Источник

Τῌ Θ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ» καὶ τοῦ Ἁγίου γ».

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος α«

Τῶν οὐρανίων ταγμάτων

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, τὴν ἑορτὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν, τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίᾳ καταστράψαντα.

Ἦχος α»

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀνέλθωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τούτῳ πιστῶς, ἐκβοῶντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

Ἦχος α«

Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ πανσεβάσμιος, καθ» ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία καὶ τῶν αὐτοῦ, Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνὴ δὲ θεία προῆλθεν· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

Στιχηρὰ τοῦ Ἀποστόλου

Ἦχος α»

Πανεύφημοι μάρτυρες

Ματθία μακάριε Ἐδέμ, νοητῆς ἐξέβλυσας, ὡς ποταμὸς προσκλυζόμενος, ἐνθέοις ὕδασι, καὶ τὴν γῆν ἀρδείαις, μυστικαῖς κατήρδευσας, καὶ ταύτην καρποφόρον ἀνέδειξας· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῐς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος α«

Ματθία Ἀπόστολε χορόν, θεῖον ἀνεπλήρωσας, ἐξ οὗ Ἰούδας ἐκπέπτωκε, καὶ θείαις ἀστραπαῖς, τῶν σοφῶν σου λόγων, σκότος ἀπεδίωξας, τῆς εἰδωλομανίας ἐν Πνεύματι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος α»

Ματθία θεόπνευστε τροχῷ, τῷ τοῦ κόσμου ἔφαναν, αἱ ἀστραπαὶ τῶν δογμάτων σου, πάντας φωτίζουσαι, πάντας ὁδηγοῦσαι, θείαν πρὸς ἐπίγνωσιν, δοχεῖα τοῦ φωτός ἐργαζόμεναι, τοὺς πρὶν καθεύδοντας, ἐν νυκτὶ τῆς ματαιότητος, καὶ ἐν σκότει, πάσης ἀθεότητος.

Θεοτοκίον

Ἦχος β"

Πανεύφημοι μάρτυρες

Ὁ φωτί σου ἅπασαν, τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης, Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β» Αἱ ἈγγελικαὶΛάμψας ὑπὲρ νοῦν, ἐκ Παρθένου Παναγίας, Λόγε τοῦ Θεοῦ, τόν, Ἀδὰμ ὅλον φορέσας, τὴν πρὶν ἀμαυρωθεῖσαν, φύσιν πᾶσαν ἐλάμπρυνας, θείᾳ τῆς μορφῆς σου ἀλλοιώσει, μεταμορφωθεὶς ἐπὶ τοῦ ὄρους, Θαβὼρ Δέσποτα, πρὸ τοῦ τιμίου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Στίχ.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Ὄρος τὸ ποτέ, ὂν ζοφῶδες καὶ καπνῶδες, τίμιον ἰδού, νῦν καὶ ἅγιον ὑπάρχει· ὁ πρὶν τὸν Ἰσραὴλ γάρ, ὁδηγήσας ὡς γέγραπται, στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ, σήμερον ἐξέλαμψεν ἀρρήτως, ὑπὲρ ἥλιον, Χριστὲ ἐν τούτῳ ὡς Θεός, φαιδρύνας τὰ σύμπαντα.

Στίχ.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Νῦν δουλοπρεπῶς, συλλαλοῦντες τῷ Δεσπότῃ, βλέπων ὁ Κηφᾶς, ἐν Θαβὼρ τοὺς δύο ἄνδρας· Καλὸν ἐστιν ἐβόα, ὧδε εἶναι· ποιήσωμεν, τρεῖς σκηνὰς εἰ θέλεις ἀνὰ μέρος, σοὶ Χριστὲ Μωσεῖ τε καὶ Ἠλίᾳ, τοῖς οἰκέταις σου, ὅπερ ἐλάλει μὴ εἰδώς· θάμβει γὰρ συνείχετο.

Θεοτοκίον

Ἦχος β«

Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου, τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἀπολυτίκιον τοῦ Ἀποστόλου

Ἦχος γ»

Ἀπόστολε Ἅγιε Ματθία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, τῆς θεϊκῆς ὑπεράγαθε. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καὶ Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον, τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Πρῶτος Κανών, οὗ ἡ, Ἀκροστιχίς.Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε. Ποίημα Κοσμᾶ Μοναχοῦ. ᾨδὴ α«

Ἦχος δ»

Ὁ Εἱρμὸς

«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντεςἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον·ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται». Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.Ὕμνοις σε μέλπω Ματθία Χριστοῦ φίλε. Θεοφάνους. ᾨδὴ α«

Ἦχος πλ. δ»

ᾌσωμεν τῷ Κυρίῳ

Ὕμνοις σου τὴν φωσφόρον, μέλποντα Ματθία νῦν πανήγυριν, οὐρανόθεν μοι αἴγλην, σωτηρίας δοθῆναι ἱκέτευε. Μέγας ἥλιος ὤφθης, φωτὶ τῷ μεγάλῳ ἀξιάγαστε, μεθ» ἡμῶν γενομένῳ, ὁμιλήσας ἀμέσως, Ἀπόστολε. Νόμοις τοῖς τοῦ Δεσπότου, Μάκαρ καθυπείκων τῇ σαγήνῃ σου, συλλαμβάνεις τῆς γλώττης, ἐκ βυθοῦ ἀγνωσίας τὰ πέρατα.

Θεοτοκίον

Ὅλον με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

Κανών α», ᾨδὴ γ», τῆς Ἑορτῆς

Ἦχος δ«

Ὁ Εἱρμὸς

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν·διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου». Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας. Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀρρήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.

Κανών α», ᾨδὴ γ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ»

Σὺ εἶ τὸ στερέωμα

Ἴσχυσας σθενούμενος, ζωαρχικῷ σοφὲ νεύματι, τοῦ ἰσχυροῦ σκῦλα διαρπάσαι, καὶ δουλῶσαι τῇ χάριτι. Στέργων τὸν Διδάσκαλον, καθυπουργῶν αὐτοῦ νεύμασι, παντουργικοῖς πλάνης διασῴζεις, τοὺς βροτοὺς ἀξιάγαστε. Σὲ τὸν δωδεκάριθμον, τῶν Μαθητῶν χορὸν ἅγιον, τὸ παντουργόν, Πνεῦμα συμπληροῦντα, θεορρῆμον ἐκλέγεται.

Θεοτοκίον

Ἔχων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ· ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.

Ὁ Εἱρμὸς

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Τὴν Σοφίαν

Ἀστραπαῖς σου τῶν λόγων τῶν θεϊκῶν, καταφλέξας τὴν πλάνην τὴν πονηράν, πιστοὺς κατεφώτισας, ἀνυμνεῖν τὴν ἐν σώματι, παρουσίαν Μάκαρ, τοῦ πάντων δεσπόζοντος, καὶ αὐτοῦ τὸ πάθος τὸ θεῖον ἐζήλωσας· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, καὶ συμφώνως βοῶμέν σοι· Ματθία Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος δ» Ἐπεφάνης σήμερονἙορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.

Κανών α», ᾨδὴ δ», τῆς Ἑορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας·Δόξα τῇ δυνάμει σου Κύριε». Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος· Δόξα τῇ δυνάμει σου Κύριε. Ἴνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀρρήτως ἐξέλαμψας. Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας· Δόξα τῇ δυνάμει σου Κύριε. Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.

Κανών α», ᾨδὴ δ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Εἰσακήκοα Κύριε

Μίαν φύσιν Θεότητος, μίαν βασιλείαν καὶ κυριότητα, καταγγέλλων παμμακάριστε, τῶν ἐθνῶν ἀγέλας ἐσαγήνευσας. Ἐπεβίβασε Κύριος, σὲ ἐν τῇ θαλάσσῃ τοῦ βίου πάνσοφε, ὥσπερ, ἵππον συνταράσσοντα, τῆς πολυθεΐας πικρὰ ὕδατα. Λόγῳ θείῳ ἐνέωσας, τὰς κεχερσωμένας καρδίας πάνσοφε, κατασπείρας τὴν εὐσέβειαν, καὶ τῆς ἀληθείας τὴν ἐπίγνωσιν.

Θεοτοκίον

Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν ψυχήν μου φωταγώγησον, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσιν.

Κανών α», ᾨδὴ ε», τῆς Ἑορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τάς ὁδοὺς ἡμῶν εὔθυνον». Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν· φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος εἶκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας. Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν. Ἡ ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου Θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀπορρήτως ἐξέλαμψε. Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων· Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

Κανών α», ᾨδὴ ε», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ἵνα τὶ με ἀπώσω

Ὡς πολύφορον κλῆμα, ἡ ἀληθινὴ σε ἐξέτεινεν ἄμπελος, γεωργοῦντα βότρυν, τὸν προχέοντα οἶνον σωτήριον, ὃν πιόντες Μάκαρ, οἱ συσχεθέντες ἀγνωσίᾳ, τῆς ἀπάτης τὴν μέθην ἀπέρριψαν. Μαθητῶν δωδεκάδος, ὤφθης συμπληρῶν τὸν χορὸν τὸν μακάριον, ἐξ οὗ ὁ προδότης, ἑαυτὸν ἀπορρίψας ἐκέρδησε, τὴν πικρὰν ἀγχόνην, κατὰ Χριστοῦ ἐπάρας πτέρναν, μυστολέκτα Ματθία Ἀπόστολε. Ἅλας θεῖον ἐβλήθης, Μάκαρ εἰς τὸν κόσμον Ματθία Ἀπόστολε, σηπεδόνα πλάνης, ἐκκαθαίρων νοστίμοις διδάγμασιν, ἐκδιώκων νόσους, καὶ ἀπελαύνων μαλακίας, τῶν ψυχῶν καὶ τῶν σωμάτων πανεύφημε.

Θεοτοκίον

Τοὺς ἀμόρφους χιτῶνας, καὶ τὴν παλαιὰν ἐξεδύσατο νέκρωσιν, ὁ Ἀδὰμ Παρθένε, τῷ ἀχράντῳ σου τόκῳ Θεόνυμφε, καὶ στολὴν ἁγίαν, ἀληθινὴν μετημφιέσθη, μηδαμῶς ῥυπουμένην παθήμασιν.

Κανών α», ᾨδὴ ς», τῆς Ἑορτῆς

Ἦχος δ«

Ὁ Εἱρμὸς

«Ἐν τῷ θλιβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἑπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου». Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν. Ἀνελθὼν ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας. Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν.

Κανών α», ᾨδὴ ς», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ»

Ἱλάσθητί μοι Σωτὴρ

Θεὸς ἐγένου θετός, ἑνώσει θείᾳ θεούμενος, καὶ πρωτουργῶς ἐκ Θεοῦ, ἀκτῖνας δεξάμενος, πιστοὺς κατεφώτισας, καὶ τὴν γῆν ἀχλύος, τῶν εἰδώλων ἐξεκάθηρας. Ἰδοὺ σοι ὑποχωρεῖ, τῷ Μαθητῇ πᾶσα πρόρρησις, τῶν ἱερῶν Προφητῶν· αὐτόπτης ἐγένου γάρ, οὗ πάλαι προήγγειλαν, ὑπουργὸς Ματθία, μιμητής τε καὶ Ἀπόστολος.

Θεοτοκίον

Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, οἱ πιστοὶ σε ὀνομάζομεν.

Ὁ Εἱρμὸς

«Ἱλάσθητί μοι Σωτήρ·πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι·πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Αὐτόμελον

Ἐπὶ τοῦ ὅρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς,τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Θ» τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία. ΣτίχοιἘξῆλθεν ἀρθείς, Ἰούδας ἐπὶ βρόχου, Εἰσῆλθεν ἀρθείς, Ματθίας ἐπὶ ξύλου. Ἤρθη ἀμφ» ἐνάτῃ ξύλῳ ἠύθεος Ματθίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δέκα μαρτύρων, τῶν διὰ τὴν Ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἐν τῇ Χαλκῇ πύλῃ, ἀθλησάντων, Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας. ΣτίχοιἘχθρὸν Θεοῦ κτείναντες ἄνδρες ἐννέα, Φίλοι γίνονται τῷ Θεῷ διὰ ξίφους. Ἐμοῦ τραχήλου Σῶτερ αἷμα προσδέχου, Μαρία φησίν, ὡς τὸ μύρον Μαρίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἀθλήσεως τοῦ Ἁγίου μάρτυρος Ἀντωνίου. Ὁ ὅσιος ἡμῶν Ψόης εὐχόμενος τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τῶν Καμουλιανῶν, ἥπερ εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίοις Γρηγορίου Ἐπισκόπου Νύσσης.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Ἑορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες·ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ». Περιχυθέντες φωτί, τῆς ἀπροσίτου δόξης, Θαβὼρ ἐν ὄρει οἱ Ἀπόστολοι, Χριστὲ ἀνεβόησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Λαίλαπι θείας ἠχῆς, καὶ δροσοβόλῳ νεφέλῃ, Χριστὲ καὶ αἴγλῃ σου ἡδόμενοι, οἱ Ἀπόστολοι ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ἐν ἀπροσίτῳ φωτί, ὡς σὲ κατεῖδε Πέτρος, Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ ἀνεβόησεν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Τῷ ἀρχηγῷ τῆς γῆς, Χριστῷ συνόντες παῖδες, οἱ Ζεβεδαίου ὡς ἀπέπεμψε, μορφῆς φῶς ἑβρόντησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Κανών α», ᾨδὴ ζ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Χύσιν ἐξήρανας ἀπάτης, τῇ πλημμύρᾳ σου τῶν λόγων τῆς σοφίας, καὶ χειμάρρους τρυφῆς, ἐπότισας τοὺς πίστει, ἀναβοῶντας ἔνδοξε· ὁ Θεὸς εὐλογητὸς εἶ. Ῥώμῃ Θεοῦ παντοδυνάμῳ, ἐξησθένησαν ἐχθροῦ μηχανουργίαι, πρὸ προσώπου τῆς σῆς, Ἀπόστολε πορείας, καὶ διεθρύβη ὄρη τε, καὶ βουνοὶ τῆς ἀθεΐας.

Θεοτοκίον

Ἴδε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει· ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α», ᾨδὴ η», τῆς Ἑορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον·Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις ὄρους ἐπέβη Θαβώρ, ἐν ᾧ ἡλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἐν τῇ ἀπροσίτῳ δόξῃ, κατ» ὄρος ἐκφανθὲν ἀπορρήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱεροπρεπῶς ἑστῶτες, Μωσῆς τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτῆρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν πατρῴᾳ, ἐξαστράψαντα δόξῃ, ἀνέμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφῆς, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσῆς, Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται· φωτὸς αὐτουργὸς γὰρ πεφυκὼς καταυγάζει τοὺς μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἐκ φωτογενοῦς νεφέλης, Χριστὸν οἱ μαθηταὶ ἀμπεχόμενον, ὁρῶντες ἐν Θαβώρ, καὶ πρηνεῖς ἐπὶ γῆς κατανεύσαντες, τὸν νοῦν ἐλλαμφθέντες, σὺν Πατρὶ τοῦτον ὕμνουν καὶ Πνεύματι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών α», ᾨδὴ η», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ἑπταπλασίως κάμινον

Στόμα Θεοῦ γενόμενος, ἐκ τοῦ φάρυγγος ἥρπασας, τοῦ ἀνθρωποκτόνου, οὓς δεινῶς κατέπιε, καὶ βρῶμα εἰργάσατο, τῆς ἑαυτοῦ κακίας σοφέ, καὶ διὰ λουτροῦ, ἀναγεννήσεως τούτους, προσήγαγες Κυρίῳ, μελῳδοῦντας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τοὺς τῆς ἀπάτης ἄξονας, τῆς κακίας τὰ ἅρματα, ἅρμα γεγονώς, Θεοῦ τοῦ Λόγου ἔνδοξε, εἰς τέλος ἐλέπτυνας, εἰδωλικούς, προρρίζους τε, στήλας καὶ ναοὺς θείᾳ δυνάμει καθεῖλες, ναοὺς δὲ τοὺς βοῶντας, τῆς Τριάδος εἰργάσω· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὁ λογικὸς ἐπέφανεν, οὐρανὸς διηγούμενος, τοῦ μονογενοῦς, Θεοῦ δόξαν τὴν ἄρρητον, Ματθίας ὁ πάνσοφος, ἡ ἀστραπὴ τοῦ Πνεύματος ὁ σαγηνευτής, τῶν πλανωμένων ὁ λύχνος, τῆς θείας φωταυγίας, τῶν ἀρρήτων ὁ μύστης, αὐτὸν ἐν εὐφροσύνῃ, ὑμνήσωμεν συμφώνως.

Θεοτοκίον

Ὑπερφυῶς συνέλαβες, ὑπὲρ λόγον ἐκύησας, τὸν Δημιουργόν, τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, τὸν τοῦ Πατρὸς ἀχώριστον Δέσποινα ἁγνή, ᾧ μελῳδεῖ πᾶσα κτίσις· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν». Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν. Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων. Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε. Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν. Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Κανών α», ᾨδὴ θ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ἔφριξε πᾶσα ἀκοὴ

Φίλον σε ἔφη ὁ Σωτήρ, τοῖς αὐτοῦ καθυπουργοῦντα προστάγμασι, Μάκαρ Ἀπόστολε, καὶ κληρονόμον τῆς βασιλείας αὐτοῦ, ἐν τῇ μελλούσῃ φοβερᾷ, ἡμέρᾳ συγκάθεδρον, Ματθία πάνσοφε, δωδεκάδος Μαθητῶν τὸ συμπλήρωμα. Ἱστίῳ Μάκαρ τοῦ Σταυροῦ, διελθὼν τὴν ἀγριαίνουσαν θάλασσαν, τοῦ βίου ἔφθασας, πρὸς τοὺς λιμένας τῆς ἀναπαύσεως, καὶ ἀκροτάτῳ ἐφετῶν, χαίρων νῦν παρίστασαι, σὺν Ἀποστόλων χορῷ, δυσωπῶν ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον. Λυχνία ὄντως χρυσαυγής, θρυαλλίδι τῇ τοῦ Πνεύματος λάμπουσα, ὤφθη ἡ γλῶσσά σου, καταπιμπρῶσα ἔκφυλα δόγματα, κατασβεννύουσα σοφέ, τὸ πῦρ τὸ ἀλλότριον, φῶς ἀπαστράπτουσα, τοῖς ἐν σκότει ἀγνωσίας καθεύδουσιν.

Θεοτοκίον

Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμοὺς φύσεως ἀμόλυντε, τὰ διεστῶτα πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

Ὁ Εἱρμὸς

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος·διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου

Ἦχος β«

Τοῖς μαθηταῖς συνέλθωμεν

Ἰούδας ὁ παράνομος, αὐθαιρέτῳ τῇ γνώμῃ, ἀπορραγεὶς ἐκπέπτωκε, δωδεκάδος τῆς θείας, τῶν Ἱερῶν Ἀποστόλων, ἐκλογῇ δὲ τῇ θείᾳ, Ματθίας ὁ πανεύφημος, προκριθείς ἀντεισήχθη, ὡς Μαθητής, ὡς Χριστοῦ Ἀπόστολος, καὶ ὡς πᾶσαν, τὴν γῆν λαμπρύνας δόγμασι, τῆς Ἁγίας Τριάδος.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος β»

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες· μεθ» ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Ἦχος β» Οἶκος τοῦ ἘφραθᾶἘν ὄρει τῷ Θαβώρ, ἡ τῆς Τριάδος δόξα, ἀναφανδὸν ἐγνώσθη, σοῦ μεταμορφουμένου, Σωτήρ μου ὑπεράγαθε.

Στίχ.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Νεφέλη φωτεινή, φαιδρῶς ἐφαπλωθεῖσα, ἐν τῇ Μεταμορφώσει, κατέπληττε τοὺς θείους, τῶν Μαθητῶν ἀκραίμονας.

Στίχ.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Ἠλίας σὺν Μωσεῖ, παρέστησάν σοι Λόγε, ἐν τῇ Μεταμορφώσει, Πατὴρ δὲ ἐμαρτύρει, ἐξ οὐρανοῦ φθεγγόμενος.

Θεοτοκίον

Ἦχος β"

Οἶκος τοῦ Ἐφραθᾶ

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα

Ἀντίφωνον Α» Στίχος α». Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Στίχος β». Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ. Στίχος γ». Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Στίχος δ». Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου. Ἀντίφωνον Β» Στίχος α». Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.Στίχος β». Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ. Στίχος γ». Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Στίχος δ». Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Ἀντίφωνον Γ» Στίχος α». Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Ἦχος βαρὺςΜετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Στίχος β». Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Στίχος γ». Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Στίχος δ». Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. ΕἰσοδικὸνΘαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως

Ἦχος πλ. δ"

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Κοινωνικὸν

Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.


Источник: Μηναίον τοῦ Αὐγούστου. ΕΝ ΒΕΝΕΤΙΑ ΕΚ ΤΗΕ ΕΚΚΑΗΣΙΑΣΤΙΚΗΣ ΤΥΠΟΓΡ ΤΟΥ ΦΟΙΝΙΚΟΣ 1863. – 456 σελίδες.

Комментарии для сайта Cackle