Τῌ Β´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ´.

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἀληθείας ἑδραίωμα, καὶ τῆς πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γινώσκομεν, τῆς εὐσεβείας συνήγορον, ἁγνείας τε σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος, καὶ παμμέγιστον, θησαυρὸν διδαγμάτων καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, Ἱεροφάντα θεόπνευστε.

Ἀποστόλων διάδοχον, Ἀθλοφόρων ὁμότροπον, Ἀσκητῶν ὁμόζηλον εὐφημοῦμεν σε, καὶ Διδασκάλων ἐκσφράγισμα, καὶ θεῖον ἐκτύπωμα, καὶ Χριστοῦ μυσταγωγόν, Ἱεράρχα μακάριε, καὶ θεόῤῥυτον, ποταμὸν ἰαμάτων τὰς ἀνόμους, καὶ βλασφήμους διανοίας, κατακαλύπτοντα πάνσοφε.

Τῆς σοφίας τὸ τάλαντον, πλεονάσας Πανόλβιε, τῆς χαρᾶς ἠξίωσαι τοῦ Κυρίου σου, πεποικιλμένος τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, καὶ τῇ αἴγλῃ νοητῶς, ἀποστίλβων τοῦ Πνεύματος, νῦν παρίστασαι, δεξιᾷ ζωηφόρῳ λαμπηδόσιν, οὐρανίοις ἀενάως, καταστραπτόμενος ἔνδοξε.

ΕΔόξα. Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζω σε Πάναγνε, τὴν βροτοὺς ἀφαρπάσασαν, ἐκ βυθοῦ κακίας καὶ ἀπογνώσεως, ὑμνολογῶ σε Θεόνυμφε, τὴν ἀειμακάριστον, καὶ δοξάζω σου Σεμνή, τὴν ἀπόῤῥητον κύησιν, ὅτι ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κατάρας, ἠλευθέρωσας Παρθένε, προγονικῆς τὸ ἀνθρώπινον.

Ἢ Σταυροθεοτοκίον.

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τί σοὶ ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ μὲ μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.

Ἀπολυτίκιον. Ἦχος δ´.

Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνη σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω, τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικηφόρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς·

Τὸν Νικηφόρον ὡς νικηφόρον ᾄσμασι μέλπω.

Ποίημα Θεοφάνους.

ᾨδὴ α´. Ἦχος δ´.

Θαλάσσης τὸ ἐρυθραῖον.

Τὴν πρᾶξιν τῆς θεωρίας ἔδειξας, σαφῶς ἐπίβασιν, τὴν γὰρ ψυχὴν ῥυθμίσας πρακτικῶς, Νικηφόρε πανόλβιε, πρὸς θεωρίαν ἄριστον, τὴν ἀκροτάτην ἀνεπτέρωσας.

Ὁ λόγος ὡραϊσμένος πράξεσιν, ὁ βίος λόγῳ δέ, κεκοσμημένος ὤφθη σου λαμπρῶς, Νικηφόρε θεόληπτε· διὸ ἐπὶ τοῦ θρόνου σε, τοῦ ὑψηλοῦ Χριστὸς ἀνέθετο.

Νοσήσας τοῦ Μαμωνᾶ τὴν αἵρεσιν, Λέων ὁ δείλαιος, καὶ τῇ στεῤῥᾷ σοι πέτρᾳ προσβαλών, Νικηφόρε συντέτριπται, καὶ θαυμαστή τις γέγονεν, ἡ συμφωνία τῆς σοφίας σου.

Νεκρώσας τὰ ἐπὶ γῆς φρονήματα, σὺ δι᾿ ἀσκήσεως, καὶ τὴν ψυχὴν ἰθύνας ἐμμελῶς, Νικηφόρε θεόπνευστε, πρὸς τοὺς λιμένας ἔφθασας, τῆς ἀκυμάντου καταστάσεως.

Θεοτοκίον.

Ἰάσω τὴν συντριβὴν Πανάμωμε, τῆς ἀνθρωπότητος, τὸν ποιητὴν τεκοῦσα τοῦ παντός, τὸν ἡμᾶς ἀνορθώσαντα, καταῤῥαγέντας πτώματι, τῶν προπατόρων θεονύμφευτε.

ᾨδὴ γ´.

Οὐκ ἐν σοφίᾳ.

Κατακοσμήσας, ἀρετῶν ταῖς ἰδέαις τὸν βίον σου, καὶ φωστὴρ λόγον ζωῆς, σαφῶς ἐπέχων γενόμενος, Χριστοῦ τὴν πανίερον, ποίμνην ἐποίμανας.

Ἡ θεοῤῥήμων, καὶ πυρίνη σου γλῶσσα καὶ ἔνθεος, τῷ πυρὶ τῷ νοητῷ, τὰς ἀκανθώδεις κατέφλεξεν, αἱρέσεις θεόσοφε, Πάτερ ἀοίδιμε.

Φιλοσοφίᾳ, τῆς σοφίας τὸ βάθος ἠρεύνησας, καὶ δογμάτων σου πλοκαῖς, τοὺς ἀθετοῦντας εἰκόνα Χριστοῦ, τρανῶς ἀπηγχόνησας, Ἀξιοθαύμαστε.

Θεοτοκίον.

Ὁμολογοῦντες, τὸν Πατρὶ πρὸ αἰώνων συνάναρχον, ἐπ᾿ ἐσχάτων ἐκ τῆς σῆς, γαστρὸς τεχθέντα Πανάμωμε, κυρίως δοξάζομεν, σὲ Θεομήτορα.

Ὁ Εἱρμός.

«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ.

Χοροὶ Πατριαρχῶν, τὴν ἁγίαν σοῦ μνήμην, ἐν ὕμνοις καὶ ᾠδαῖς, Νικηφόρε τιμῶσι· προσθήκην γὰρ ἐδέξαντο, τὴν ψυχήν σου τὴν ἔνδοξον· ὅθεν σήμερον, καὶ ἡ σεπτὴ Ἐκκλησία, μεγαλύνουσα, τὸν Βασιλέα δοξάζει, τὸν μόνον φιλάνθρωπον.

Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον ὀφθεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ἢ Σταυροθεοτοκίον.

Ὁρῶσα σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη, δι᾿ ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;

ᾨδὴ δ´.

Ἐπαρθέντα σε ἰδοῦσα.

Ῥώμῃ τῇ θείᾳ τὰς μύλας Ἱεροφάντα, τῶν ἀσεβῶν συνέθλασας, τῷ στεῤῥῷ σου λόγῳ, τούτους τροπωσάμενος, καὶ σέβειν ἐδίδαξας, θεῖον τοῦ Σωτῆρος εἰκόνισμα.

Ὁμολογίᾳ τὴν θείαν Ἱερωσύνην, περιφανῶς ἐφαίδρυνας, Πάτερ Νικηφόρε, Λέοντος ὠμότητι, ὑπεροριζόμενος, μύστα τῶν ἀῤῥήτων θεόληπτε.

Νεανικῶς προϊστάμενος Νικηφόρε, τῶν εὐσεβῶν δογμάτων, τῆς σεπτῆς Ἐκκλησίας, μάστιγι τῶν λόγων σου, τοὺς λύκους ἐδίωξας, πίστιν τὴν ὀρθὴν καπηλεύοντας.

Ὡς παράδεισον τὴν καρδίαν σου κεκτημένος, ξύλον ζωῆς ἐν μέσῳ, ταύτης πεφυτευμένον, πᾶσιν ἐφανέρωσας τὸν λόγον τῆς Πίστεως, Πάτερ Νικηφόρε θεόπνευστε.

Θεοτοκίον.

Σεσαρκωμένον τὸν ἄσαρκον πρὶν τεκοῦσα, Λόγον Θεοῦ πανύμνητε Κεχαριτωμένη, Κόσμον ἀνεκαίνισας· διό σε Θεόνυμφε, πίστει ὀρθοδόξῳ γεραίρομεν.

ᾨδὴ ε´.

Σὺ Κύριέ μου φῶς.

Νοῦν ἔχων καθαρόν, οὐρανοὺς ἐμβατεύοντα, τῆς γνώσεως καὶ σοφίας, τὸ ἀμάραντον ἄνθος, ἐδρέψω Παμμακάριστε.

Ἰάματα ψυχαῖς, ὀρθοδόξοις ἐβράβευσας, τοὺς λόγους σου Θεοφάντορ, τὴν δὲ γῆν τῶν ἀφρόνων, κατέστρεψας τοῖς δόγμασι.

Καὶ λόγον πρακτικόν, καὶ ζωὴν ἔχων ἄμεμπτον, ὡς ἥλιος ἐξαστράπτων, τῆς σεπτῆς Ἐκκλησίας, λαμπρύνεις τὸ στερέωμα.

Θεοτοκίον.

Ἡ λύσις τῆς ἀρᾶς, τῆς προμήτορος γέγονας, Πανάμωμε συλλαβοῦσα, τὸν ἡμᾶς εὐλογίαις, ταῖς θείαις στεφανώσαντα.

ᾨδὴ Ϛ´.

Θύσω σοι, μετὰ φωνῆς.

Φωσφόρος, ταῖς ἀκτῖσιν ἐκλάμπων τοῦ Πνεύματος, ταῖς Ἐκκλησίαις θέοφρον, ἀνεδείχθης στῦλος οὐρανομήκης, καὶ νεφέλη, πρὸς κληρουχίαν ἄγων οὐράνιον.

Ὅλην σου, τὴν ζωὴν τῷ Θεῷ καθιέρωσας, διαφερόντως ἐντεῦθεν, καὶ εἰς πᾶσαν ἄρχων τὴν οἰκουμένην, κατεστάθης, ἱεροφάντα Πάτερ μακάριε.

Ῥήγνυσι, τὰς πλοκὰς τῶν ἀθέων αἱρέσεων, σοῦ ὁ θεόπνευστος λόγος, τῷ διστόμῳ ξίφει τοῦ Παρακλήτου, τὸ δὲ φέγγος, τῆς ἀληθείας πᾶσι προδείκνυσι.

Θεοτοκίον.

Οἱ νόμοι, παραδόξως τῆς φύσεως λύονται, ὅτι Παρθένος νῦν τίκτει, καὶ θηλάζει Κόρη ἀπειρογάμως, συλλαβοῦσα, τὸν τῶν ἁπάντων Κτίστην καὶ Κύριον.

Ὁ Εἱρμός.

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον. Ἦχος δ´.

Ἐπεφάνης σήμερον.

Τὸν τῆς νίκης στέφανον, ὦ Νικηφόρε, οὐρανόθεν σήμερον, ὡς εἰληφὼς παρὰ Θεοῦ, σῶζε τοὺς πίστει τιμῶντας σε, ὡς Ἱεράρχην ὁμοῦ καὶ Διδάσκαλον.

Συναξάριον.

Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

Στίχοι.

Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,

Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος.

Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται.

Στίχοι.

Μάτην Ἀθληταῖς φράττεται λουτροῦ θύρα,

Χριστὸς γὰρ ἐγγύς, ἐκβοῶν, ἐγὼ θύρα.

Ἡ Ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται.

Στίχοι.

Σὺν παιδίοις τμηθείσα, Μῆτερ καλλίπαις,

Ἰδοὺ βοᾷς ἐγώ τε καὶ τὰ παιδία.

Ὁ ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῇ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Ἔρασμον ἀθλήσαντα σήν, Σῶτερ, χάριν,

Ἐρασμίως τρέχοντα εἰς πόλον, δέχου.

Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.

Στίχοι.

Κάρας ἀθλητῶν τὰς ξίφει τετμημένας,

Εὕρῃς πεσόντων χιλιάδας δὶς δέκα.

Ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης, ὁ ἐν Ἀσπροκάστρῳ μαρτυρήσας ἐν ἔτει ͵αυϞβ´ (1492), ξίφει τελειοῦται.

Στίχοι.

Δοὺς αἷμα βραχύ, ὦ Ἰωάννη μάκαρ,

Ἐξηγόρασας Βασιλείαν τοῦ πόλου.

Ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει ͵αχνζ´ (1657), μαχαίρᾳ τελειοῦται.

Στίχοι.

Φρίττει σε, Δημήτριε, καὶ πῦρ εἰκότως,

Ὑπὲρ Θεοῦ θανόντα, ὃν φρίττει κτίσις.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Ἐν τῇ Καμίνῳ.

Ναόν σε ζῶντα, Θεοῦ τοῦ ζῶντος ἐπιστάμεθα, ἔνδον ὡς λυχνίαν ἔχοντα χρυσαυγῆ, τὴν Τριάδα καὶ κραυγάζοντα· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.

Αἱρετιζόντων, τὰς γλωσσαλγίας καταλέλυκας, πείθων τὴν εἰκόνα σέβειν τὴν τοῦ Χριστοῦ, Νικηφόρε τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.

Σοφίας πλοῦτον, καὶ πολιτείαν ἔχων ἔνθεον, πᾶσαν διαβὰς τὴν αἴσθησιν νοερῶς, τῷ Χριστῷ ψάλλων παρίστασαι· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.

Θεοτοκίον.

Μὴ διαιροῦντες, τὰ ἡνωμένα μηδὲ συγχέοντες, ἕνα τὸν Χριστὸν δοξάζομεν τὸν ἐκ σοῦ, σαρκωθέντα Λόγον κράζοντες· Εὐλογημένη, σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

ᾨδὴ η´.

Παῖδες εὐαγεῖς.

Αἵματι Χριστοῦ λελυτρωμένος, τῇ γνώμῃ τὸν δι᾿ αὐτὸν ὑπέστης θάνατον· τῆς γὰρ συνειδήσεως, ἤνεγκας μαρτύριον, ὁμολογίας χάριτι καταλαμπόμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σῶμα καὶ ψυχὴν κεκαθαρμένος, τὸν λόγον τῷ παντεπόπτῃ Λόγῳ τέθεικας, τοῦτον πρὶν ἀσώματον ἄναρχον δεικνύοντα, καὶ συμπαθῶς γενόμενον ἄνθρωπον ὕστερον, τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἵνα κληρουχίας οὐρανίου, καὶ δόξης ἀδιαδόχου τύχῃς ἔνδοξε, δόξαν τὴν εὐμάραντον, Πάτερ καταλέλοιπας, ὑπερορίας ἅπασαν φέρων πικρότητα, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Μόνην καθαρὰν ὁ καθαρὸς σε, νυμφίος ὁ νοητὸς εὑρὼν Πανάμωμε, κρίνον εὐωδέστατον, ἄνθος ὡραιότατον, καὶ φωτοφόρον θάλαμον νύμφην προσήκατο· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Λίθος ἀχειρότμητος.

Εὗρες τὸ μακάριον τέλος, ὑπεξελθόντων τῶν ἐσόπτρων, καὶ τῆς ἀληθείας φανείσης, τῇ θεωρίᾳ τοῦ ἀκηράτου κάλλους· οὗπερ νῦν ἐμφορούμενος, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.

Λάρνακα κυκλοῦντες τὴν θείαν, τοῦ θεοφόρου Νικηφόρου, δεῦτε χριστοφόροι προθύμως, ὡς νικηφόρον τοῦτον ὑμνήσωμεν, καὶ τὴν αὐτοῦ πανήγυριν, μετ᾿ εὐφροσύνης ἑορτάσωμεν.

Πᾶσαν ἀρετὴν ἐξασκήσας, ἐπὶ τῷ τέλει τῶν ἀγώνων, τῆς ὁμολογίας τῷ στέφει, Ἱερομάρτυς ὤφθης κοσμούμενος· ᾧ καθωραϊζόμενος τῷ σῷ Δεσπότῃ νῦν παρίστασαι.

Θεοτοκίον.

Ὡς ῥίζαν πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.

Ὁ Εἱρμός.

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Καὶ ἡ λοιπὴ Ἀκολουθία ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle