Τῌ ΚΑ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ´.

Ὡς γενναῖον ἐν Μάρτυσι.

Φωταυγῆ σε ὡς ἥλιον, τὰ τοῦ κόσμου πληρώματα, νοηταῖς λαμπρότησι καταυγάζοντα, καὶ ἀθεΐας ἐξαίροντα, τὴν νύκτα μακάριε, Μάρτυς Ἰουλιανέ, ἐγνωκότες τὴν μνήμην σου, ἑορτάζομεν, τὴν φωσφόρον καὶ θείαν· καὶ τὴν κόνιν, τῶν λειψάνων προσκυνοῦμεν, ῥῶσιν ψυχῶν ἀρυόμενοι.

Καὶ τυπτόμενος μάστιξι, καὶ δεινῶς πτερνιζόμενος, καὶ φρουρᾷ Μακάριε καθειργνύμενος, τόπους ἀμείβων θλιβόμενος, θηρσὶ συγκλειόμενος, καὶ βυθῷ προσομιλῶν, καὶ θαλάσσῃ ποντούμενος, καὶ δεξάμενος, τὸ μακάριον τέλος, οὐκ ἠρνήσω, τὸν Δεσπότην τῶν ἁπάντων, κλέος Μαρτύρων πανόλβιε.

Θαλαττίων ἐκ κόλπων σε, πρὸς τῇ χέρσῳ γενόμενον, κυβερνήσει Πνεύματος ὡς ἑώρακε, τὸ ἱερώτατον γύναιον, πιστῶς ὑπεδέξατο, Μάρτυς Ἰουλιανέ, καὶ ταφῇ παραδέδωκε, σοῦ τὸ ἄμωμον, καὶ πολύαθλον σῶμα, τὸ νικῆσαν, διαβόλου τυραννίδα, τῇ συνεργίᾳ τῆς χάριτος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Πεπτωκότων ἀνόρθωσις, τεθνεώτων ἀνάστασις, σὺ ἐδείχθης τέξασα τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν τῷ Πατρὶ συννοούμενον, τὴν θείαν τε γέννησιν, ἀνασχόμενον ἐκ σου, ἐν σαρκὶ καθ᾿ ὑπόστασιν, ὃν ἱκέτευε, πειρασμῶν λυτρωθῆναι καὶ κινδύνων, τοὺς ἐν πίστει Παναγίᾳ, εἰλικρινῶς σε δοξάζοντας.

Ἢ Σταυροθεοτοκίον.

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα, ἔλεγε· Τί σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ μὲ μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.

Ἀπολυτίκιον. Ἦχος δ´.

Ὁ μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο, τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς. (Ἄνευ τῶν Θεοτοκίων).

Ἰουλιανὸν ὕμνοισι Μάρτυρα στέφω.

Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α´. Ἦχος πλ. δ´.

Ἄσωμεν τῷ Κυρίῳ.

Ἱεροῖς εὐφημείσθω, ὕμνοις Ἀθλητά σου ἡ ἀοίδιμος, καὶ ὑπέρτιμος μνήμη, ἀπροσίτῳ γὰρ δόξῃ δεδόξασται.

Ὄλισθον οὐχ ὑπέστης, διηγωνισμένος τὸ μαρτύριον, τοῦ Χριστοῦ στρατιῶτα, ἀσθενείᾳ σαρκὸς μέχρις αἵματος.

Ὑπὲρ αἴγλην χρυσίου, τοῖς μαρτυρικοῖς ἐναγλαΐζεται, αἰκισμοῖς ἀπαστράπτων, καὶ πολύτιμον λίθον ὁ Ἅγιος.

Θεοτοκίον.

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα, ὑμνοῦμεν σε.

ᾨδὴ γ´.

Σὺ εἶ τὸ στερέωμα.

Λίθοις οὐ προστέταγμαι, θεολατρεῖν χειρῶν ἔργοις, Ἰουλιανός, τῷ φρενοβλαβοῦντι, δικαστῇ ἀπεφθέγγετο.

Ἵστασο πρὸ βήματος, τυραννικοῦ Χριστοῦ Μάρτυς, Ἰουλιανέ, ὡς Κριτῇ τῶν ζώντων, καὶ νεκρῶν παριστάμενος.

Ἄφρων οὐ γεγένημαι, ὁμολογῶν Θεὸν ἔφη, Ἰουλιανός, ἕνα ἐν Τριάδι, ἀμερίστως ὑμνούμενον.

Θεοτοκίον.

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Ὁ Εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ.

Ὑδάτων πνιγμονῇ, τὸ μακάριον τέλος, δεξάμενος Σοφέ, τὸν πολύμορφον ὄφιν, ἐν τούτοις ἐναπέπνιξας, καὶ τὴν νίκην ἀπείληφας· ὅθεν πόθῳ σου, τὴν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, Χριστῷ ἱκετεύομεν.

Θεοτοκίον.

Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσιν.

Ἢ Σταυροθεοτοκίον.

Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

ᾨδὴ δ´.

Εἰσακήκοα Κύριε.

Νιφετώδεσι μάστιξιν, Ἰουλιανὸς τὸ σῶμα προδίδωσιν, ἀνεπαίσθητος τῶν πόνων γάρ, τοῦ Χριστοῦ τῷ πόθῳ ἐφυλάττετο.

Οὐρανίου ὑπέρτιμε, Ἰουλιανὲ χλιδῆς ἐφιέμενος, τοῖς διώκταις τὴν ἐπίγειον, ὡς Χριστοῦ θεράπων καταλέλοιπας.

Νικητὴν δεισιδαίμονος, πλάνης οὐ σαρκὸς ἡ ῥώμη Πανέντιμε, ἀλλὰ πόθος ὁ ἀήττητος, τῶν Χριστοῦ παθῶν σε ἀπειργάσατο.

Ὑπερέπτης ὡς πτέρυξι, τοὺς τῆς ἀσεβείας βρόχους στεῤῥότητι, καὶ τοῦ Πνεύματος τῇ χάριτι, πρὸς σκηνὰς Μαρτύρων ἐπαγόμενος.

Θεοτοκίον.

Θεοτόκον σε Πάναγνε, οἱ πεφωτισμένοι πάντες κηρύττομεν, τὸν γὰρ ἥλιον ἐκύησας, τῆς δικαιοσύνης ἀειπάρθενε.

ᾨδὴ ε´.

Ὀρθρίζοντες βοῶμεν σοι.

Μιμούμενος ἐν πᾶσι Πανεύφημε, τὸν Δεσπότην, ἔστης ἐπὶ βήματος, παρανομούντων κρινόμενος.

Νομίμως ἠγωνίσω καὶ τέθυσαι, τῷ Δεσπότῃ, ὡς ἀρνίον ἄκακον, χερσὶν ἀνόμων Μακάριε.

Ὁσίως μαρτυρήσας ἀοίδιμε, ἐπεγνώσθης, Ἰουλιανὲ μακάριε, ὑπὸ Θεοῦ Παντοκράτορος.

Θεοτοκίον.

Παρθένον μετὰ τόκον ὑμνοῦμεν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

ᾨδὴ Ϛ´.

Χιτῶνά μοι παράσχου.

Ἰκρίῳ προσπαγέντος σου Χριστέ, ὁ κλεινὸς θεράπων σου, οὐκ ἐπαισχύνεται, ἀλλ᾿ ὡς δόξης κοινωνὸς ἐναβρύνεται.

Σεσίγηται τῆς πλάνης τὰ αἰσχρά, θεηγόρων γλώσσῃ δέ, θεῖα μυστήρια, τῶν Μαρτύρων τοῦ Χριστοῦ ἐκκαλύπτεται.

Ἰάματα παθῶν παντοδαπῶν, καὶ πταισμάτων ἄφεσιν, αἴτησαι ἔνδοξε, Ἀθλητὰ τοῦ Σωτῆρος τοῖς ὑμνοῦσι σε.

Θεοτοκίον.

Ὁ Λόγος τοῦ Θεοῦ σε τοῖς βροτοῖς, Θεοτόκε ἔδειξεν, οὐράνιον κλίμακα· διὰ σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκε.

Ὁ Εἱρμός.

«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὥσπερ ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

Συναξάριον.

Τῇ ΚΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ.

Στίχοι.

Φέρων τί χρῆμα σάκκος ἄξιον πόλου,

Ἰουλιανόν, βάλλεται πόντου μέσον.

Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀφροδισίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τερεντίου, Ἐπισκόπου Ἰκονίου.

Στίχοι.

Γῆς Τερέντιος τὴν ἀρὰν γεναιόφρων,

Τέλους ἀφορμὴν εὗρεν εὐλογημένην.

Ὁ Ἅγιος Νεομάρτυς Νικήτας ὁ Νυσίριος, ὁ ἐν τῇ Χίῳ μαρτυρήσας κατὰ τὸ ἔτος ͵αψλβ´ (1732), ξίφει τελειοῦται.

Στίχοι.

Τμηθείς, Νικήτα, τὸν σὸν αὐχένα ξίφει,

Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Παῖδες Ἑβραίων.

Μύρον εὐῶδες, ἀποστάζει, ἡ ἀοίδιμος καὶ ἔνδοξός σου μνήμη, στρατιῶτα Χριστοῦ, τοῖς ψάλλουσιν ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἄῤῥητος δόξα περιστέφει, τοὺς πρὸς αἴνεσιν τὴν σὴν συνειλεγμένους, στρατιῶτα Χριστοῦ, καὶ ψάλλοντας ἀπαύστως, Εὐλογητὸς εἶ κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ῥήσει τυράννου ἀπειθήσας, οὐκ ἐλάτρευσας ἀοίδιμε τῇ κτίσει, ἀλλ᾿ ἢ μόνῳ Θεῷ, τῷ ζῶντι ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τύφον κατέβαλες τυράννου, στηλιτεύσας τὴν ἀνόμων ἀφροσύνην, καὶ τὴν δόξαν Χριστοῦ, ἐκήρυττες κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Χαίροις πανάμωμε Παρθένε, ὅτι ἔτεκες Θεὸν σαρκὶ τῷ κόσμῳ, τὸν ἐκ πλάνης ἁγνή, λυτρούμενον τοὺς πίστει, σὲ Θεοτόκον Δέσποινα, ἀληθῆ δοξολογοῦντας.

ᾨδὴ η´.

Μουσικῶν ὀργάνων.

Ὑπεθώπευε μὲν ὁ ἀλάστωρ, καὶ βασάνοις σε ἐξεκαλεῖτο, πρὸς πλάνην Ἰουλιανέ· αὐτὸς δὲ ἀνεβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥωμαλεωτέρως ὥσπερ λέων, μετὰ τὰς αἰκίας τοῖς τυράννοις, προσβάλλεις Ἰουλιανέ, κραυγάζων νηφαλέως· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀρετῆς ἁπάσης ἔμπνους στήλη, ἀσεβείας θρίαμβος ὡράθης, ἐν πόλεσι περιαχθείς, ἐβόας ἀναμέλπων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σοβαροῦ πυρὸς οὐκ ἀπειλή με, οὐδ´ ἀκμὴ τοῦ ξίφους ἀποστήσει, τοῦ πλαστουργήσαντος Θεοῦ, ἐβόας ἀναμέλπων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὡς τῶν ὅλων Κύριον τεκοῦσα, καὶ Παρθένος μείνασα Μαρία, καὶ μετὰ τόκον οἱ πιστοί, ἀξίως ἀνυμνοῦντες, τὸ Χαῖρε σοι βοῶμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Τὴν Ἁγνὴν ἐνδόξως.

Τοῦ τυράννου τύφον κατέβαλες, Χριστοῦ στρατιῶτα, καὶ ἀνδρείως ἠγώνισαι κατὰ κράτος, ἐκνευρίσας τοῦτον· διὸ σὲ μακαρίζομεν.

Ἐπηρμένον ὄμμα κατέβαλες, Θεοῦ στρατιῶτα, ἀσωμάτου ἀλάστορος, προσπαλαίσας μετὰ σαρκὸς ἀνδρείως, Χριστὸν μεγαλύνων ἀεί.

Φωλεοὺς ἐξέφυγες δράκοντος, ἐχθροῦ ἀρχεκάκου, θαλαττίοις Μακάριε κενεῶσιν, ἐμβεβλημένος· ὅθεν σε ὕμνοις μεγαλύνομεν.

Ὡς καλῶς τοῖς ἄθλοις ἠγώνισαι, ὑπὲρ τοῦ Δεσπότου! ὡς ὡραίως κατέστεψαι, δεξιᾷ δεσποτικῇ! διό σε ἀξίως μεγαλύνομεν.

Θεοτοκίον.

Ὁ Μωσῆς ἐν βάτῳ κατεῖδε σε, Ἁγνῇ ἐν τῷ ὄρει, δεχομένην τὸ ἄστεκτον, τῆς Θεότητος πῦρ ἀφλέκτως· ὅθεν σε πάντες μεγαλύνομεν.

Ὁ Εἱρμός.

«Τὴν Ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρὶ ἀφλέκτως, ἐν ὕμνοις μεγαλύνομεν».

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle