X623. Издание древнегреческого текста послания Феофана, митрополита Никейского, написанного латинскому патриарху Константинополя Павлу от лица царя (с расхождениями)
Conspectus siglorum
A Vindob. theol. gr. 201 (265), ff. 190–197
B Bucur. 626 (562). P. 238–264 (222–234)
C Bucur. 633 (433). P. 498–515
D Bucur. 727 (512). P. 165–171
Επιστολὴ ἐν ἐπιτόμῳ δηλοῦσα τίνα624 δόξαν ἔχει ἡ καθ’ ἡμᾶς ἐκκλησία περὶ τῶν παρὰ τοῦ Παύλου προενηνεγμένων ζητήσεων, συγγραφεῖσα παρὰ Θεοφάνους ἐπισκόπου Νικαίας, ὡς ἐκ προσώπου τοῦ βασιλέως.
1. Τοῖς πρὸ μικροῦ μοι σταλεῖσι τῆς σῆς συνέσεως γράμμασιν ἐντετυχηκώς, λίαν ἐθαύμασα, πῶς παρ’ ἡμῶν πολλάκις ἀκηκοὼς ὅτι μίαν ἀπλῆν θεότητα πρεσβεύομεν τρισυπόστατον, ἐνεργόν τε625 καὶ παντοδύναμον, οὖκ ἐκπίπτουσαν κατὰ τοὺς θείους πατέρας τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος διά τὴν ἑαυτῆς δύναμιν καὶ ἐνέργειαν, ὥσπερ οὐδὲ διὰ τὸ τριαδικὸν ἀμέλει τῶν ὑποστάσεων, πάλιν περὶ τῶν αὐτῶν ἡμῖν ἐπιστέλλειν οὐκ ὤκνησας· πλὴν ἴσως ἄν εἴποις ὡς ἐξ ὧν ὑποτίθεμεν, ἀναγκαίως τἀναντία626 συνάγεσθαι κἂν | μὴ λέγωμεν· ὅθεν καὶ τὰ δοκοῦντα τὴν τοιαύτην ἀτοπίαν ἐναργῶς συμπεραίνειν, τοῖς σοῖς ἐνθεὶς γράμμασι, πυνθάνῃ τίνα περὶ τούτων τὴν διάγνωσιν ἔχομεν.
Εἰ τοίνυν πολλῶν καὶ μεγάλων τὰ τοιαῦτα δεῖται τῶν πρὸς σαφήνειαν λόγων, κἀντεῦθεν μείζω καὶ τῆς παρούσης σχολῆς, ὅμως ἀρκέσειν οἶμαι τῇ σῇ ἀγχινοίᾳ627, καὶ βραχέα τινὰ628 καὶ629 ὅσα νῦν ὁ καιρὸς σχεδιάσει· καὶ πρῶτον μὲν ἤρου, εἰ ἐν τῷ Θεῷ ταυτόν ἐστι πρᾶγμα τὸ τε ἔχον καὶ τὸ ἐχόμενον.
2. Λέγομεν οὖν ὅτι τὸ ἔχειν ἐν δυσὶ τοὐλάχιστον630 πράγμασι631 θεωρεῖσθαι ἀνάγκῃ, συνάφειαν γάρ τινα σημαίνει καὶ ἐπ’ αὐτοῦ τοῦ Θεοῦ διαφόρων τινῶν ἢ632 φυσικὴν, || ἢ υποστατικὴν· ἢ κατὰ τοὺς τῆς δημιουργίας καὶ τῆς οἰκειότητος λόγους τῆς πρὸς τὰ κτίσματα. Καὶ εἰ μὲν φυσική ἐστι633, λέγεται, ἢ ἐπὶ τῶν διαφερόντων κατὰ τὸ ἰδιοσυστάτως ἕκαστον εἶναι, ὥσπερ634 αἱ ὑποστάσεις, ὡς ὅταν λέγωμεν ὅτι ὁ Θεὸς καὶ Πατὴρ ἔχει Υἱόν·τὸ γάρ ἔχει ἐνταῦθα τὴν φυσικὴν συνάφειαν ἐμφαίνει τοῦ Πατρὸς τὴν πρὸς τὸν ἑαυτοῦ Υἱόν, ἣν ἔχει ἐκ τῆς γεννήσεως· ἢ ἐπὶ τῶν διαφερόντων κατὰ τε τὸ ὑπάρχειν καὶ ἐνυπάρχειν, προάγειν τε καὶ προάγεσθαι, ὥσπερ635 λέγομεν ὅτι ἡ οὐσία τοῦ Θεοῦ ἔχει φυσικήν τε καὶ οὐσιώδη ἐνέργειαν·συνάπτεται γὰρ καὶ αὕτη τῇ οὐσίᾳ κατὰ φύσιν, ὡς ἐκεῖθεν φυσικῶς προερχομένη, καὶ οὐκ ἔξωθεν δημιουργικῶς κατὰ τὰ κτίσματα. Ὅτι δὲ ἢ θεία οὐσία διαφέρει τῆς φυσικῆς ἑαυτῆς636 ἐνεργείας κατὰ τὸ ὑπάρχειν καὶ ἐνυπάρχειν, προάγειν637 τε καὶ προϊέναι, απεδείξαμεν638 διὰ τῶν πρώην ἢμῖν γραφέντων ἐκ τε τῶν | πρακτικῶν τῆς οἰκουμενικῆς ἕκτης639 συνόδου καὶ ἐκ τῶν λόγων τοῦ ἁγίου Ἰουστίνου τοῦ Φιλοσόφου, καὶ τοῦ θείου Ἀναστασίου, καὶ οὐκ ἔτι χρεία τὰ αὐτὰ λέγειν πολλάκις.
Πάλιν ὑποστατικὴν συνάφειαν τὸ ἔχειν δηλοῖ· ὁπόταν λέγωμεν ὅτι ἡ ὑπόστασις τοῦ Πατρὸς ἔχει τὸ ἀγέννητον, τὸ γεννητὸν640 τε καὶ προβλητικὸν· ταῦτα γὰρ διαφέροντα641 κατὰ τε τὸ εἶναι καὶ τὸ προσεῖναι, χαρακτηρίζειν τὲ642 καὶ χαρακτηρίζεσθαι, συνάπτεται ὑποστατικῶς. Ὁμοίως εἰπόντες ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει σάρκα, τὰ διαφέροντα κατ’ οὐσίαν συνάπτομεν καθ’ ὑπόστασιν, διὰ τῆς τοῦ ἔχειν προσθήκης. Ὡσαύτως ὁρᾶται ἧ Θεία αὕτη643 συνάφεια καὶ πρὸς πάντα τὰ κτίσματα· ἡνίκα λέγομεν644 ὁ κόσμος, τοῦ Θεοῦ ἔστιν645 ἔργον δηλονότι· ἡ οἰ ἀγγελοι τοῦ Θεού- ἡ ὁπόταν λέγωμεν τούς ἀγίους ἀνθρώπους τοῦ Θεού, ἢ κατὰ τὴν τῆς δημιουργίας οἰκείωσιν, ἢ κατὰ τὴν τῆς ἀγάπης καὶ τῆς ὡς ἐφικτὸν ὁμοιώσεως, τούτους ἐκείνῳ συυάπτοντες.
3. Ἐπεὶ οὖν τὸ ἔχειν συνάφειάν τινα βούλεται διαφόρων646 πραγμάτων, ὡς εϊρηται, καὶ ἐν αὐτοϊς τοϊς θείοις, ἀδύνατὸν ἐστι τὸ. τε έχον καὶ τὸ έχόμενον, ταύτὸν647 τι πρᾶγμα εἶναι καθὸ ἔχει καὶ ἔχεται. Περιττὴ γὰρ ἔσται ἡ συνάφεια αὕτη, μὴ ὄντων τῶν συναπτομένων· ἐπὶ γὰρ τοῦ πάντῃ ταὐτοῦ καὶ ἑνὸς ἡ συνάφεια οὔτε ἔστιν648 οὔτε λέγεται, δια τοῦτο649 οὐδὲ τὸ ἔχειν. Ὥσπερ650 οὖν ἡ πατρικὴ ὑπόστασις οὐκ ἔστι σύνθετος διὰ τὰς προσούσας αὐτῇ ύποστατικὰς ἰδιότητας, οὕτως οὐδ’ ἡ Θεία φύσις, σύνθεσιν || ἐπιδέχεται, διὰ τὴν ἐνοῦσαν αὐτῇ φυσικὴν δύναμιν καὶ ἐνέργειαν. | Τοῦ γὰρ Εὐνομίου λέγοντος, εἰ ἕτερόν ἐστι τὸ φῶς παρὰ τὸ ἀγέννητον, ἀναγκαίως σύνθετος ἡμῖν ὁ Θεὸς ἀποδειχθήσεται, ἀντεπάγει λέγων ό μέγας Βασίλειος ἐν δευτέρῳ651 λόγῳ τῶν ἀντιρρητικῶν652, «ὅτι εἰ μὲν ὡς μέρος τῆς οὐσίας ἐλαμβάνομεν τὸ ἀγέννητον653, εἶχεν ἂν αὐτοῦ χώραν ὁ λόγος, σύνθετον εἶναι λέγων τὸ ἐκ διαφόρων συγκείμενον. Εἰ δὲ οὐσίαν μὲν Θεοῦ τὸ φῶς τιθέμεθα, ἢ τὴν ζωὴν ἢ τὸ ἀγαθὸν, ὅλον ὅπερ ἐστὶ654 ζωὴν ὄντα καὶ ὅλον φῶς καὶ ὅλον ἀγαθὸν, παρεπόμενον δὲ ἔχει ἡ ζωὴ τὸ ἀγέννητον, πῶς οὐκ ἀσύνθετος ὁ κατὰ τὴν οὐσίαν ἀπλοῦς; οὐ γὰρ δὴ οἱ δεικτικοὶ τῆς ἰδιότητος655 αὐτοῦ τρόποι, τὸν τῆς ἀπλότητος λόγον παραλυπήσουσιν· ἢ οὕτωγε πάντα ὅσα περὶ Θεοῦ λέγεται656, σύνθετον ἡμῖν657 τὸν Θεὸν ἀναδείξει. Καὶ ὡς ἔοικεν, εἰ μέλλοιμεν τὴν τοῦ ἁπλοῦ καὶ ἀμεροῦς ἔννοιαν658 διασῷζειν, ἢ οὐδὲν ἐροῦμεν περὶ Θεοῦ πλὴν τὸ ἀγέννητον καὶ παραιτησόμεθα αὐτὸν ὀνομάζειν ἀόρατον, ἄφθαρτον, ἀναλλοίωτον, δημιουργὸν, κριτὴν καὶ πάντα ὅσα νῦν εἰς δοξολογίαν παραλαμβάνομεν ἢ δεχόμενοι659 τὰ ὀνόματα ταῦτα, τί καὶ ποιήσομεν; πότερον εἰς τὴν οὐσίαν ἅπαντα φέροντες καταθήσομεν; Οὐκοῦν οὐχὶ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν αὐτὸν συγκείμενον ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τούτων τῶν ονομάτων σημαίνεσθαι».
Ὁρᾶς τὸν ἅγιον πῶς καὶ τὰ φυσικὰ καὶ ὑποστατικὰ ἰδιώματα ὁμοῦ συλλαβών, τὸ γὰρ ἀγέννητον ὑποστατικὸν, τὰ δὲ λοιπὰ φυσικὰ, οὐδεμίαν σύνθεσιν τὰ τοιαῦτα ποιεῖν φησὶν ἐπὶ Θεοῦ οὐτε κατ’ οὐσίαν, οὐτε καθ’ ὑπόστασιν διὰ τὸ μὴ οὐσίαν φησὶ τὰ τοιαῦτα σημαίνειν, | ἀλλὰ παρεπόμενα εἶναι καὶ ἰδιότητας ταύτης; Ώστε οἰ660 ἐγκαλούντες ἡμῖν τὴν σύνθετον ἐπὶ Θεοῦ, διὰ τὸ ἑτέρας τὰς ἰδιότητας ταύτας τῆς Θείας οὐσίας εἶναι λέγειν, καὶ μὴ αὐτὴν τὴν οὐσίαν, αὐτοὶ μᾶλλον σύνθετον τὸν Θεὸν δογματίζουσι, κατὰ τὸν Θειὸν τουτονὶ διδάσκαλον. Πάντα γὰρ ταῦτα τὰ ὀνόματα, εἰς τὴν τοῦ Θεοῦ οὐσίαν φέροντες, κατατιθέασι, κατὰ τὸν Εὐνόμιον, τῆς οὐσίας λέγοντες εἶναι661 πάντα τὰ ὀνόματα, ἐπεὶ ἕτερον παρ’ αὐτὴν οὐκ ἔστιν. Ἀλλὰ καὶ ὁ Νύσσης662 θείος Γρηγόριος φησὶν663 ἐν δωδεκάτῳ664 λόγῳ τῶν ἀντιρρητικών665, πρὸς τὴν τοιαύτην ἀντικαθιστάμενος δόξαν τοῦ Εὐνομίου, «ὅτι οὐδὲν διὰ τούτο666 σύνθεσις τις || καὶ πολυμέρεια περὶ τὴν ἁπλῆν667 καὶ ἄποσον κατασκευάζεται φύσιν, εἴ τι τῶν ἐπιθεωρουμένων ἢ ἐν ἰδιότητι βλέποιτο ἢ κατὰ κοινοῦ τινος668 τὴν σημασίαν ἔχοι669».
4. Ὡσαύτως ὥσπερ ἡ θεία γέννησις καὶ πατρότης τῆς ὑποστατικῆς ἰδιότητος τοῦ Πατρὸς ἐστὶν670 ἐνδεικτικὴ κλῆσις, ἀλλὰ οὐ τῆς ὑποστάσεως αὐτοῦ, καὶ διὰ τοῦτο671 οὐ δύο γεννήσεις, οὐδὲ δύο πατρότητας λέγομεν, ἀλλὰ μίαν· καὶ ἕνα Πατέρα τὸν ἐν ἀμφοῖν θεωρούμενον, ὑποστάσει λέγω καὶ ἰδιότητι, «ἐκ γὰρ τῆς ἐκατέρων672 συμπλοκῆς673, ὁ θείος φησί Βασίλειος, ἡ κατάληψις ἡμῖν τῆς ἀληθείας ἐγγίνεται· ὥστε ἀγέννητον μὲν φῶς ἀκούσαντας, τὸν Πατέρα νοεϊν, γεννητὸν δὲ φῶς, τὴν τοῦ Υἱοῦ λαμβάνειν ἔννοιαν»·· καὶ ὅτι αἱ ἰδιότητες674, οὐ τὸ τι675 ἡν εἶναι τὴν ὑπόστασιν αὐτοῦ δηλοῦσιν. ἀλλὰ τὸ γόνιμον αὐτοῦ καὶ πῶς ἔχει πρὸς τὸν Υἱὸν· οὕτω δὴ καὶ τὸ τῆς θεότητος ὄνομα. Ἐπεὶ τῆς θείας ἐνεργείας, ἀλλ’ οὐ τῆς οὐσίας κατηγορεῖται, καθὼς καὶ τοῦτο πρώην | ἱκανῶς ἀπεδείχθη παρὰ τῶν θείων πατέρων Βασιλείου καὶ Γρηγορίου τῶν ἀδελφῶν, οὐ λέγομεν δύο θεότητας, ἀλλὰ μίαν· καὶ ἕνα Θεὸν τὸν ἐν τούτοις νοούμενον, οὐσίᾳ λέγω καὶ ἐνεργείᾳ. Διὰ τούτο676 καὶ τὲ «Θεὸς» ὄνομα οὐ τῆς οὐσίας αὐτοῦ677 ἐστι παραστατικὸν, ἀλλὰ τῆς ἐνεργείας· ὥσπερ δὴ καὶ τὸ «Κριτὴς» καὶ «Δημιουργὸς678» καὶ τὰ ἄλλα. Φησὶν ὁ Νύσσης679 θείος Γρηγόριος ἐν τῷ ἐβδόμῳ λόγῳ τῶν ἑαυτοῦ ἀντιρρητικῶν680· «ὥσπερ τοίνυν εἰπόντες ὅτι κριτής ἐστι, διὰ μὲν τῆς κρίσεως ἐνέργειαν τινὰ681 περὶ αὐτὸν ἐνοήσαμεν. διὰ δὲ τοῦ ἐστι682, τῷ ὑποκειμένῳ τὸν νοῦν683 ἐπεβάλομεν684, σαφῶς διδασκόμενοι διὰ τούτων, μὴ τὸν αὐτὸν νομίζειν τῇ ἐνεργείᾳ τὸν τοῦ εἶναι λόγον, οὕτω685 καὶ ἐκ τοῦ εἰπειν686 γεννητὸς ἢ ἀγέννητός ἐστι687, μερίζομεν πρὸς διπλήν ὑπόληψιν τὴν διάνοιαν· διὰ μὲν τοῦ ἔστι688, νοούντες τὸ ὑποκείμενον· διὰ δὲ τοῦ γεννητὸς ἢ ἀγέννητος, τὸ προσὸν τῷ ὑποκειμένῳ καταλαμβάνοντες· καθάπερ τοίνυν κριτὴν ἢ μακρόθυμον παρὰ τοῦ Δαβίδ εἶναι τὸν Θεὸν διδαχθέντες οὐ τὴν θείαν οὐσίαν, ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων689 ἐμάθομεν690, οὕτω691 καὶ ἐνταῦθα· τὸ μὴ γεγεννῆσθαι ἀκούσαντες, οὐ τὸ ὑποκείμενον διὰ τῆς ἀπεμφάσεως692 ἔγνωμεν»· καὶ μετ’ ὀλίγον· «πᾶν γὰρ ὅτιπερ ἂν εἴπῃς ὄνομα, περὶ τὸ ὄν ἐστὶν693, οὐκ ἐκεῖνο ἐστὶν694· ἀγαθὸς· ἀγέννητός· ἄφθαρτος· ἀλλὰ τὸ ἔστιν ἑκάστου695 τούτων οὐκ ἀπο || λείπεται· τούτου τοίνυν τοῦ ὄντος· ἀγαθοῦ· τοῦ696 ὁντος ἀγεννήτου, καθό ἐστι697, τὸν λόγον τὶς698 ἀποδώσειν ἐπαγγειλάμενος, μάταιος ἂν εἴη, τὰ μὲν ἐπιθεωρούμενα λέγων, αὐτὴν δὲ σιωπῶν τὴν οὐσίαν, ἣν ἑρμηνεύειν | τῷ λόγῳ κατεπαγγέλλεται».
5. Ὥσπερ τοίνυν Ἄρειος καὶ Ἀέτιος καὶ οἱ κατ’ ἐκείνους, Θεὸν τὸν699 Πατέρα καὶ τὸν700 Υἱὸν λέγοντες, τὸν μὲν, ἄκτιστον, τὸν δὲ, κτιστόν, ὡς δίθεοι καὶ πολύθεοι701 παρά τῶν πατέρων ἠλέχθησαν, διὰ τὸ τὰ ὑποκείμενα ὧν ἡ Θεότης κατηγορεῖτο702, εἰς μίαν703 συνέρχεσθαι φύσιν ὁμολογεῖν· ἀλλὰ τὸ μὲν, ἄκτιστον· τὸ δὲ, κτιστόν εἶναι λέγειν, ἀμφοτέρους δὲ θεοὺς, οἱ δὲ ἅγιοι ἐν τούτῳ περισῷζεσθαι τὸ τῆς μοναρχίας πολυΰμνητον ἐδογμάτησαν, ἐν τῷ τὰ μὲν ὑποκείμενα διάφορα εἶναι, ἐν οἷς ἐστὶν704 ἡ θεότης, ἄκτιστα δὲ πάντα καὶ μιᾶς φύσεως, καὶ μὴ τῷ κτιστῷ καὶ ἀκτίστῳ εἰς πλῆθος ἐξ ἀνάγκης διασπᾶν τὰ τοιαῦτα, οὕτω δή που καὶ εἰς ἡμᾶς καὶ τοὺς τάναντία φρονούντας περὶ τῶν αὐτῶν γεγενῆσθαι συμβέβηκεν ἄντικρυς· ἡμεῖς γὰρ ὥσπερ ἐν τρισὶν ἀκτίστοις ὑποστάσεσιν ἕνα Θεὸν σέβομεν κατὰ τὴν705 πατέρων δηδασκαλίαν καὶ κηρύττομεν, οὕτω δὴ καὶ ἐν ἀκτίστῳ οὐσίᾳ δυνάμει τε καὶ ἐνεργεία θεότητι καὶ βασιλείᾳ καὶ κυριότητι, ἕνα τὸν αὐτὸν ὁμοίως πρεσβεύομεν, καὶ διὰ τοῦτο706 μίαν θεότητα καὶ κυριότητα καὶ βασιλείαν ἄκτιστον. Οὗτοι δὲ, εἰς κτιστὰ καὶ ἄκτιστα ταυτὶ διαιρούντες, οὐκ707 εἰς πολυθεΐαν σαφῶς ἐξετράπησαν κατὰ τοὺς ἄνωθεν εἰρημένους; ἀκουσον γὰρ τί φασιν ἔν τινι τῶν εαυτῶν συγγραμάτων· «οὐδὲν ἄτοπον ὥσπερ θεοὺς πολλοὺς φαμὲν, καὶ ἁγίους, καὶ βασιλεῖς, καὶ κυρίους κτιστούς, καίτοιγε ἑνὸς ὄντος ἁγίου, καὶ βασιλέως, καὶ Θεοῦ708 καὶ Κυρίου ἀκτιστου, οὐτω καὶ ἀγιότητας, καὶ Θεότητας, καὶ βασιλείας, καὶ κυριότητας πολλὰς καὶ κτιστὰς λέγειν»· καὶ πάλιν· | «ὥσπερ εἰσὶ πολλοὶ θεοὶ κτιστοί, οὕτω καὶ θεότητες καὶ θεώσεις709 ὑφειμέναι καὶ ὑπερκείμεναι. καὶ καθόλου καὶ μερικαί»· καὶ πάλιν· «καὶ ἡ θεαρχία, καὶ ἡ ἀγαθαρχία, καὶ τὰ ἀλλα τὰ οὕτω λέγομενα, κτιστά ἐστι». Ταῦτα καὶ ἔτι πολλῷ τούτων χείρονα περὶ θεότητος λέγοντες. οὐκ ἐρυθριῶσι· το δὲ παράδοξον, ὅτι καὶ τὸ ἴδιον αἰσχος τὴν πολυθεΐαν ταύτην, ἡμῖν οὐ παραιτοῦται προστρίβεσθαι·· ὄψιν πόρνης κατὰ τὸν προφήτὴν περιβαλλόμενοι, καὶ τὸ ἴδιον μίασμα, τῇ καθαρᾷ καὶ ἀμώμῳ Χριστοῦ ἐκκλησίᾳ προσρίπτοντες ἀναιδῶς, καὶ ὑβριστικὴν ἄλλως κινοῦντες ἀεὶ γλῶσσαν, τὰ ἑαυτῶν ἄγη καλύπτειν δῆθεν ἐντεῦθεν οἰόμενοι, καὶ περὶ μὲν τούτων ἅλις.
6. Περὶ δὲ τοῦ ἐπινοίᾳ ἢ || πράγματι τὴν διαφορὰν εἶναι οἴεσθαι τῆς θείας οὐσίας καὶ ἐνεργείας, τοῦτο ἡμῖν δοκεῖ· ὅτι ἡ ἐπίνοια. διπλῆν710 ἔννοιαν ἔχει κατὰ τε τὸν μέγαν Βασίλειον, καὶ τὸν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην· λέγεται γὰρ καὶ ἐπὶ τῶν ἀναπλασμάτων μόνων ὄντων τῆς ἡμετέρας διάνοιας μηδαμῶς δὲ ὐφεστώτων, ὥσπερ ἡ μυθοποιΐα τερατεύεται, τοὺς ἱπποκενταύρους καὶ τὰς χίμαιρας, ἥτις καὶ ψιλὴ ἐπίνοια711 εἰκότως προσαγορεύεται· λέγεται καὶ ἐπὶ τῶν συνεπτυγμένων, καὶ πρώταις ἐντεύξεσι712 μονοειδῶν δοκούντων, οἷον ἀνάπτυξις καὶ διαστολὴ κατὰ διάνοιαν γινομένη. Περὶ μὲν713 τοῦ προτέρου714 νοήματος καὶ τῆς ψιλῆς ἐπινοίας, οὐδεὶς ἡμῖν λόγος· τί γὰρ κοινόν, θεολογία τε καὶ μυθοπλαστία· ἀλλὰ τῷ ἑτέρῳ πάντως ἐπὶ τῶν θείων χρηστέον.
7. Ἔτι, ἕτερόν ἐστι διαφορὰ καὶ ἐτερότης, καὶ ἕτερον διαίρεσις, εἴ715 τ’ οὖν διάστασις ἡνωμένων τινῶν, ὥστε ἰδίᾳ καὶ καθ’ ἑαυτὰ χωρὶς716 θεωρεῖσθαι. Ὁρᾶται τοίνυν καὶ τὰ διαφέροντα | καὶ τὰ διεστῶτα ἰδίᾳ καὶ καθ’ ἑαυτὰ, καὶ ἐπινοίᾳ καὶ πράγματι· καὶ τὰ μὲν διάφορα τῇ ἐπινοίᾳ. ὡς ὅταν λέγωμεν τὸν σίτον, καὶ σπέρμα καὶ καρπὸν, οὐ γὰρ διαφέρει ταῦτα πραγματικῶς. ἕν γάρ ἐστι τῷ ὑποκειμένῳ καθ’ οὗ καὶ ἄμφω κατηγορεῖται τὰ εἰρημένα· πράγματι δὲ διαφέρει τὰ διαφέροντα, ὥσπερ ἡ ἐν τῷ κύκνῳ λευκότης τοῦ κύκνου, πράγματι γάρ ἐστι καὶ ὁ κύκνος, καὶ ἡ ἐν αὐτῷ λευκότης διάφορα. Ὡσαύτως τὰ διαιρούμενα, ἰδίᾳ καὶ καθ’ ἑαυτὰ, ποτὲ μὲν ἐπινοίᾳ δίΐσταται, ποτὲ δὲ πράγματι· ἐπινοίᾳ μὲν, ἡνίκα τὴν ἐν τῷ πυρὶ θέρμην τοῦ πυρὸς διακρίνομεν, ἰδίᾳ ἐκάτερον κατὰ διάνοιαν μόνον ἀναπλάττοντες τοῦτο· πραγματικὴ δὲ διαίρεσίς ἐστιν, ἡ ἐκ τῆς μιᾶς φύσεως τῶν ἀνθρώπων Πέτρου καὶ Παύλου ὑποστατικὴ διάκρισις·· πράγματι γὰρ ὁ Πέτρος τοῦ Παύλου διακέκριται κατὰ τὰς ὑποστάσεις. Ἡ οὖν θεία ἐνέργεια ἡ φυσικὴ καὶ οὐσιώδης κατὰ τοὺς θείους πατέρας, πρᾶγμά ἐστιν717, ἀλλ· οὐκ ἀνάπλασμα διανοίας. Πῶς γὰρ ἄν εἴη φυσικόν τι καὶ οὐσιῶδες καὶ ταῦτα θεῖον, ἀνύπαρκτον. Πάλιν δὲ, πῶς ἄν εἴη αὐτὸ ἡ οὐσία τοῦ Θεοῦ, ἐπείπερ ἐξ αὐτῆς λέγεται προϊέναι παρὰ τῶν θείων πατέρων τῶν τε τῆς οἰκουμενικῆς ἕκτης718 συνόδου, καὶ τῶν ἄλλων. Πῶς γὰρ ἄν αὐτὸ ἑαυτὸ προαγάγοι··ἢ πῶς ἄν ἐπὶ τοῦ πάντῃ ταὐτοῦ καὶ ἑνός τὸ ἐκάτερον λεχθείη. Ἀλλ’ ὁ θεῖος Ἀναστάσιος, οὕτω φησίν719· «Ἔνθα ἃν ἡ ἐνέργεια φανῇ. συνθεωρεῖται ταύτῃ καὶ ἡ οὐσία, ἐξ ἧς προέρχεται. Ἑκάτερον γὰρ | ἀπερίγραπτον, καὶ δι||ὰ τοῦτο720 παντελῶς ἀλλήλων ἐστὶν ἀχώριστα». Ὡς μὲν οὗν ἑκάτερα ταῦτα, πάντως ἕτερον ἡ ἐνέργεια παρὰ τὴν οὐσίαν· ὡς δὲ καὶ τοῦτο ἀπερίγραπτον, πάντως καὶ ὑφεστὼς καὶ ἄκτιστον· πῶς γὰρ ἄν εἴη τὸ ἀπερίγραπτον. κτιστὸν καὶ μὴ ὑφεστώς· διαφέρει τοίνυν ἀλλήλων ἡ θεία οὐσία τὲ721 καὶ ἐνέργεια, πράγματι· ἐπεὶ πράγματά ἐστιν722 ὡς δέδεικται ἱκανῶς καὶ ἄμφω· διαιρεῖται δὲ καὶ χωρίζεται ἑκατέρα ἐκατέρας, ἐπινοίᾳ μόνῃ καὶ οὐ πράγματι. ἀχώριστα γάρ ἐστιν723 ἀλλήλων κατὰ τὸν θεῖον Ἀναστάσιον. Ὥσπερ ἡ ἐν τῷ πυρὶ θέρμη τοῦ πυρός καὶ το724 ηλιακὸν φῶς τοῦ ἡλίου· μᾶλλον δὲ καὶ ταῦτα, ἀπὸ μέρους ἐστὶν ἀλλήλοις ἡνωμένα· τὸ γὰρ ἡλιακὸν φῶς, μέρει τινὶ συνάπτεται τῷ δίσκῳ καὶ τῇ ἰδίᾳ πηγῇ· τὸ δὲ πλεῖστον τοῖς τοῦ κόσμου πέρασι συνεκτείνεται· ἐπὶ δὲ τῆς θείας οὐσίας καὶ ἐνεργείας, οὐκ ἀπὸ μέρους ἡ συνάφεια θεωρείται· ἀλλ’ ἐπείπερ ἑκάτερον τούτων ἀπερίγραπτόν ἐστιν, ὅλον ἐν ὅλῳ ἐστί.
8. Περὶ δὲ τῶν τοῦ ἡλίου παραδειγμάτων καὶ τοῦ πυρὸς τοῦτο λέγομεν· ὅτι οὐ μόνον κατὰ τὸ ἀχώριστον τῆς οὐσίας καὶ ἐνεργείας συμβάλλεται τὰ τοιαῦτα, ἀλλὰ καὶ κατὰ τὸ διάφορον τῶν πραγμάτων, ὡς φθάσαντες ἱκανῶς ἀπεδείξαμεν ἐκ τῆς τῶν πατέρων διδασκαλίας, τοῖς μὴ μάτην παρενοχλεῖν βουλομένοις. Ἡ δὲ διαφορὰ τῶν εἰκονιζομένων πρὸς τὸ πρωτότυπον, τοῦτον τὸν τρόπον ἐπινοεῖται· ὅτι ὁ μὲν ἥλιος, ἐξ ὕλης καὶ εἴδους σύγκειται· καὶ ἔστιν εἰδος αὐτοῦ, τὸ φῶς· διὸ τὸ ὑλικόν αὐτοῦ ὑποκείμενον, ὥσπερ725 ἀγγείον ἐστί726 μόνον727 | πεπληρωμένον τῆς τοιαύτης λαμπρότητος· ὁθεν καὶ ἰδίᾳ728 καθ’ ἑαυτὸ νοούμενον, ἀλαμπές ἐστι καὶ κενὸν τῶν ἡλιακῶν χαρίτων· διὰ τοῦτο729 καὶ ἐξωθεν ἔχει προσγενομένην αὐτῷ τὴν τοιαύτην λαμπηδόνα καὶ τὸ εἶδος παρὰ τοῦ πάντων δημιουργοῦ τοῦ τὰ πάντα καλλωπίσαντος, ἐντεῦθεν καὶ σύνθετός ἐστι· πρῶτον μὲν, ὅτι ἐκ διαφόρων τινῶν διεστώτων730 συνήλθον εἰς ἕν ἀμφότερα παρὰ δημιουργοῦ· καὶ ἕν τὸ ἐκ τούτων συντεθέν, τέλειον ἀπηρτίσθη· δεύτερον731 δ’ ὅτι καὶ ἀμφότερα μέρη732 τῆς ἡλιακῆς οὐσίας εἰσὶ· τὸ δὲ ἐκ διαφόρων οὐσιῶν συγκείμενον ὡς δέδεικται σύνθετον. Ἐπὶ δὲ τοῦ Θεοῦ τῶν ὅλων, οὐ λέγομεν τὴν ἐνέργειαν αὐτοῦ εἶδος, εἰδοποιοῦν τὸ ὑποκείμενον· ὥσπερ733 καὶ ἐπὶ τῆς λαμπρότητος καὶ τῆς οὐσίας τῶν ἀγγέλων νοούμεν· || ἔξωθεν γὰρ καὶ οὗτοι κατὰ τοὺς ἀγιους. τὴν λαμπρότητα παρὰ τοῦ πρώτου734 φωτὸς δέχονται κατὰ μετουσίαν εἰδοποιούμενοι τούτῳ καὶ θεοειδεῖς γινόμενοι· ἧς τινος ἐκπεπτωκότες οἱ δαίμονες, ὥσπερ735 ὑλη τις736 ἀκαλλής τις καὶ σκοτεινὴ737 καθεστήκασιν· οὔ τ’ οὖν ὡς εἶδος ἐπὶ Θεοῦ τοιοῦτον τὴν θείαν ταύτην νοοῦμεν ἐνέργειαν ὡς ἔφην, ἢ συστατικὴν διαφοράν, ἢ λαμπρότητα καλλωπίζουσαν τὸ ἴδιον ὑποκείμενον, ἀλλὰ τὸ ὑποκείμενον738 αὐτοῦ, καὶ τὴν οὐσίαν ὅτι ποτέ ἐστι739 νοοῦμεν ἰδίᾳ ὅλον αὐτὸ εἶναι καὶ ὅλον αὐτοαγαθότητα καὶ αὐτοφῶς καὶ αὐτοζωήν· μᾶλλον δὲ καὶ ὑπὲρ ταῦτα κατὰ τοὺς ἱεροὺς θεολόγους··τὴν δὲ ἐκεῖθεν προερχομένην ἐνέργειαν. ἰδιότητα εἶναι καὶ δύναμιν χαρακτιριστικήν, καὶ οἷον ἐκφαντορικὴν740 τῆς κρυφίας ἐκείνης καὶ | ὑπὲρ νοῦν ἀγαθότητός τε καὶ ὡραιότητος, ἐκεῖθεν τὸ εἶναι μᾶλλον ἔχουσαν καὶ πηγαζομένην, ἀλλ’ οὐχ ὡς εἶδος εἰδοποιοῦν ἐκείνῃ προσοῦσαν, ἢ ὡς μέρος οὐσίας· διὸ καὶ τὸ πρὸςεστι καὶ τὸ ἐνυπάρχει, διὰ τὸ διάφορον μόνον λέγεται, καὶ οὐχ ὥσπερ741 ἐπὶ τῶν κτισμάτων νοεῖται· ὅτι πρὸς τῷ ὑποκειμένῳ τῆς ὑπάρξεως δέδοται742 τούτῳ καὶ ἕτερον τὸ εἶδος, καὶ πρὸσεστι αὐτῷ καὶ ἐνυπάρχει· καὶ γὰρ, το743 ἐξ αὐτοῦ ἐστι καὶ το ἐξ ἐκείνου ὑπάρχει, μᾶλλον ἄν εἰκότως ἐνταῦθα λέγοιτο. Καὶ ταῦτα μὲν, ἐς τοσοῦτον ἀποχρῆν γὰρ ἡγοῦμαι ὅσον πρὸς ψυχαγωγίαν τῆς ἀκορέστου καὶ ἐρευνητικῆς διανοίας τῶν ὑπὲρ νοῦν· ὅτι γὰρ πᾶσαν κατάληψιν ἐκπέφευγε τὰ τοιαῦτα μὴ ὅτιγε τὸ περὶ τῆς θείας οὐσίας, ἀλλὰ744 καὶ τῆς ἐνεργείας αὐτῆς καὶ δυνάμεως, ἄκουσον τί φησιν ὁ Νύσσης745 θείος Γρηγόριος ἐν τρίτῳ λόγῳ τῶν πρὸς Εὐνόμιον ἀντιρρητικῶν746· «Εἴ τις747 ἀπαιτοῖ748 τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ749 καὶ ὑπογραφήν καὶ ἐξήγησιν, ἀμαθεῖς750 εἶναι τῆς τοιαύτης σοφίας, οὐκ ἀρνησόμεθα· τοσοῦτον ὁμολογοῦντες751 μόνον, ὅτι οὐκ ἔστι τὸ ἀόριστον κατὰ τὴν φύσιν, ἐπινοίᾳ τινὶ752 ῥημάτων διαληφθῆναι· τὸ γὰρ μὴ ἔχειν ὅρον τὴν θείαν μεγαλωσύνην, ἡ προφητεία βοᾷ, διαρρήδην κηρύσσουσα· ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ, οὐκ ἔστι πέρας· εἰ δὲ τὰ περὶ αὐτὸν ἀπεράτωτα, πολλῷ753 μᾶλλον αὐτὸς ἐκεῖνος κατ’ οὐσίαν ὅτί ποτε754 καὶ ἔστιν755, οὐδενὶ ὅρῳ κατ’ οὐδὲν μέρος διαλαμβάνεται».
* * *
Примечания
Главу IX «Комментарии к гл. VIII» см. в сносках к гл. VIII. Редакция А.В.
τίνα ABD: τινά С.
ἐνεργόν τε BCD: ἐνεργὸν τέ А.
τἀναντία ABD: ταναντία С.
ἀρκέσειν АВС: ἀρέσκειν D.
τινὰ Α: τινα BD: τινά С.
καὶ < D; πρῶτον AB: α´ CD.
τοὐλάχιστον ABC: τοὐλάχιστον D.
πράγμασι θεωρεῖσθαι: ~ С.
ἢ ABC: ἥ D.
ἐστι А: ἐστιν BCD.
ὥσπερ CD; ὥς περ AB.
ὥσπερ CD: ὥς περ AB.
ἑαυτῆς Α: αὐτῆς BCD.
προάγειν ABD: προάγόν С.
απεδείξαμεν Α; προαπεδείξαμεν BCD.
ἕκτης ABD: ἐκ τῆς D.
γεννητὸν Α: γεννητικόν BCD.
διαφέροντα ABD: διαφερόντα С.
τὲ AB: τε CD.
αὕτη AB; ἁυτη C: ἅυτη D.
λέγομεν AB; λέγωμεν CD.
ἔστιν Α: ἐστὶν Β: ἐστιν CD.
διαφόρων ABD; διαφόρον С.
ταὐτόν CD; ταυτόν AB.
ἔστιν AC; ἐστίν BD.
διατοῦτο AB; διὰ τοῦτο CD.
ὥσπερ CD; ὥς περ AB.
δευτέρῳ AB; β´ CD.
ἀντιρρητικῶν Α; ἀντιῤῥητικῶν BCD.
ἐλαμβάνομεν τὸ ἀγέννητον;~ ed. J.-P. Migne.
ἐστὶ ВС; ἐστι AD.
ἰδιότητος AB; ἀϊδιότητος CD.
λέγεται AC; λέγονται BD.
ἡμϊν τὸν Θεόν; ~ Migne.
ἔννοιαν ABC; ἔνοιαν D.
δεχόμενοι ABD; δεχόμεθα С.
οἱ + ἄγιοι С cancellatum est.
λέγοντες εἶναι: С.
νύσσης BD, νύσης AC.
φησὶν AB; φησιν CD.
δωδεκάτῳ ABC; δεκάτῳ D.
ἀντιρρητικῶν Α, ἀντιῤῥητικῶν BCD.
διὰ τοῦτο ACD; διατοῦτο Β.
ἀπλῆν + τε; Migne.
τινος < BCD.
ἔχοι BCD Migne; ἔχει Α.
ἐστὶν Α, ἐστιν BCD.
διὰ τοῦτο ACD, διατοῦτο Β.
γὰρ τῆς ἐκατέρων ABCD; δὲ τῆς ἐκατέρου Migne.
συμπλοκῆς + του τε κοινοῦ καὶ του ἰδίου Migne.
ἰδιότητες А; ἀϊδιότητες BCD.
τι ΑΒD, τ С.
διὰ τοῦτο ACD, διατοῦτο В.
αὐτοῦ < BCD.
δημιουργὸς BCD, δημϊουργὸς Α.
νύσσης BCD, νύσης A.
ἀντιρρητικῶν Α; ἀντιῤῥητικῶν BCD.
ἐνέργειαν τινὰ ABCD; ἐνέργειάν τινα ed. W. Jaeger.
ἔστὶ ABCD; ἐστὶ Jaeger.
νοῦν; + ἐκβά С cancellatum est.
ἐπεβάλομεν A Jaeger, ἐπιβάλομεν BCD.
οὅτω ABCD, οὅτως Jaeger.
εἰπεῖν + ὅτι Jaeger.
ἀγέννητός ἐστι ABD Jaeger, ἀγέννητος ἐστι С.
ἔστι ABCD; ἐστὶ Jaeger.
θεωρουμένων ABD, θεωρούμενων C.
ἐμάθομεν ABD, ἐμαθομεν C.
οὕτω ABCD, οὕτως Jaeger.
ἀπεμφάσεως A Jaeger, ἀποφάσεως BCD.
ἐστὶν ABD, ἐστιν С Jaeger.
ἐκεῖνο ἐστὶν ABCD; ἐκεῖνό ἐστιν Jaeger.
ἔστιν ἐκάστου ABCD; ἐστὶν ἐκάστῳ Jaeger.
τοῦ ABCD; καὶ Jaeger.
καθό ἐστι ABCD, καθὸ ἔστι Jaeger.
τὶς AC; τις BD.
τὸν ABC. τὸ D.
τὸν ABC, τὸ D.
πολύθεοι; + καὶ πολύθεοι С.
κατηγορεῖτο ABD, κατηγοροῖτο С.
μίαν + μὴ BCD.
ἐστὶν ABC; ἐστιν D.
τὴν ABC; τῶν D.
διὰ τοῦτο ACD, διατοῦτο В.
οὐκ < BCD.
καὶ Θεοῦ < С.
θεώσεις + καὶ θεότητες BCD.
διπλῆν АВС, διπλήν D.
ἐπίνοια ABD, ἐπίνοϊα С.
ἐντεύξεσι + προσαγορευομένων C cancellatum est.
μὲν + οὗν BCD.
προτέρου АВС, πρωτέρου D.
εἴ ABD, εἰ С.
χωρὶς, BCD.
πρᾶγμά ἐστιν АС, πρᾶγμα ἐστίν BD.
ἕκτης BC, έκ της Α, ἐκ τῆς D.
φησίν ABD, φήσιν С.
διὰ τοῦτο ACD, διατοϋτο В.
τὲ AB, τε CD.
πράγματά ἐστιν ABD, πράγματα ἐστὶν С.
ἐστιν ABD, ἐστίν С.
τὸ ABC, τὸν D.
ὥσπερ CD, ὥς περ AB.
ἀγγείον ἐστὶ ABC, ἀγγεῖόν ἐστι D.
μόνον ABD, ὅλον C.
καὶ < C, ἰδίᾳ, + καὶ BCD.
διὰ τοῦτο ACD, διατοῦτο В.
διεστώτων ABC, διεστότων D.
δεύτερον AB, β´ CD.
μέρη ABD, μερὴ С.
ὥσπερ CD, ὥς περ AB.
πρώτου ABC, α´ D.
ὥσπερ CD, ὥς περ AB.
τὶς ABD, τις С.
σκοτεινὴ ABC, σκοτινὴ D.
ἀλλὰ τὸ ὑποκείμενον < C.
ποτέ ἐστι ABC, ποτε ἐστιν D.
ἐκφαντορικὴν ABD, ἐκφαντορικὸν С.
ὥσπερ CD, ὥς περ AB.
δέδοται. ΑВС, δέδεται D.
τὸ < D.
ἀλλὰ < CD.
νύσσης BD, νύσης AC.
ἀντιρρητικῶν Α, ἀντιῤῥητικῶν BCD.
εἰ τις ABCD, εἰ δέ τις Jaeger.
ἀπαιτοῖ ABCD, ἀπαιτοίη Jaeger.
τινὰ AB Jaeger, τινα CD.
ἀμαθεῖς A Jaeger, ἀμαθὴς BCD.
ὁμολογοῦντες ABC Jaeger, ὁμολογοῦν D.
τινὶ ABC Jaeger, τινι D.
πολλῷ ABCD, πολὺ Jaeger.
ὁτι ποτε ABD, ὁτί ποτε C, ὅτι ποτὲ Jaeger.
ἔστιν ABCD, ἐστὶν Jaeger.
