εἰς ἐν τὰ πάντα σαφῶς συνήγαγεν· ὅθεν προλάμπων ὑπὲρ ἥλιον, πᾶσαν κτίσιν φαιδρύνει τῇ χάριτι, καὶ λαμπρύνει καὶ σώζει, τοὺς πιστῶς αὐτὸν γεραίροντας.

Δόξα... Ἦχος πλ. β´.

Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δόξαν σου Κύριε, τὸ φοβερὸν τοῦ Σταυροῦ σου σημεῖον, καὶ ἡ γῆ ἅπασα μετὰ φόβου προσεκύνησεν· ἡμεῖς δὲ δοξολογοῦντες, εὐχαρίστως σοι βοῶμεν· Θεὸς ὢν ἀπαθής, σαρκὶ παθεῖν δι᾿ ἡμᾶς, ἑκουσίως κατεδέξω· διὸ σῶσον λαόν, ὃν περιεποιήσω οἰκείῳ αἵματι.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον τοῦ Σταυροῦ.

Ἦχος α´.

Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὅνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν· οὓς καὶ περίσωζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Καὶ τῆς Ἑορτῆς.

Τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, Καθίσματα τῆς Ἑορτῆς, οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ τιμίου Σταυροῦ.

Ὁ Κανὼν τοῦ Σταυροῦ.

Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α´. Ἦχος δ´.

Ἅρματα Φαραώ.

Ἔφανας ἐπὶ γῆς, τὰς ἀκτῖνας τοῦ Σταυροῦ, ἐν ᾧ τὸν διάβολον καταβαλών, τῶν ἀνθρώπων ἔσωσας, τὸ γένος Κύριε· διὸ ὑμνοῦμεν τὴν δόξαν σου.

Γεύσεως ἀπειθοῦς, τῷ Σταυρῷ ὁ Λυτρωτῆς, ἔλυσε τὸ δέλεαρ, τῇ τοῦ Πατρὸς εὐδοκίᾳ· Ἄσωμεν αὐτῷ ᾆσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.

Σκῆπτρον νικοποιόν, κατεφύτευσας Χριστέ, ζωῆς ξύλον ἄχραντον, ὡς ἐν Ἐδὲμ τὸν Σταυρόν σου, ὡς φωτοειδὴς ἐξέλαμψεν, ἐπὶ τὸ ὄρος τὸ ἅγιον.

Θεοτοκίον.

Ἤν περ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην οὐράνιον, καὶ ἀκατάφλεκτον βάτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν τεκοῦσαν ἔγνωμεν.

ᾨδὴ γ´.

Τόξον δυνατῶν ἠσθένησε.

Ὥσπερ θυρεῷ φραττομεθα, τῷ τοῦ ἀηττήτου σου Σταυροῦ τύπῳ Δέσποτα· ὃν μὴ φέρων ὁ ἀπευκταῖος, δραπετεύει τῶν δαιμόνων ἑσμός.

Πάντας ὁ Σταυρός σου ηὔφρανε, τοὺς ἐσταυρωμένον σε Θεὸν καταγγέλλοντας· ὃς ἐκλάμπρῳ καὶ ἀπροσίτῳ, ὡραιότητι ἐξέλαμψε.

Χαίροις ὦ Σταυρὲ πανάγιε· ὅτι σοῦ ὁ τύπος ὑπὲρ ἥλιον ἤστραψε, καὶ τὴν πλάνην πᾶσαν διώξας, τοὺς πιστοὺς ἡμᾶς ἐφώτισε.

Θεοτοκίον.

Χαῖρε Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Ὁ Εἱρμός.

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κοντάκιον τῆς Ἑορτῆς.

Εἶτα Κάθισμα. τοῦ τιμίου Σταυροῦ.

Ἦχος δ´.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτῖνας, ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος, καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ τῆς Ἑορτῆς.

ᾨδὴ δ´.

Εἰσακήκοα Κύριε.

Μυστικῶς μὲν πρίν, καὶ αἰσθητῶς δὲ σήμερον, κατηγλάϊσας Χριστέ, τοῦ ἀχράντου σου Σταυροῦ τὸν τύπον.

Τὸ παράνομον τῶν θεοκτόνων τόλμημα, σταυροτύπῳ σου Σωτήρ, ἐθριάμβευσας φωτὶ οἰκτίρμον.

Ἐβεβαίωσας Χριστιανῶν τὸ θρήσκευμα, τῷ ἀΰλῳ σου φωτί, τὸν Σταυρὸν ἡμῖν Χριστὲ χαράξας.

Θεοτοκίον.

Μήτηρ ἄχραντε, εὐλογημένη Δέσποινα, ὃν ἐκύησας Θεόν, ταῖς λιταῖς σου ἐξιλέωσαι ἡμῖν.

ᾨδὴ ε´.

Ὁ τοῦ φωτὸς διατμήξας.

Θανατηφόρον τὸ ξύλον, ὁ Σταυρὸς ζωηφόρος, τοῖς τῆς Ἐδὲμ ἀποίκοις ἐδείχθη Χριστέ, ἔνοικον αὖθις, διὰ κακούργου τὸν Ἀδὰμ ἐργασάμενος.

Ὁ ὑποστήσας τῷ λόγῳ, τὸ πρωτόκτιστον σέλας, ὡς Υἱῷ Πατὴρ φωταυγὴ τὸν Σταυρόν, νῦν διαγράφει, τῷ σταυρωθέντι μαρτυρῶν τὴν θεότητα.

Ἐν τῷ φωτὶ τῷ ἀδύτῳ, τὸ ὑπέρτατον φάος, ἐν τῷ Πατρὶ ὀψόμεθα πίστει Χριστέ, σὲ τὸν Υἱὸν καὶ σοῦ τὸ Πνεῦμα, ταῖς ψυχαῖς ἡμῶν ἔλλαμψον.

Θεοτοκίον.

Ἐν τῷ ὠδίνειν σε Κόρη, τὰ μητέρων οὐκ ἔγνως, ὑπερφυῶς ἐπεὶ συλλαβοῦσα Θεόν, τέτοκας σαρκί· διὸ πάντες εὐσεβῶς σε δοξάζομεν.

ᾨδὴ Ϛ´.

Ἐν τῷ θλίβεσθαί με.

Τὸν Σταυρὸν ἐκλάμπεις, πέρασι Χριστὲ ὁ Θεός, καὶ ἐφώτισας δέ, δι᾿ αὐτοῦ τοὺς ἀνυμνοῦντας σε.

Καλυπτέτωσαν μέν, τὸ ὄμμα οἱ παράνομοι, τοῦ Σταυροῦ τὸ κάλλος, ἐξαστράπτον γὰρ οὐ φέρουσιν.

Ἐντρυφάτωσαν δέ, τῇ αἴγλῃ τοῦ ἀχράντου Σταυροῦ, οἱ Θεὸν εἰδότες, τὸν ἐν ξύλῳ προσπαγέντα σαρκί.

Θεοτοκίον.

Ἡ Θεὸν τεκοῦσα, Παρθένε ἀπειρόγαμε, ὑπὲρ ἡμῶν μὴ παύσῃ, τὸν Υἱόν σου ἱκετεύουσα.

Ὁ Εἱρμός.

«Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἑπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον. Ἦχος πλ. δ´.

Ὦ τρισμακάριστε Σταυρὲ καὶ Πανσεβάσμιε, σὲ ἀνυμνῶν καὶ προσκυνῶν νῦν ἁγιάζομαι, ἐν ᾧ Χριστὸς ἀνυψούμενος κόσμον ἔσωσεν· ἀλλὰ πρόφθασον καὶ σῶσον τῇ δυνάμει σου, καὶ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Ξύλον μακάριον.

Ὁ Οἶκος.

Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασόν μου τὴν ψυχήν, ἵνα ὑμνήσω Λόγε τὸ σεπτὸν ξύλον σου· κατάπεμψον τὸ Πνεῦμά σου καὶ δίδαξον με, ἵνα πόθῳ κραυγάζω.

Χαῖρε, Σταυρὲ οἰκουμένης δόξα· χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος.

Χαῖρε, ἱερέων προπύργιον ἄσειστον· χαῖρε, βασιλέων διάδημα τίμιον.

Χαῖρε, σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός· χαῖρε, ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός.

Χαῖρε, τῶν θλιβομένων παραμύθιον μέγα· χαῖρε, τῶν ἐν πολέμοις τὸ ἀήττητον ὅπλον.

Χαῖρε, Σταυρέ, Ἀγγέλων εὐπρέπεια· χαῖρε, Σταυρέ, πιστῶν ἡ ἀντίληψις

Χαῖρε, δι᾿ οὗ κατεπόθη ὁ Ἅδης, χαῖρε, δι᾿ οὗ ἐξανέστημεν πάντες.

Χαῖρε, Ξύλον μακάριον.

Συναξάριον.

Τῇ Ζ´ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Στίχοι.

Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι·

Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.

Ἐβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.

Στίχοι.

Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,

Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.

Στίχοι.

Ζωμοὺς χύτρας σῆς τοὺς ἱδρῶτας, Κοδράτε,

Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.

Στίχοι.

Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,

Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.

Στίχοι.

Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,

Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Ὁ διασώσας ἐν πυρί.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, Ἥλιος μεσούσης ἡμέρας, ὃν καθορῶν ὁ αἰσθητός, τὰς ἀκτίνας συνέστειλεν ἥλιος, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ὁ τῷ Θεόπτῃ ἐν πυρί, πάλαι ὁμιλήσας καὶ γνόφῳ, σταυροφανεῖ δὲ ἀστραπῇ, ὡς Θεὸς δοξαζόμενος σήμερον, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τὸ ἐκ φωτὸς καὶ ἐν φωτί, φῶς συναϊδίως ἐκλάμπον, καὶ τῷ ἀχράντῳ σου φωτί, τοῦ Σταυροῦ σου δοξάσας τὸ τρόπαιον, ὑπερυμνῆτε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνήσωμεν, ὡς Μητέρα τοῦ Ὑψίστου εἰς τοὺς αἰῶνας.

ᾨδὴ η´.

Τὸν ἐν μορφῇ Ἀγγέλου.

Τὸν ἐπὶ θρόνου δόξης ὁραθέντα, καὶ ἐν ξύλῳ Σταυροῦ καθηλωθέντα, οὐσίᾳ σαρκός, ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐν φωτὶ ἀχράντῳ τυπωθέντα, καὶ ἐκλάμψαντα Σταυρὸν ἐπὶ τὸ ὄρος τὸ ἅγιον, ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δοξολογοῦντες ἕνα τῆς τριάδος, τὸν τῇ αἴγλῃ τοῦ Σταυροῦ τὴν οἰκουμένην φωτίσαντα, ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν ἀποῤῥήτῳ λόγῳ συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαρὰν τῇ οἰκουμένῃ, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ τοῦ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Λίθος ἀχειρότμητος.

Ὁ πάλαι πυρί τε καὶ γνόφῳ, τῷ ἀπειθεῖ νομοθετήσας, νῦν τῷ πιστοτάτω σου λαῷ, τὸν τοῦ Σταυροῦ σου τύπον διέγραψας, ὑπὲρ φωστῆρας λάμποντα, ὃν ἐπαξίως μεγαλύνομεν.

Ἐπένθησε ζόφῳ ἡ κτίσις, τῶν σταυρωσάντων σε τὴν τολμᾶν, νῦν εὐπρεπεστάτῳ δὲ φωτί, ὁ ζωηφόρος λαμψας Σταυρός σου Χριστέ, τῆς Ἐκκλησίας ἔδειξε, τὴν κεκρυμμένην ὡραιότητα.

Ἐκ σοῦ τὰς ἐλπίδας ἀνάψας, ὁ περιοῦσιος λαός σου, σοὶ πρὸς ἱκεσίαν τὸν Σταυρόν, καὶ τὸ φρικτόν σου αἷμα προβάλλεται· ἀλλ᾿ εὐμενῶς ἐπίνευσον, πρὸς τὴν ἡμῶν Παντάναξ λύτρωσιν.

Θεοτοκίον.

Φώτισον ἡμᾶς ἡ τεκοῦσα, φῶς τὸ ἀπρόσιτον Παρθένε, ἔμπλησον ἡμᾶς εὐφροσύνης, καὶ θυμηδίας καὶ θείας γνώσεως, τοὺς καθαρᾷ καρδίᾳ σέ, εὐσεβοφρόνως μακαρίζοντας.

Ὁ Εἱρμός.

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Καὶ τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Εἰς τὴν Λειτουργίαν, ζήτει τὴν Ἀκολουθίαν τῆς ΙΔ´ Σεπτεμβρίου, ἤγουν Ἀπόστολον, Εὐαγγέλιον, καὶ Κοινωνικὸν σταυρώσιμον.

Комментарии для сайта Cackle