Τῌ Γ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´.

Πανεύφημοι μάρτυρες.

Τῶν κυριοκτόνων σε δεινοί, παῖδες προδεδώκασι, φθόνῳ τηκόμενοι ἔνδοξε· καὶ ἀνδρισάμενος, ἀκαταγωνίστως, Παραδείσου εἴληφας, ὦ Λουκιλλιανὲ τὴν ἀπόλαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Παῖδες οἱ πανίεροι πατρί, ὥσπερ πειθαρχοῦντες σοι, σὺν σοὶ ἀθλοῦσι στεῤῥότατα, καὶ ἡ ἀοίδιμος, καὶ Ὁσία Παῦλα, Μάρτυς ἀξιάγαστε· μεθ᾿ ὧν νῦν κατοικῶν τὰ οὐράνια, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἰάσεων νάματα ἡ σή, θήκη τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Μάρτυς πολύαθλε, καὶ ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας, δαιμόνων συνεργείᾳ τοῦ Πνεύματος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἐμὲ τὸν κατάκριτον ἐμέ, τὸν ἀναπολόγητον, τὸν ἀπωσμένον καὶ ἄθλιον, Ἁγνὴ ἐλέησον, καὶ μὴ καταισχύνῃς, ἀλλὰ τάχος πρόφθασον, καὶ ῥῦσαι ὅταν μέλλῃ ὁ Κύριος, κρίνειν τὰ σύμπαντα, καὶ κολάσεως ἐξάρπασον ὅσα θέλεις, Σεμνὴ καὶ γὰρ δύνασαι.

Ἢ Σταυροθεοτοκίον.

Ῥομφαία δίηλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν. Ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Ἀπολυτίκιον. Ἦχος δ´.

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως· οὗτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς·

Λουκιλλιανοῦ Μάρτυρος μέλπω κλέος.

Ποίημα Ἰγνατίου.

ᾨδὴ α´. Ἦχος πλ. δ´.

Ὑγρὰν διοδεύσας.

Λόγου σε τοῦ θείου θεραπευτήν, Μαρτύρων τὸ κλέος, ἀνυμνῶ Λουκιλλιανέ· διό μοι πρεσβείαις σου παράσχου, τὸν ἱλασμὸν τῶν κακῶν καὶ τὴν ἴασιν.

Ὅλῃ διανοίᾳ τε καὶ ψυχῇ, ὅλος ἀνεκράθης τῇ ἀγάπῃ τῇ τοῦ Χριστοῦ, καὶ τῆς τῶν εἰδώλων ἐξαπάτης, καὶ ἀσθενείας Σοφὲ κατεφρόνησας.

Ὑπὲρ πᾶσαν δόξαν τὴν ἐπὶ γῆς, τὴν διὰ βασάνων, δόξαν θείαν ἐπιποθῶν, τῆς ἀγήρω δόξης Θεομάκαρ, τῶν οὐρανίων τερπνῶν κατετρύφησας.

Θεοτοκίον.

Κλῖμαξ ἣν ἑώρακεν Ἰακώβ, σὺ εἶ Θεοτόκε· διὰ σοῦ γὰρ τοῖς ἐπὶ γῆς, ὁ Λόγος συνήφθη καὶ πρὸς ὕψος, τὴν τῶν ἀνθρώπων οὐσίαν ἀνείλκυσεν.

ᾨδὴ γ´.

Σὺ εἶ τὸ στερέωμα.

Ἰούδας προδέδωκε, τὸν λυτρωτὴν Χριστὸν Κύριον, θεοκτόνοις, σὲ δὲ τοῖς ἀνόμοις, Ἰουδαῖοι προέδωκαν.

Λόγοις σε ὁ βάσκανος, ἐξαπατᾶν θωπείαις πειρώμενος, ὤφθη τοῖς σοῖς, λόγοις ἀντὶ λίθων, Ἀθλοφόρε βαλλόμενος.

Λύχνος φαεινότατος, τοῖς συναθλοῦσί σοι γέγονας, φωταγωγῶν, ἐν ταῖς θείαις τρίβοις, τῆς ἐκεῖ ἀπολαύσεως.

Θεοτοκίον.

Ἵλεων γενέσθαι μοι, σὲ δυσωπῶ ταῖς σαῖς Δέσποινα, παῤῥησίαις, τὸν ἐκ σοῦ τεχθέντα, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Ὁ Εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε, τὸ πνεῦμά μου».

Κάθισμα. Ἦχος α´.

Τὸν Τάφον σου Σωτήρ.

Πυρὶ προσομιλῶν, οὐδαμῶς κατεφλέχθης, ὦ Λουκιλλιανέ, ἀθλητὰ γενναιόφρον· τὴν δρόσον γὰρ ἐκέκτησο, τοῦ Θεοῦ ἀναψύχουσαν· ὅθεν ἤνυσας, τοὺς ὑπὲρ φύσιν ἀγῶνας, ἀγαλλόμενος, μετὰ νηπίων Ἁγίων, μεθ᾿ ὧν ἡμῶν μνήσθητι.

Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Ἢ Σταυροθεοτοκίον.

Ὁρῶσα σε Χριστέ, ἡ Πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι᾿ ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;

ᾨδὴ δ´.

Εἰσακήκοα Κύριε.

Ἀπαστράπτεις τοῖς λόγοις σου, καὶ φωταγωγεῖς τὸν κόσμον τοῖς ἄθλοις σου, τῶν τυράννων δὲ τὴν ἔνστασιν, ὡς ἀχλὺν διώκεις ἀνυπόστατον.

Νέος ὤφθης ἐκ πίστεως, Ἀβραὰμ ὡς πάλαι δικαιωθεὶς ἐν Χριστῷ· ἐπιγνώσει γὰρ τοῦ Κτίστου σου, ἀπηρνήσω πᾶσαν ματαιότητα.

Ὀλετῆρα τῆς πλάνης σέ, καὶ τῶν ἀλγεινῶν παθῶν ἰατῆρα πιστοί, κεκλημένοι Μάρτυς ἔνδοξε, ἐντρυφῶμεν πάντες τῶν ἰάσεων.

Θεοτοκίον.

Ὑπὲρ νοῦν τὸ μυστήριον, τῆς κυοφορίας σου Μητροπάρθενε, ἐν γαστρὶ γὰρ συλλαβοῦσα Θεόν, ἀνεκφράστῳ λόγῳ ἀπεκύησας.

ᾨδὴ ε´.

Φώτισον ἡμᾶς.

Μόνε ἰατρέ, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, τῶν Μαρτύρων ταῖς ἐντεύξεσι, τῶν παθημάτων τὴν ὀδύνην μου θεράπευσον.

Ἄνθος ἱερόν, γεωργίᾳ τῇ τοῦ Πνεύματος, ἀνεδείχθης Μάρτυς ἔνδοξε, τὴν εὐκαρπίαν ἐν τοῖς ἄθλοις προβαλλόμενος.

Ῥήματα ζωῆς, ἐν καρδίᾳ κεκτημένος Σοφέ, τῶν τυράννων τὰ θωπεύματα, τῇ σῇ ἐνστάσει ἀπενέκρωσας ἀοίδιμε.

Θεοτοκίον.

Τεῖχος ἀῤῥαγές, καὶ λιμένα καὶ ὀχύρωμα, καὶ ἐλπίδα Θεομῆτορ ἁγνή, καὶ θεῖον ὅπλον, κεκτημένοι σὲ σωζόμεθα.

ᾨδὴ Ϛ´.

Ἰλάσθητί μοι Σωτήρ.

Ὑψώσας σου νοητῶς, τὸν τῆς ψυχῆς θεῖον ἔρωτα, πρὸς πῦρ τὸ τυραννικόν, θαῤῥῶν, ηὐτομόλησας, καὶ δρόσῳ τοῦ Πνεύματος, σὺν παισὶν ἐθάλφθης, Ἀθλοφόρε καρτερώτατε.

Ῥωσθεῖσα Μάρτυς σοφέ, καὶ Παῦλα ταῖς ὑποθήκαις σου, ἠνδρίσατο καρτερῶς κατὰ τοῦ ἀλάστορος, καὶ στέφανον ἤρατο τῆς δικαιοσύνης, ἐκ χειρὸς τοῦ ἀθλοθέτου Χριστοῦ.

Ὁρῶν σου τὸ ἀκλινές, ὡς ὄρος Σιὼν ἀσάλευτον, οὐκ ἤνεγκεν ὁ ἐχθρός· ἀλλ᾿ ὅμως αἰσχύνεται, καὶ πρὸς γῆν πατούμενος, ὑπὸ σοῦ Θέοφρον, ἐν τῷ σκάμματι συντρίβεται.

Θεοτοκίον.

Συνείληφας ἀληθῶς, τὸν Θεὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάχραντε, τέτοκας· ὃν λιταῖς ἱλέωσαι, τῶν κινδύνων πάντας, ἐκλυτρώσασθαι τοὺς δούλους σου.

Ὁ Εἱρμός.

«Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Συναξάριον.

Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ, Παύλης, καὶ τῶν σὺν αὐτοῖς νηπίων, Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου.

Στίχοι.

Λουκιλλιανὸς σύν τε Παῦλᾳ νηπίοις,

Αἵματι ὠνήσαντο Μαρτύρων στέφη.

Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου τοῦ θαυματουργοῦ.

Στίχοι.

Ἀθανασίῳ ἀθανασίας στέφος,

Ὁσιότης καὶ τὰ θαύματα πέλει.

Ἡ Ὁσία Ἱερία ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Οὖσα φρονουσῶν τοῦ μέρους Ἱερία,

Νυμφῶνος οὐκ ἔμεινεν ἔξω Κυρίου.

Ὁ Ὅσιος Πάππος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Τέθνηκεν ὁ Πάππος, οὐχὶ πάππος ἐγγόνων,

Πατὴρ δὲ μᾶλλον ἀρετῶν θυγατέρων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Οἱ ἐκ τῆς Ἰουδαίας.

Μετὰ Παύλου ἐβόας· Οὐ χωρίσει με, Μάρτυς, ἐκ τῆς ἀγάπης Χριστοῦ, οὐ κίνδυνος οὐ λύπη, λιμός τε οὐδὲ ξίφος· διὸ καὶ ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῇ πέτρᾳ ἐρείσας, τῇ τῆς ὁμολογίας τοὺς θείους πόδας σου, ἀτίνακτος ἐδείχθης, τῷ σάλῳ τῶν κυμάτων· διὸ καὶ ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Λυτρωθείημεν πάντες, ἐκ παθῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ νόσων πολυτρόπων, πρεσβείαις σου πανάγνοις, Θεομῆτορ κραυγάζοντες, Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´.

Τὸν Βασιλέα τῶν οὐρανῶν.

Παρὰ τὰς θείας ὡς ἀληθῶς διεξόδους, φυτευθεὶς τῆς πίστεως Κυρίου, ξύλον ἀνεδείχθης, Παμμάκαρ ζωηφόρον.

Ὡραιωθέντες οἱ ἀθληταὶ ἐν τῷ κάλλει, τῆς Χριστοῦ σεπτῆς ὁμολογίας, στέφος οὐρανόθεν, ἐδέξαντο ἀξίως.

Θεοτοκίον.

Κατακλιθέντα τοῖς ἀλγεινοῖς καὶ πεσόντα, διανάστησόν με Θεομῆτορ· ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Τὸν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Μεγαλύνομέν σε.

Λογικοῦ λειμῶνος, ἄνθη βλέποντες, Χριστοῦ εὐωδέστατα, τοὺς Μάρτυρας σήμερον, τιμαῖς μεγαλύνομεν.

Ἑωσφόροι φανέντες, ἀληθῶς τῇ Ἐκκλησίᾳ, Χριστοῦ τοῦ Θεοῦ, οἱ Μάρτυρες λάμπουσι, τῆς ὁμολογίας τὸ φῶς.

Ὁ παθῶν ὀδύνας, ταῖς εὐχαῖς τῶν, Ἀθλοφόρων ἰώμενος, κᾀμοῦ νῦν θεράπευσον, τὸ ἄλγος Φιλάνθρωπε.

Θεοτοκίον.

Σὲ καὶ τεῖχος καὶ σκέπην, καὶ ἀχείμαστον λιμένα Πανάμωμε, οἱ πιστοὶ κεκτήμεθα, δι᾿ ἧς καὶ σωζόμεθα.

Ὁ Εἱρμός.

«Μεγαλύνομέν σε τὴν Μητέρα τοῦ Θεοῦ, καὶ δοξάζομέν σε Θεοτόκε Παρθένε, ὡς Σωτῆρα τεκοῦσαν τῶν ψυχῶν ἡμῶν».

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle