Τῌ Κ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ´.

Ἔδωκας σημείωσιν.

Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν· ἐν αὐτῇ διό σε, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα, δι᾿ ὧν τὸ πολυμήχανον, καὶ πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος.

Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ Μεθόδιε· ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας πρὸς φῶς, Ἱεροφάντα νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι.

Αἵμασιν ἐπέχρωσας, τὴν ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε, μεθ᾿ ἧς εἰς τὰ ἅγια, τῶν ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις τηλαυγῶς, τὴν τῆς Τριάδος θείαν λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ θεούμενος ἄριστα, Ἱεράρχα πανόλβιε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε· Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Ἢ Σταυροθεοτοκίον.

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τί τοῦτο Υἱέ μου; τί σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι ἔνδοξε, σὴν ἑκούσιον σταύρωσιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς·

Τῆς ἀρετῆς μέθοδόν με, πανόλβιε μύστα, δίδαξον.

Θεοφάνους.

ᾨδὴ α´. Ἦχος βαρύς.

Νεύσει σου πρὸς γεώδη.

Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε.

Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε.

Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι᾿ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας.

Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότῃ, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε.

Θεοτοκίον.

Ῥύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν ἡμῖν τέτοκας, Παρθενομῆτορ ἄχραντε· ὅθεν σαφῶς σε εἰδότες, πρόξενον ζωῆς αἰωνίου δοξάζομεν.

ᾨδὴ γ´.

Ὁ κατ᾿ ἀρχὰς τοὺς οὐρανούς.

Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας σου θεόληπτε.

Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ πείρας, ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν, ὑποδεικνύεις θέοφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα.

Ἡ τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς πιστούς, πρὸς μετουσίαν παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων.

Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμενοῦσαν ἀεί, συμφυομένην ἀῤῥεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι.

Θεοτοκίον.

Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε κράζομεν ἀεί· χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα.

Ὁ Εἱρμός.

«Ὁ κατ᾿ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».

Κάθισμα. Ἦχος δ´.

Ὁ ὑψωθείς.

Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, ἱερουργὲ προσήγαγες θυσίας Θεῷ· ἀθλήσας δὲ στεῤῥότατα, καὶ τυθεὶς προσηνέχθης, θυσίᾳ ὦ Μεθόδιε, δι᾿ ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντας σε.

Θεοτοκίον.

Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

Ἢ Σταυροθεοτοκίον.

Ἡ παναμώμητος ἀμνὰς καὶ Παρθένος, ὃν ἀπεκύησεν Υἱὸν ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν ὀδύναις τὴν ψυχήν, καιρίαις κατεπλήττετο, καὶ ἐβόα θρηνοῦσα· Ποῦ σου τέκνον φίλτατον, δωρεῶν καὶ θαυμάτων, μνήμη ὧν ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος; ἀλλ᾿ εἰς τὸ σῶσαι γένος τῶν βροτῶν, ταῦτα νῦν πάσχεις· Ὑμνῶ σου τὸ εὔσπλαγχνον.

ᾨδὴ δ´.

Ὁ πατρικοὺς κόλπους.

Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες, μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε.

Θρόνον λαχὼν ἱεραρχικὸν (ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο), τὴν ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σου τὸ ποίμνιον.

Ὁ γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια.

Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς δεχόμενος, ἀναδέδειξαι Μεθόδιε· δι᾿ εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς ἀπεστίλβωσας.

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς, Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην σου, τῆς οἰκονομίας σου, προσκυνοῦσαν τὰ θεῖα σύμβολα.

ᾨδὴ ε´.

Κύριε ὁ Θεός μου.

Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα.

Μύστα τῶν ἀποῤῥήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντας σε, σῶσον παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἑφόδους, διαλύων ταῖς ἱκεσίαις σου.

Ἔχων πρὸς τὸν Δεσπότην, παῤῥησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε.

Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε.

Θεοτοκίον.

Ἄχραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος, τῷ φωτί σου λάμπρυνον δέομαι.

ᾨδὴ Ϛ´.

Ναυτιῶν τῷ σάλῳ.

Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοῖς δὲ σου ὕπνον, παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος.

Ὁλικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θέοφρον ἑνούμενος τῆς ἐνθέου, ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης, πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε.

Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων κατάληψις θεοῤῥῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σὲ ἔδειξε, τὴν αἱρετικὴν ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλὺν διώκοντα.

Θεοτοκίον.

Βασιλίδα πάντων, σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν ὑμνολογίαν, μετὰ τοῦ ἀγγέλου Γαβριήλ σοι κράζομεν.

Ὁ Εἱρμός.

«Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Συναξάριον.

Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

Στίχοι.

Μέθοδον Μεθόδιος βίου πρὸς βίον,

Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.

Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Κάλλιστος, ὁ Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Οἱ ἐν καμίνῳ τοῦ πυρός.

Ἱερωμένος θέοφρον, καὶ Μαρτύρων τῆς ἀληθείας, φαιδρῶς ἐκλάμπων ἐν αἵματι, σὺν αὐτοῖς τῷ Δεσπότῃ μέλπεις ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἐστηριγμένος τῇ πίστει, τῶν εἰδώλων ἔσβεσας φλόγα, ῥοαῖς ἁγίων αἱμάτων σου, διὰ τῆς μαρτυρίας οὕτω κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Μεμυημένος τὰ θεῖα, θεωρίᾳ τῇ ἀνωτάτῃ, τὸν νοῦν πανσόφως ἐτράνωσας, τοῖς πιστῶς μελῳδοῦσι συνανακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὑμνολογίαις δοξάζει, τὸν σὸν τόκον πᾶσα κτίσις, Θεὸν Παρθένε γινώσκουσα, καὶ σεπτῶς προσκυνοῦσα τούτῳ κραυγάζει· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η´.

Τὸν μόνον ἄναρχον.

Σὲ τὸν ἀόρατον, ὡς ὁρῶν ἐκαρτέρει, τοὺς τῶν τυράννων αἰκισμοὺς ὁ θεόφρων, καὶ στέφανον ἀνεδήσατο μέλπων· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὴν ἀδιάδοχον, τοῦ Χριστοῦ βασιλείαν, εἰλικρινῶς ἐπιποθῶν Ἱεράρχα, τὴν ταύτην σοι προξενοῦσαν ὁδεύεις τρίβον, κραυγάζων τῷ Χριστῷ· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἀπειροπλάσιον, ὁ Χριστός σοι παρέσχε, τῶν σῶν καμάτων τὸν μισθὸν θεοφόρε, διάνοιαν ὑπερβαίνοντα πᾶσαν, ὑμνοῦντι εὐσεβῶς, αὐτοῦ τὴν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

Δογμάτων πέλαγος, καὶ πυξίον δογμάτων, καὶ θεωρίας ὑψηλὸν θησαυρὸν σε, γινώσκομεν καὶ αἰσθήσεως θρόνον, ὑμνοῦντες εὐσεβῶς, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἱκέτης Πάναγνε, σοὶ προσέρχομαι πίστει, τῇ συλλαβούσῃ τὸν τῶν ὅλων Δεσπότην. Νῦν σῶσον με διωγμῶν καὶ κινδύνων, ὑμνοῦντα εὐσεβῶς, Θεὸν τὸν σαρκωθέντα, ἐκ σοῦ ἀνερμηνεύτως.

Ὁ Εἱρμός.

«Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Μήτηρ Θεοῦ καὶ Παρθένος.

Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ᾿ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας.

Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι.

Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος· οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον.

Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.

Θεοτοκίον.

Νόμου καινοῦ κιβωτὸν καλοῦμεν σε, καὶ θεοχάρακτον πλάκα, ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ πλάνης, κεχαριτωμένη Θεοτόκε πανύμνητε.

Ὁ Εἱρμός.

«Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσαν σε ἀεὶ μεγαλύνομεν».

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle