Источник

Τῌ Η» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ» καὶ τοῦ Ἁγίου γ».

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος δ«

Ἔδωκας σημείωσιν

Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ» ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ»

Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι» εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ«

Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος δ»

Ὁ ἐξ ὑψίστου κληθεὶς

Ὁ τὴν Εἰκόνα Χριστοῦ σαφῶς τιμήσας, ὅτε τὸ λεόντειον θράσος ἐμαίνετο, καὶ τοὺς λαοὺς διεκλόνησεν, ἀνακαινίζον, τοῦ Κοπρωνύμου ἄθεον αἵρεσιν, τότε τοῦτο Πάνσοφε, σαφῶς διήλεγξας, σῇ παρρησίᾳ χρησάμενος, συνηθροισμένης, Ἀρχιερέων τῆς συνελεύσεως· ὅθεν ἐγνώσθης γενναιότατος, στρατιώτης Χριστοῦ παμμακάριστε, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ«

Ὁ οὐρανίαις μοναῖς ἐνῳκισμένος, ὅτε τὴν ἀτίθασον γνώμην καὶ ἄθεον, ὁ δυσσεβὴς ἐνεδείξατο, ὑπερορίαις, καταδικάσας τὴν σὴν στερρότητα, τότε τὸν Παράδεισον· ὅθεν πεπτώκαμεν μόνην πατρίδα θεσπέσιε, σαφῶς γινώσκων, μέτ» εὐφροσύνης χαίρων ὑπέμεινας· ὅθεν δικαίως τὴν ἀκήρατον, ἠξιώθης ζωὴν κατοπτεῦσαι Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ»

Πυρίνῃ γλώσσῃ πανσόφως κεχρημένος, ὅτε μιξοβάρβαρον νόμον ἐθέσπισε, μὴ προσκυνεῖσθαι κελεύοντα, τὴν σεβασμίαν, Χριστοῦ Εἰκόνα Λέων ὁ τύραννος, τότε σὺ τόν ἔνθεον νόμον ἀντέθηκας, ὡς διαβαίνει προσκύνησις, ἡ τῆς εἰκόνος, ὣς πού τις ἔφη πρὸς τὸ ἀρχέτυπον, καὶ τῷ σῷ λόγῳ ὡς ἐμβρόντητος, ἀπεφάνθη ὁ θὴρ ὁ δυσώνυμος, πανσεβάσμιε Πάτερ, θεορρῆμον ἱερώτατε.

Θεοτοκίον

Ἦχος α"

Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων. Ἐγὼ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ» ὅρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. β» Τριήμερος ἀνέστης ΧριστὲΜορφούμενος δι» οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος, Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τήν Θεότητα.

Στίχ.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Ἐξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει Θαβωρίῳ, μεθ» ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.

Στίχ.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀρρήτως λάμψας ὑπὲρ ἥλιον.

Θεοτοκίον

Ἦχος α«

Τὴν σὴν τοῦ μονογενοῦς Υἱοῦ προορώμενος, ἐν Πνεύματι διὰ σαρκός, πρὸς ἀνθρώπους ἐπιδημίαν, ὁ θεοπάτωρ Δαυΐδ, πόρρωθεν πρὸς εὐφροσύνην συγκαλεῖται τὴν κτίσιν, καὶ προφητικῶς ἀνακράζει· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἐν τούτῳ γὰρ ἐπιβὰς τῷ ὄρει Σωτήρ, μετὰ τῶν Μαθητῶν σου, τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδὰμ φύσιν, μεταμορφωθείς, ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτήν, εἰς τὴν σὴν τῆς Θεότητος, δόξαν τε καὶ λαμπρότητα· διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος πλ. δ»

Ορθοδοξίας Οδηγέ, ευσεβίας διδάσκαλε καί σεμνότητος, τής οικουμένης ο φωστήρ, αρχιερέων θεόπνευστον εγκαλλώπισμα, Αιμιλιανέ σοφέ, ταίς διδαχαίς σου πάντας εφώτισας, λύρα τού Πνεύματος, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός, συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Δεύτερος Κανών, φέρων Ἀκροστιχίδα.Μωσῆς Θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδε. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦᾨδὴ α«

Ἦχος πλ. δ»

Ὑγρὰν διοδεύσας

Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῆ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.Τὸν μέγαν Αἰμιλιανὸν ἐν ᾄσμασιν ἔξοχα μέλπω. Θεοφάνους. ᾨδὴ α«

Ἦχος α»

Σοῦ ἡ τροπαιοῦχος

Ταῖς ὑπερκοσμίαις συνοικῶν, ταξιαρχίαις θεόφρον μακάριε, τοὺς ἐπιτελοῦντάς σου, χαρμονικῶς τὴν ποθητὴν πανήγυριν, Πάτερ ἐποπτεύων, τῆς σωτηρίας ἀξίωσον. Ὅλος τῷ Δεσπότῃ συγκραθείς, καὶ τοῖς ἐκεῖθεν ἀστράψας πυρσεύμασι, πᾶσαν κατεφώτισας, σαῖς διδαχαῖς θεοσεβῆ πανήγυριν, ὡς ἱεροφάντωρ, φανεὶς θεόφρον θεόληπττε. Νοῦν καθηγεμόνα τῶν παθῶν, δι» ἀρετῆς Ἱεράρχα κατέστησας, οἷα δικαιότατος, διαιτητὴς τῇ τε ψυχῇ καὶ τῷ σώματι, Πάτερ διανέμων, τοῖς ἑκατέροις τὰ πρόσφορα. Μύστης ἀκριβὴς τῶν ὑπὲρ νοῦν, τῆς Ἐκκλησίας σαφῶς προϊστάμενος, ὤφθης παναοίδιμε, καὶ κραταιὸς τῆς ἀληθείας πρόμαχος, μύλας τῶν λεόντων, συνθλῶν καὶ φράττων τὰ στόματα.

Θεοτοκίον

Ἕνα ἑκατέραις εὐσεβῶς, τὸν ἐκ γαστρός σου τεχθέντα γινώσκομεν, φύσεσι Πανάμωμε, Θεὸν ὁμοῦ ὑπερφυῶς καὶ ἄνθρωπον, ἔχοντα τελείως ἑκάστης τὰ ἰδιώματα.

Κανών β», ᾨδὴ γ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Οὐρανίας ἁψῖδος

Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀρρήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως. Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅ, τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε. Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.

Κανών α», ᾨδὴ γ», τοῦ Ἁγίου

Ἦχος α"

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

Ἱκέτην θεόφρονα Χριστοῦ, πιστοῖς σε προβαλλόμεθα, τὸν δι» αὐτὸν λαμπρῶς ἀριστεύσαντα, καὶ τὴν εἰκόνα τούτου τιμήσαντα, τοῦ σεπτοῦ κηρύγματος, καὶ τὴν ἄνωθεν πίστιν φυλάξαντα. Μαρτύρων στερρότητα δεικνύς, θεόφρον ἀξιάγαστε, τὴν δυσσεβῆ ὀφρὺν ἐξεφαύλισας, τῆς Ἐκκλησίας ἐκφανεὶς πρόβολος, ἀρραγὴς ἀκλόνητος, καὶ μεσίτης ἔνθεος, καρτερῶς διελέγχων τοὺς ἄφρονας. Ἰὸν τῆς αἱρέσεως πιών, εἰς κόρον ὁ παμπόνηρος, διδακτικῷ σου λόγῳ διήλεγκται· φωτὶ γὰρ σκότος ἐξαφανίζεται, καὶ γυμνοῦται πλάσματα, πονηροῦ βουλεύματος τῆς ἐνθέου σοφίας ταῖς λάμψεσι.

Θεοτοκίον

Λαμπρᾷ σε φωνῇ νῦν ἐκ ψυχῆς, κυρίως Θεομήτορα, τὴν τὸν Θεὸν τεκοῦσαν κηρύττομεν, σεσαρκωμένον ἐκ σοῦ τὸν ἄσαρκον, ἐν ἡμῖν σκηνώσαντᾳ, οὐ τροπὴν δεξάμενον, οὐ φυρμῷ συγχυθέντα Πανάμωμε.

Ὁ Εἱρμὸς

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».

Κάθισμα τοῦ Ἁγίου

Ἦχος γ"

Θείας πίστεως

Θείῳ Πνεύματι πεφωτισμένος, ἀνεκήρυξας ἐν παρρησίᾳ, ὀρθοδοξίας παμμάκαρ τὰ δόγματα, καὶ βασιλέα κατῄσχυνας ἄνομον, ὑπερορίαις ἀδίκως στελλόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος γ» Τὴν ὡραιότηταΤῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλεία σου.

Κανών β», ᾨδὴ δ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἐκ σαρκός σου βολίδες Θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων·ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων·Δόξα τῇ δυνάμει σου Κύριε». Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι· Δόξα τῇ δυνάμει σου Κύριε. Ὑπεκρύβη ἀκτῖσι Θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ, εἶδέ σε μεταμορφούμενον Ἰησοῦ μου· Δόξα τῇ δυνάμει σου Κύριε. Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄϋλον, ὡς Μωσεῖ καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν.

Κανών α», ᾨδὴ δ», τοῦ Ἁγίου

Ἦχος α"

Ὄρος σε τῇ χάριτι

Ἴσχυσας ὀφρὺν καταβαλεῖν τοῦ ἀλάστορος, οἰκειωθεὶς δι» ἀρετῆς, παμμάκαρ Αἰμιλιανέ, τῷ πάντα ἰσχύοντι, καὶ δυνατῷ ἐν τοῖς πολέμοις πανόλβιε, καί νῦν κραυγάζεις· Δόξα τῇ δυνάμει σου Κύριε. Ἀνέτλης μακρᾶς ὑπερορίας στελλόμενος, καρτερικὸς ἀναδειχθεὶς θεόφρον Αἰμιλιανέ, τὸ πρὶν προτερήμασιν, Ἀρχιερεύς, Ἱερομάρτυς δὲ ὕστερον, ἀναδειχθεὶς θεοφόρε πανάριστε. Νομίμως ἐφάνης ἐκ παιδὸς ἱερούμενος, ἀσκητικῶς ἐκλαμπρυνθείς, τρισμάκαρ Αἰμιλιανέ, τῷ λόγῳ τῆς χάριτος, περιφραχθεὶς ἱερομύστα θεσπέσιε, Θεῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

Ὁ πάσης ἐπέκεινα νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν ζωαρχικῆς, θεοπλαστίας ἐπὶ γῆς, ἐκτελῶν μυστήριον, παρθενικαῖς ἠγλαϊσμένην λαμπρότησι, τὴν σὴν γαστέρα κατῴκησεν, Ἄχραντε.

Κανών β», ᾨδὴ ε», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ἵνα τὶ με ἀπώσω

Ῥητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὐ δύναται φθέγξασθαι· ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ ὄρει, τὸν Μωϋσῆν καὶ τόν, Ἠλίαν, μαρτυρήσοντάς σου τὴν Θεότητα. Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ» εἰκόνα σου Χριστὲ τὸν ἄνθρωπον, τὸ ἀρχέτυπον σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι, ἀλλ» ὡς αὐτὸς εἶ κατ» οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος. Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν Θεότητος, καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωϋσῆν καὶ τὸν Ἠλίαν, Μαθητῶν τε ἐξάρχους ἐξέστησας.

Κανών α», ᾨδὴ ε», τοῦ Ἁγίου

Ἦχος α"

Θεὸς ὢν εἰρήνης

Νοήσας προγνώσει, τῇ θείᾳ Χριστός, τῆς μεγάλης ψυχῆς σου τὴν πρόθεσιν, μεγάλοις προτερήμασιν, ἐκόσμησε σαφῶς στολαῖς Ἱερωσύνης, αὐτὴν καταγλαΐσας, καὶ μαρτύρων ἐν ἄθλοις, Ἱερομύστα πανσεβάσμιε. Ἑλκύσας τὴν χάριν, τοῦ Πνεύματος πρίν, ποταμοὺς διδαγμάτων ἀνέβλυσας, Παμμάκαρ ἱερώτατε, τῇ ποίμνῃ τοῦ Χριστοῦ· ὅθεν καὶ τὴν εἰκόνα, Χριστοῦ τιμᾶν μαθόντες, τῶν Ἁγίων τε πάντων, τοὺς θεομάχους καταισχύνομεν. Νεκρώσας σαρκός σου, τὸ φρόνημα πρίν, ἐν ἀσκήσεως πόνοις πανόλβιε, τῇ αἴγλῃ τῇ τοῦ Πνεύματος ἐζώωσας τὸν νοῦν· ὅθεν δι» ἀμφοτέρων, ἐκλάμψας Ἱεράρχα, Θεῷ εὐηρέστησας, Ἱερομάρτυς ἀξιάγαστε.

Θεοτοκίον

Ἁγίων Ἁγία, Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν λυτρωτήν· διὸ σε Βασιλίδα, καὶ Δέσποιναν τοῦ κόσμου, ὡς τεκοῦσαν τὸν Κτίστην, τῶν ποιημάτων μεγαλύνομεν.

Κανών β», ᾨδὴ ς», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ἱλάσθητί μοι Σωτὴρ

Ὡς μέγα καὶ φοβερον, ὡράθη θέαμα σήμερον! ἐξ οὐρανοῦ αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ τοῦ ὄρους Θαβώρ. Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν ἐν τῷ Θαβωρίῳ, κατιδὼν σου τὴν Θεότητα. Ὁ στῦλος τῷ Μωϋσεῖ, Χριστὸν τὸν μεταμορφουμενον, ἡ δὲ νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ, παρεδήλου ἐμφανέστατα.

Κανών α», ᾨδὴ ς», τοῦ Ἁγίου

Ἦχος α"

Σπλάγχνων Ἰωνᾶν

Στῆσαι βουληθείς, νομὴν τῆς αἱρέσεως, προθύμως χωρεὶς πρὸς τοὺς κινδύνους σοφέ, καὶ διήλεγξας παρρησίᾳ μεγάλῃ χρησάμενος, τὴν γνώμην τοῦ κρατοῦντος σὺ τήν ἄθεον, πρῶτος τοῦ λαλεῖν ἀρξάμενος, ἠθροισμένης Συνόδου θεόφρονος. Μόνου τοῦ Χριστοῦ, θερμῶς ὀρεγόμενος, καὶ τούτου τυχεῖν θείας ἐλλάμψεως, ἐφιέμενος, Ἱεράρχα Κυρίου θεόληπτε, μαρτύρων ἐνεδείξω τὴν στερρότητα, λάμψας τὸ πρῴην δι» ἀσκήσεως, καὶ διπλοῦς τοὺς στεφάνους κομίζῃ σαφῶς. Ἄνω σου τὸν νοῦν, Θεῷ συγγινόμενον, καὶ θείαις αὐγαῖς, μάκαρ λαμπόμενον, ἔχων Ὅσιε, κούφως βίον διέπλεις τὴν θάλασσαν, καὶ ὅρμοις οὐρανίοις νῦν καθώρμισαι, αὔραις τοῦ Ἁγίου Πνεύματος, κυβερνώμενος σθένει τοῦ Πνεύματος.

Θεοτοκίον

Σῶσαι τῶν βροτῶν, τὴν φύσιν ὡς εὔσπλαγχνος, φθαρεῖσαν Ἁγνή, φθόνῳ τοῦ ὄφεως, ὁ ὑπέρθεος, εὐδοκήσας τὴν μήτραν σου ᾤκησε, καὶ σάρξ ἀναλλοιώτως ἐχρημάτισε, μόνην καθαρὰν εὑράμενος, Θεοτόκε Παρθένε πανάχραντε.

Ὁ Εἱρμὸς

«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον·ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον».

Κοντάκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Αὐτόμελον

Ἐπὶ τοῦ ὅρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς,τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Η» τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου, τοῦ ὁμολογητοῦ. ΣτίχοιΨυχὴς πολὺν θεὶς Αἰμιλιανὸς λόγον, Τῆς σαρκος ἠλόγησεν ἄχρι καὶ τέλους. Ὀγδόῃ Αἰμιλιανοῦ ὀστέα δέξατ» ἄρουρα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης, τοῦ θαυματουργοῦ. ΣτίχοιΜύρων ὁ θεῖος ἀρετῆς μύρου πνέων, Εὐωδίας πρόσεισιν ὀσμὴ Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἡγουμένου Ὀρόβων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἐλευθερίου καὶ Λεωνίδου, διὰ πυρὸς τελειωθέντων. ΣτίχοιἈμφοῖν ἀθλητῶν, οὐ θυόντων τῇ πλάνῃ, Ποινὴν κατακρίνουσιν οἱ πλάνοι φλόγα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δέκα ἀσκηταί, οἱ ἐξ Αἰγύπτου, ἐν εἰρήνῃ τελειοῦνται. ΣτίχοιΒλαστήματα θνῄσκουσιν Αἰγύπτου δέκα, Πληγαῖς ἐκείναις ἰσάριθμοι ταῖς δέκα.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β», ᾨδὴ ζ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Νῦν καθωράθη Ἀποστόλοις, τὰ ἀθέατα, Θεότης ἐν σαρκίῳ, ἐν τῷ ὄρει Θαβώρ, ἀστράπτουσα βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ἔφριξαν φόβῳ ἐκπλαγέντες, τὴν εὐπρέπειαν τῆς θείας βασιλείας, ἐν τῷ ὄρει Θαβώρ, Ἀπόστολοι βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας. Θέσει οὐ γέγονας Ὑψίστου, τῇ οὐσίᾳ δὲ Υἱὸς ἠγαπημένος, προϋπάρχων ἡμῖν, ὡμίλησας ἀτρέπτως· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ ζ», τοῦ Ἁγίου

Ἦχος α"

Σὲ νοητὴν Θεοτόκε κάμινον

Ἱεραρχῶν, εὐπρεπὲς ἀγλάϊσμα, Πάτερ ὑπῆρχες ἀληθῶς· βασιλεύσας γὰρ τῶν παθῶν, πύργος ἀκαθαίρετος, ὤφθης ἀξιάγαστε, τῆς Ἐκκλησίας καὶ πρόβολος, τὸν αἰνετόν ἀνυμνῶν Θεὸν τὸν ὑπερένδοξον. Νέος Δαυΐδ, ἡμῖν ἀναδέδειξαι καὶ ἀλλοφύλους διδαχάς, τῇ σφενδόνῃ καταβαλών, τῶν εὐστοχωτάτων σου, λόγων παναοίδιμε, καὶ διδαγμάτων τοξεύμασι, τὸν αἰνετόν ἀνυμνῶν, Θεὸν καὶ ὑπερένδοξον. Ἔστης λαμπρῶς, Πάτερ ἐπὶ βήματος, δικαστικοῦ διὰ Χριστόν, καὶ τοὺς λόγους ὡς ἐκ πηγῆς θείας ἀνεβλύστανες· πᾶσι γὰρ ἐκήρυξας, τὴν τῶν Εἰκόνων προσκύνησιν, σαφῶς εἰδὼς διαβαίνειν, αὐτὴν πρὸς τὸ πρωτότυπον.

Θεοτοκίον

Ξενοπρεπῶς, παρθενεύεις τίκτουσα, τὸν τῶν ἁπάντων Ποιητήν, τὸν ἐν θρόνῳ χερουβικῷ, ἐπαναπαυόμενον, μόνη παμμακάριστε, Παρθενομῆτορ πανύμνητε τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν τὸν ὑπερένδοξον.

Κανών β», ᾨδὴ η», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ἑπταπλασίως κάμινον

Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης, στερροτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντες, σοῦ οἱ μαθηταί, ἐπὶ τήν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων, τὴν κυρείαν ἔχοντι, Χριστὲ σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ ὁ Θεσβίτης Ἠλίας, Μωϋσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες συμφώνως· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥαθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν Ἀποστόλων, ἐκλογῇ φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον, θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ η», τοῦ Ἁγίου

Ἦχος α"

Θαύματος ὑπερφυοῦς

Ὅλην νοητῷ πυρὶ τὴν φρυγανώδη, τῆς αἱρέσεως ἔφλεξας ὕλην, ἐπικλήσει θείᾳ τε ὡς Ἠλίας, τοὺς ἱερεῖς, τῆς αἰσχύνης ξίφει Πνεύματος κατέσφαξας, καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Χάριτός τε καὶ δυνάμεως ἐνθέου, πεπλησμένος ὡράθης Παμμάκαρ, σωφροσύνης κάλλει κεκοσμημένος, διαπρεπεῖ, εὐσεβείας ἀνενδότως ἀντεχόμενος, μεθ» ἧς νῦν τῷ Δεσπότῃ παριστάμενος· Εὐλογείτω ἡ κτίσις κραυγάζεις τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Ἄνωθεν τοὺς ὑμνητάς σου ἐποπτεύεις, ἱερώτατε Πάτερ θεόφρον, εὐμαρίζων τρίβον ἡμῖν εὐθεῖαν, σαῖς προσευχαῖς, καὶ συντρίβων τῶν αἱρέσεων φρυάγματα, ἵνα γεγηθότες ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Μῶμος ἐν τῷ κάλλει σου ὅλως οὐκ ἔστι· σὺ γὰρ μόνη πανάχραντος ὤφθης, ἐξ αἰῶνος Πάναγνε, παρθενίας μαρμαρυγαῖς, καταυγάσασα τὸν κόσμον καὶ ἁγνείας φωτί· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμὸς «Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον·οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν·διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας».

Κανών β», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος·διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν». Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν. Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν. Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

Κανών α», ᾨδὴ θ», τοῦ Ἁγίου

Ἦχος α"

Τύπον τῆς ἁγνῆς λοχείας σου

Εὗρες τὰ τῶν πόνων ἔπαθλα, ἐν οὐρανίοις θεοφόρε σκηνώμασιν, Αἰμιλιανέ, νῦν κατοικεῖν ἀξιούμενος, τῶν μαρτύρων σὺν θείοις στρατεύμασιν, ὡς θεῖος Ἱεράρχης, Ἱερομάρτυς ὑπερθαύμαστος. Λόγου καὶ σοφίας ἄριστε, κεκοσμημένος καθωράθης τοῖς δόγμασιν, Αἰμιλιανέ· διὸ Χριστὸς ἐστεφάνωσε, τὴν τιμίαν σου κάραν πανόλβιε, καὶ νῦν ἐκδυσωπεῖται, ὑπέρ ἡμῶν σοῦ ἱκετεύοντος. Πύλας οὐρανίους Ὅσιε, ἀναπετάσας ὁ Δεσπότης ἐδέξατο, Αἰμιλιανέ, τὴν σὴν ψυχὴν ἀναψύξεως, καταπαύσας ἐν τόποις ὡς δίκαιος, καὶ νῦν περιπολεύεις, περὶ τόν θρόνον τοῦ Παντάνακτος.

Θεοτοκίον

Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη πάναγνε Δέσποινα, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα πάναγνε τῆς σῆς κυήσεως· διὸ ἀκαταπαύστως, σὲ Θεοτόκε μεγαλύνομεν. Ὁ Εἱρμὸς «Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ» ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Ἦχος β«

Τοῖς Μαθηταῖς συνέλθωμεν

Ὅτε ὁ θὴρ ἐφώρμησε, κατὰ τῆς Ἐκκλησίας, Λέων ὁ μιξοβάρβαρος ὁ ἀκόρεστος ᾍδης, μὴ προσκυνεῖσθαι κελεύσας, τὰς πανσέπτους Εἰκόνας, τότε στερρῶς διήλεγξας, μάκαρ Αἰμιλιανέ, τὴν βδελυράν, θεόμαχον αἵρεσιν τοῦ τυράννου, ὑφ» οὗ πικρὰς ὑπήνεγκας, ἐξορίας καὶ θλίψεις.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος β»

Τοῖς Μαθηταῖς συνέλθωμεν

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν , ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ» ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Ἦχος β» Οἶκος τοῦ ἘφραθᾶἜλαμψας Χριστέ, λευκὸς ὑπὲρ χιόνα, τὴν σὴν παραγυμνῶν σου, τοῖς Μαθηταῖς οὐσίαν, τῆς ἀπροσίτου δόξης σου.

Στίχ.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Εἶξε σῶν πρὸ ποδῶν, ὑψίδρομον ἡλίου, σέλας Χριστὲ Σωτήρ μου, δεικνύον σε Δεσπότην, καὶ Ποιητὴν τῆς κτίσεως.

Στίχ.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Δεῖξαι τοῖς Μαθηταῖς, θελήσαντος σὴν δόξαν, σὺν Μωϋσῇ Ἠλίᾳ, ἐν ὄρει Θαβωρίῳ, ὡς εἶδον Σῶτερ ἔφριξαν.

Θεοτοκίον

Ἦχος α"

Τὸ ἄσχετον τῆς σῆς φωτοχυσίας, καὶ ἀπρόσιτον τῆς Θεότητος, θεασάμενοι τῶν Ἀποστόλων οἱ πρόκριτοι, ἐπὶ τοῦ ὄρους τῆς Μεταμορφώσεως, ἄναρχε Χριστέ, τὴν θείαν ἠλλοιώθησαν ἔκστασιν, καὶ νεφέλῃ περιλαμφθέντες φωτεινῇ φωνῆς ἤκουον Πατρικῆς, βεβαιούσης τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως, ὅτι εἷς ὑπάρχεις καὶ μετὰ σάρκωσιν, Υἱὸς μονογενὴς καὶ Σωτὴρ τοῦ κόσμου.

Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα

Ἀντίφωνον Α» Στίχος α». Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Στίχος β». Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ. Στίχος γ». Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Στίχος δ». Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου. Ἀντίφωνον Β» Στίχος α». Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.Στίχος β». Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ. Στίχος γ». Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Στίχος δ». Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Ἀντίφωνον Γ» Στίχος α». Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Ἦχος βαρὺςΜετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Στίχος β». Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Στίχος γ». Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Στίχος δ». Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. ΕἰσοδικὸνΘαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως

Ἦχος πλ. δ"

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Κοινωνικὸν

Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.


Источник: Μηναίον τοῦ Αὐγούστου. ΕΝ ΒΕΝΕΤΙΑ ΕΚ ΤΗΕ ΕΚΚΑΗΣΙΑΣΤΙΚΗΣ ΤΥΠΟΓΡ ΤΟΥ ΦΟΙΝΙΚΟΣ 1863. – 456 σελίδες.

Комментарии для сайта Cackle