М. Венецков

Источник

Приложение 1. «Переписка» императора Иоанна Кантакузина с латинским патриархом Павлом: критическое сопоставление со святоотеческими цитатами

Prooemium

1. Ἔτους ἐνεστηκότος ἑβδόμου καὶ ἑβδομηκοστοῦ ἐπὶ τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, ἦκεν ἐξ Ἰταλίας ἐπὶ Βυζάντιον ἀνὴρ λόγιος, Παῦλος ὄνομα, ὃς δὴ καὶ πατριάρχην Κωνσταντινουπόλεως ἐπεφήμιζεν ἑαυτόν, πρεσβείαν ποιούμενος πρὸς βασιλέα Ἰωάνην τὸν Παλαιολόγον ἐκ τοῦ πάπα Ῥώμης Οὐρβανοῦ, δημοσίων τινῶν χρειῶν ἕνεκα.

Οὗτος δὴ ὁ Παῦλος, πολλὰ καὶ βλάσφημα παρὰ τῶν τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου φρονούντων ἀκηκοώς, συκοφαντικῶς ἐπαγόντων τῇ τῆς Κωνσταντινουπόλεως ἁγίᾳ ἐκκλησίᾳ, ἐπεζήτει μετὰ σπουδῆς παρά τινος τῶν τοῦ μέρους τῆς ἐκκλησίας μαθεῖν, εἰ ἄρα ἀληθῆ εἴη τὰ περὶ αὐτῶν λεγόμενα ἢ μή.

Τοῦτο δὴ μαθὼν βασιλεὺς ὁ Καντακουζηνός, μετάκλητον ἐποιήσατο τὸν Παῦλον ἐν τῷ παλατίῳ, καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτῷ περὶ τῶν ζητουμένων διαλεχθείς, ἀπέδειξε τοὺς μὲν τὰ Ἀκινδύνου καὶ Βαρλαὰμ φρονοῦντας κακῶς φρονοῦντας, πρὸς τούτοις δὲ καὶ συκοφάντας καὶ ὑβριστάς, οὐ τῆς Κωνσταντινουπόλεως μόνον ἐκκλησίας, ἀλλὰ καὶ τῶν ἁγίων διδασκάλων τὴν δὲ ἁγίαν τῆς Κωνσταντινουπόλεως ἐκκλησίαν ὀρθὰ φρονοῦσαν καὶ σύμφωνα πᾶσι τοῖς ἁγίοις. Αἳ δὴ διαλέξεις καὶ κατὰ μέρος ἐκτέθεινται ἐν τῷ παρόντι βιβλίῳ, περὶ πάντων ἀποδεικνῦσαι τῶν ζητουμένων κεφαλαίων ἐφεξῆς.

1. Cantacuzeni ad paulum epistula prima

1. Ἰωάννης ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων ὁ Καντακουζηνός, ὁ διὰ τοῦ θείου καὶ μοναχικοῦ σχήματος μετονομασθεὶς Ἰωάσαφ μοναχός, τῷ τιμιωτάτῳ καὶ αἰδεσιμωτάτῳ ἀρχιερεῖ καὶ πατρὶ τῆς βασιλείας μου κυρῷ Παύλῳ χαίρειν.

Εἰρήνης οὐδὲν χρησιμώτερον οὐδὲ ἀναγκαιότερον ἐν τῷ βίῳ, ὥσπερ πάλιν πολέμου καὶ διαστάσεως αἴσχιον καὶ βλαβερώτερον οὐδέν καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ὑπὲρ τῶν μεγίστων ἡ διάστασις ᾖ. Μέγιστον δὲ οἱ περὶ Θεοῦ λόγοι, οἷα δὴ πᾶσαν τὴν ἐν τοῖς κτίσμασι δύναμιν ὑπερ βαίνοντες καὶ μόνον ἔχοντες διδάσκαλον τὸν ἐπέκεινα πάσης κτίσεως. Ἀλλ’ ὥσπερ ἐν τοῖς σωματικῶς ἀλλήλοις πολεμοῦσι τοὺς μὲν ἐπιόντας ἑτέροις ἀδίκους ἡγούμεθα καὶ πλεονεκτικούς, τοὺς δὲ ἀμυνομένους πάσης ἀπολύομεν γραφῆς, ταυτὸ δὴ τοῦτο καὶ τοῖς διὰ λόγου πολεμοῦσιν οἴομαι δεῖν συγχωρεῖν.

Τοιγαροῦν καὶ ἡμᾶς, ὑπὸ τῶν κατὰ τὴν πίστιν πρὸς ἡμᾶς διαφερομένων συκοφαντουμένους πολλὰ καὶ χαλεπά, πᾶς τις ἂν ἐπαινέσειε δικαίως, ὅτι πρὸς τὰς ἐκείνων συκοφαντίας ἡμῖν τε προσήκοντα καὶ ἀληθῆ καὶ δίκαιον ποιούμεθα τὸν λόγον, ἄλλως τ’οὐδ’ ὑπὲρ ἡμῶν αὐτῶν ποιουμένους μόνον, ἀλλὰ καὶ τῶν ἁγίων διδασκάλων τῆς ἐκκλησίας, οἷς ὥσπερ ἱερόσυλοί τινες ἐπιτιθέμενοι τὴν μὲν ἀληθῆ θεολογίαν ἀφαιροῦνται καὶ ἀφανείᾳ, τό γε εἰς αὐτοὺς ἧκον, κατακρύπτουσι πολλῇ, ἑτέραν δ’ ἀφ’ ἑαυτῶν αὐτοὶ συντιθέντες, πολὺ τὸ νόθον ἔχουσαν καὶ ῥυπαρόν, ἐκείνοις περιτιθέασιν, ἵνα μόνον πρὸς τὸν καθ’ ἡμῶν πόλεμον, τινὸς ἀσθενοῦς εὐπορήσωσιν ἐπικουρίας, κατορχούμενοι τῶν ἁγίων καὶ τὰ δεινότατα πολεμοῦντες. Οὐκοῦν ἐπὶ καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῶν ἁγίων ἀναγκαῖον ἔδοξε ποιήσασθαι τὸν λόγον, ἄλλως θ’ ἵνα μὴ καὶ αὐτὸς ἀπατώμενος ὑπ’ αὐτῶν περὶ ἑκατέρων δοξάζῃς τὰ μὴ ὄντα, δεῖν ᾠήθημεν οὐ διὰ στόματος μόνον, ἀλλὰ καὶ γράμμασιν ἐκθέσθαι πρὸς τὴν ἁγιότητα τὴν σήν, ἵν’ ἔχῃς πολλάκις ἐπιὼν τήν τε κακουργίαν αὐτῶν εἰδέναι καὶ τὴν παρ’ ἡμῖν ἀλήθειαν, ὡς χωρίς τινος περιεργίας καὶ δόλου πρεσβεύεται παρ’ ἡμῶν. Λέγομεν γάρ

Ὅτι ὁ Θεὸς εἷς ἐστιν.

Ὅτι ὁ Θεὸς ἁπλοῦς ἐστιν.

Ὅτι οὐ λέγεται παρὰ τῶν θεολόγων, ὡς ἡ οὐσία ἐξ ἑαυτῆς προέρχεται. Οὐ λέγομεν περὶ τῶν θείων ὑποστάσεων ὑἱοῦ καὶ Πνεύματος, ἀλλὰ ἁπλῶς ἀπολύτως αὐτὴ ἐξ ἑαυτῆς οὐ προέρχεταιи προέρχεται δὲ ἐξ αὐτῆς ἡ φυσικὴ ταύτης ἐνέργεια.

2. Τῆς Ἕκτης Συνόδου κατὰ Μονοθελητῶν « ... τίς ποτε ὀρθῶς φρονῶν δυνήσεται ἀποδεῖξαι; Ὁπόταν ἐὰν «μία ἐστὶν ἡ τοῦ Χριστοῦ ἐνέργεια» εἴπωσιν, εἰ787 χρονικὴ ἢ ἀΐδιος λεχθήσεται, θεία ἢ ἀνθρωπίνη, ἄκτιστος ἢ κτιστή, ἡ αὐτὴ ἥτις καὶ τοῦ πατρός ἐστιν ἢ ἑτέρα παρὰ τὸν πατέρα. Εἰ τοίνυν μία ἐστὶ καὶ ἡ αὐτή, μία καὶ ἡ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κοινή ἐστιν, ὅπερ ἀλλόκοτόν ἐστι λέγεσθαι. Οὐκοῦν ἐπὰν ὁ ὑἱὸς τοῦ Θεοῦ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπός ἐστι, τὰ ἀνθρώπινα ἐνεργήσας ἐπὶ τῆς γῆς, ὁμοίως σὺν788 αὐτῷ καὶ ὁ πατὴρ φυσικῶς ἐνήργησεν789, ἐπειδὴ ἅπερ790 ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ ὑἱὸς ὁμοίως ποιεῖ. Εἰ δέ791, ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστός, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς ὑἱοῦ ἐπαναφέρεται, ἅτινα οὐκ ἔστι τὰ αὐτὰ οἷα καὶ τοῦ Πατρός, κατ’ ἄλλο [γὰρ] δηλονότι καὶ ἄλλο ἐνήργησεν ὁ Χριστός, ἵνα κατὰ τὴν θεότητα ἃ ποιεῖ ὁ Πατήρ, ταῦτα καὶ ὁ ὑἱὸς ὁμοίως ποιῇκαὶ κατὰ τὴν ἀνθρωπότητα ἅ εἰσι τοῦ ἀνθρώπου ἴδια, ὁ αὐτὸς οὗτος ἐνήργησεν ὡς ἄνθρωπος, ἐπειδὴ ἀληθῶς ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος. Ὅθεν καὶ ἀληθῶς πιστεύεται, ὅτι ὁ αὐτὸς οὗτος, εἷς ὤν, δύο ἔχει φυσικὰς ἐνεργείας, τὴν θείαν δηλονότι καὶ τὴν ἀνθρωπίνην, τὴν ἄκτιστον καὶ τὴν κτιστήν, ὡς ἀληθινὸς καὶ τέλειος Θεός, ἀληθινὸς καὶ τέλειος ἄνθρωπος, εἷς ὁ αὐτὸς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, κύριος Ἰησοῦς Χριστός«.

Ἐκ τῆς αὐτῆς Συνόδου «Τὴν ἑκατέρας φύσεως ἑκατέραν ἴσμεν ἐνέργειαν, τὴν οὐσιώδη λέγω καὶ φυσικὴν καὶ κατάλληλον, ἀδιαιρέτως προϊοῦσαν ἐξ ἑκατέρας οὐσίας καὶ φύσεως κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ φυσικὴν καὶ οὐσιώδη ποιότητα καὶ τὴν ἀμέριστον ὁμοῦ καὶ ἀσύγχυτον θατέρας οὐσίας συνεπαγομένην ἐνέργειαν. Τοῦτο γὰρ καὶ τῶν ἐνερ γειῶν ἐπὶ Χριστοῦ ποιεῖ τὸ διάφορον, ὥσπερ δὴ καὶ τὸ εἶναι τὰς φύσεις τῶν φύσεων».

Ἐκ τῆς αὐτῆς Συνόδου «Ὥσπερ τῆς ἑκατέρας οὐσίας καὶ φύσεως, ἐξ ὧν ἡμῖν ἀσυγχύτως ἐπὶ Χριστοῦ γέγονεν ἡ ἕνωσις καὶ τὸν ἕνα Χριστὸν καὶ ὑἱὸν ἀπετέλεσεν ὅλον Θεὸν, ὅλον τὸν αὐτὸν πιστευόμενον ἄνθρωπον, ἑκατέραν φυσικὴν ὁμολογοῦμεν ἐνέργειαν, ἵνα μὴ τὰς ἀσυγχύτως ἑνωθείσας φύσεις συγχέωμεν, εἴπερ ἐκ τῶν ἐνεργειῶν καὶ μόνων κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς αἱ φύσεις γνωρίζονται καὶ τῶν οὐσιῶν ἀεὶ τὸ διάφορον ἐκ τοῦ διαφόρου τῶν ἐνεργειῶν καταλαμβάνεσθαι πέφυκεν, οὕτω καὶ πᾶσαν φωνὴν καὶ ἐνέργειαν, κἂν θεία τις ᾖ καὶ οὐράνιος, κἂν ἀνθρωπίνη τε καὶ ἐπίγειος, ἐξ ἑνὸς τοῦ αὐτοῦ προϊέναι Χριστοῦ καὶ ὑἱοῦ δογματίζομεν καὶ τῆς μιᾶς αὐτοῦ συνθέτου καὶ μοναδικῆς ὑποστάσεως. Ὃς σεσαρκωμένος τοῦ Θεοῦ Λόγος ἐτύγχανεν, ὁ καὶ ἑκατέραν ἀμερίστως καὶ ἀσυγχύτως ἐνέργειαν κατὰ τὰς ἑαυτοῦ φύσεις ἐξ αὐτοῦ φυσικῶς προβαλλόμενος, κατὰ μὲν τὴν θείαν αὐτοῦ φύσιν, καθ’ ἣν ἦν καὶ τῷ πατρὶ ὁμοούσιος, τὴν θεϊκὴν καὶ ἀνέκφραστον, κατὰ δὲ τὴν ἀνθρωπίνην, καθ’ ἣν καὶ τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς ὁμοούσιος ἔμεινε, τὴν ἀνθρωπείαν καὶ πρόσγειον, τὴν ἑκάστῃ φύσει φίλην καὶ πρόσφορον, καὶ οὐκ ἐῶν τῶν ὁρώντων τινὰ σκανδαλίζεσθαι, ὡς οὐ Θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος ὁ ταῦτα κἀκεῖνα φυσικῶς ἐργαζόμενος. Διὰ μὲν τοι τοῦ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ ὑἱὸν ἐνεργεῖν τὰ ἑκάτερα τὴν Νεστορίου μιαρὰν ἐμφραττόντων ἀπόρροιαν οὔτε γὰρ δύο κατ’ αὐτὸν Χριστοὺς καὶ ὑἱούς, ὡς εἰρήκαμεν, τοὺς ἐνεργοῦντας ταῦτά τε κἀκεῖνα πρεσβεύομεν διὰ δὲ τοῦ δεικνύναι τὰ ἑκατέρας ἴδια φύσεως, ἀσύγχυτα μετὰ τὴν ἕνωσιν μένοντα, καὶ ἑκατέραν τὸν αὐτὸν ὁμοίως προφέρειν ἐνέργειαν, τῷ φυσικῷ λόγῳ γνωριζομένην τῶν φύσεων καὶ τὴν οἰκείαν φύσιν φυσικῶς ἑρμηνεύουσαν, ἀφ’ ἧς ἀμερίστως καὶ φυσικῶς ἐπηγάζετο, καὶ οὐσιωδῶς ἀνεβλάστησεν792 τὴν Εὐτυχοῦς ἐκ τεφρῶν φιλοσύγχυτον βλάστησιν».

3. Ὅτι οὐκ ἔστι κτιστὴ θεότης.

Ὅτι ὁ Θεὸς κατ’ οὐσίαν ἐπίσης πληροῖ τὰ πάντα, καὶ ὅπου ἡ οὐσία, ἐκεῖ καὶ ἡ ἐνέργεια ἀχώριστος γὰρ ὡς ἡ θέρμη πρὸς τὸ πῦρ καὶ τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Τοῦ ἁγίου Ἀναστασίου, ἐκ τοῦ Περὶ Ἀπεριγράπτου λόγου αὐτοῦ. «Ἴδωμεν», φησίν, «οἷα λέγειν περὶ Θεοῦ ἀνέχονται οἱ αἱρετικοί. „Τῇ ἐνεργείᾳ“, φασίν, „ἐν πᾶσιν ἔστιν ὁ Θεός, τῇ οὐσίᾳ δὲ οὐδαμῶς“, ἐνέργειαν λέγοντες τὸ προϊὸν ἐκ τῆς ἐνεργείας ἀποτέλεσμα. Φαίην δ’ ἂν ἔγωγε τῆς τοῦ Θεοῦ φύσεως ἀχώριστον εἶναι τὴν ἐνέργειαν αὐτοῦ».

Καὶ μετά τινα «Ἔνθα ἂν ἡ ἐνέργεια φανῇ, συνθεωρεῖται ταύτῃ καὶ ἡ οὐσία, ἐξ ἧς προέρχεται. Ἑκάτερον γὰρ ἀπερίγραπτον, καὶ διατοῦτο παντελῶς ἀλλήλων ἐστὶν ἀχώριστα. Κηρύττει μὲν γὰρ ἡ ἐνέργεια τὴν λανθάνουσαν οὐσίαν, θεωρεῖται δὲ συμπαροῦσα τῇ ἐνεργούσῃ, χωρὶς αὐτῆς εἶναι μὴ δυναμένη». Καὶ αὖθις «Περὶ τὸ πᾶν ἐστιν ἡ ἐνέργεια. Ταύτης δὲ ἀχώριστος ἡ οὐσία καθέστηκεν».

4. Ὅτι κατ’ οὐσίαν ὁ Θεὸς ἐπίσης ἐστὶ καὶ ἀγγέλοις καὶ ἀνθρώποις καὶ ἀψύχοις, καὶ οὐ τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον, ἀλλ’ ἐπίσης καὶ εὐσεβέσι καὶ ἀσεβέσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις καὶ ἀψύχοις. Ὅτι ὁ Θεὸς τοῖς πᾶσι μὲν πάρεστιν, οὐ πάντα δὲ τῷ Θεῷ πάρεισιν, ἀλλὰ πάρεισι τῷ Θεῷ οἱ διὰ τοῦ θείου βαπτίσματος καθαρθέντες καὶ διὰ τῆς τῶν ἐντολῶν τηρήσεως καὶ τῆς θείας κοινωνίας. Ὅτι πάντα ἐπίσης εἰσὶ τοῦ Θεοῦ κτίσματα καθὸ κτίσματα.

Ὅτι ὁ Θεὸς μιᾷ δυνάμει καὶ οὐ πολλαῖς καὶ διαφόροις ἔκτισε πάντα τὰ ὄντα, ἀλλὰ τῇ αὐτῇ δυνάμει ἔκτισε τά τε Χερουβὶμ καὶ τὸν λίθον καὶ οὐ διαφέρουσι καθὸ κτίσματα, ἀλλὰ τῇ τε φύσει καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι.

Ὅτι οὐ δύναται κτίσμα καθ’ αὑτὸ ἁγιάσαι κτίσμα, οὐδὲ ἐφίεται τὰ κτίσματα κτισμάτων.

Ὅτι τὸ τῆς θεότητος ὄνομα καὶ ἐπὶ τῆς οὐσίας κατηγορεῖται καὶ ἐπὶ τῆς ἐνεργείας – ἐπεὶ δὲ ὑπερούσιός ἐστιν ἡ τοῦ Θεοῦ οὐσία καὶ ὑπερώνυμος, μᾶλλον τῇ ἐνεργείᾳ ἀνήκει ἢ τῇ οὐσίᾳ κατὰ τοὺς θεολόγους, – καὶ οὐ διατοῦτο δοξάζομεν δύο θεοὺς ἢ δύο θεότητας, ἀλλ’ ἕνα Θεὸν καὶ μίαν θεότητα ἁπλῆν ἐπὶ τῆς ἁγίας τριάδος.

Τοῦ ἁγίου Γρηγορίου Νύσσης, ἐκ τοῦ Πρὸς Ἀβλάβιον λόγου «Ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθά, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. Οὐκ ἄναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ πνεύματος, ἀλλ’ εὑρίσκομεν, ὅτι ἡ προεπινοουμένη ταύτης δύναμις, ἥτις ἐστὶν ὁ μονογενὴς Θεός, πάντα ποιεῖ, οὗ χωρὶς οὐδὲν τῶν ὄντων εἰς γένεσιν ἔρχεται ἀλλὰ καὶ αὐτὴ πάλιν τῶν ἀγαθῶν ἡ πηγὴ ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμᾶται. Εἰ δὴ πᾶν ἀγαθὸν καὶ793 πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυ νάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς Θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου βουλήματος κινήσει ἀπὸ τοῦ πατρὸς διὰ τοῦ ὑἱοῦ ἐπὶ τὸ πνεῦμα γινομένης ἢ νοουμένης, ἓν δὲ τῶν ἀγαθῶν ὀνο μάτων καὶ ἡ θεότης, οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ ὄνομα διαχέοιτο, τῆς κατ’794 ἐνέργειαν ἑνότητος κωλυούσης τὴν πληθυντικὴν ἀπαρίθμησιν795. Καὶ ὥσπερ εἷς ὁ σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, ὑπὸ τοῦ ἀποστόλου ὠνόμασται, καὶ οὐδεὶς ἐκ τῆς φωνῆς ταύτης ἢ τὸν ὑἱὸν λέγει μὴ σώζειν τοὺς πιστεύοντας ἢ δίχα τοῦ πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι, ἀλλὰ γίνεται πάντων σωτὴρ ὁ ἐπὶ πάντων Θεός, ἐνεργοῦντος τοῦ ὑἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ πνεύματος χάριτι, καὶ οὐδὲν μᾶλλον διατοῦτο796 τρεῖς σωτῆρες ὑπὸ τῆς Γραφῆς ὀνομάζονται, εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας τριάδος ἡ σωτηρίαοὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζῃ τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις797.

Μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας, μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα, οὐ πάνυ τοι798 τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. Ἡμεῖς μὲν799 ἀόριστον καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. Τὸ δὲ καθόλου ἄπειρον οὐ τινὶ μὲν ὁρίζεται, τινὶ δὲ οὐχί, ἀλλὰ κατὰ πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. Οὐκοῦν τὸ ἐκτὸς ὅρου οὐδὲ ὀνόματι πάντως ὁρίζεται. Ὡς ἂν οὖν διαμένοι ἐπὶ τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια· ὑπὲρ πᾶν ὄνομα τὸ θεῖόν φαμεν εἶναι800, ἡ δὲ θεότης ἓν τῶν ὀνομάτων ἐστίν. Οὐκοῦν οὐ δύναται τὸ αὐτὸ801 ὄνομα εἶναι καὶ ὑπὲρ πᾶν ὄνομα εἶναι802 νομίζεσθαι. Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, μὴ ἐνεργείας, ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξαρχῆς λόγον ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συνήθεια εἰς πλήθους σημασίαν ἀνάγει803, οὔτε μειώσεως οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι θεωρῆται. Μόνα γὰρ κατὰ σύνθεσιν ἀριθμεῖται, ὅσα κατ’ ἰδίαν περιγραφὴν θεωρεῖται».

Τοῦ αὐτοῦ, ἐκ τοῦ Περὶ θεότητος ὑἱοῦ καὶ Πνεύματος λόγου καὶ εἰς τὸν Ἁβραάμ «Φασὶν οἱ Πνευματομάχοι φύσεως804 εἶναι σημαντικὴν τὴν θεότητα ἡμεῖς δέ φαμεν805, ὅτι ὄνομα σημαντικὸν ἡ θεία φύσις806 ἢ οὐκ ἔχει807 ἢ ἡμῖν οὐκ ἔχει. Ἀλλ’ εἴ τι καὶ λέγεται, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας, εἴτε παρὰ τῆς θείας Γραφῆς, τῶν περὶ αὐτὴν ἀποσημανθέντων ἐστί τι808. Αὕτη δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν. Οὐκοῦν οὐχὶ809 φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν».

5. Τοῦ μεγάλου Βασιλείου, ἐκ τῆς πρὸς Εὐστάθιον τὸν ἰατρὸν ἐπιστολῆς «Ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ πατρὸς καὶ ὑἱοῦ καὶ ἁγίου Πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον, ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προση γορίαν προσαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες. Οὐκοῦν ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει. Ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος ὡς ὁ ἡμέτερος λόγος εὐεργέτην γὰρ καὶ κριτὴν ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. Ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως, περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. Ὦν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. Οὐκοῦν ἄλλο μὲν ἐστιν οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. Εἴτε γὰρ810 ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν πατρὸς καὶ ὑἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι καὶ τὴν θεότητα, εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγὴν οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν τριάδα ὁριζόμεθα811».

Τοῦ ἁγίου Διονυσίου, ἐκ τοῦ Περὶ Θείων Ὀνομάτων, τρισκαιδεκάτου λόγου «Διὸ καὶ μονὰς ὑμνουμένη καὶ τριὰς ἡ ὑπὲρ πάντα θεότης οὐκ ἔστιν οὐδὲ μονὰς οὐδὲ τριὰς ἢ πρὸς ἡμῶν ἢ ἄλλου τινὸς τῶν ὄντων διεγνωσμένη, ἀλλ’ ἵνα καὶ τὸ ὑπερηνωμένον αὐτῆς καὶ τὸ θεογόνον ἀληθῶς ὑμνήσωμεν, τῇ τριαδικῇ ἑνιαίᾳ θεωνυμίᾳ τὴν ὑπερώνυμον ὀνομάζομεν, τοῖς οὖσι τὴν ὑπερούσιον. Οὐδεμία δὲ μονὰς ἢ τριάς, οὐδὲ ἀριθμός, οὐδὲ ἑνότης ἢ γονιμότης, οὐδὲ ἄλλο τι τῶν ὄντων ἤ τινι τῶν ὄντων συνεγνωσμένον ἐξάγει τὴν ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν κρυφιότητα τῆς ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν812 ὑπερουσίως ὑπερούσης θεότητος813 οὐδ’ ὄνομα αὐτῆς ἐστιν, οὐδὲ λόγος, ἀλλ’ ἐν ἀβάτοις ἐξῄρηται. Καὶ οὐδ’ αὐτὸ τὸ τῆς ἀγαθότητος ὡς ἐφαρμόζοντες αὐτῇ προσφέρομεν, ἀλλὰ πόθῳ τοῦ νοεῖν814 τι καὶ λέγειν περὶ τῆς ἀρρήτου φύσεως ἐκείνης τὸ τῶν ὀνομάτων σεπτότατον αὐτῇ πρώτως ἀφιεροῦμεν. Καὶ συμφωνήσαιμεν ἂν κἀν τούτῳ τοῖς θεολόγοις, τῆς δὲ τῶν πραγμάτων ἀληθείας ἀπολειφθησόμεθα. Διὸ καὶ αὐτοὶ τὴν διὰ τῶν ἀποφάσεων ἄνοδον προτετιμήκασιν, ὡς ἐξιστῶσαν τὴν ψυχὴν τῶν ἑαυτῇ συμφύλων καὶ διὰ πασῶν τῶν θείων νοήσεων ὁδεύουσαν, ὧν ἐξῄρηται τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ πάντα λόγον καὶ γνῶσιν, ἐπ’ ἐσχάτων δὲ καὶ815 τῶν ὅλων αὐτῷ συνάπτουσαν, καθόσον816 καὶ ἡμῖν ἐκείνῳ συνάπτεσθαι δυνατόν».

6. Ὅτι οὐκ ἔστι κτίσμα ἄναρχον, ἤγουν πρὸ τῶν αἰώνων. Ὅτι ὁ Θεὸς οὐκ ἐκ τῶν κατ’ αὐτὸν γινώσκεται, ἤγουν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν, τουτέστιν, ἐκ τῶν φυσικῶν ἰδιωμάτων, ἐξ ὧν λαμβάνουσι τὰς ἐμφάσεις ἀμυδρῶς καὶ μετρίως οἱ κεκαθαρμένοι.

Τοῦ ἁγίου Μαξίμου, ἐν σχολίῳ τῷ εἰς τὸ τοῦ θεολόγου ῥητὸν τὸ «Οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν», κεφαλαίῳ ἑκατοστῷ ὀγδοηκοστῷ ὀγδόῳ «Ἐκ τῶν κατὰ τὴν οὐσίαν, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτῆς, ὁ Θεὸς οὐδέποτε τί ὑπάρχων γινώσκεται. Ἀμήχανος γὰρ καὶ παντελῶς ἄβατος πάσῃ τῇ κτίσει, ὁρατῇ τε καὶ ἀοράτῳ κατὰ τὸ ἴσον, ἡ περὶ τοῦ τί καθέστηκεν ἔννοια ἀλλ’ ἐκ τῶν περὶ τὴν οὐσίαν μόνον, ὅτι ἔστι, καὶ ταῦτα καλῶς τε καὶ εὐσεβῶς θεωρουμένων, τοῖς ὁρῶσιν ὁ Θεὸς ἑαυτὸν ὑπενδίδωσι τὰ δὲ περὶ τὴν οὐσίαν οὐ, τί ἐστιν, ὑποδηλοῖ».

Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ Εἰς τὸν Εὐαγγελισμὸν λόγου «Ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦμεν817, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα· καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ καὶ ἄθροισμα ἢ πλήρωμα, τὰ κατὰ θεολογίαν ἔχομεν818. Τί δὲ ταῦτά ἐστιν ἢ “περὶ”819 ταῦτα, καθεξῆς ἀκούσωμεν ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον820, τὸ ἄγνωστον, τὸ ἀσχημάτιστον, τὸ ἀνερμήνευτον821, τὸ ἀνεξιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτόν, τὸ κύριον κυρίων, τὸ βασιλέα βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητήν, τὸ δημιουργόν, τὸ φῶς, τὸ ἅγιον, τὸ ζωήν822, τὸ ἀγαθόν, τὸ ἀθάνατον, τὸ ἰσχυρόν, τὸ παντοδύναμον, καὶ ὅσα ἄλλα κατὰ τε ὑπεροχὴν καὶ αἰτιολογίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν».

Καὶ μετ’ ὀλίγα «Ὥσπερ ἡ οὐσία καὶ ἡ ἐξουσία καὶ ἡ823 βασιλεία καὶ τὰ ἄλλα πάντα, ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκαστον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ’ οὐσίαν ἰδίαν διερμηνευόμενα, οὕτω καὶ ἡ ἐνέργεια καὶ ἡ δύναμις περὶ τὴν ὑπόστασιν οὐσιωδῶς ἀναφέρεται».

7. Ὅτι μέσον Θεοῦ καὶ κτισμάτων οὐκ ἔστι τι.

Ὅτι οὐκ ἔστι τι πρᾶγμα, ὃ οὔτε κτιστόν ἐστιν οὔτε ἄκτιστον.

Ὅτι τὸ μετεχόμενον τοῖς ἁγίοις αὐτός ἐστιν ὁ Θεὸς καὶ οὐ κτίσμα, καὶ τῆς αὐτοῦ προνοίας ἐφίεται πάντα τὰ ὄντα κατὰ τὸν μέγαν Διονύσιον.

Τοῦ ἀποστόλου, ἐκ τῆς Πρὸς Ῥωμαίους ἐπιστολῆς, κεφαλαίου εἰκοστοῦ Ἀδελφοί, ὅσοι πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν ὑἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα ὑἱοθεσίας, ἐν ᾧ κράζομεν «Ἀββᾶ ὁ πατήρ». Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Τοῦ αὐτοῦ Ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι, καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.

Ἐρώτησις Ἑρμείου εἰς τὸν ἅγιον Κύριλλον, ἐν τῷ τρίτῳ λόγῳ τῷ πρὸς αὐτόν «Ὡς ἥδιστα ἄν σου διαπυθοίμην τὸ ὅπως ἂν ἐν ἡμῖν ἥ τε824 Πατρὸς καὶ825 ὑἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο, μία τις οὖσα καὶ οὐ διάφορος». Ἀπόκρισις τοῦ ἁγίου «Οὐδ’ ὁπωστιοῦν ἔν γε δὴ τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου πνεύματος, θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι’ ἑαυτοῦ καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Ὧδε γάρ πού φησι τοῦ σωτῆρος ὁ μαθητής Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν».

8. Ὅτι τὸ ὂν καὶ τὸ προσόν, τὸ ὑπάρχον καὶ τὸ ἐνυπάρχον, τὸ χαρακτηρίζον καὶ τὸ χαρακτηριζόμενον οὐκ ἔστι πάντῃ ταυτόν.

Τοῦ ἁγίου Ἰουστίνου, φιλοσόφου καὶ μάρτυρος, ἐρώτησις πρὸς Ἕλληνας Τρίτη «Εἰ τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ποιεῖ ὁ Θεός, οἷον θερμαίνει τὸ πῦρ τῷ εἶναι, πῶς αὐτὸς μὲν ἐστι826 καὶ ἁπλοῦν καὶ μονοειδές, διαφόρων δὲ οὐσιῶν ἐστι ποιητής;» Ἀπόκρισις παρὰ τῶν Ἑλλήνων «Οὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἐστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ Θεῷ ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ Θεῷ. Ὃ γάρ ἐστι, καὶ βούλεται καὶ ὃ βούλεται, καὶ827 ἔστι, καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ Θεοῦ διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν Θεὸν, ὥστε καὶ τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ Θεοῦ ἀπορριπτέον».

Ἔλεγχος παρὰ τοῦ ἁγίου «Τοῦ Θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποιήσιν, ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ Θεοῦ καὶ τὴν ποίησιν ὕπαρξιν μὲν τοῦ Θεοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων».

Τοῦ αὐτοῦ «Εἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ Θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη ἡ βουλή». Τοῦ αὐτοῦ «Τὸ βούλεσθαι ἢ οὐσία ἐστὶν ἢ πρόσεστι τῇ οὐσίᾳ. Ἀλλ’ εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλό μενος εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ανάγκης ἄλλο καὶ ἄλλο ἐστίν. Οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταυτόν». Τοῦ αὐτοῦ «Εἰ πολλὰ μὲν βούλεται ὁ Θεός, πολλὰ δὲ οὐκ ἔστιν, οὐκ ἄρα ταυτὸν παρὰ828 Θεῷ τὸ εἶναι καὶ τὸ829 βούλεσθαι».

Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ πέμπτου κεφαλαίου τῶν Θησαυρῶν «Λέγων ὁ ὑἱὸς τὸ «Ὥσπερ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ ὑἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», τὴν ἀπαράλλακτον ὁμοιότητα λέγει830 σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ οὕτω τὴν ζωὴν ὥσπερ καὶ ὁ πατήρ, φυσικὴν δηλονότι καὶ οὐσιώδη. Τὸ δὲ «δέδωκε» προσθείς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δὴ που δέδωκεν ὁ πατὴρ ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος καὶ οὐκ ἔχοντι προστεθεικὼς τῷ ὑἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διάστασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοου μένην ἀλλ’ ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φέρειν831, οὕτως ὁ ὑἱὸς εἰληφέναι παρὰ τοῦ πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται πάντα832 ὅσα καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ».

Τοῦ αὐτοῦ, ἐκ τοῦ πέμπτου λόγου τῶν Θησαυρῶν, τοῦ πρώτου βιβλίου «Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ ὑἱός, πῶς ἀληθεύσει833 λέγων «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον»; Εἰ δὲ ὡς834 φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωὴν καὶ οὐσιωδῶς ὑπάρχουσαν835· δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν, οὐκ ἔχοντα τὸν ὑἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ πατρός; Ἀλλ’ ὡς836 προείρηται προελθὼν ἐκ πατρὸς πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται ἓν δὲ τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή. Οὐκοῦν οὐκ ἐπείσακτος τῷ837 ὑἱῷ ἡ ζωοποιὸς δύναμις, ἀλλὰ κατὰ φύσιν αὐτῷ προσοῦσα καὶ οὐσιωδῶς ὥσπερ καὶ τῷ πατρί».

Τοῦ ἁγίου Μαξίμου, ἐκ τῆς τετάρτης ἑκατοντάδος τῶν Θεολογικῶν, κεφαλαίου ἐνενηκοστοῦ «Ἡ τῶν οὐρανῶν καὶ τοῦ Θεοῦ βασιλεία διαφέρουσι μὲν ἀλλήλων, οὐ καθ’ ὑπόστασιν δέ, ἀλλὰ κατ’ ἐπίνοιαν838. Ἡ μὲν γὰρ839 τῆς τῶν ὄντων ἀκραιφνοῦς κατὰ τοὺς ἑαυτῶν λόγους ἐν τῷ Θεῷ προαιωνίου γνώσεώς ἐστι κατάληψις ἡ δὲ τοῦ Θεοῦ βασιλεία τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις, ἄλλοι δέ φασιν αὐτὴν εἶναι τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου».

9. Τοῦ ἁγίου Βασιλείου, ἐκ τῶν Ἀντιλεγομένων περὶ τοῦ Ἁγίου Πνεύματος, κεφαλαίου εἰκοστοῦ, λόγου τετάρτου τῶν Ἀντιρρητικῶν «Ὅτι τὰ κοινὰ κτίσεως ἀκοινώνητα τῷ ἁγίῳ πνεύματι καὶ τὰ ἴδια τοῦ πνεύματος ἀκοινώνητα τῇ κτίσει, ἐξ ὧν συνάγεται μὴ εἶναι κτίσμα τὸ πνεῦμα. Ὅτι τὰ κοινὰ τῷ πατρὶ καὶ τῷ ὑἱῷ, ταῦτα κοινὰ καὶ τῷ πνεύματι. Ὅτι ἐν οἷς χαρακτηρίζεται Θεὸς ὁ πατὴρ καὶ ὁ ὑἱὸς ἐν τῇ Γραφῇ, ἐν αὐτοῖς χαρακτηρίζεται καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐξ ὧν συνάγεται τῆς αὐτῆς θεότητος τὸ Πνεῦμα τῷ Πατρί. Ὅτι τὰ μόνῳ προσόντα τῷ Πατρὶ ὡς Θεῷ καὶ οὐχ ὡς Πατρί, καὶ τῷ ὑἱῷ ὡς Θεῷ, ταῦτα μόνῳ πρόσεστι τῷ πνεύματι, οὐκέτι δὲ καὶ τῇ κτίσει, ὥστε τὰ ἀκοινώνητα ὀνόματα καὶ πράγματα τῇ κτίσει, μόνῃ κοινὰ τῇ τριάδι, ἐξ ὧν συνάγεται ὁμοούσιος ἡ τριάς. Πᾶν ὅπερ ἐστὶ γεννητόν, τροπῆς καὶ μεταβολῆς ἐπιδεκτικόν, κατὰ τὸν λέγοντα τῷ Θεῷ προφήτην „Ὁ ποιῶν πάντα καὶ μετασκευάζων“ αὐτά».

Τοῦ ἁγίου Μαξίμου, ἐκ τῆς Πρὸς Πύρρον διαλέξεως, κεφάλαιον ἑξηκοστὸν ἔνατον «Ἀπὸ τῆς ἐνεργείας ἡ ἑκάστου φύσις χαρακτηρίζεται, τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς».

Περὶ δὲ ὑπερκειμένου καὶ ὑφειμένου οὕτω φησὶν ὁ Χρυσόστομος ἐν τῇ τοῦ Κατὰ Ἰωάννην εὐαγγελίου ὁμιλίᾳ τριακοστῇ «Τί δέ ἐστιν ὅ φησιν «Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα»; Ἡμεῖς μὲν πάντες, φησί840, μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐλάβομεν Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειάν φησιν841 αὕτη γάρ ἐστιν ἡ μεριζομένη. Οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία. Ὁρᾷς καὶ τὸ πνεῦμα ἄπειρον; Ὁ τοίνυν πᾶσαν τοῦ πνεύ ματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδώς, ὁ λέγων „Ὃ ἠκούσαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν“, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι; Οὐδὲν γάρ φησιν, ὃ μὴ τοῦ Θεοῦ ἐστιν, οὐδὲ ὃ μὴ τοῦ πνεύματός ἐστι. Καὶ τέως περὶ τοῦ Θεοῦ λόγου οὐδὲν φθέγγεται, ἀλλ’ ἀπὸ τοῦ πατρὸς καὶ τοῦ πνεύματος ἀξιόπιστον ποιεῖται τὴν διδασκαλίαν».

Τοῦ ἁγίου Κυρίλλου, ἐκ τῶν Θησαυρῶν, κεφαλαίου δευτέρου τοῦ πρώτου βιβλίου Ἔλαττόν ἐστι τὸ Θεὸν εἶναι τοῦ πατέρα εἶναι τὸν πατέρα καὶ Θεὸν. Ἧι μὲν γὰρ Θεός, πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει, ᾗ δὲ πατήρ, πρὸς τὸν ἴδιον καὶ ὁμότιμον ὑἱόν. Τοῦ αὐτοῦ, ἐκ τῶν αὐτῶν κεφαλαίων τοῦ πρώτου βιβλίου «Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, πατέρα μὲν ἐξαρχῆς οὐχ ὁμολογοῦντες αὐτόν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν, ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. „Θεὸς“ μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν, „πατὴp δέ, ὡς πρὸς ὑἱόν. Οἱ λέγοντες τοίνυν, ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ πατήρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν κρεῖττον γὰρ τὸ πατέρα γεννήματος εἶναι“. Καὶ μετά τινα „Εἰ μὴ τὸ „πατὴρ“ ὄνομα κυριώτερόν πῶς ἐστι καὶ ἀξιολογώτερον ἐπὶ Θεοῦ ἢ τὸ „Θεός“, ὅτου χάριν ὁ σωτὴρ οὐκ ἐκέλευσε βαπτίζειν εἰς ὄνομα Θεοῦ καὶ ὑἱοῦ καὶ ἁγίου Πνεύματος, ἀλλὰ τὸ ἀληθέστερον σημαίνων τῆς θείας φύσεως ἀξίωμα „Εἰς πατέρα“ φησὶ „καὶ ὑἱὸν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον“; Καὶ πάλιν οὐκ εἶπεν „Ὁ ἑωρακὼς ἐμὲ842 ἑώρακε τὸν Θεὸν“, ἀλλὰ „τὸν πατέρα“, τὸ μεῖζον ἀπο νέμων αὐτῷ καὶ οὐ τὸ ἔλαττον. Οὐκοῦν843 πρῶτον ἔστω πατήρ, εἶθ’ οὕτω Θεός, εἰ καὶ ἅμα καὶ συνημμένως».

2. Cantacuzeni ad Paulum epistula secunda

Τοῦ βασιλέως, πρὸς τὸν αὐτὸν ἀρχιερέα

1. Τιμιώτατε καὶ αἰδεσιμώτατε ἀρχιερεῦ καὶ πάτερ. Ἐμήνυσέ μοι ἡ ἁγιωσύνη σου, ὅτι προσερχόμενοί τινες τῶν ἀντιλεγόντων ἐνοχλοῦσί σοι, λέγοντες ὅτι ὁ βασιλεὺς ἀπατᾷ σε, ἕτερα φρονῶν καὶ ἄλλα πρὸς σὲ λέγων φρονεῖν. Οὗτοι μὲν οὖν τὰ ἑαυτῶν ποιοῦσιν ὡς τοῦ ψεύδους ὑἱοὶ καὶ τοῦ ψεύδους γεννήτορες–τί γὰρ καινόν; – οἳ καὶ τοὺς ἁγίους συκοφαντοῦσιν. Ἡ δὲ βασιλεία μου διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἐκ παιδὸς τὴν ἀλήθειαν ἐν πᾶσιν ἀσπαζομένη, πολλῷ μᾶλλον ἐν τοῖς θείοις ταύτην ἐτήρησα. Σὺ δὲ τοῦτο πιστεύσας ἀκριβῶς ἐπιστόμιζε τοὺς συκοφάντας, λέγων ἃ παρὼν παρ’ ἡμῶν ἤκουσας, καὶ γράμμα ἐδέξω διὰ χειρὸς τοῦ τῆς βασιλείας μου νοταρίου Γεωργίου τοῦ Κλειδᾶ ὅτι πιστεύομεν ἐπὶ Θεοῦ οὐσίαν, ἐνέργειαν ἔχουσαν ἀδιαιρέτως ἐξ αὐτῆς προϊοῦσαν, οὐ διϊσταμένην, ἀλλ’ ὡς διαφέρουσαν ἐπινοίᾳ ὥσπερ τοῦ πυρὸς ἡ θέρμη καὶ τοῦ φωτὸς ἡ λαμπρότης, κατὰ τὰ περὶ τούτων παραδείγματα τῶν θεολόγων, τοῦ τε Κυρίλλου καὶ Βασιλείου, οὕτως ἐπὶ λέξεως ἔχοντα.

2. Ἐκ τοῦ τριακοστοῦ δευτέρου λόγου τῶν Θησαυρῶν «Ὁ844 Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἅτε δὴ845 Θεός τε ὑπάρχων φύσει καὶ ὑἱός, θεραπεύει846 ἐξουσιαστικῶς, οὐκ εὐχῆς ἔργον ἐπιδεικνύων καθάπερ οἱ ἅγιοι847, ἀλλ’ οἰκείας καὶ οὐσιώδους ἐνεργείας ἀποτελέσματα. Χορηγεῖ δὲ ὁμοίως οἷσπερ ἂν βούλοιτο τὴν ἐπὶ τούτῳ χάριν, οὐκ ἀλλοτρίαν ἐπ’ αὐτοὺς δύναμιν καλῶν, ἀλλ’ οἴκοθεν ἐκτιθείς ὥσπερ ἂν εἰ καὶ τὸ πῦρ τοῖς αὐτῷ πλησιάζουσιν ἐμβάλοι848 τῆς ἑαυτοῦ φύσεως τὴν ἐνέργειαν».

Βασιλείου, ἐκ τοῦ Περὶ Πίστεως λόγου «Ἐκεῖ849 τὸ πνεῦμα τὸ ἅγιον, ὅπου ὁ850 ὑἱὸς καὶ ὅπου ὁ851 Πατήρ, πάντα ἔχον καὶ αὐτὸ συνουσιωμένως κατὰ τὴν φύσιν, τὴν ἀγαθότητα, τὴν εὐθύτητα, τὸν ἁγιασμόν, τὴν ζωήν. Τούτων οὐδὲν ἐπίκτητον αὐτῷ, οὐδὲ ὕστερον ἐπιγενόμενόν ἐστιν852, ἀλλ’ ὥσπερ ἀχώριστον τῷ πυρὶ τὸ θερμαίνειν καὶ τῷ φωτὶ τὸ λάμπειν, οὕτω τῷ πνεύματι τὸ ἁγιάζειν, τὸ ζωοποιεῖν, ἡ ἀγαθότης, ἡ εὐθύτης. Καὶ ὥσπερ ὁ ἥλιος ἐπιλάμπων τοῖς σώμασι καὶ ποικίλως ὑπ’ αὐτῶν μετεχόμενος οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων, οὕτω853 τὸ πνεῦμα πᾶσι τὴν854 ἑαυτοῦ χάριν παρέχον ἀμείωτον μένει καὶ ἀδιαίρετον».

Ἀριθμὸν δὲ θεοτήτων δύο ἢ καὶ πλειόνων ὑφειμένων ἢ ὑπερκειμένων, καὶ ὅσα ἄλλα ἐκ τῆς διαφορᾶς οἱ ἐμβρόντητοι συνάγειν οἴονται καθ’ ἡμῶν, τῆς ἐκείνων ἐστὶ παρανοίας ὠσὶ δὲ Χριστιανῶν οὔκ εἰσι φορητά. Ταῦτα εἰδώς, τοὺς μὲν ἀγνοοῦντας δίδασκε, τοὺς δὲ συκοφάντας ἐπιστόμιζε. Εἰ δ’ οὐκ αἰσχύνονται, ληρεῖν ἔα.

Pauli ad Cantacuzenum epistula prima

Τοῦ αὐτοῦ ἀρχιερέως, πρὸς τὸν βασιλέα855

1. Ὑψηλότατε καὶ σοφώτατε βασιλεῦ. Ὕδωρ στενοχωρούμενον ἄλλους ἀναρρήγνυσιν ἀγωγοὺς καὶ διεξόδους ἀνοίγει. Αἱ δὲ μεγάλαι τῶν λιμνῶν πάσας τὰς ὁδοὺς ἀποκλείουσι καὶ συνέχουσιν, ὥστε μὴ ἐπιπλέον856 ἀπορρεῖν. Ἔλαβον τοίνυν παρὰ τῆς σῆς βασιλείας μετ’ αἰδοῦς τὸ διακομισθὲν πρός με γράμμα, ὅπερ εἰ καὶ τοῖς καλῶς νοοῦσι καὶ τοῖς εἰλικρινῆ διάνοιαν ἔχουσι καὶ τοῖς τὰς ἀναφυείσας ἀγνοοῦσι φιλονεικίας ἀρκοίη, ὅμως μεγάλην ἀμφιβολίαν ἐνίησι καὶ πολλὴν ὑποψίαν τοῖς τε εἰποῦσι καὶ τοῖς857 ἀκούσασι τὸ περὶ τῶν πολλῶν θεοτήτων δόγμα ἐν τῇ ὑμετέρᾳ ἐκκλησίᾳ φυῆναί τε καὶ βλαστῆσαι. Ὅθεν ἡ τῆς σῆς858 βασιλείας σοφία ὥσπερ τις λίμνη ὑδάτων ἀφθόνως πεπληρωμένη σαῖς ἀποκρίσεσιν ἐκ μέσου ποιησάτω πᾶσαν ἀμφιβολίαν καὶ τῇ συκοφαντίᾳ μηδαμῶς χώραν μεταδιδότω. Ταῦτα δέ εἰσιν ὡς859 ἐν βραχεῖ τὰ τὴν ὕλην τῆς ἀμφιβολίας ἐμποιοῦντα.

Πρῶτον860 εἰ ἐν τῷ Θεῷ ταυτόν ἐστι πρᾶγμα τό τε ἔχον καὶ τὸ ἐχόμενον. Ἐν γὰρ τοῖς σοῖς γράμμασιν ἐγέγραπτο «οὐσίαν ἔχουσαν ἐνέργειαν»861.

Δεύτερον862 ἐπεὶ πᾶν τὸ πράγματι διαφέρον καὶ ἐπινοίᾳ διαφέρει, οὐ μὴν τὸ ἀνάπαλιν, ἀρεσάτω διακαθᾶραι, εἴπερ ἡ οὐσία καὶ ἡ ἐνέργεια διαφέρουσιν ἢ πράγματι καὶ ἐπινοίᾳ ἢ ἐπινοίᾳ μόνῃ863 ἤγουν κατὰ τὸν τῆς ἡμετέρας νοήσεως τρόπον μόνον. Ἐν γὰρ τοῖς σοῖς γράμμασι864 περιείχετο «ἐπινοίᾳ διαφέρειν», οὐδενὸς ἄλλου προσκειμένου, δι’ οὗ ἂν ἱκανῶς ἐνοεῖτο, ἐπινοίᾳ μόνῃ εἶναι τὴν διαφοράν, ἀλλ’ οὐχὶ καὶ τῷ πράγματι.

Τρίτον865 τὰ τοῦ πυρὸς καὶ τοῦ ἡλίου παραδείγματα συμφωνεῖ ὅσον πρὸς τὸ ἀδιαίρετον, ἀλλ’ οὐ καὶ πρὸς τὴν πραγματικὴν ταυτότητα ἄλλο γάρ ἐστι πρᾶγμα τὸ πῦρ ὥσπερ ὑφεστηκός, καὶ ἄλλο ἡ θέρμη τούτου866 ὥσπερ ἐνόν, εἰ καὶ ἀδιαιρέτως ἄλληλα σύνεισι ταῦτα.

Μὴ δοκείτω δὲ ἀηδὲς τῇ σῇ βασιλείᾳ, κόπον ἀναδέξασθαι ὑπὲρ τούτων ὀλίγον, ὥστε τὰ προειρημένα διασαφῆσαι. Καλῶς γὰρ σαφηνισθέντα πολὺν οἴσουσι καρπὸν σωτηρίας ψυχῶν, ἀναιρήσουσι τὰς τῆς πονηρᾶς φήμης κηλῖδας, δόξης σοι867 καὶ τιμῆς αἴτιον868 ἔσται καὶ τὰ τῶν διασυρόντων ἐμφράξει στόματα.

3. Cantacuzeni ad Paulum epistula tertia

Τοῦ βασιλέως, πρὸς τὸν αὐτὸν ἀρχιερέα

1. Τὰ παρὰ τῆς σῆς ἁγιωσύνης γράμματα δεξαμένη ἡ βασιλεία μου, τιμιώτατε καὶ αἰδεσιμώτατε ἀρχιερεῦ καὶ πάτερ, ἐγνώρισα τὰ λεγόμενα παρὰ τῶν ἀντιλεγόντων τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ. Τούτους μὲν οὖν εἰκότως ἄν τις ἐξομοιώσειε τῇ μυθευομένῃ πολυκεφάλῳ ὕδρᾳ, ἣ μιᾶς ἀποτε μνομένης τῶν κεφαλῶν τριπλᾶς ἀνεδίδου κατὰ τὸν μῦθον, πλὴν ὅσον ἐκείνη μὲν οὐ καθάπαξ ἀναιρουμένη τοῦτο μυθεύεται δρᾶν, οὗτοι δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς ὑπὸ τῆς συνόδου παντάπασι καταβληθέντες βιάζονται ζῆν δοκεῖν καὶ πρὸς τούτοις, ἀναισχύντῳ καὶ ἰταμωτάτῳ καὶ γλώττῃ καὶ γνώμῃ χρώμενοι, τὰ ἴδια αἴσχη καὶ τὰς κηλῖδας τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ περιάπτειν τολμῶσιν, οὐ μᾶλλον ὄντες βδελυκτοὶ τῆς τῶν δογμάτων διαστροφῆς ἢ τῆς ἰταμότητος καὶ τῆς ἀναισχυντίας.

Λέγουσι καὶ γὰρ ἡμᾶς πολυθέους διὰ τὸ λέγεσθαι παρ’ ἡμῶν, ὅτι τὸ τῆς θεότητος ὄνομα κατηγορεῖται μὲν καὶ ἐπὶ τῆς οὐσίας τοῦ Θεοῦ, κατηγορεῖται δὲ καὶ ἐπὶ τῆς ἐνεργείας, καὶ ὅτι οὐδέν ἐστι κτιστὸν ἐν τῷ Θεῷ. Ἀλλὰ κἂν δίκαιον, κἂν σοφόν, κἂν ἀληθῆ, καὶ ὅσα ἄλλα φυσικῶς λέγεται ὁ Θεός, οὐδέν ἐστι κτίσμα, ἀλλ’ οὐδεμὴν μέρος ὅλου. Οὕτω γὰρ ἂν εἴη σύνθετος ἐκ μερῶν. Ἀλλὰ κἂν σοφὸν εἴπωμεν τὸν Θεὸν, ὅλος αὐτός ἐστιν ἡ σοφία αὐτοῦ κἂν ἅγιον, ὅλος αὐτός ἐστιν ἡ ἁγιότης αὐτοῦ καὶ ἁπαξαπλῶς, ὅπερ ἂν τῶν φυσικῶν αὐτοῦ εἴπωμεν ἰδιωμάτων, αὐτός ἐστιν ὅλος ὁ Θεός. Οἱ δ’ αὐτίκα ἐπιφύονται ἡμῖν συλλογιζόμενοι, ὅτι εἰ πολλὰ λέγονται ἐπὶ Θεοῦ, ταῦτα δὲ καὶ ἄκτιστα, πᾶν δ’ ὅπερ ἐστὶν ἐν τῷ Θεῷ Θεός ἐστι, πολλοὶ ἄρα θεοί, καὶ ἑπομένως πολύθεοι οἱ ταύτην ἔχοντες τὴν δόξαν περὶ Θεοῦ. «Ἀλλ’, ὦ βέλτιστοι», φαίη τις ἂν πρὸς αὐτούς, «μὴ ἡμῖν, ἀλλὰ τοῖς θεολόγοις διδασκάλοις τοῦτο προστρίβειν ἔδει τὸ αἶσχος. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες τὴν ἐνέργειαν οὐ μόνον ἄκτιστον, ἀλλὰ καὶ προϊοῦσαν ἐκ τῆς οὐσίας τὸ δὲ προϊὸν ἔκ τινος οὐ ταυτόν ἐστι πάντῃ τῷ ἐξ οὗ πρόεισιν, ἐπεὶ μηδὲν ἐξ ἑαυτοῦ πρόεισιν». Οὗτοι μὲν οὖν, οὕτω τὴν γνώμην διαστραφέντες, ἡμῖν τε ἐπηρεάζουσιν, ἃ μὴ θέμις ἐγκαλοῦντες, καὶ σοὶ προσιόντες ἐνοχλοῦσιν. Ἐμοὶ δὲ δοκεῖ μὲν καὶ τὰ πρότερον εἰρημένα πρὸς εὐγνώμονας καὶ τὴν ἀλήθειαν ἀσπαζομένους αὐτάρκως εἰρῆσθαι. Ὡς ἂν δὲ τὰ ἀπύλωτα στόματα καὶ ἡ συκοφάντις γλῶσσα τῶν τὴν ἀλήθειαν ἐμφραγείη διατρεφόντων, σὴν χάριν καὶ αὖθις ἐρῶ.

2. Ἐπὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος οὕτω πιστεύομεν, ὡς «Εἶς Θεός, ὅτι μία θεότης μονὰς ἄναρχος καὶ ἁπλῆ καὶ ὑπερούσιος καὶ ἀμερὴς καὶ ἀδιαίρετος ἡ αὐτὴ μονὰς καὶ τριάς. Ὅλη μονὰς ἡ αὐτὴ καὶ ὅλη τριὰς ἡ αὐτή μονὰς ὅλη κατὰ τὴν οὐσίαν ἡ αὐτή, καὶ τριὰς ὅλη κατὰ τὰ πρόσωπα ἡ αὐτή. Πατὴρ γὰρ καὶ ὑἱὸς καὶ Πνεῦμα ἅγιον ἡ θεότης, καὶ ἐν Πατρὶ καὶ ὑἱῷ καὶ ἁγίῳ Πνεύματι ἡ θεότης, ὅλη ἐν ὅλῳ τῷ Πατρὶ ἡ αὐτή, καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Πατήρ καὶ ὅλη ἐν ὅλῳ τῷ ὑἱῷ ἡ αὐτή, καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ ὑἱός καὶ ὅλη ἐν ὅλῳ τῷ Πνεύματι τῷ ἁγίῳ ἡ αὐτή, καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ἐκ μέρους ἡ θεότης ἐν τῷ πατρὶ ἢ ἐκ μέρους Θεὸς ὁ Πατήρ οὔτε ἐκ μέρους ἐν τῷ ὑἱῷ ἡ θεότης ἢ ἐκ μέρους Θεὸς ὁ ὑἱός οὔτε ἐκ μέρους ἐν τῷ ἁγίῳ Πνεύματι ἡ θεότης ἢ ἐκ μέρους Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Οὔτε γὰρ μεριστὴ ἡ θεότης, οὔτε ἀτελὴς Θεὸς ὁ Πατὴρ ἢ ὁ ὑἱὸς ἢ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλ’ ὅλη ἐστὶν ἡ αὐτὴ τελεία τελείως ἐν τελείῳ τῷ Πατρί καὶ ὅλη τελεία τελείως ἐν τελείῳ τῷ ὑἱῷ ἡ αὐτή καὶ ὅλη τελεία τελείως ἡ αὐτὴ ἐν τελείῳ τῷ ἁγίῳ Πνεύματι. Ὅλος γὰρ ἐν ὅλῳ τῷ ὑἱῷ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Πατήρ καὶ ὅλος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ ὑἱός καὶ ὅλον ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ ὑἱῷ τελείως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον. Διὸ καὶ εἶς Θεὸς ὁ Πατὴρ καὶ ὁ ὑἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μία γὰρ καὶ ἡ αὐτὴ οὐσία καὶ δύναμις καὶ ἐνέργεια Πατρὸς καὶ ὑἱοῦ καὶ ἁγίου Πνεύματος, οὐκ ὄντος οὐδενὸς τοῦ ἑτέρου χωρὶς ἢ νοουμένου».

Τοὺς δὲ φρονοῦντας ἐπὶ Θεοῦ θεοὺς καὶ θεότητας δύο ἢ τρεῖς ἢ πολλὰς καὶ δυνάμεις πολλὰς διαφερούσας ἀλλήλων, ὡς τῇ μὲν τυχὸν τοὺς ἀγγέλους τὸν Θεὸν δεδημιουργηκέναι, τῇ δὲ τὸν ὁρατὸν κόσμον κατὰ τοὺς συκοφάντας, μετὰ τῶν εἰδωλολατρῶν τάττομεν, ἢ μᾶλλον μετ’ αὐτοῦ τοῦ πρώτως ἐφ’ ἑαυτὸν τὴν τοῦ Θεοῦ τιμὴν κακῶς ἑλκύσαντος διαβόλου.

Ἔτι προφέρουσιν ἡμῖν, ὅτι λέγομεν ἐπὶ Θεοῦ οὐσίαν ἔχουσαν ἐνέργειαν, καὶ ζητοῦσι παρ’ ἡμῶν μαθεῖν, ὁποιάντινα τὴν διαφορὰν ἔχοντος καὶ ἐχομένου νοοῦμεν. Ἀποκρινάσθωσαν οὖν ἡμῖν πρῶτον, εἰ μετέμαθον καλῶς διαφορὰν οὐσίας καὶ ἐνεργείας, καὶ τότε αὐτοῖς ἐροῦμεν τῆς διαφορᾶς τὸ εἶδος ἑπομένως παντάπασι τοῖς ἁγίοις. Εἰ δ’ ἔτι τῶν προτέρων ἔχονται, ἕωλον ἂν εἴη τοῖς τοιούτοις προσδιαλέγεσθαι ἕως γὰρ ἂν οἱ προσδιαλεγόμενοι μὴ συνομολογῶσι τὰς προτάσεις, ἀδύνατον συμπέρασμα προβῆναι.

Πῶς γὰρ ἄν τις Ἐπικουρίῳ περὶ τριάδος διαλεχθείη, μηδόλως εἶναι Θεὸν παραδεχομένῳ; Τὸν αὐτὸν δὴ τρόπον οὐδὲ τούτοις ἀποκρίνασθαι δεῖ, ἄχρις ἂν συνθῶνται διαφορὰν οὐσίας καὶ ἐνεργείας ὁμολογεῖν. Εἰ δὲ τοῦτο μήθ’ ἡ Ἕκτη Σύνοδος ἠδυνήθη, δῆμος ὅλος ἁγίων, μήθ’ ὁ τῶν θεολόγων ἅπας χορός, δέδοικα, μὴ καὶ μέμψιν ἡμῖν δικαίαν ἐπενέγκῃ τὸ τούτους πείθειν ἐπιχειρεῖν, ἀγνοήσασιν ὡς ἔοικεν, ὡς οὐδ’ ὅσον εἰπεῖν ἀποδέομεν τῆς ἐκείνων δυνάμεως καὶ ἁγιωσύνης.

3. Διὰ ταύτας μὲν τὰς αἰτίας οὐκ ἂν ἀπεκρινάμεθα πρὸς ἐκείνους, σὴν δὲ χάριν, ὡς ἔχω γνώμης, ἐρῶ. Οὔτε ταυτὸν ἴσμεν παντάπασιν ἐπὶ Θεοῦ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, ἐπεὶ μηδὲ τοῖς θεολόγοις τοῦτο δοκεῖ, οὔτε οὐσίαν μόνον μὴ ἔχουσαν ἐνέργειαν. «Τὸ γὰρ μὴ ἔχον» κατὰ τὸν ἅγιον Διονύσιον «δύναμιν μηδεμίαν, οὔτε ἔστιν, οὔτε τί ἐστιν, οὔτε ἐστὶν αὐτοῦ θέσις». Καὶ ὁ Δαμασκηνός «Ἐνέργειά ἐστι δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν». Ἀλλ’ οὐδεμὴν λέγομεν τὴν τοῦ Θεοῦ οὐσίαν ἔχειν ἐνέργειαν ὡς ἕτερον ἐν ἑτέρῳ, οὐδ’ ὡς οὐσίαν καὶ συμβεβηκός, οὐδ’ ὡς οὐσίαν καὶ ποιότητα, ἀλλ’ ὡς οὐσίαν ἁπλῆν ἔχουσαν ὁμοίαν αὐτῇ ἁπλουστάτην ἐνέργειαν.

Τοῦτο δ’ ἡμῖν συμμαρτυρήσει καὶ ὁ κλεινὸς Ἰουστῖνος, φιλόσοφος ὢν ὑπὲρ τοὺς νῦν, εἰ θέμις εἰπεῖν, καὶ μάρτυς καὶ θεολόγος. Ἐρωτηθεὶς γάρ, ὅτι «Εἰ ἔχει ὁ Θεὸς ὑπόστα σιν ὑπάρχουσαν καὶ βουλὴν ἐνυπάρχουσαν καὶ ὑἱὸν ὑπάρχοντα, πῶς, ἐκ τοσούτων συγκείμενος, ἁπλοῦς ὀνομάζεται;» ἀπεκρίθη «Ὁ Θεός, ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ὅλος ἐφ’ ἑαυτοῦ – καὶ τούτου τὴν πίστιν ἔχομεν, – οὕτω869 καὶ τὸ ἁπλοῦν αὐτοῦ ὅλον ὑἱός ἐστι καὶ ὅλον ὑἱὸν ἔχον ἐστὶ καὶ ὅλον βουλή ἐστι καὶ ὅλον βουλὴν ἔχον ἐστίν. Οὐ γὰρ ἔστι κατὰ τὴν κτιστὴν φύσιν ὁ Θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν νοηθῆναι870 ἐν συνθέσει, ἀλλ’ ὡς ὑπὲρ τὴν φύσιν ἐστὶν ὤν871, οὕτω καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ἐστὶν ὑπὲρ τὴν σύνθεσιν».

Εἰ δ’ ἁπλῶς κακίζουσι τὴν τοῦ ἔχειν φωνὴν ἐπὶ Θεοῦ λεγομένην οἱ φάσκοντες οὗτοι εἶναι σοφοί, οὐκ ἂν φθάνοιεν καὶ τῷ μεγάλῳ πατρὶ Ἀθανασίῳ διαστροφὴν ἐν τοῖς δόγμασιν ἐγκαλοῦντες. Φησὶ γάρ «Ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα». Καὶ αὖθις, τὸ «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι» σαφηνίζων, ὡς ἂν μὴ δοκῇ τοῖς συκοφάνταις περὶ τῆς κτίσεως τοῦτο εἰρηκέναι τὸν Σωτῆρα «Οὐχ ἕνεκεν κτιστῶν πραγμάτων τοῦτο ἔφη ὁ Σωτὴρ τὸ „Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι“, λέγει ὁ διδάσκαλος, „ἀλλ’ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ Πατρὸς αὐτοῦ872, ἴδια ἔφη ὁ κύριος“. Καὶ αὖθις εἰς τὸ „Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός“ οὕτω φησί „Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. Ἀνάγκη τοίνυν νοεῖν ἡμᾶς, ὅτι ἐστὶν ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ αἰώνιον, τὸ ἀθάνατον ἔστι δὲ ἐν αὐτῷ οὐχ ὡς ἀλλότρια αὐτοῦ, ἀλλ’ ὡς ἐν πηγῇ ἐστιν ἐν αὐτῷ ἀναπαυόμενα». Ἔχει δὲ ταῦτα καὶ ὁ ὑἱός, οὐκ ἐξ ἀρετῆς, ὡς εἴπομεν ἀλλὰ τῆς οὐσίας αὐτοῦ ἐστιν.

4. Οὕτω μὲν οὖν τὸ ἔχον καὶ τὸ ἐχόμενον ἡμεῖς ἐπὶ Θεοῦ νοοῦμεν, ἑπόμενοι τοῖς ἁγίοις καὶ τήν τε οὐσίαν λέγομεν ἔχειν ἐνέργειαν, διαφέρουσαν ὁπωσοῦν τῆς οὐσίας, ἐπειδὴ τὴν μὲν ἐνέργειαν ἀκούομεν ἐκ τῆς οὐσίας προϊέναι, τῆς Συνόδου λεγούσης τὴν δ’ οὐσίαν ἀφ’ ἑαυτῆς προϊέναι οὐ δέπω καὶ τήμερον οὐδεὶς τῶν βλασφήμων εἶπε. Καὶ οὐδὲ σύνθεσιν οὐδεμίαν ἐννοοῦμεν, οὔτε ὑποκείμενον καὶ κατηγορούμενον, οὔτε οὐσίαν καὶ συμβεβηκός, οὔτε οὐσίαν καὶ ποιότητα, ὡς εἴρηται. Οὗτοι δ’ εἰ μὲν ὀψέ ποτε πεισθέντες τοῖς ἁγίοις μεταμάθωσι τὴν ἀλήθειαν, τῷ Θεῷ χάρις τῷ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἰ δ’ ἀγνωμονοῖεν ἔτι καὶ βούλοιντο τὴν οὐσίαν τοῦ Θεοῦ τεχνολογεῖν καὶ τὰ ἀνεξερεύνητα ἐρευνᾶν καὶ τὸν τρόπον ζητεῖν μαθεῖν, καθ’ ὃν ἔχει ὁ Θεὸς τὰ προσόντα αὐτῷ φύσει καὶ οὐκ ἐπίκτητα, ἡμεῖς κατὰ τὸν ἅγιον Ἰουστῖνον «Ὥσπερ ὑπὲρ τὴν φύσιν ἐστὶν ὁ Θεὸς ὤν, οὕτω καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ὑπὲρ τὴν σύνθεσίν ἐστιν» εἰπόντες, ἀπαλλαγησόμεθα. Εἰ γὰρ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος κατὰ τὴν αὐτῷ προσοῦσαν φυσικὴν δύναμιν οὐδὲ τὴν κτίσιν διαβῆναι δύναται – τίς γὰρ ἐνόησέ ποτε φύσιν ἀγγέλου, ὡς ἔχει; κτίσις δὲ καὶ ὁ ἄγγελος πάντως, – πῶς ἂν ἡμεῖς περὶ τοῦ, πῶς ἔχει ὁ Θεὸς ἃ ἔχει, ἰσχυρισαίμεθα λέγειν δύνασθαι, οὐ κατὰ τὴν κτιστὴν φύσιν ἔχοντος ἃ ἔχει; Εἰ δ’ οὖτοί γε ὡς τὴν ἐν ἀνθρώποις πᾶσαν ἔχειν μεγα λαυχοῦντες σοφίαν τὰ τοιαῦτα μεγαληγοροῖεν εἰδέναι, οὐ πολλὰ ἂν κάμοις ψευδομένους αὐτοὺς ἐλέγχων. Ἐρώτησον γὰρ αὐτούς, πῶς ἔχουσι ψυχήν ὅλην ἐν ὅλῳ σώματι ἢ ἐν μέρει καὶ εἰ μὲν ἐν μέρει, πῶς οὐ τὸ λοιπὸν ἄψυχον εἰ δ’ ἐν ὅλῳ, πῶς ἀκρωτηριαζομένου τοῦ σώματος ἡ ψυχὴ σώα μένει εἰ δ’ ὅλη ἐν ὅλῳ τῷ σώματί ἐστι καὶ ὅλη ἐν ἑκάστῳ μέρει, πρῶτον μὲν, πῶς τοῦτο συμβαίνει – τὸ γὰρ τὸ ὅλον πληροῦν ἔδει μὴ χωρεῖσθαι τῷ μέρει οὕτω γὰρ ἂν ἕποιτο σύμμετρον εἶναι τὸ μεῖζον τῷ ἐλάσσονι κοινὴ γάρ ἐστιν ἔννοια, τὸ ὅλον μεῖζον εἶναι τοῦ μέρους, – ἔπειτα, πῶς τῆς μὲν καρδίας μᾶλλον ἐκθερμαινομένης ἢ ψυχομένης μελαγχολίαι γίνονται καὶ φρενίτιδες καὶ τῆς ψυχῆς ἀπόλλυται τὸ φρονεῖν, τῆς δὲ χειρὸς ἢ τοῦ ποδὸς φλεγμαίνοντος, οὐδὲν τοιοῦτον πάσχει. Καὶ ἄλλα πολλά τις ἂν εὕροι ἐν τῇ τῆς ψυχῆς συγκράσει καὶ τοῦ σώματος, τὴν ἀνθρωπίνην ὑπερβαίνοντα γνῶσιν. Ὃ καὶ Γρηγόριος, ὁ μέγας νοῦς, ἡ τῆς θεολογίας ἀκρότης, οὐκ ᾐσχύνθη μαρτυρῶν ἑαυτῷ, «ᾧ πῶς συνεζύγην, οὐκ οἶδα» λέγων, «καὶ πῶς εἰκών τέ εἰμι τοῦ Θεοῦ καὶ τῷ πηλῷ συμφύρομαι». Καὶ τὰ μὲν περὶ τοῦ «ἔχειν», ἵνα μὴ ἐπὶ πολὺ μηκύνωμεν λόγον, τοῦτον ἡγούμεθα τὸν τρόπον ἔχειν.

5. Ἐπεὶ δὲ καὶ περὶ τοῦ «ἐπινοίᾳ» ἐζήτησας ἀνακαθᾶραι ἡμᾶς, εἰ πράγματι καὶ ἐπινοίᾳ λέγομεν διαφέρειν τὴν ἐνέργειαν τῆς οὐσίας – ὡς τοῦ μὲν πράγματι διαφέροντος, καὶ ἐπινοίᾳ ἐξανάγκης, οὐ μὴν τοῦ ἐπινοίᾳ, καὶ πράγματι–, πρῶτα μὲν εὔκαιρον πρὸς τοὺς ἀντιλέγοντας εἰπεῖν, ὅτι ἀναγκάζουσιν ἡμᾶς περιτέμνεσθαι, οὐχ ἵνα οἱ περιτετμημένοι νόμον φυλάξωσιν, ἀλλ’ ἵνα ἐν τῇ ἡμετέρᾳ σαρκὶ καυχήσωνται οὐ γὰρ ἵνα μαθόντες φυλάξωσι, τοῦτο ζητοῦσιν, ἀλλὰ νομίζοντες ἐκ τούτου μῶμόν τινα προστρίψειν ἡμῖν. Ἐγὼ δὲ τῇ τοῦ Θεοῦ χάριτι θαρρήσας, τὴν ἡμετέραν γνώμην ἁπλοϊκῶς καὶ ἐλευθερίως καὶ περὶ τούτου ἐρῶ.

Τὴν τοῦ Θεοῦ οὐσίαν καὶ τὴν ἐνέργειαν κατὰ τὴν τῶν θεολόγων διδασκαλίαν καὶ τὴν ἀπόφασιν τῆς Συνόδου οὔτε πάντῃ ταυτὸν νομίζω, οὔτε πάντῃ οὐ ταυτόν οὐ μὴν τῷ αὐτῷ λόγῳ. Οὐ γὰρ δύναταί τι εἶναι κατὰ τὸν αὐτὸν λόγον καὶ ταυτὸν καὶ οὐ ταυτόν, ἀλλὰ τὴν μὲν ἕνωσιν καὶ τὸ ἀχώριστον καὶ τὸ ἀδιαίρετον τῷ πράγματι, τὴν διάκρισιν δὲ μόνῃ τῇ ἐπινοίᾳ, ἐπινοίᾳ δέ, οὐ ψευδεῖ τινι ἀναπλασμῷ συνισταμένῳ μόνον κατὰ τὸν νοῦν, ἀλλ’ ἀληθείᾳ. Τὸ γὰρ κατὰ τὸν ἡμέτερον μόνον νοῦν συνεστηκός, ἀληθείᾳ δὲ μὴ ἐν τοῖς πράγμασιν ὄν, ψευδές. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως. Ὃ γὰρ ὁ ἡμέτερος νοεῖ νοῦς, διδαχθεὶς παρὰ τῶν ἁγίων, καὶ ἀληθές ἐστιν ἐν τῷ Θεῷ. Οὐ μὴν νοεῖται παρ’ ἡμῶν, ὡς ἔστιν ἐν τῷ Θεῷ–τοῦτο γὰρ ἀδύνατον πάσῃ γεννητῇ φύσει, – ἀλλ’ ὅσον ἡμῖν ἐφικτόν ὃ δ’ ὅπερ ἀμηγέπη παρ’ ἡμῶν νοεῖται, ἀληθῶς ἐστι καὶ προαιωνίως ἐν τῷ Θεῷ.

Μάρτυς Γρηγόριος ὁ Νύσσης, λέγων ἐν τρισκαιδεκάτῳ λόγῳ τῶν Ἀντιρρητικῶν, ὅτι «Πᾶν ὅτιπέρ ἐστι περὶ τὸν Θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν ἀλλ’ ὀνομάζεσθαι τοῦτό φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα».

6. Τὸν αὐτὸν δὴ τρόπον καὶ Βασίλειος ὁ μέγας τὸ «ἐπινοίᾳ» βούλεται νοεῖσθαι ἐπὶ Θεοῦ. Τοῦ γὰρ Εὐνομίου λέγοντος «Ἀγέννητον δὲ λέγοντες, οὐκ ὀνόματι μόνον, κατ’ ἐπίνοιαν ἀνθρωπίνην, σεμνύνειν οἰόμεθα δεῖν, ἐκτιννύναι δὲ873 τὸ πάντων ἀναγκαιότατον ὄφλημα874 τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν. Τὰ γάρ τοι κατ’ ἐπίνοιαν λεγόμενα ἐν ὀνόμασι μόνον καὶ προφορᾷ τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν», ὁ μέγας οὗτός φησιν – ἐκ τοῦ πρώτου λόγου τῶν Ἀντιρρητικῶν – «Ἀναιρεῖ τὸ κατ’ ἐπίνοιαν θεωρεῖσθαι ἐπὶ875 Θεοῦ τὸ ἀγέννητον, ἡγούμενος ἐντεῦθεν ῥαδίαν αὐτῷ τὴν ἐπιχείρησιν ἔσεσθαι τοῦ τὴν ἀγεννησίαν οὐσίαν εἶναι876 ἐκ τούτου δὲ ἀναντιρρήτως δείξειν, ἀνόμοιον εἶναι κατ’ αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ877 τῷ Πατρί. Διατοῦτο878 προσπλέκεται τῷ ῥήματι τῆς ἐπινοίας ὡς οὐδὲν σημαίνοντι τοπαράπαν879, ἀλλ’ ἐν μόνῃ τῇ προφορᾷ τὴν ὑπόστασιν κεκτημένῳ καὶ ἀνάξιον εἶναι Θεοῦ προσποιεῖται ταῖς ἐπινοίαις αὐτὸν ἀποσεμνύνειν. Ἐγὼ δέ, εἰ μὲν ἐπινοίᾳ θεωρητὸν ἢ μὴ τὸ ἀγέννητον, οὔπω διϊσχυρίζομαι, πρὶν ἂν ὑπ’ αὐτῆς τοῦ λόγου τῆς ἐξετάσεως διδαχθῶμεν. Αὐτὸ δὲ τοῦτο, τί ποτ’ ἐστὶν880 ἡ ἐπίνοια, ἡδέως ἂν ἐρωτήσαιμι ἆρ’ οὐ δὲν παντάπασι σημαίνει τὸ ὄνομα τοῦτο καὶ ψόφος ἄλλως ἐστί, διὰ τῆς γλώττης ἐκπίπτων; Ἀλλὰ τὸ τοιοῦτον οὐχὶ ἐπίνοια, παράνοια δ’ ἂν μᾶλλον καὶ φλυαρία προσαγορεύοιτο. Εἰ δὲ συγχωροίη σημαίνειν μὲν τι τὴν ἐπίνοιαν, ψευδὲς δὲ τοῦτο παντελῶς καὶ ἀνύπαρκτον, ὡς ἐν ταῖς μυθοποιΐαις κενταύρων δὴ τινων ἀναπλασμοὺς καὶ χιμαίρας, πῶς τὸ σημαινόμενον ψεῦδος τῷ ψόφῳ τῆς γλώττης συναφανίζεται, τῆς μὲν φωνῆς πάντως εἰς ἀέρα προχεομένης, τῶν δὲ ψευδῶν νοημάτων ἐναπομενόντων τῇ διανοίᾳ; Οὐδὲ γάρ, ἐπειδάν ποτε ψευδῶν παντελῶς καὶ διακένων ἀναπλασμῶν ἢ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις ἢ ἄλλως ἐν τοῖς ματαίοις τοῦ νοῦ κινήμασιν ἡ ψυχὴ πληρωθεῖσα παρακατάσχῃ τῇ μνήμῃ, εἶτα διὰ τῆς φωνῆς ἐξαγγεῖλαι προέληται, ὁμοῦ τῷ προενεχθέντι λόγῳ συνηφανίσθη καὶ τὰ φαντάσματα. Πολλοῦ γὰρ ἂν ἄξιον ἦν τὰ ψευδῆ λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς λαλουμένοις συνδιεφθείρετο. Ἀλλ’ οὐκ ἔχον ἐστὶ φύσιν τοῦτό γε. Ὑπόλοιπον δ’ ἂν εἴη δεικνύναι, πῶς μὲν ἡ συνήθεια καὶ ἐπὶ ποίων πραγμάτων τῇ ἐπινοίᾳ χρῆται, πῶς δὲ τὰ θεῖα λόγια τὴν χρῆσιν αὐτῆς παρεδέξατο».

Καὶ μετ’ ὀλίγον «Ἐγγὺς δὴ τοῦ τοιούτου τρόπου τῆς ἐπινοίας τὴν χρῆσιν καὶ παρὰ τοῦ Θείου δεδιδάγμεθα Λόγου. Τὰ μὲν οὖν ἄλλα παρήσω, πολλὰ ἔχων εἰπεῖν ἑνὸς δὲ μόνου τοῦ καιριωτάτου μνησθήσομαι. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς περὶ αὐτοῦ λόγοις τὴν φιλανθρωπίαν τῆς θεότητος καὶ τὴν ἐξ οἰκονομίας χάριν τοῖς ἀνθρώποις παραδηλῶν, ἰδιώμασί τισι τοῖς περὶ αὐτὸν θεωρουμένοις ἀπεσήμανε881 ταύτην, θύραν ἑαυτὸν λέγων καὶ ὁδὸν καὶ ἄρτον καὶ ἄμπελον καὶ ποιμένα καὶ φῶς, οὐ πολυώνυμός τις ὤν. Οὐ γὰρ πάντα τὰ ὀνόματα εἰς ταυτὸν ἀλλήλοις φέρει. Ἄλλο γὰρ τὸ σημαινόμενον φωτὸς καὶ ἄλλο ἀμπέλου καὶ ἄλλο ὁδοῦ καὶ ἄλλο ποιμένος. Ἀλλ’ ἓν ὢν κατὰ τὸ ὑποκείμενον καὶ μία οὐσία καὶ ἁπλῆ καὶ ἀσύνθετος, ἄλλοτε ἄλλως ἑαυτὸν ὀνομάζει, ταῖς ἐπινοίαις διαφερούσας ἀλλήλων τὰς προσηγορίας μεθαρμοζόμενος. Κατὰ γὰρ τὴν τῶν ἐνεργειῶν διαφορὰν καὶ τὴν πρὸς τὰ εὐεργετούμενα σχέσιν διάφορα ἑαυτῷ καὶ τὰ ὀνόματα τίθεται. Φῶς μὲν γὰρ ἑαυτὸν τοῦ κόσμου λέγει, τό τε ἀπρόσιτον τῆς ἐν τῇ θεότητι δόξης τῷ ὀνόματι τούτῳ διασημαίνων καὶ ὡς τῇ λαμπρότητι τῆς γνώσεως τοὺς κεκαθαρμένους τὸ ὄμμα τῆς ψυχῆς καταυγάζων ἄμπελον δέ, ὡς τοὺς ἐν αὐτῷ κατὰ τὴν πίστιν ἐρριζωμένους ἐπ’ ἔργων ἀγαθῶν καρποφορίαις ἐκτρέφων ἄρτον δέ, ὡς οἰκειοτάτη τροφὴ τοῦ882 λογικοῦ τυγχάνων, τῷ διακρατεῖν τὴν σύστασιν τῆς ψυχῆς καὶ τὸ ἰδίωμα αὐτῆς διασώζειν καὶ ἀναπληροῦν883 ἀεὶ παρ’ ἑαυτοῦ τὸ ἐνδέον, καὶ πρὸς τὴν ἐξ ἀλογίας ἐγγινομένην ἀρρωστίαν οὐκ ἐῶν ὑποφέρεσθαι. Καὶ οὕτως ἄν τις τῶν ὀνομάτων ἕκαστον ἐφοδεύων ποικίλας εὕροι τὰς ἐπινοίας ἑνὸς τοῦ884 κατὰ τὴν οὐσίαν τοῖς πᾶσιν ὑποκειμένου».

Καὶ μετ’ ὀλίγον αὖθις «Εἰ μὲν γὰρ οὐδὲν ὅλως κατ’ ἐπὶ νοιαν θεωρεῖ, ἵνα μὴ δόξῃ ἀνθρωπίναις τὸν Θεὸν σεμνύνειν προσηγορίαις, πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ Θεῷ. Πῶς οὖν οὐ καταγέλαστον, τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν885, τὸ προνοητικὸν πάλιν οὐσίαν886, τὸ προγνωστικὸν πάλιν ὡσαύτως, καὶ ἁπαξαπλῶς πᾶσαν ἐνέρ γειαν οὐσίαν τίθεσθαι; Καὶ εἰ πάντα ταῦτα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταυτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα ὡς ἐπὶ τῶν πολυωνύμων, ὅταν Σίμωνα καὶ Πέτρον καὶ Κηφᾶν τὸν αὐτὸν λέγωμεν. Οὐκοῦν ὁ ἀκούσας τὸ ἀναλλοίωτον τοῦ Θεοῦ πρὸς τὸ ἀγέννητον ὑπαχθήσεται, καὶ ὁ ἀκούσας τὸ ἀμερὲς πρὸς τὸ δημιουργικὸν ἀποφέρεται καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν σημασίαν ἑκάστου τῶν ὀνομάτων ἀντινομοθετεῖν τῇ κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος; Καίτοι ὅταν μὲν ἀκούσωμεν περὶ τοῦ Θεοῦ, ὅτι πάντα ἐν σοφίᾳ ἐποίησε, τὴν δημιουργικὴν τέχνην αὐτοῦ διδασκόμεθα ὅταν δέ, ὅτι ἀνοίγει τὴν χεῖρα καὶ ἐμπιπλᾷ πᾶν ζῶον εὐδοκίας, τὴν διὰ πάντων κεχωρηκυῖαν πρόνοιαν ὅταν δέ, ὅτι ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, τὸ ἀόρατον τῆς φύσεως αὐτοῦ παιδευόμεθα πάλιν δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον, τὸ „ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι“, τὸ ἀεὶ ταυτὸν καὶ ἄτρεπτον τῆς θείας οὐσίας μανθάνομεν. Πῶς οὖν οὐχὶ μανία σαφής, μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν ὀνομάτων ὑποβεβλῆσθαι λέγειν, ἀλλὰ παρὰ τὴν ἐνέργειαν πάντα ταυτὸν δύνασθαι ἀλλήλοις διορίζεσθαι τὰ ὀνόματα».

7. Καὶ ὁ ἅγιος δὲ Κύριλλος, ἐν τῇ τοῦ Κατὰ Ἰωάννην εὐαγγελίου ἑρμηνείᾳ, κεφαλαίῳ πρώτῳ, οὕτω φησίν «Τὸ τῆς πατριᾶς ἤτοι πατρότητος ὄνομα οὐκ ἐξ ἡμῶν ἔχει ὁ Θεός, ἀλλ’ ἡμεῖς μᾶλλον ἐξ αὐτοῦ λαβόντες ὁρώμεθα. Πιστὸς δὲ ὁ λόγος Παύλου, βοῶντος ὡδί Ἐξ οὗ πᾶσα πατριὰ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Ἐπειδὴ δὲ Θεὸς τὸ πάντων ἐστὶ πρεσβύτατον, κατὰ μίμησιν δηλονότι πατέρες ἡμεῖς οἱ πρὸς τὸ ἐκείνου σχῆμα διὰ τοῦ πεποιῆσθαι κατ’ εἰκόνα κεκλημένοι. Εἶτα πῶς, εἰπέ μοι, λοιπὸν οἱ καθ’ ὁμοίωσιν γεγονότες αὐτῷ κατὰ φύσιν ἐσμὲν τῶν οἰκείων τέκνων πατέρες, εἰ μὴ πρόσεστι τοῦτο τῇ ἀρχετύπῳ εἰκόνι, πρὸς ἣν καὶ μεμορφώμεθα; Πῶς δ’ ἂν ὅλως τὸ τῆς πατριᾶς ἤτοι πατρότητος ὄνομα καὶ εἰς τοὺς ἄλλους ἐκβῆναι παρὰ Θεοῦ δοίη τις ἄν, εἴ γε ὄντως οὐκ ἔστι πατήρ; Φαίνεται γάρ, ἂν οὕτως ἔχῃ, παντελῶς ἀνεστραμμένη τοῦ πράγματος ἡ φύσις ἡμεῖς δὲ μᾶλλον αὐτῷ καθ’ ὁμοίωσιν τὴν πρὸς ἡμᾶς τὸ „πατὴρ“ καλεῖσθαι δώσομεν ἤπερ αὐτὸς ἡμῖν. Τοῦτο γὰρ ὁ λόγος συνομολογεῖν ἀναγκάσει καὶ ἄκοντα τὸν αἱρετικόν. Οὐκοῦν ψεύδεται τῆς ἀληθείας ὁ μάρτυς, ἐξ αὐτοῦ λέγων εἶναι πᾶσαν πατριὰν ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Ἀλλ’ ἔστι τοῦτο φάναι τῶν ἀτοπωτάτων. Ἀληθεύει γὰρ ὁ θαρσήσας εἰπεῖν Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Καὶ ἐκ Θεοῦ τὸ τῆς πατριᾶς ὄνομα καὶ εἰς ἡμᾶς καταρρεῖ. Οὐκοῦν ἐστι κατὰ φύσιν τοῦ Λόγου Πατήρ τέτοκε δὲ πάντως οὐκ ἀνόμοιον ἑαυτῷ διὰ τοῦ τὸ ἔλαττον ἔχειν ἢ ἐν οἷσπέρ ἐστιν αὐτός. Οἱ γὰρ πρὸς μίμησιν γεγονότες ἡμεῖς τὴν ἐκείνου, ἔχομεν οὐχ οὕτω τὰ ἐξ ἑαυτῶν γεννώμενα, ἴσα δὲ παντελῶς κατὰ γε τὸν τῆς φύσεως λόγον».

Ὁρᾷς, ὡς ὅσα παρ’ ἡμῶν ἐπὶ Θεοῦ νοοῦνται οὐκ ἐν τῇ διανοίᾳ μόνον ἔχουσι τὸ εἶναι – οὕτω γὰρ ἂν ἦσαν ἀναπλάσματα ψευδῆ, – ἀλλ’ ἐν Θεῷ τὸ εἶναι ἔχουσι προαιωνίως κατὰ τὰς προληφθείσας τῶν ἁγίων χρήσεις;

Ἐπὶ μέντοι τῶν παραδειγμάτων ἡλίου τε καὶ πυρὸς τοὺς μὲν ἀντιλέγοντας ἡμῖν οὐδὲν θαυμαστὸν πανταχόθεν ἡμῶν παράπτεσθαι πειρᾶσθαι, οἰομένους ἀπὸ τούτων ὥσπερ ἀνα ψύχειν τὸ ὑποκαιόμενον αὐτοῖς τῆς πρὸς ἡμᾶς συκοφαντίας πῦρ. Τὴν δὲ σὴν σύνεσιν ἔπεισί μοι θαυμάζειν, ὅλως ἀνασχόμενον τοιούτων λόγων καθ’ ἡμῶν. Οἶσθα γὰρ ἀκριβῶς, τοῖς θείοις ἐντεθραμμένος λόγοις, ὡς μεγάλῃ συγκαταβάσει χρωμένη ἡ θεολογία τῆς κατὰ διάνοιαν ἀσθενείας ἕνεκα τῶν ἀκουόντων τοῖς παραδείγμασι χρῆται ἀφ’ ὧν ὅσον χρήσιμον λαμβάνουσα, ἓν ἢ δύο τυχὸν τῶν κατὰ τὰ παραδείγματα νοουμένων, τὰ πλείω καταλείπει. Ὅταν γὰρ λέγῃ περὶ τοῦ Χριστοῦ Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, τὸ ἄκακον καὶ ταπεινὸν ἐκλαμβάνει μόνον, τὸ δὲ κτηνῶδες καὶ ἄλογον ἀπορρίπτει. Πάλιν ὅταν ἄρκτον ἀπορουμένην τὸν Θεὸν λέγῃ, τὸ ἀπαραίτητον πρὸς τιμωρίαν ἐκλαμβάνουσα μόνον, τὴν θηριωδίαν καὶ τὰ λοιπὰ ἀπορρίπτει ὅταν δὲ τὸ πνεῦμα τὸ ἅγιον ὕδωρ ζῶν λέγῃ, τὸ ζωογόνον μόνον καὶ τὴν ἀφθονίαν τῶν ὑδάτων. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, τοῖς διδασκάλοις ἑπόμενοι κἀν τούτοις Κυρίλλῳ καὶ Βασιλείῳ – ἐκείνων γὰρ αὗται αἱ φωναί, τῷ τοῦ ἡλίου παραδείγματι καὶ τοῦ πυρὸς ἐχρησάμεθα, τὸ ἀδιαίρετον ἐκ τούτων χρήσχρήσλαμβάνοντες οὐσίας καὶ ἐνεργείας καὶ τὸ ἐκ τῆς οὐσίας εἶναι τὴν ἐνέργειαν. Εἰ δὲ τὸ μὲν πῦρ ὑφέστηκεν, ἡ θέρμη δὲ ὡς ποιότης θεωρεῖται ἐν αὐτῷ, τοῦτο τοῖς κτίσμασι κατελίπομεν ἐν γὰρ τῷ Θεῷ οὐδὲν οὔτε ὡς ποιότης θεωρεῖται οὔτε ὡς συμβεβηκός.

4. Cantacuzeni ad Paulum epistula quarta

Ἔτι τοῦ βασιλέως, πρὸς τὸν αὐτόν

1. Τὰ μὲν δὴ τῶν προτέρων ζητημάτων ἀρκούντως ἡμῖν εἰρῆσθαι νομίζω καὶ συμφώνως μάλιστα τοῖς θεολόγοις. Λείπεται δὴ καὶ περὶ τοῦ ἐν Θαβωρίῳ λάμψαντος ἐν τῷ προσώπῳ τοῦ Χριστοῦ φωτὸς κατὰ τὴν μεταμόρφωσιν εἰπεῖν, καὶ ἣν ἔχομεν ἐκθέσθαι περὶ αὐτοῦ πίστιν. Πρὶν δὲ εἰς τοὺς περὶ ἐκείνου λόγους ἐμβαλεῖν, τοσοῦτον ἀναγκαῖον εἰπεῖν, ὅτι κἀν τῇ θεολογίᾳ τὴν ἴσην τάξιν ἥνπερ καὶ ταῖς ἄλλαις ἐπιστήμαις δίκαιον τηρεῖν. Καὶ ὥσπερ εἴ τις ἀπὸ γεωμετρικῶν ἀρχῶν περὶ πολιτικῆς ἐπεχείρει διαλέγεσθαι ἢ περὶ κινήσεως ἀστέρων ἀπὸ τῆς στρατηγικῆς, καταγέλαστος ἦν ἄν, οὕτω δὴ πολλῆς ἀνοίας ἂν εἴη, τὴν προσήκουσαν ἀρχὴν τῇ θεολογίᾳ καταλιπόντας, ἐφ’ ἑτέραν μηδαμῶς ἐφαρμόζουσαν μεταχωρεῖν. Οὐ μόνον γὰρ οὐδὲν ἔσται καίριον περὶ τῶν προκειμένων ὁ ταύτην μετερχόμενος εἰρηκώς, ἀλλὰ καὶ μυρίοις ἀτόποις περιπεσεῖται, ὃ δὴ παθόντες ἐλέγχονται σαφέστατα οἱ ἀντικείμενοι ἡμῖν. Ταῖς γὰρ ἀρχαῖς ἀπειπάμενοι τῆς θεολογίας καὶ τῇ σοφίᾳ τῇ ἀπὸ Θεοῦ, τοῖς σφετέροις δὲ μόνον λογισμοῖς ἐξακολουθήσαντες καὶ ὥσπερ συκίνῃ ῥάβδῳ τῇ ἔξωθεν ἐπερειδόμενοι σοφίᾳ, ἣν ψυχικὴν δαιμονιώδη καλῶς ὁ μέγας προση γόρευσεν Ἰάκωβος, μυρίαις πλάναις καὶ διαφόροις περιέπεσον δόξαις. Καὶ οἱ μὲν αὐτῶν οὐσίαν τὸ ἐν Θαβωρίῳ φῶς ἐδόξασαν τοῦ Θεοῦ, οἱ δέ, κτίσμα γινόμενον καὶ ἀπογινόμενον, ἕτεροι δέ, κτίσμα μὲν, μένον δέ, καὶ ὅτι κτιστὸν καὶ ἄκτιστον τὸ αὐτό, καὶ ἐξ ἐκείνου συνὸν ἀεὶ τῷ Χριστῷ οἱ δέ, φάσμα, κτίσμα, ἴνδαλμα, παραπέτασμα καὶ νοήσεως κατώτερον ἀνθρωπίνης οἱ δέ, οὔτε κτιστὸν οὔτε ἄκτιστον εἰσὶ δέ, οἳ κἀν τούτοις ἄκτιστον μόνον ἐνόμισαν εἶναι.

Ἡμεῖς δὲ τῆς θεολογίας μόνην ἀρχὴν τὸν Θεὸν νομίζοντες εἶναι, πρότερον μὲν δι’ αἰνιγμάτων τε καὶ σκιῶν τοῖς προφήταις ἀποκαλύπτοντα τὰ μυστήρια, ὕστερον δὲ τρανῶς καὶ καθαρῶς τοὺς ἀποστόλους διὰ τοῦ μονογενοῦς αὐτοῦ ὑἱοῦ εἰς τὸν κόσμον ἐπιδημήσαντος διδάσκοντα θεολογεῖν – ὃς καὶ τὸν μακάριον Πέτρον, Χριστὸν αὐτὸν καὶ Θεοῦ ὑἱὸν θεολογήσαντα, ἠξίωσε τοῦ μακαρισμοῦ, «Μακάριος» εἰπὼν «εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς» – καὶ μετὰ τοὺς ἀποστόλους σοφίσαντα τοὺς διδασκάλους τῆς ἐκκλησίας, τὴν ἀληθινὴν περὶ αὐτοῦ πίστιν καὶ τρανῶσαι καὶ διδάξαι, ἁπλῶς καὶ ἀπεριέργως αὐτοῖς ἑπόμεθα, οὐκ εὐθύνας ἀπαιτοῦντες ὧν ἐδίδαξαν ἡμᾶς περὶ Θεοῦ, οὐδ’ εἰ μὴ τῇ ἀνθρωπίνῃ γνώσει τὰ λεγόμενα συμβαίνει, εὐθὺς μηδὲ εἶναι λέγοντες – ὥσπερ ἀναγκαῖον ὄν, ὃ μὴ τῇ ἀνθρωπίνῃ γνώσει ὑποπίπτει, μηδὲ εἶναι, – ἀλλὰ πίστει δεχόμενοι τὰ παρὰ τοῦ ἁγίου πνεύματος αὐτοῖς ἀποκαλυ φθέντα. «Ὑμῶν γάρ ἐστιν», εἶπεν ὁ σωτὴρ τοῖς ἀποστόλοις, «γνῶναι τὰ μυστήρια». Καὶ ὁ μακάριος δὲ Παῦλος ἔλεγεν Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρω πίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου. Εἰ τοίνυν τὸ πνεῦμα τοῦ Θεοῦ ἔλαβον οἵ τε ἀπόστολοι καὶ διδάσκαλοι καὶ παρ’ ἐκείνου ἐμπνεόμενοι θεολογοῦσι, δίκαιον ἂν εἴη, κατ’ ἴχνος ἕπεσθαι αὐτοῖς καὶ ἃ λέγουσι πίστει δέχεσθαι, καὶ μὴ καὶ αὐτῶν τῶν θεολογικῶν ἀρχῶν ἀρχὰς καὶ ἀποδείξεις ἀπαιτεῖν, ἵνα μὴ κενωθῇ ἡ πίστις ἡμῶν.

2. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσι καὶ θεολόγοις, τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν φῶς ἐν τῷ προσώπῳ τοῦ σωτῆρος Χριστοῦ ἄκτιστον πιστεύομεν εἶναι. Αὐτίκα γὰρ ὁ ἐν θεολογίᾳ μέγας Γρηγόριος ἐν τῷ Εἰς τὸ Βάπτισμα λόγῳ οὕτω φησίν «Φῶς, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς, μικροῦ στερροτέρα καὶ887 ὄψεως». Ὁ αὐτὸς καὶ ἐν τῷ λόγῳ τῷ ἐπιγεγραμμένῳ Περὶ Εὐταξίας ἐν ταῖς διαλέξεσιν «Ὁρᾷς; Τῶν Χριστοῦ μαθητῶν πάντων ὄντων ὑψηλῶν καὶ τῆς ἐκλογῆς ἀξίων, ὁ μὲν, Πέτρος καλεῖται καὶ τοὺς θεμελίους τῆς ἐκκλησίας πιστεύεται, ὁ δέ, ἀγαπᾶται πλέον καὶ ἐπὶ τὸ στῆθος Ἰησοῦ ἀναπαύεται, καὶ φέρουσιν οἱ λοιποὶ τὴν προτίμησιν. Ἀναβῆναι δὲ εἰς τὸ ὄρος δεῆσαν, ἵνα τῇ μορφῇ λάμψῃ καὶ τὴν θεότητα παραδείξῃ καὶ γυμνώσῃ τὸν ἐν σαρκὶ κρυπτόμενον, τίνες συναναβαίνουσιν–οὐ γὰρ πάντες ἐπόπται τοῦ θαύματος; – Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ πρὸ τῶν ἄλλων ὄντες καὶ ἀριθμούμενοι».

Καὶ ἔτι ἐν τῷ Πρὸς Κληδόνιον λόγῳ «Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγει888 καὶ γυμνὴν εἶναι τὴν θεότητα889 σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέθειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας, ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ ἐλύθη890 ὡς φωνῆς χύσις891 καὶ ὀδμῆς ῥύσις καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης γὰρ καθ’ αὑτὴν ἀόρατος. Ἀλλ’ ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δέ, οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος».

Ὁ δὲ ἅγιος Ἀναστάσιος Ἀντιοχείας, ἐν τῷ Εἰς τὴν Ἑορτὴν τῆς Μεταμορφώσεως λόγῳ «Τότε τοίνυν τὴν θείαν μορφήν, μορφῇ δούλου μεταμορφωθείς, περιεκάλυψε νῦν δὲ τὴν μορφὴν τοῦ δούλου πρὸς τὴν φυσικὴν μορφὴν ἀποκαθίστησιν, οὐκ ἀποθέμενος μὲν τὴν οὐσίαν τὴν δουλικήν, φαιδρύνας δὲ αὐτὴν τοῖς θεϊκοῖς ἰδιώμασι, δεικνύς, ὅτι οὕτω μετασχηματίσει ποτὲ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ ποιήσας αὐτό».

Καὶ ὁ ἅγιος Βασίλειος Σελευκείας, ἐν τῷ εἰς τὴν αὐτὴν ἑορτήν, φησίν «Οὗτός ἐστιν ὁ ὑἱός μου ὁ ἀγαπητός. Ἐκείνους δούλους ἔκτισα, τοῦτον ὑἱὸν ἐκ τῆς οὐσίας ἐγέννησα. Ἐμός ἐστιν ὑἱός, κἂν δούλου μορφὴν δι’ ὑμᾶς περιβέβληται ἀπρόσιτον ἔχει τὸ φῶς, κἂν δι’ ὑμᾶς τὰς ἀκτῖνας ἐμέτρησεν. Ὢ μακαρίων ὀμμάτων, νυμφικῶς τὸν Χριστὸν ἐστολισμένον θεωρούντων ὢ μακαρίων ὀφθαλμῶν, τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως ἐν ἡμέρῳ θεωρούντων τῷ σχήματι. Ἃ γὰρ ἄγγελοι τρέμοντες ὄψονται, ταῦτα χαίροντες ἔβλεπον».

Ὁ δὲ μέγας Βασίλειος, ἐν τοῖς Ἀντιρρητικοῖς «Εἰ ἀληθινὸν φῶς ὁ ὑἱός, ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ θεός, φησί, φῶς οἰκῶν ἀπρόσιτον. Τὸ γὰρ ἀπρόσιτον πάντως καὶ ἀληθινόν, καὶ τὸ ἀληθινὸν ἀπρόσιτον, ὁπότε καὶ πεπτώκα σιν οἱ ἀπόστολοι, τῇ δόξῃ τοῦ φωτὸς τοῦ ὑἱοῦ ἀτενίσαι μὴ δυνηθέντες διὰ τὸ εἶναι ἀπρόσιτον αὐτὸν φῶς. Φῶς δέ φησι τὸ πνεῦμα, ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου. Πῶς οὖν οὐ πιστευτέον τὴν αὐτὴν τῆς τριάδος εἶναι φύσιν, ὁπότε ἓν τὸ φῶς ἀποδέδεικται»; Ὁ αὐτὸς καὶ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ οὕτω φησίν «Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, εἴτουν τῇ θεωρητῇ καὶ νοητῇ θεότητι. Ἐκεῖνο γάρ ἐστι τὸ ὄντως καλόν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον. Εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ ὑἱοὶ τῆς βροντῆς ὑπερβάλλον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν».

Καὶ ὁ μέγας Χρυσόστομος, ἐν τῷ Εἰς τὴν Μεταμόρφωσιν λόγῳ, φησίν «Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ892». Ἐνταῦθα893 οὐ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας894 τῆς ἐνδόξου λέγει, ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως. Καὶ γὰρ ἐν τῷ ὄρει μεταμορφωθεὶς ὁ Σωτὴρ μικρῶς πως ὡς Δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ’ εὐθὺς ἐροῦσιν οἱ ἀπύλωτον καὶ895 θηρευτικὴν περιφέροντες γλῶσσαν896 “Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ Θεοῦ Λόγου δόξα, πῶς ἐπέδειξεν αὐτὴν τοῖς ἀποστόλοις; Εἰ γὰρ ὁρατή, οὐκ ἀθέατος εἰ δὲ ἀθέατος, οὐχ ὁρατή. Διὸ ἄκουε συνετῶς. Ἐνταῦθα ὁ Δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν καὶ οὐκ ἐπέδειξε” τουτέστι, μικρὸν παρήνοιξε τὴν θεότητα καὶ οὐχὶ τελείως897, «τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Πληροφορῶν μὲν898 γὰρ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. Φειδόμενος δέ899, καὶ οὐχὶ φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς900 τὴν πᾶσαν δόξαν, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν».

3. Καὶ ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν τῷ εἰς τὴν αὐτὴν ἑορτὴν λόγῳ, φησίν «Σήμερον φωτὸς ἀπροσίτου ἄβυσσος, σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται. Νῦν ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι σῶμα γήϊνον θείαν ἀπαυγάζει λαμ πρότητα, σῶμα θνητὸν δόξαν πηγάζει θεότητος. Ὁ γὰρ Λόγος σάρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ τῆς οἰκείας ἐξέστη ἑκάτερον φύσεως. Ὢ τοῦ θαύματος901 οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο902, ἀλλ’ ἔνδοθεν ἐκ τῆς ἀρρήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ’ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Ὦι γὰρ ἐν ἐκείνῳ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα οὐ σθένουσιν, ἐν τούτῳ τῶν ἀποστόλων οἱ πρόκριτοι τῇ δόξῃ τῆς ἑαυτοῦ βασιλείας ὁρῶσιν ἐκλάμποντα. Ἐντεῦθεν τοὺς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τῆς οἰκείας δόξης τε καὶ θεότητος. Ἀποκαλύπτει δὲ αὐτοῖς903 τὴν οἰκείαν θεότητα. Τελείους δὲ εἶναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύοντας, τὴν ἁπάντων904 ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον. Ὁ θεῖος γὰρ905 ὄντως καὶ θεηγόρος Διονύσιος906 „Οὕτως ὁ Δεσπότης“ φησὶν907 „ὀφθήσεται τοῖς ἑαυτοῦ τε λείοις θεράπουσιν, ὃν τρόπον ἐν ὄρει Θαβὼρ τοῖς ἀποστόλοις ὀπτάνεται908“. Ἰωάννην παραλαμβάνει909 ὡς τῆς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον, ὅπως τὴν ἄχρονον δόξαν τοῦ ὑἱοῦ θεασάμενος Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος βροντήσειε».

Μήτηρ γὰρ προσευχῆς ἡ ἡσυχία, προσευχὴ δὲ θείας δόξης ἐμφάνεια. Ὅταν910 γὰρ τὰς αἰσθήσεις μύσωμεν καὶ ἑαυτοῖς καὶ Θεῷ συγγενώμεθα καὶ τῆς ἔξωθεν τοῦ κόσμου περιφορᾶς ἐλευθερωθέντες ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὴν βασιλείαν ὀψόμεθα. « βασιλεία γὰρ τῶν οὐρανῶν, ἥτις ἐστὶ τοῦ Θεοῦ βασιλεία, ἐντὸς ἡμῶν ἐστιν», Ἰησοῦς ὁ Θεὸς ἀπεφθέγξατο. Ἔμπροσθεν τῶν μαθητῶν μεταμορφοῦται ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων ἀστραπῇ τῆς θεότητος. Ἀνάρχως911 γὰρ ἐκ Πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται. Εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο Χριστός, τῷ πατρὶ ὁμοούσιος καὶ ἡμῖν συμφυὴς καὶ ὁμόφυλος. Ἀλλ’ ἀφανὴς ἡ δόξα ὑπάρχουσα ἐν τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα, τοῖς912 σαρκὸς δεσμίοις, ἀόρατος ἐχρημάτιζε. Μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. Καὶ τοῦτό ἐστι τὸ «μετεμορφώθη ἔμπροσθεν αὐτῶν». Μένων γὰρ αὐτὸς ἐν ταυτότητι, παρὸ τοπρὶν913 ἐφαίνετο ἕτερος νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος. Καὶ ἔλαμψε τὸ πρόσωπον Αὐτοῦ ὡς ὁ ἥλιος.

Τί φής, ὦ εὐαγγελιστά; Τί συγκρίνεις τὰ ὄντως ἀσύγκριτα; Τὸ ἀφόρητον καὶ ἀπρόσιτον φῶς ὡς οὗτος ὁ ὑπὸ πάντων καθορώμενος ἐξήστραψεν914 ἥλιος; «Ἀλλ’ οὐ παραβάλλω», φαίη ἄν, «οὐδὲ συγκρίνω τὸ μόνον μονογενὲς καὶ μηδενὶ εἰκαζόμενον τῆς θείας δόξης ἀπαύγασμα, ἀλλὰ σαρκὸς δεσμίοις φθεγγόμενος, τῶν σωμάτων ὅ τι κάλλιστόν ἐστι καὶ λαμπρότατον πρὸς παράδειγμα φέρω, οὐ παντελῶς ὁμοιότατον». Ἀμήχα νον γὰρ ἀπαραλείπτως ἐν τῇ915 κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι. Ἀλλ’ ὥσπερ ὁ ἥλιος εἷς ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτός, ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, διόλου916 δὲ917 τοῦ σώματος ἐφ’ ἑαυτοῦ μένοντος, τὸ φῶς πᾶσι τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν, οὕτω καὶ ὁ Χριστός, φῶς ἐκ φωτὸς ἄναρχον918 καὶ ἀπρόσιτον ὤν919, ἐν τῷ χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης ἥλιος, εἷς Χριστὸς ἐν δυσὶν920 ἀδιαιρέτοις ταῖς φύσεσι γνωριζόμενος.

Κοινὰ921 πάντα τοῦ ἑνὸς σεσαρκωμένου Θεοῦ Λόγου γε γένηται, τά τε τῆς σαρκὸς καὶ τὰ922 τῆς ἀπεριγράπτου θεότητος. Ἕτερον δέ, ἐξ οὗ923 τὰ τῆς δόξης αὐχήματα, καὶ ἕτερον, ἐξ οὗ924 τὰ πάθη γνωρίζεται. Ἐκνικᾷ δὲ τὸ θεῖον καὶ μεταδίδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, αὐτὸ καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον. Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερος, ἀλλ’ ὅσον ἐχώρουν καθορᾶν οἱ βλέποντες. Ὅπερ δὲ925 ἐν αἰσθητοῖς ἥλιος, τοῦτο ἐν νοητοῖς Θεός.

Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε καθὸ πέφυκε φύσεως καὶ ὃ δὲ ἑώρακεν926, ἐν πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστο ταῦτά ἐστιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὗς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν οὐκ ἀνέβη ἀνθρώπου πώποτε. Οὕτω927 ἐν τῷ928 αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος. Ὁρᾶτε τὸν ἥλιον τοῦτον, ὡς καλός929, ὡς ἡδύς, ὡς ποθεινός, ὡς930 ἐξαστράπτων καὶ ἔκλαμπρος, καὶ τὴν ζωήν, ὡς γλυκεῖα931 καὶ ἐπέραστος; Πόσῳ μᾶλλον δοκεῖτε τὸ φῶς932, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον καὶ γλυκύτερον, τὴν αὐτοζωήν, ἐξ ἧς ἅπασα ζωὴ933 ζωοῦται καὶ μεταδίδοται; Οὐκ ἔστιν ἔννοια934 τῆς ὑπε ροχῆς τὸ μέτρον εἰκάζουσα. Τοῦτο τὸ φῶς κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια. Αὕτη ἡ ζωὴ ἡ τὸν κόσμον νικήσασα. Καὶ πάλαι μὲν σκιὰν εἶχεν ὁ νόμος, Παύλου γράφοντος ἄκουσον935 ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενοι μείζονα, καθάπερ ἀπὸ κυρίου πνεύματος. Ἀλλ’ ὁ Πέτρος «Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι», καὶ ἐντεῦθεν936 νεφέλη, οὐ γνόφου, ἀλλὰ φωτὸς ἐπεσκίασε. Τὸ κεκρυμμένον γὰρ ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν μυστήριον ἐκκαλύπτεται, φωνὴ τοῦ937 Πατρὸς ἐκ νεφέλης τοῦ πνεύ ματος γέγονε καὶ δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται. Μὴ ζήτει τοιγαροῦν938 πρὸ καιροῦ τὰ καλά, Πέτρε ἔσται ποτέ, ὅταν ἄληκτον τὴν θέαν ταύτην κομίσαιο.

Ταῦτα τὰ θεῖα προστάγματα πάσῃ φυλακῇ τηρήσωμεν, ὡς ἂν καὶ ἡμεῖς τῆς θείας αὐτοῦ κατατρυφήσωμεν ὡραιότητος, τῆς αὐτοῦ γλυκυτάτης ἐμφορούμενοι γνώσεως939 νῦν μὲν, ὅσον940 ἐφικτὸν τοῖς τὸ γεῶδες τοῦτο πεφορτισμένοις σκῆνος τοῦ σώματος, ἔπειτα δὲ τρανότερόν τε καὶ καθαρώτερον, ὅταν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὅτε941 ὡς ἄγγελοι σὺν κυρίῳ ἄφθαρτοι ἔσονται ἐν τῇ μεγάλῃ καὶ ἐπιφανεῖ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ.

4. Ὁ δέ γε Ἀνδρέας Κρήτης, ἐν τῷ εἰς τὴν αὐτὴν ἑορτὴν λόγῳ, φησίν «Ἐπὶ τὸ ὄρος ἀνάγει τοὺς μαθητὰς ὁ Σωτήρ942, τί ποιήσων ἢ τί διδάξων; Τὴν ὑπεραστράπτουσαν παραδείξων943 τῆς οἰκείας θεότητος δόξαν τε καὶ λαμπρότητα, εἰς ἣν μετεστοιχείωσε τὴν ἀκούσασαν φύσιν „Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ“. Ὅθεν κατὰ τὴν ἀψευδῆ τῶν θεολόγων μυσταγωγίαν ὥσπερ ἔκ τινος944 ἀεννάου πηγῆς κατὰ945 ἀπειρόδωρον χάριν τῆς ἀκηράτου θεώσεως εἰς ἡμᾶς τὸ μέγα πρόεισι δῶρον βούλεται γὰρ συνιέντας ἡμᾶς τοῦ βάθους τῶν κατ’ αὐτὸ πεπραγμένων946 τῇ γνώσει δραστικωτέραν ἐπι σπάσασθαι τὴν χάριν, μιμήσει τοῦ Μεταμορφωθέντος, καὶ ἐν ἡμῖν αὐτοῖς ἐνεργοῦσαν τὸ θαυμαστὸν δὴ947 καὶ ξένον μυστήριον. Τοῦτο τοίνυν ἑορτάζομεν σήμερον, τὴν τῆς φύσεως θέωσιν, τὴν εἰς τὸ κρεῖττον ἀλλοίωσιν, τὴν ἐπὶ τὰ ὑπὲρ φύσιν ἔκστασιν καὶ ἀνάβασιν, καθ’ ἣν948 τοῦ κρείττονος ἡ ἐκνίκησις, ἤ, τὸ949 κυριώτερον εἰπεῖν, ἡ ἀνεκλάλητος θέωσις. Τοῦτο θαυμάζουσιν ἄγγελοι, τοῦτο δοξολογοῦσιν ἀρχάγγελοι, τοῦτο πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον ἐναργέστατόν τε καὶ ἀψευδέστατον τίθεται τῆς περὶ950 ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας ὃς δὴ καὶ ὑπερβαλλόντως ἐπὶ τοῦ ὄρους ἐξήστραψεν, οὐ τότε γενόμενος ἑαυτοῦ διαυγέστερος ἢ ὑψηλότερος, ἄπαγε, ἀλλ’ ὅπερ καὶ πρότερον ἦν, τοῖς τελουμένοις τῶν μαθητῶν καὶ μυουμένοις τὰ ὑψηλότερα κατὰ ἀλήθειαν θεωρούμενος951. Οὐκ ἔστι τῶν ἐν τῇ κτίσει θεωρουμένων, ὃ χωρήσει τούτου τὴν ὑπερβολὴν τῆς λαμπρότητος.

Ἀπόδειξις δὲ τῶν λεγομένων αὐτὸ ἂν εἴη τὸ μακάριον πάθος ἐκεῖνο καὶ πολυΰμνητον, ὅπερ ἐπὶ τοῦ ὄρους πεπόνθασιν οἱ ἀπόστολοι, ἡνίκα τὸ ἀπρόσιτον καὶ ἄχρονον φῶς, τὴν οἰκείαν σάρκα μεταμορφῶσαν, τῷ ὑπερβάλλοντι τῆς οἰκείας φωτοβλυσίας ὑπερουσίως ἐλάμπρυνε. Τὴν γὰρ ἀκτῖνα τῆς ἀμώμου σαρκὸς ἐκείνης φέρειν οὐ δυνηθέντες, ἣ ἐκ τῆς τοῦ λόγου θεότητος, ὃς τῇ σαρκὶ καθ’ ὑπόστασιν ἥνωτο, διὰ ταύτης ὑπὲρ φύσιν ἐπήγαζε, πίπτουσιν ἐπὶ πρόσωπον. Ὢ τοῦ θαύματος κατ’ ἔκστασιν τελεωτάτην τῆς φύσεως πίπτουσιν952 ὕπνῳ βαρεῖ καὶ φόβῳ κρατούμενοι, μύσαντες τὰς αἰσθήσεις, πᾶσαν νοερὰν κίνησιν καὶ ἀντίληψιν παντελῶς ἑαυτῶν ἀποσπάσαντες953. Οὕτω κατὰ τὸν θεῖον ἐκεῖνον καὶ ὑπέρφωτον καὶ ἀόρατον γνόφον τῷ Θεῷ συνεγένοντο, τῷ μηδόλως954 ὁρᾶν τὸ ὄντως ὁρᾶν εἰσδεδεγμένοι955, καὶ τῷ πάσχειν ἀγνώστως τὴν καθ’ ὑπεροχὴν ἀγνωσίαν956 ποριζόμενοι, καὶ τὴν πάσης νοερᾶς ἐπιστασίας ὑψηλοτέραν ἐγρήγορσιν ὕπνῳ μυσταγωγούμενοι957. Καὶ γίνεται παραδόξως ἐπὶ παραδόξου τοῦ πράγματος ὕπνος ἡ ἐγρήγορσις958, τῇ ἠρεμίᾳ959 τῶν γνωστικῶν ἀντιλήψεων τῶν ὑπὲρ φύσιν τὴν γνῶσιν πιστούμενος. Τοῦτό ἐστι, δι’ οὗ960 τῇ νεφέλῃ περιλαμφθέντες, καὶ τῷ φωτὶ τοῦ προσώπου Κυρίου πᾶσαν ὀπτικὴν ἐνέργειαν ἀφαιρεθέντες, οἱ προκριθέντες τῶν ἀποστόλων τῆς ἐπὶ τοῦ ὄρους μεταμορφώσεως ἐπόπται τότε961 γενέσθαι καὶ μάρτυρες962 ἔξω πάντων ἐγένοντο τῶν ὁρωμένων τε καὶ νοουμένων963, ἔτι δὲ καὶ ἑαυτῶν, ἵνα τὸ πάσης θέσεώς τε καὶ ἀφαιρέσεως ἐκβεβηκὸς καθ’ ὑπεροχὴν ὑπερούσιον τῇ ἐκφάνσει τοῦ Λόγου καὶ τῇ ἐπισκιάσει τοῦ Πνεύματος καὶ τῇ ἄνωθεν ἐκ τῆς νεφέλης φερομένῃ φωνῇ τοῦ Γεννήτορος δι’ ἀγνωσίας καὶ ἀβλεψίας964 παιδευθῶσι μυστήριον».

5. Καὶ ὁ Δαμασκηνὸς Ἰωάννης οὔτω φησίν «Δεῦτέ μοι πείθεσθε, λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ θεότητα ἄϋλον Πατρὸς καὶ Πνεύματος ἐν ὑἱῷ μονογενεῖ ἀπαστράπτουσαν». Καὶ Ἐφραὶμ ὁ Σύρος, ἐν τῷ εἰς τὴν αὐτὴν ἑορτὴν λόγῳ αὐτοῦ, τάδε φησίν «Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς τὴν δόξαν τῆς θεότητος καὶ γνωρίσῃ αὐτοῖς, ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν Ἰσραήλ». Καὶ μετά τινα «Οὐ γὰρ ὡς ὁ Μωϋσῆς ἔξωθεν ἡ σὰρξ αὐτοῦ ἔλαμψεν ἐν εὐπρεπείᾳ, ἄλλ’ ἐξ αὐτοῦ ἔβρυεν ἡ δόξα αὐτοῦ τῆς θεότητος, ἀνέτειλε τὸ φῶς αὐτοῦ καὶ ἐν αὐτῷ συνήχθη. Οὔτε γὰρ εἰς ἄλλο μέρος ἀπῆλθε καὶ εἴασεν αὐτόν, ὅτι οὐκ ἦλθεν ἐκ πλαγίου καὶ ἐκόσμησεν αὐτόν οὐκ ἐν χρήσει αὐτοῦ ἦν, καὶ οὐχ ὅλην τὴν ἄβυσσον τῆς δόξης αὐτοῦ παρέδειξεν, ἀλλ’ ὅσον ἐχώρησε τὸ μέτρον τῶν κορῶν τῶν ὀφθαλμῶν αὐτῶν». Καὶ μετά τινα «Καὶ ἀκούσαντες τῆς φωνῆς τοῦ πατρὸς μαρτυρούσης τῷ ὑἱῷ, δι’ αὐτῆς ἔγνωσαν τὴν ἐνανθρώπησιν αὐτοῦ, ἥτις ἦν ἀδόλως965 παρ’ αὐτοῖς, καὶ ἐπίστωσεν αὐτοῖς966 μετὰ τῆς φωνῆς τοῦ πατρὸς ἡ φανεῖσα δόξα τοῦ σώματος αὐτοῦ ἐκ τῆς ἐν αὐτῷ ἑνωθείσης967 ἀσυγχύτως θεότητος».

Καὶ αὖθις ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν τῷ πεντηκοστῷ τῶν Θεολογικῶν αὐτοῦ κεφαλαίων, περὶ τῆς μιᾶς τοῦ Θεοῦ Λόγου συνθέτου ὑποστάσεως οὕτω φησίν «Ἰστέον, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ’ ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ, μήπω καθ’ ἑαυτὸ προϋποστάν, καὶ γίνεται αὐτῷ ὑπόστασις. Ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρός, καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις, τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός. Οὐ γὰρ ὑπέστη καθ’ αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ’ αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀνὰ μέρος968 κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε. Καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός. Προϋπάρχουσα γὰρ τοῦ ξύλου, μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός. Λέγεται δὲ καὶ καθ’ ἕτερον τρόπον πύρωσις, ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν. Τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον τυχόν969 ἐστι τὸ πυρούμενον καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός. Τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ Λόγου λέγεται, ὡς τοῦ Λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως – προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ Λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ, – θέωσις δὲ τῆς σαρκός. Αὐτὴ970 γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν. Διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ Λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ Λόγος, ἀλλ’ ἐνήργησε τὴν σάρκωσιν, μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω, οὐχὶ τροπῆς εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑποστάσεως καὶ τῶν τῆς θεότητος αὐχημάτων. Ἐζωοποίει γὰρ οὐ κατ’ οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα, καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀστράπτει, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ’ ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ’ ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν».

Καὶ μετ’ ὀλίγα «Ἰστέον δέ, ὡς εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ κυρίου φύσεις φαμέν, ἀλλ’ οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν. Αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι’ αὐτῆς δὲ οὐδέν καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι, μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος. Εἰ γὰρ ὁ ἥλιος, ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδούς, μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου Ποιητής τε καὶ Κύριος».

Pauli ad Cantacuzenum epistula altera

Τοῦ ἀρχιερέως, πρὸς τὸν βασιλέα

1. Ὑψηλότατε βασιλεῦ. Τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν φῶς, ὅπερ καὶ ἄκτιστον εἶναι λέγεις, βούλομαι μαθεῖν, πότερον σωματικοῖς ὀφθαλμοῖς ἢ πνευματικοῖς μόνον ὤφθη τότε ὑπὸ τῶν ἀποστόλων καὶ εἰ τὸ αὐτὸ καὶ ἓν τῷ ἀριθμῷ φῶς ὑπῆρχε τό τε ὑπὸ τῶν σωματικῶν καὶ τὸ ὑπὸ τῶν νοητῶν ὀφθαλμῶν θεαθέν ἔτι τε, εἰ οὐσία τοῦ Θεοῦ ἦν ἢ ἐνέργεια.

Ταῦτα δεόμεθα γνῶναι παρὰ τῆς σῆς τελειότητος, καὶ ἀξίωσον σαφῶς ἡμᾶς περὶ τούτου διδάξαι καθαρᾶς διδασκαλίας φωτί, ἐπεὶ καὶ περὶ φωτὸς ὁ λόγος.

Adumbratio argumentationis epistulae quintae quod attinet ad lumen thaboricum increatum

Οὐ δύναται εἶναι ἡ θεία θεότης κτιστή.

Οὐ δύναται εἶναι κτίσμα ἄχρονον καὶ ἀπρόσιτον ἀγγέλοις.

Οὐ δύναται εἶναι κτίσμα ἐν τῷ ὑἱῷ καὶ Λόγῳ τοῦ Θεοῦ πρὸ τῆς σαρκώσεως αὐτοῦ.

Οὐ δύναται εἶναι τὸ ἄκτιστον κτιστὸν κατὰ τὸν αὐτὸν λόγον.

Οὐ δύναται εἶναι κτιστὸν τὸ κατὰ πάσης φύσεως ἔχον τὰ νικητήρια.

Οὐ δύναται εἶναι κτίσμα, ὅπερ ἐζήτησεν ὁ Μωϋσῆς τὸν Θεὸν ἰδεῖν.

Οὐ δύναται εἶναι κτίσμα ἡ πρὸ τοῦ τὸν κόσμον εἶναι μορφὴ τοῦ ὑἱοῦ τοῦ Θεοῦ.

Ταῦτα πάντα καλοῦσιν οἱ θεολόγοι τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν φῶς ἐν τῷ τοῦ κυρίου προσώπῳ οἳ δὴ καὶ ῥηθήσονται.

Cantacuzeni ad Paulum epistula quinta

Τοῦ βασιλέως, πρὸς τὸν αὐτόν

1. Τὸ παρὰ τῆς σῆς ἁγιότητος γράμμα δεξαμένη ἡ βασιλεία μου ἔγνω τὰ ζητούμενα ἐν αὐτῷ. Ταῦτα δέ εἰσιν.

Πρῶτον μὲν εἰ τὸ ἐν τῷ καιρῷ τῆς μεταμορφώσεως ἐν τῷ προσώπῳ τοῦ σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν λάμψαν φῶς, ὃ καὶ ἄκτιστον ἑπόμενός φημι τοῖς ἁγίοις, οὐσία τοῦ Θεοῦ ἐστιν ἢ ἐνέργεια.

Δεύτερον εἰ καὶ σωματικοῖς ὀφθαλμοῖς ἐφάνη τότε τοῖς ἀποστόλοις τὸ φῶς ἐκεῖνο ἢ μόνον πνευματικοῖς.

Τρίτον εἰ τὸ αὐτὸ καὶ ἓν τῷ ἀριθμῷ ἦν τὸ τοῖς σωματικοῖς καὶ τοῖς πνευματικοῖς ὀφθαλμοῖς ὀφθὲν τοῖς ἀποστόλοις φῶς.

Λέγομεν τοίνυν, ὅτι τὸ τὴν οὐσίαν ὁπωσοῦν ὁρᾶσθαι τοῦ Θεοῦ πᾶσιν ὁμοῦ τοῖς διδασκάλοις θεολόγοις ἀδύνατον δοκεῖ πάσῃ γενητῇ φύσει. Διὸ καὶ ἡμεῖς ἑπόμενοι τούτοις οὔτε ἐδοξάσαμέν ποτε τὴν οὐσίαν ὁρᾶσθαι δύνασθαι τοῦ Θεοῦ, οὔτε μὴν δοξάσομεν. Μᾶλλον μὲν οὖν καὶ σφοδρῶς ἀντικαθιστάμεθα πρὸς τοὺς ἀντιλέγοντας τῇ ἐκκλησίᾳ τούτου γε ἕνεκα, πολλὴν αὐτῶν ἄνοιαν κατηγοροῦντες καὶ διαφωνίαν πρὸς ἀλλήλους, ὅτι οἱ μὲν αὐτῶν οὐσίαν Θεοῦ τὸ φῶς ὑπέλαβον ἐκεῖνο εἶναι, σαφῶς τοῖς ἁγίοις δοξάζον τες ἐναντία, οἱ δ’ ἐκ διαμέτρου τούτοις φάσμα, ἴνδαλμα, παραπέτασμα, κακῶς νοοῦντες. Ἐνέργειαν μέντοι Θεοῦ τὸ φῶς ἐκεῖνο μηδενὸς τῶν ἁγίων, ὅσα γε ἐμὲ εἰδέναι, προσειρηκότος, οὐδ’ ἡμεῖς ποτε ταύτην τὴν φωνὴν ἠθελήσαμεν εἰπεῖν. Πολλῆς γὰρ παρ’ ἡμῖν ἀξιοῦται καὶ φροντίδος καὶ σπουδῆς, μηδεμίαν φωνὴν εἰπεῖν περὶ Θεοῦ, ἣ μὴ πρότερον ἐρρέθη τοῖς ἁγίοις, ὥστε δύνασθαι, εἴ τις ἡμᾶς λόγον ἀπαιτοίη, ἐπ’ ἐκείνους τὴν ῥῆσιν ἀναφέρειν ὡς προτέρους εἰπόντας. Ἂν μέντοι ἔροιτο μέ τις, εἰ αὐτὸς νομίζω δύνασθαι νομίζεσθαι τὸ φῶς ἐκεῖνο ἐνέργειαν Θεοῦ, φαίην ἄν, οἴομαι δὲ εἶναι ἀσφαλέστερον ἑπομένους τοῖς διδασκάλοις, ἃ λέγουσιν ἐκεῖνοι περὶ τοῦ φωτός, τὰ αὐτὰ λέγειν καὶ ἡμᾶς.

2. Αὐτίκα γὰρ ὁ πολὺς ἐν θεολογίᾳ Βασίλειος «ἀπρόσιτον» τὸ φῶς ἐκεῖνο καλεῖ, ὁ δ’ αὐτὸς καὶ νοητὴν καὶ θεωρητὴν θεότητα. Βασίλειος δέ, ὁ τὸν τῆς Σελευκείας θρόνον κοσμῶν, «φῶς ἀπρόσιτον» τοῦτο καλεῖ, καὶ αὖθίς φησιν, ὅτι «Ἅπερ οἱ ἄγγελοι971 τρέμοντες ὄψονται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως972, ταῦτα οἱ ἀπόστολοι973 χαίροντες ἔβλεπον». Γρηγόριος δὲ ὁ Θεολόγος «Φῶς» φησιν, «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς, μικροῦ στερροτέρα καὶ ὄψεως». Καὶ οἱονεὶ αὐτὸς τρόπον τινὰ ἑαυτὸν ἐξηγούμενος τάδε φησὶ πρὸς Κληδόνιον «Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγει974 καὶ γυμνὴν εἶναι τὴν θεότητα975 σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέθειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας, ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ ἐλύθη976 ὡς φωνῆς χύσις977 καὶ ὀδμῆς ῥύσις καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης γὰρ καθ’ αὑτὴν ἀόρατος. Ἀλλ’ ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δέ, οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος».

Χρυσόστομος δὲ ὁ θεῖος «δόξαν τῆς ἀθεάτου θεϊκῆς τοῦ Θεοῦ βασιλείας» τοῦτο προσεῖπε. Κακίζει δὲ καὶ πρὸς τοὺς θηρευτὰς τῶν συλλαβῶν καὶ τῶν λέξεων, αὐτίκα ἐπιφυομένους τῷ λόγῳ καὶ ἐριστικῶς ἐπάγοντας τὸ «Εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ Θεοῦ Λόγου δόξα, πῶς ἐπέδειξεν αὐτὴν τοῖς ἀποστόλοις; Εἰ γὰρ ὁρατή, οὐκ ἀθέατος εἰ δὲ ἀθέατος, οὐχ ὁρατή», ἀπύλωτον καὶ θηρευτικὴν ἔχοντας γλῶσσαν τούτους ἀποκαλῶν εἶτα ἐφερμηνεύων τὸ λεχθὲν οὕτω φησίν, ὅτι «Ἐνταῦθα ὁ δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν καὶ οὐκ ἐπέδειξε» τουτέστι, μικρὸν παρήνοιξε τὴν θεότητα καὶ οὐχὶ τελείως, «τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν». Καὶ αὖθις ὁ αὐτός φησιν, ὅτι «Εἶπε Μωϋσῆς πρὸς τὸν Θεὸν, ὅτι»978. «Εἰ εὗρον χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν, ὅπως ἴδω σε γνωστῶς πρόσωπον πρὸς πρόσωπον». Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; «Σφά<λ>λῃ, Μωϋσῆ979 οὐδεὶς ἀνθρώπων Θεὸν ἰδὼν ζήσεται». Ἐνταῦθα οὖν ἔδειξε980, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Ἔτι ὁ αὐτός, ἐξηγούμενος τὸ προφητικὸν ῥητὸν τὸ φάσκον «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου», οὕτω φησίν, ὅτι «Παρήνοιξεν ὀλίγον τῆς θεότητος καὶ ἔδειξε τὸν ἐνοι κοῦντα Θεὸν». Πρὸς τούτοις δὲ καὶ συγγνώμην φαίνεται αἰτῶν, ὅτι «ὑπὲρ τὸν ἥλιον» εἶπε λάμψαν τὸ φῶς ἐκεῖνο, μηδὲ γὰρ ἐν τοῖς ἐγνωσμένοις ἡμῖν τι λαμπρότερον ἡλίου εὑρηκέναι, δεικνὺς διὰ τούτων, μὴ τῶν γενητῶν φώτων ἓν ἡγεῖσθαι τὸ φῶς ἐκεῖνο.

Δαμασκηνὸς δὲ ὁ θεῖος Ἰωάννης ἐν τῷ Εἰς τὴν Μεταμόρφωσιν λόγῳ αὐτοῦ τοιαῦτά φησιν, ὅτι «Σῶμα θνητὸν δόξαν πηγάζει θεότητος. Οὐκ ἔξωθεν δὲ ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ’ ἔνδοθεν ἐκ τῆς ἀρρήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ’ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Ὧι γὰρ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα οὐ σθένουσι, τοῦτο οἱ ἀπόστολοι ἔβλεπον». Καὶ αὖθίς φησιν, ὅτι τὴν ἄχρονον δόξαν τοῦ ὑἱοῦ τοῦ Θεοῦ ἐθεάσαντο, καὶ ὅτι «Ἀνάρχως γεννηθεὶς ἐκ πατρός, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, καὶ ἡ τῆς θεότητος δόξα δόξα καὶ τοῦ σώματος γίνεται. Μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. Τί φής, ὦ εὐαγγελιστά; Τί συγκρίνεις τὰ ὄντως ἀσύγκρι τα; „Οὐ παραβάλλω“, φαίη ἄν, „οὐδὲ συγκρίνω. Ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι“. Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερος, ἀλλ’ ὅσον ἐχώρουν καθορᾶν οἱ βλέποντες. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε καθὸ πέφυκε φύσεως καὶ ὃ δὲ ἑώρακεν, ἐν πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου».

Ἀνδρέας δὲ ὁ θεῖος, σύμφωνα τοῖς ἑτέροις θεολόγοις θεολογῶν, τοιάδε φησίν «Ἀπόδειξις δὲ τῶν λεγομένων αὐτὸ ἂν εἴη τὸ μακάριον πάθος ἐκεῖνο καὶ πολυΰμνητον, ὅπερ ἐπὶ τοῦ ὄρους πεπόνθασιν οἱ ἀπόστολοι, ἡνίκα τὸ ἀπρόσιτον καὶ ἄχρονον φῶς, τὴν οἰκείαν σάρκα μεταμορφῶσαν, τῷ ὑπερβάλλοντι τῆς οἰκείας φωτοβλυσίας ὑπερουσίως ἐλάμπρυνε. Τὴν γὰρ ἀκτῖνα τῆς ἀμώμου σαρκὸς ἐκείνης φέρειν οὐ δυνηθέντες, ἣ ἐκ τῆς τοῦ Λόγου θεότητος, ὃς τῇ σαρκὶ καθ’ ὑπόστασιν ἥνωτο, διὰ ταύτης ὑπὲρ φύσιν ἐπήγαζε, πίπτουσιν ἐπὶ πρόσωπον». Ἀλλὰ καὶ ὁ πατὴρ ἡμῶν Ἐφραὶμ οὕτω φησίν «Οὐχ ὡς ὁ Μωϋσῆς ἔξωθεν ἡ σὰρξ αὐτοῦ ἔλαμψεν ἐν εὐπρεπείᾳ, ἀλλ’ ἐξ αὐτοῦ ἔβρυεν ἡ δόξα αὐτοῦ τῆς θεότητος, ἀνέτειλε τὸ φῶς αὐτοῦ καὶ ἐν αὐτῷ συνήχθη. Καὶ οὐχ ὅλην τὴν ἄβυσσον τῆς δόξης αὐτοῦ παρέδειξεν, ἀλλ’ ὅσον ἐχώρησε τὸ μέτρον τῶν κορῶν τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἐπίστωσεν αὐτοῖς μετὰ τῆς φωνῆς τοῦ Πατρὸς ἡ φανεῖσα δόξα τοῦ σώματος αὐτοῦ ἐκ τῆς αὐτῷ ἑνωθείσης ἀσυγχύτως θεότητος». Τοιαῦτα μὲν καὶ ἕτερα παραπλήσια τούτων περὶ τοῦ φωτὸς ἐκείνου εἶπον οἱ θεολόγοι, οἷς καὶ ἡμεῖς πειθόμενοι κατ’ ἄκρας τὰ ἴσα λέγομεν, ἐξ ὧν συνάγεται ἢ μᾶλλον καὶ διαρρήδην λέγεται ἄκτιστον ἐκεῖνο εἶναι τὸ φῶς.

3. Ἔτι ζητεῖται, εἰ σωματικοῖς ὀφθαλμοῖς ὤφθη τὸ φῶς ἐκεῖνο ἢ μόνον πνευματικοῖς. Εἰ μὲν οὖν τις πνευματικοὺς ὀφθαλμοὺς νοοίη τοὺς τῆς ψυχῆς – πνεῦμα γὰρ καὶ ἡ ψυχή, ψυχῆς δὲ ὀφθαλμὸς ὁ νοῦς καὶ ὅρασις ἡ νόησις – καὶ τούτους ἀντιδιαστέλλει πρὸς τοὺς τοῦ σώματος τούτους δὴ τοὺς ὀργανικούς, καὶ ἀμφοτέροις ἂν φαίημεν ἑωρακέναι τοὺς ἀποστόλους τὸ φῶς. Οὔτε γὰρ τοῖς τοῦ σώματος μόνον εἶδον ὀφθαλμοῖς, τῇ ψυχῇ δὲ οὐδενὸς ᾔσθοντο – ἦ γὰρ ἂν οὔτε ἐξεπλάγησαν, οὔτε ἐμνημόνευόν τινος καὶ μνήμη γὰρ καὶ ἔκπληξις καὶ φόβος ψυχῆς ὁμοῦ καὶ σώματος, – οὔτε μόνῳ τῷ νῷ, ὡς νόησιν μόνον εἶναι τὴν ὅρασιν ἐκείνην διαρρήδην γὰρ οἱ ἅγιοι λέγουσι τοῖς ὀφθαλμοῖς τοῦ σώματος ἑωρακέναι. Διαταῦτα καὶ τοῖς σωματικοῖς καὶ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἑωρακέναι λέγομεν ἐκεῖνο τὸ φῶς, οὐ μὴν ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως μεμενηκόσιν, ἀλλ’ ἐκβεβηκόσι πάσης φυσικῆς ἐνεργείας, οὐ κατὰ στέρησιν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τῆς θείας ἀλλοιώσεως καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς οὐ γὰρ δύναται φύσις ἀνθρωπίνη τὰ πάσης ἐπέκεινα κτιστῆς φύσεως καθορᾶν, εἰ μὴ μεταβληθείη καὶ τρόπον τινὰ συγγενὶς γένοιτο τοῖς ὁρωμένοις ἢ νοουμένοις. Εἰ γὰρ ἡ γνῶσις αὕτη ἐν τῇ φύσει ἔκειτο ἡμῶν ᾗ ἀνθρώπων, πάντων μάλιστα ἔδει τοὺς παρὰ τοῖς Ἕλλησι σοφοὺς τὴν περὶ Θεοῦ ἀλήθειαν συνιδεῖν. Ἐκεῖνοι γάρ, ὅσον εἰς τὴν ἀνθρωπίνην ἀνήκει φύσιν, πάντων μάλιστα ἐγένοντο νοήμονες. Ἀλλ’ οὐδὲν ὠφελήθησαν, μόνῃ ταύτῃ τῇ τῆς ψυχῆς ἐξακολουθήσαντες γνώσει. Τῶν ἁγίων δὲ πολλοὶ καὶ ταύτης τῆς καταργουμένης σοφίας παντάπασιν ὄντες ἄγευστοι, τὰ ἐπέκεινα πάσης γενητῆς φύσεως ἠδυνήθησαν κατιδεῖν. Διὸ καὶ ὁ Χριστὸς εὐχαριστῶν ἔλεγε τῷ πατρί «Εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις», σοφοὺς καὶ συνετοὺς καλῶν τοὺς τῇ φυσικῇ μόνον ἐξακολουθοῦντας γνώσει, νηπίους δὲ τοὺς ταύτην μὲν ὑπερβάντας, διδασκομένους δὲ τὰ ἀπόρρητα παρὰ τοῦ σοφίζοντος καὶ συνετίζοντος νηπίους. Ὅτι δὲ οὐκ ἀδύνατον τὴν τοιαύτην ἀλλοίωσιν ἐγγενέσθαι τῇ ἀνθρωπίνῃ φύσει, Παῦλος ὁ μακάριος διδάσκαλος ἡμᾶς διδάξει. Σπείρεται γάρ φησι σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν – καὶ οὐ δήπου λέγει πνευματικὸν οἱονεὶ ἀε ρῶδες καὶ παντάπασιν ἀνόμοιον τοῖς ἡμετέροις σώμασιν οὕτω γὰρ ἂν οὐδὲ ἀνάστασις εἴη, εἴ γε πίπτει μὲν ὀργανικὸν σῶμα καὶ μέλεσι χρώμενον καὶ αἰσθητηρίοις, ἐγείρεται δὲ παντάπασιν ἀνόμοιον, μήτε μέλη ἔχον, μήτε αἰσθητήρια, – πνευματικὸν μέντοι διὰ τὴν ἀφθαρσίαν καὶ τὴν περι στέλλουσαν αὐτὸ δόξαν τε καὶ λαμπρότητα. Ὅτι δὲ καὶ ἐν τῇ μετὰ τούτου δὴ τοῦ θνητοῦ σώματος διαγωγῇ αὕτη ἡ ἀλλοίωσις καὶ τῶν ψυχικῶν δυνάμεων καὶ τῶν σωματικῶν αἰσθήσεων δύναται γενέσθαι, ὁ αὐτὸς διδάσκαλος ὁ μακάριος Παῦλος μαρτυρήσει ἰδεῖν γάρ φησιν ἄνθρωπον ἁρπαγέντα μέχρι τρίτου οὐρανοῦ καὶ ἀκοῦσαι ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι ἀγνοεῖν δέ, εἴτε ἐν σώματι τῷ θνητῷ τούτῳ ταῦτα εἶδεν εἴτε ἐκτὸς τοῦ σώματος.

4. Ὁ δὲ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ Εἰς τὴν Μεταμόρφωσιν λόγῳ αὐτοῦ αὖθίς φησιν «Κοινὰ πάντα τοῦ ἑνὸς σεσαρκωμένου Θεοῦ Λόγου γεγένηται, τά τε τῆς σαρκὸς καὶ τὰ τῆς ἀπεριγράπτου θεότητος. Ἕτερον δέ, ἐξ οὗ τὰ τῆς δόξης αὐχήματα, καὶ ἕτερον, ἐξ οὗ τὰ πάθη γνωρίζεται. Ἐκνικᾷ δὲ τὸ θεῖον καὶ μεταδίδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, αὐτὸ καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον. Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερος, ἀλλ’ ὅσον ἐχώρουν καθορᾶν οἱ βλέποντες. Ὅπερ δὲ ἐν αἰσθητοῖς ἥλιος, τοῦτο ἐν νοητοῖς Θεός. Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε καθὸ πέφυκε φύσεως καὶ ὃ δὲ ἑώρακεν, ἐν πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. Ταῦτά ἐστιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν οὐκ ἀνέβη ἀνθρώπου πώποτε. Οὕτως ἐν τῷ αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος. Ὁρᾶτε τὸν ἥλιον τοῦτον, ὡς καλός, ὡς ἡδύς, ὡς ποθεινός, ὡς ἐξαστράπτων καὶ ἔκλαμπρος, καὶ τὴν ζωήν, ὡς γλυκεῖα καὶ ἐπέραστος; Πόσῳ μᾶλλον δοκεῖτε τὸ φῶς, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον καὶ γλυκύτερον, τὴν αὐτοζωήν, ἐξ ἧς ἅπασα ζωὴ ζωοῦται καὶ μεταδίδοται; Οὐκ ἔστιν ἔννοια τῆς ὑπεροχῆς τὸ μέτρον εἰκάζουσα. Τοῦτο τὸ φῶς κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια. Αὕτη ἡ ζωὴ ἡ τὸν κόσμον νικήσασα. „Καὶ πάλαι μὲν σκιὰν εἶχεν ὁ νόμος“, Παύλου γράφοντος ἄκουσον „ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενοι μείζονα, καθάπερ ἀπὸ κυρίου πνεύματος“. Ἀλλ’ ὁ Πέτρος Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι“, καὶ ἐντεῦθεν νεφέλη, οὐ γνόφου, ἀλλὰ φωτὸς ἐπε σκίασε. Τὸ κεκρυμμένον γὰρ ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν μυστήριον ἐκκαλύπτεται, φωνὴ τοῦ πατρὸς ἐκ νεφέλης τοῦ πνεύματος γέγονε καὶ δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται. Μὴ ζήτει τοιγαροῦν πρὸ καιροῦ τὰ καλά, Πέτρε ἔσται ποτέ, ὅταν ἄληκτον τὴν θέαν ταύτην κομίσαιο.

Ταῦτα τὰ θεῖα προστάγματα πάσῃ φυλακῇ τηρήσωμεν, ὡς ἂν καὶ ἡμεῖς τῆς θείας αὐτοῦ κατατρυφήσωμεν ὡραιότητος, τῆς αὐτοῦ γλυκυτάτης ἐμφορούμενοι γεύσεως νῦν μὲν, ὅσον ἐφικτὸν τοῖς τὸ γεῶδες τοῦτο πεφορτισμένοις σκῆνος τοῦ σώματος, ἔπειτα δὲ τρανότερόν τε καὶ καθαρώτερον, ὅταν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὅτε ὡς ἄγγελοι σὺν κυρίῳ ἄφθαρτοι ἔσονται ἐν τῇ μεγάλῃ καὶ ἐπιφανεῖ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ».

5. Καὶ Στέφανος δὲ ὁ πρῶτος ἐν μάρτυσι τοῦ Χριστοῦ ἰδεῖν φησι τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τὸν Ἰησοῦν ἐκ δεξιῶν τοῦ Θεοῦ981, καὶ οὐ δήπου τῇ φυσικῇ δυνάμει τῶν ὀφθαλμῶν νοοῦμεν τὴν τοιαύτην ὅρασιν κατιδεῖν – δῆλον δὲ καὶ γὰρ πολλῶν παρόντων καὶ ἴσως ἐκείνου καὶ βέλτιον ὁρώντων τῇ φυσικῇ τοῦ σώματος ὁράσει, οὐδεὶς ἑώρακεν ἅπερ ἐκεῖνος, – ἀλλὰ τοῖς σωματικοῖς μὲν ὀφθαλμοῖς νοοῦμεν ἰδεῖν αὐτὸν ἃ εἶδεν, ἀλλοιωθεῖσι μέντοι τὴν κρείττονα καὶ θειοτέραν ἀλλοίωσιν ἀλλ’ οὐδὲ μὴν μόνῃ νοήσει νοοῦμεν ἑωρακέναι αὐτὸν ἃ ἑώρακε. Τοῦτο γὰρ ἔξεστι κἀμοὶ καὶ παντὶ τῷ βουλομένῳ ἀναπλάσαι ἐν τῇ διανοίᾳ.

Καὶ μάρτυς ὁ θεῖος Νυσσαέων Γρηγόριος ἐγκωμιάζων γὰρ τὸν τοῦ Χριστοῦ πρωτομάρτυρα οὕτω φησίν «Ζητεῖς, ὦ Πνευματομάχε, ὅτι εἰ ἡ δόξα τοῦ πατρὸς ὤφθη καὶ ὁ ὑἱὸς τὴν ἐκ δεξιῶν στάσιν ἔχων, ποῦ τὸ πνεῦμα; Εἰ ἦν ἐν σοὶ τὸ πνεῦμα, οὐκ ἂν προκείμενον τὸν περὶ αὐτοῦ λόγον παρέδραμες, ὥσπερ οἱ πηροὶ τὰς ὄψεις τὸ πρὸ τῶν ποδῶν κείμενον χρυσίον ἀγνοοῦντες παρέρχονται. Ἀλλὰ νῦν γοῦν ἄκουσον, εἴ γε μὴ συνέχεις κατὰ τοὺς Ἰουδαίους τὴν ἀκοήν. Πῶς εἶδε τὴν ὑπερουράνιον δόξαν ὁ Στέφανος; Τίς αὐτῷ τὰς πύλας τῶν οὐρανῶν διεπέτασεν; Ἆρα ἀνθρωπίνης δυνάμεως ἦν τὸ κατόρθωμα; Ἆρά τινος τῶν ἀγγέλων πρὸς τὸ ὕψος ἐκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν982. Οὐ γὰρ οὕτως ἡ κατ’ αὐτὸν ἱστορία φησίν, ὅτι Στέφανος δὲ983 πολὺς κατὰ τὴν δύναμιν ὢν ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἃ εἶδεν. Ἀλλὰ τί λέγει; Στέφανος δὲ πλήρης ὢν πνεύματος ἁγίου εἶδε δόξαν984 Θεοῦ καὶ τὸν μονογενῆ τοῦ Θεοῦ ὑἱόν. Οὐ γὰρ ἔστι, καθὼς ὁ προφήτης φησί985, τὸ φῶς ὀφθῆναι, μὴ ἐν τῷ φωτὶ καθορώμενον. Ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα φῶς».

Οὕτω τοίνυν καὶ τοὺς ἀποστόλους νοοῦμεν ἑωρακέναι τό τε φῶς ἐκεῖνο τοῖς σωματικοῖς μὲν ὀφθαλμοῖς, πνευματικοῖς δὲ γενομένοις καὶ ἀλλοιωθεῖσι τὴν θείαν ἀλλοίωσιν, τὸ «πνευματικοῖς» οὐ «ψυχικοῖς» νοουμένου, ἀλλὰ «θεοει δέσι», καθ’ ἣν ἔννοιαν λέγεται τὸ «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν». Εἰ δέ τις μὴ πείθοιτο τοῖς εἰρημένοις, ἀλλ’ ἐνδοιάζει, εἰ δυνατόν, τὴν καλὴν ἀλλοίωσιν ἠλλοιῶσθαι τοὺς ἀποστόλους, τότε ἐξ ἐνεργοῦς πράγματος ὁσημέραι πραττομένου καταπειθέτω ἑαυτόν. Ἀσεβὴς γάρ τις καὶ ἁμαρτωλὸς τὴν κολυμβήθραν εἰσιὼν ἐν μιᾷ καιροῦ ῥοπῇ ἀθρόον δίκαιος καὶ ἅγιος ἀνέρχεται τῇ δυνάμει καὶ χάριτι καὶ ἐνεργείᾳ τοῦ θείου πνεύματος. Καίτοι γε οἱ μὲν ἀπόστολοι τότε πρὸς ὀλίγον χρόνον τὴν ἀλλοίωσιν δεξάμενοι αὖθις ἦσαν ἐν τοῖς προτέροις, τῶν αἰσθήσεων αὐτοῖς κατὰ φύσιν ἐνεργουσῶν. Ἐπὶ δὲ τοῦ θείου λουτροῦ, εἰ μή τις ἑκὼν εἶναι πρὸς τὴν κακίαν ἀποκλίνει, οὐδὲν κωλύει διαπαντὸς τὴν ἀλλοίωσιν ἐκείνην τὴν θείαν εἶναι ἠλλοιωμένον. Εἴ τῳ τοίνυν τοῦτο ἄπιστον δοκεῖ, μηδ’ ἐκεῖνο πιστὸν ἡγείσθω. Εἰ δὲ τοῦτο πᾶσι τοῖς ἀπὸ Χριστοῦ καλουμένοις πιστόν, πῶς οὐ κἀκεῖνο;

6. Τρίτον πρὸς τοῖς εἰρημένοις ἔτι ζητεῖται, εἰ διαφέρει τῷ ἀριθμῷ τὸ ὁραθὲν τοῖς ἀποστόλοις φῶς τοῖς σωματικοῖς καὶ τοῖς πνευματικοῖς ὀφθαλμοῖς. Περὶ μὲν οὖν τῶν πνευματικῶν ὀφθαλμῶν ὅπως ἔχομεν γνώμης, εἴρηται πρότερον. Ἀριθμοῖς δὲ ὑποβάλλειν τὸ τῆς τριάδος φῶς οὐ μεμαθήκα μεν, ἀλλὰ τῷ ἀριθμῷ μόνον ἐπὶ τῶν προσώπων κεχρήμεθα, ὥσπερ τρία πρόσωπα καὶ τρία φῶτα λέγομεν. Φῶς γὰρ ὁ πατήρ, φῶς ὁ ὑἱός, φῶς τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἓν φῶς τὰ τρία, τὸ μὲν τῇ πρὸς τὰ πρόσωπα ἀποβλέψει, τὸ δὲ τῇ πρὸς τὴν οὐσίαν, καὶ μίαν λέγομεν δύναμιν καὶ δόξαν καὶ θεότητα καὶ βασιλείαν καὶ φῶς τῆς μιᾶς τρισυποστάτου θεότητος κατὰ τὴν Γραφὴν καὶ τὴν τῶν πατέρων διδασκαλίαν.

Περὶ μέντοι τῶν προφερομένων παρὰ τῶν πολεμούντων τῇ ἐκκλησίᾳ ῥήσεων τῶν ἁγίων περὶ τοῦ φωτὸς ἐκείνου, ὡς δῆθεν αὐτοῖς συναιρομένων πρὸς τὸ δεῖξαι τὸ φῶς ἐκεῖνο κτίσμα, ἴνδαλμα, παραπέτασμα καὶ νοήσεως κατώτερον, πρῶτον μὲν ἐκεῖνο λέγω, ὅτι οὐ χρὴ τὰ σαφῆ τοῖς ἀσαφέσιν ἐφαρμόζειν, ἀλλὰ τὸ ἀνάπαλιν τὰ ἀσαφῆ μᾶλλον ἐκ τῶν σαφεστέρων ἀποδείκνυσθαι. Εἰ τοίνυν δέδεικται, σαφῶς καὶ διαρρήδην εἰρηκέναι τοὺς διδασκάλους τὸ φῶς ἐκεῖνο ἄκτιστον, ἄχρονον, φυσικὴν δόξαν τοῦ Θεοῦ, ἐκ τῆς τοῦ Θεοῦ Λόγου θεότητος ἀπαστράπτουσαν τὴν αὐτὴν τοῦ πατρὸς καὶ τοῦ πνεύματος οὖσαν δόξαν φυσικὴν καὶ λαμπρότητα, καὶ ὅσα ἄλλα περὶ τούτων οἱ θεολόγοι διειλήφασι, τί δεῖ πᾶσαν μηχανὴν κινεῖν, ὥστε ταύτην τὴν καλὴν ὁμολογίαν τῶν ἁγίων καταλύειν καὶ μὴ μόνον διαφωνοῦντας ἀλλήλοις, ἀλλὰ καὶ ἑαυτοῖς ἀποδεικνύειν ἐπιχειρεῖν, δέον εὐγνωμόνως ἀκούοντας τὴν λέξιν εἰς μίαν συμφωνίαν ἄγειν τὰ ὑπὸ τοῦ ἑνὸς πνεύματος διὰ πάντων τῶν διδα σκάλων λαληθέντα; Ἔπειτα οὐδὲ ταῦτα προφέρουσιν ὑγιῶς, ἀλλὰ πολὺ τὸ νόθον ἔχοντα καὶ παρηλλαγμένον. Αὐτίκα γὰρ τοῦ θείου Χρυσοστόμου ὃ κατὰ τὴν πεντηκοστὴν ἕκτην ὁμιλίαν τοῦ Κατὰ Ματθαῖον εὐαγγελίου φασίν, ὅτι

«Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ τὸ φῶς, ἀλλ’ (35) ὅμως πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχεν», οὐχ ὑγιῶς προφέρουσιν. Οὕτω γάρ φησιν «Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ, ἀλλ’ ὅμως πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχεν».

Πρῶτον μὲν οὖν εὐθύνεσθαι δίκαιοι τῆς εἰς τὸν ἅγιον συκοφαντίας καὶ τῆς τῶν Γραφῶν διαφθορᾶς. Εἰ γὰρ ἐξέσται τῷ βουλομένῳ προστιθέναι καὶ ἀφαιρεῖν καὶ διαφθείρειν τὰς Γραφάς, τί κωλύει πᾶσαν αἵρεσιν ἐκ τῆς Γραφῆς εἶναι λέγειν καὶ τῆς τῶν ἁγίων διδασκαλίας; Τοῦ γὰρ ἁγίου λέγοντος «εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ», οὗτοι προσέθηκαν καὶ «τὸ φῶς». Τοῦτο δὲ οὐ περὶ τοῦ φωτὸς εἴρηκεν ὁ διδάσκαλος, ἀλλὰ εἰπὼν «Καὶ γὰρ σφόδρα ἂν ἐπεθύμησαν οἱ λοιποὶ ἀκολουθῆσαι, ὑπόδειγμα μέλλοντες τῆς δόξης ἐκείνης ὁρᾶν, καὶ ἤλγησαν ἂν ὡς παροφθέντες», ἐπήγαγεν «Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ», τὸ ὑπόδειγμα δηλονότι. Οὐ τὸ φῶς δὲ ἦν ὑπόδειγμα τῆς μελλούσης δόξης–αὐτὸ γάρ ἐστιν ἡ μέλλουσα δόξα, ἀμυδρῶς τότε παραφανέν–, ἀλλὰ τὸ παραστῆναι αὐτῷ τοὺς ἐκκρίτους τῶν προφητῶν, τὸ νεφέλην ἐπισκιάσαι, τὸ φωνὴν ἐνεχθῆναι παρὰ τοῦ πατρός, μαρτυροῦσαν αὐτῷ τὴν ὑἱότητα – εἰ γὰρ ὑἱὸς καὶ ἀγαπητός, δῆλον, ὅτι καὶ Θεός–, ἅπαντα ὄντα ὑπόδειγμα τῆς μελλούσης δόξης. Ἐν γὰρ τῷ μέλλοντι πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός. Διατοῦτο τοίνυν ὑπόδειγμα ἔφη τῶν μελλόντων τὰ γεγενημένα τότε, ἐπειδὴ κἀκεῖνα Θεὸν παρίστησι τὸν Χριστὸν καὶ κύριον ἐπουρανίων καὶ ἐπιγείων. Τῶν μὲν ἐπουρανίων ἡ νεφέλη καὶ ἡ φωνή, τῶν ἐπιγείων δὲ Μωϋσῆς. Οἱ δὲ οὐκ οἶδα τί παθόντες – οὐ γὰρ ἀγνοεῖν ἂν φαίην αὐτοὺς τὴν διάνοιαν τῆς ῥήσεως, σοφοὺς ὄντας πρὸς τὸ κακουργεῖν–ἀφ’ ἑαυτῶν προσέθηκαν «τὸ φῶς», κατασκευάζοντες διὰ τούτου τὸ φῶς ἐκεῖνο κτίσμα. Πᾶς δέ, οἶμαι, συνομολογήσειεν ἂν ἐμοὶ περὶ τοῦ ὑποδείγματος εἶναι τοὺς λόγους τῷ ἁγίῳ, οὐ περὶ τοῦ φωτός. Τούτου μὲν οὖν ἕνεκα εὐθύνεσθαι δίκαιοί εἰσιν, ὅτι ἑκόντες ὄντες διαφθείρουσι τὰς ῥήσεις τῶν ἁγίων πρὸς ἐξαπάτην τῶν ἀκουόντων.

7. Οὐ μήν, ἀλλ’ εἰ καὶ οὕτως εἶχεν, ὥσπερ αὐτοὶ λέγουσιν, οὐδ’ οὕτως ἡμᾶς αἱρήσουσι. Τί γὰρ θαυμαστόν, εἰ σωματικὸν ἐκεῖνο ῥηθείη τὸ φῶς, ὡς τοῦ σώματος ὂν τοῦ Χριστοῦ; Οὐ γὰρ δὴ ἁπλῶς σώματος τοῦ τυχόντος οὐδὲ σῶμα ἐρρήθη, ἀλλὰ σωματικόν, ὅπερ ἂν εἴη ὡς εἰκὸς τοῦ σώματος. Φησὶ γὰρ ὁ Δαμασκηνὸς Ἰωάννης «Καὶ ἡ τῆς θεότητος δόξα δόξα καὶ τοῦ σώματος γίνεται». Ὅτι δὲ τὰ τῶν Χριστοῦ δύο φύσεων ἴδια ἀντιδίδοται ἀλλήλαις διὰ τὴν ἄκραν συνάφειαν καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, παντί που δῆλον. Αἷμα γὰρ Θεοῦ λέγομεν, καὶ Θεὸν ἐσταυρωμένον, καὶ πάλιν τὸν αὐτὸν λέγομεν βασιλέα τῆς δόξης καὶ ὑἱὸν Θεοῦ, οὕτω δὴ καὶ τὴν δόξαν ἐκείνην τὴν ἄχρονον, τὴν κοινὴν τῇ τριάδι, καὶ τοῦ σώματος λέγομεν τοῦ Χριστοῦ. «Σῶμα» γάρ φησι «θνητὸν» ὁ Δαμασκηνὸς «δόξαν πηγάζει θεότητος». Θαυμάζω δὲ αὐτῶν, εἰ μηδὲν αὐτοῖς προσίστασθαι νομίζουσι πρὸς τὸ κτίσμα εἶναι οἴεσθαι τὸ φῶς ἐκεῖνο, τὸ δόξαν λέγεσθαι Θεοῦ ἄχρονον καὶ φυσικὴν ἀκτῖνα τῆς θεότητος, καὶ ὅσα ἄλλα ὕμνηται παρὰ τῶν θεολόγων. Φασὶ γάρ τινες κατὰ ἀντίδοσιν ταῦτα λέγεσθαι ἀπὸ τῆς θεότητος ἐπὶ τὴν σάρκα, ὥσπερ καὶ ἀπὸ τῆς σαρκὸς ἐπὶ τὴν θεότητα λέγεται αἷμα Θεοῦ καὶ σὰρξ Θεοῦ καὶ ὅσα ἄλλα κατὰ ἀντίδοσιν. Δι’ αὐτὸ μὲν οὖν τοῦτο φαίην ἂν ἔγωγε ἄκτιστον εἶναι, διὰ τὸ κατὰ ἀντίδοσιν τὴν τῆς θεότητος δόξαν καὶ τοῦ σώματος λέγεσθαι δόξαν. Ὥσπερ γάρ, ὅσα ἀπὸ τῆς σαρκὸς ἐπὶ τὴν θεότητα λέγεται, οὐκ ἄναρχά εἰσιν οὐδὲ ἄχρονα, ἀλλ’ ἠργμένα καὶ κτιστά – οὐ γὰρ λέγομεν τὴν σάρκα ἢ τὸ αἷμα ἄκτιστα, τοῦ Θεοῦ λόγου λέγοντες αὐτά, – τὸν αὐτὸν δὴ τρόπον οὐδ’ ὅσα ἀπὸ τῆς θεότητος ἐπὶ τὴν σάρκα λέγεται, κτιστά τις ἂν νομίσειεν εὖ φρονῶν. Εἰ δὲ μή, καὶ τὸν Θεὸν, ὅταν λέγωμεν Θεὸν ἐσταυρωμένον, κτίσμα εἴποιεν ἂν εἶναι, ὃ πᾶσαν ἀσέβειαν ὑπερβαίνει. Τὰ γὰρ ἴδια φύσεως ἑκατέρας τοῦ Θεοῦ λέγομεν ἀντιδίδοσθαι τῇ ἑτέρᾳ, μενούσης μέντοι ἑκατέρας φύσεως ἐν τοῖς ἰδίοις ὅροις καὶ μετὰ τὴν ἕνωσιν, τουτέστι, τῆς μὲν ἀκτίστου μεινάσης μετὰ τῶν φυσικῶν ἰδιωμάτων αὐτῆς, τῆς δὲ κτιστῆς ὡσαύτως κτιστῆς.

8. Δεύτερον προφέρουσι ῥητὸν τοῦ αὐτοῦ Χρυσορρήμονος θεολόγου ἐκ τοῦ Εἰς τὴν Μεταμόρφωσιν λόγου, ἔχον οὕτως «Ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησι τὸ φῶς, ὅσον τὸ σῶμα τοῦτο τὸ φθαρτόν, οὐδὲ τοιοῦτον, οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλ’ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ». Τοῦτο μὲν οὖν οὐχ ὅτι διεφθαρμένον εὑρίσκεται ἐν τῷ Εἰς τὴν Μεταμόρφωσιν λόγῳ τοῦ Χρυσοστόμου, ἀλλ’ οὐδ’ ὁπωσοῦν, ἀλλὰ συκοφαντοῦσι τὸν ἅγιον φανερῶς. Εἰ δὲ καὶ ἦν ὥσπερ λέγουσι, τί ἂν συμβάλλοιτο πρὸς ἀπόδει ξιν τοῦ ζητουμένου, παντάπασιν ἀγνοῶ, πλὴν εἰ μή που τὸ τοῦ Χριστοῦ σῶμα ἄφθαρτον νομίζουσι καὶ πρὸ τῆς ἀναστάσεως, καὶ τὸ φῶς ἐκεῖνο λαμπρότητα τοῦ σώματος φυσικήν, ἀλλ’ οὐ κατὰ μετάδοσιν, ὥσπερ εἴπομεν, ἅπερ ἄμφω πολλῶν ἄξια βαράθρων. Τό τε γὰρ ἡγεῖσθαι ἄφθαρ τον εἶναι τὸ Χριστοῦ σῶμα πρὸ τῆς ἀναστάσεως, αἱρετικόν. Ἡ καθολικὴ γὰρ πίστις ἔχει, ἐν τῇ ἀναστάσει τὸ Χριστοῦ σῶμα τὴν ἀφθαρσίαν καὶ τὴν ἀϊδιότητα ἀνειληφέναι, πρότερον φθαρτὸν ὂν καὶ θνητόν. Καὶ τὸ νομίζειν τὴν φυσικὴν τῆς θεότητος δόξαν, τὴν κοινὴν τῇ τριάδι κατὰ τὴν τῶν ἁγίων παράδοσιν, φυσικὴν καὶ οὐσιώδη καὶ τοῦ σώματος εἶναι, πᾶσαν ἀτοπίαν ὑπερβάλλει ἢ γὰρ ὁ Θεὸς νομισθήσεται κτίσμα ἢ τὸ κτίσμα Θεός.

9. Τρίτον ἐπὶ τούτοις τὰ τοῦ ἁγίου προάγουσι Μαξίμου, ἐν οἷς φησιν «Οἶμαι τοὺς καθόλου δύο τῆς θεολογίας τρόπους μυστικῶς ὑφηγεῖσθαι τὰ ἐπὶ τοῦ ὄρους κατὰ τὴν μεταμόρφωσιν θεοπρεπῆ δραματουργήματα». Καὶ αὖθις «Σκοπήσωμεν δέ, εἰ μὴ καλῶς ἑκατέρῳ τῶν εἰρημένων τρόπων κατὰ τὴν θείαν ἐκείνην τοῦ κυρίου μεταμόρφωσιν καὶ σοφῶς ἐνυπάρχει τὸ σύμβολον. Ἔδει γὰρ αὐτὸν καθ’ ἡμᾶς ἀτρέπτως κτισθῆναι, δι’ ἄμετρον φιλανθρωπίαν καταδεξάμενον ἑαυτοῦ γενέσθαι τύπον καὶ σύμβολον καὶ παραδεῖξαι ἐξ ἑαυτοῦ συμβολικῶς ἑαυτόν, καὶ δι’ αὐτοῦ τοῦ φαινομένου πρὸς ἑαυτὸν ἀφανῶς πάντῃ κρυπτόμενον χειραγωγῆσαι τὴν ἅπασαν κτίσιν». Ἐκ τούτων, ὡς οἴονται, συνάγουσι κτίσμα εἶναι τὸ φῶς ἐκεῖνο, ἔκ τε τοῦ εἰπεῖν τὸν θεολόγον τὰ ἐπὶ τοῦ ὄρους κατὰ τὴν μεταμόρφωσιν θεοπρεπῆ δραματουργήματα καὶ ἐκ τοῦ σύμβολον εἰπεῖν τὰ γεγενημένα τότε ἐν τῷ ὄρει.

Πρὸς μὲν οὖν τὸ δεύτερον οὐδὲ ὀλίγου δεήσεσθαι νομίζω λόγου αὐτὸς γὰρ ὁ θεολόγος ἀξιόπιστος ἑαυτὸν διασαφῆσαι. Σύμβολον γὰρ εἶπεν οὐχ ἕτερον ἑτέρου, οὐδὲ κτίσμα ἀκτίστου, οὐδὲ αἰσθητὸν νοητοῦ, ἀλλ’ αὐτὸν ἑαυτοῦ, καὶ παραδεῖξαι ἐξ ἑαυτοῦ συμβολικῶς ἑαυτόν. Εἰ δὴ αὐτός ἐστιν ἑαυτοῦ σύμβολον, διενήνοχε δὲ οὐδαμῶς αὐτὸς ἑαυτοῦ, δῆλον ὡς οὐδὲ τὸ σύμβολον τοῦ συμβαλλομένου ἀλλ’ εἰ ἄκτιστον τὸ συμβαλλόμενον, ἄκτιστον ἂν εἴη καὶ τὸ σύμβολον. Εἰ δὲ κτίσμα τοῦτο, κτίσμα καὶ τὸ συμβαλλόμενον οὗ τίς ἂν ἀνάσχοιτο; Ὁ δ’ αὐτὸς οὗτός φησιν ἐν ἑτέρῳ κεφαλαίῳ τὸ φῶς ἐκεῖνο σύμβολον εἶναι τῆς ἀφανοῦς κρυφιότητος κτίσμα δὲ ἀδύνατον ἀκριβῶς τὴν ἀφανῆ κρυφιότητα παραδεικνύειν. Καὶ γὰρ οὕτω φησίν, ὅτι «Διὰ τῆς γενομένης ἐπὶ τοῦ ὄρους τοῦ προσώπου τοῦ κυρίου φωτοειδοῦς λαμπρότητος πρὸς τὴν πᾶσι καθόλου τοῖς οὖσιν ἄληπτον τοῦ Θεοῦ μυστικῶς οἱ τρισμακάριοι ἀπόστολοι κατὰ τὸ ἄρρητόν τε καὶ ἄγνωστον ἐχειραγωγοῦντο δύναμίν τε καὶ δόξαν, τῆς ἀφανοῦς κρυφιότητος τὸ φανὲν αὐτοῖς πρὸς τὴν αἴσθησιν φῶς σύμβολον εἶναι μανθάνοντες. Ὡς γὰρ ἐνταῦθα τοῦ γενομένου φωτὸς τὴν τῶν ὀφθαλμῶν νικᾷ ἐνέργειαν ἡ ἀκτίς, ἀχώρητος αὐτοῖς διαμένουσα, οὕτω κἀκεῖ Θεὸς πᾶσαν νοὸς δύναμιν ὑπερβαίνει καὶ ἐνέργειαν, οὐδόλως ἐν τῷ νοεῖσθαι τῷ νοεῖν πειρωμένῳ τὸν οἱονοῦν τύπον ἀφείς».

Καὶ ποίαν ἂν ἐλλείποι τοῦτο παρανοίας ὑπερβολήν, εἰ τοιαῦτα μὲν οὐδαμῶς οὐδὲ ὑπώπτευσεν ἐκεῖνος, τὴν ἅπασαν δὲ πρᾶξιν καὶ τὴν οἰκονομίαν ἐκείνην τὴν θείαν δραματούργημα θεοπρεπὲς ἐκάλεσεν οἱονεί τινα πρᾶξιν δι’ ἀκολουθίας ἐκβᾶσαν οἷον τοὺς τρεῖς ἀπολέξασθαι τῶν μαθητῶν, τὸ τοὺς ἐννέα καταλιπεῖν, τὸ ἀνελθεῖν εἰς τὸ ὄρος, τὸ μεταμορφωθῆναι, τὸ τοὺς ἐκκρίτους παραστῆσαι τῶν προφητῶν, τὸ φωνὴν ἐνεχθῆναι παρὰ τοῦ πατρός, τὸ νεφέλην αὐτοὺς ἐπισκιάσαι, ἐξ ὧν ἁπάντων ἓν τὸ σπουδαζόμενον ἦν διδάξαι τοὺς διδασκάλους τῆς οἰκουμένης, ὡς οὐκ ἀντίθεος ἦν, οὐδὲ τοῦ νόμου παραβάτης, ἀλλ’ ὁμοούσιος τῷ πατρὶ καὶ Θεὸς ἀληθινὸς καὶ τοῦ νόμου καὶ τῶν προφητῶν κύριος καὶ νεκρῶν καὶ ζώντων ἐξουσιάζων, ἅπερ ἅπαντα ἑνὶ λόγῳ συλλαβὼν ὁ θεολόγος θεοπρεπῆ δραματουργήματα ἐκάλεσε, τὴν παρακολουθήσασαν ἅπασαν πρᾶξιν οὕτω προσειπών, πᾶς τις ἂν ἐμοὶ σύνθοιτο, ὥς γέ μοι δοκῶ.

Οὗτοι δ’ ὑπὸ πανουργίας ἢ οὐκ οἶδ’ ὅτι καὶ φῶ, ἀφέντες πάσης τῆς πράξεως τὸ δραματούργημα νοεῖν, ἐπὶ μόνου ἐξειλήφασι τοῦ φωτός, ὥσπερ ἂν εἰ ἑνικῶς ἐλέγετο δραματούργημα καίτοι γε καὶ οὕτω θεοπρεπῶς ἐχρῆν νοεῖν. Οὐ γὰρ ἔδει τῷ σημαινομένῳ τῆς λέξεως ψιλῶς ἀκολουθεῖν, ἀλλὰ θεοπρεπῶς ἐκλαμβάνειν κατὰ τὴν διάνοιαν τοῦ θεολόγου. Νῦν δὲ καὶ πληθυντικῶς εἰρημένου δραματουργήματα, ἰταμῶς καὶ τὴν διάνοιαν βιάζονται τοῦ ἁγίου καὶ τὴν λέξιν, ἵνα δείξωσι μόνον τὸ φῶς ἐκεῖνο ψεῦδος καὶ φάσμα καὶ ἀπάτην ὀφθαλμῶν, δέον, εἰ νομίζουσιν ἐκεῖνο φάσμα, καὶ τὰ ἄλλα πάντα φάσματα ἡγεῖσθαι, ὥσπερ εἴρηται. Εἰ δὲ μὴ τὰ ἄλλα, μηδ’ ἐκεῖνο. Ὅμως αὐτὸς ἡμᾶς διδάξει σαφέστερον, ὁποιάντινα τὴν δόξαν ἔχει περὶ τοῦ φωτὸς ἐκείνου.

10. Καὶ γὰρ ἐν τρισκαιδεκάτῳ κεφαλαίῳ τῆς δευτέρας ἑκατοντάδος τῶν Θεολογικῶν οὕτω φησίν «Ὁ γνώσεως ἐφιέμενος ἀμετακινήτως τὰς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρὰ τῷ κυρίῳ, καθά φησιν ὁ Θεὸς τῷ Μωϋσεῖ Σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ. Ἰστέον δέ, ὅτι καὶ ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρὰ τῷ κυρίῳ ἔστι διαφορά, εἴπερ ἐκεῖνο μὴ παρέργως ἀναγινώσκεται τοῖς φιλομαθέσι, τὸ „Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει“. Οὐ γὰρ πᾶσιν ἀεὶ μετὰ δόξης ἐπιφαίνεται ὁ κύριος τοῖς παρ’ αὐτῷ ἱσταμένοις, ἀλλὰ τοῖς μὲν εἰσαγομένοις ἐν δούλου μορφῇ παραγίνεται, τοῖς δὲ δυναμένοις ἀκολουθῆσαι αὐτῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς ἑαυτοῦ μεταμορφώσεως ὄρος ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται, ἐν ᾗ ὑπῆρχε πρὸ τοῦ τὸν κόσμον εἶναι. Δυνατὸν οὖν ἐστι, μὴ κατὰ τὸ αὐτὸ τὸν αὐτὸν πᾶσι τοῖς παρ’ αὐτῷ τυγχάνουσιν ἐπιφαίνεσθαι κύριον, ἀλλὰ τοῖς μὲν οὕτω, τοῖς δὲ ἑτέρως, κατὰ τὸ μέτρον τῆς ἑνὶ ἑκάστῳ πίστεως δηλονότι, ποικί<λ>λων τὴν θεωρίαν».

Ὃ μέντοι φησὶν ὁ Ἀρεοπαγίτης Διονύσιος, ὅτι οὐ δυνα τὸν ἑτέρως ἡμῖν ἐπιλάμψαι τὴν θεαρχικὴν ἀκτῖνα, εἰ μὴ τῇ ποικιλίᾳ τῶν ἱερῶν παραπετασμάτων ἀναγωγικῶς περικεκαλυμμένην, καὶ σφόδρα ἀληθὲς εἶναί φημι. Οὔτε γὰρ τὸν ἀνθρώπινον νοῦν ἐλλαμφθῆναι ὑπὸ τῆς θεαρχικῆς ἀκτῖνος δυνατόν, εἰ μὴ πρότερον ἀπὸ τῶν κτισμάτων ἀναλογικῶς καὶ ἀναγωγικῶς ἀναχθῇ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν, οὔτε οἱ ἀπόστολοι τότε ἠδύναντο αὐτὸ καθ’ αὑτὸ τὸ φῶς ἰδεῖν ἐκεῖνο, καθά φησιν ὁ Χρυσόστομος, εἰ μὴ διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς τοῦ Χριστοῦ. Ἀλλὰ τοῦτο οὐ κατὰ φύσιν, καθὼς ὁ πολὺς τὰ θεῖα διέξεισι Διονύσιος, ἀλλ’ ὑπὲρ φύσιν ἀνθρωπίνην καὶ λόγον ἀνθρώπινον.

Ὃ δέ φασιν ἐκ τῆς εἰς τὸ Κατὰ Ματθαῖον ἐξηγήσεως τοῦ ἁγίου Κυρίλλου, πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης. Πολλῆς γὰρ ἐρεύνης γενομένης περὶ αὐτοῦ, οὐ μόνον ἀλλότριον εὕρηται παντάπασι τοῦ ἁγίου, ἀλλὰ καὶ τὸ μὲν ἓν βιβλίον, ὃ παρήγαγον ὡς ἐξ ἐκείνου λαβόντες, εὕρηται σύγγραμμα πρὸς Καρπιανὸν Εὐσεβίου, αἱρετικοῦ πρὸς αἱρετικόν, ὡς καὶ αὐτὸς οἶσθα σαφῶς, τὸ δὲ δεύτερον, ἐν ᾧ κεφαλαιωδῶς ἐγγεγραμμένον ἦν τὸ ῥητὸν Σεβήρου τινός, αἱρετικοῦ καὶ αὐτοῦ ὅθεν ἔξεστι στοχάζεσθαι, ποῖόν τινα τῆς ἀληθείας ποιοῦνται λόγον, ὡς καὶ τὰ αἱρετικῶν ἑκόντες ὄντες τοῖς ἁγίοις ἀνατιθέναι.

11. Ἐπὶ τούτοις ἑτέραν ῥῆσιν προφέρουσι τοῦ Χρυσοστόμου ἐκ τῆς πεντηκοστῆς ἕκτης ὁμιλίας τοῦ Κατὰ Ματθαῖον. Τοῦτο δέ ἐστι παντάπασι ψεῦδος καὶ συκοφαντία. Πολλῶν γὰρ βιβλίων παρ’ ἡμῶν ἐρευνηθέντων, ἐν οὐδενὶ εὑρέθη οὐδ’ ὁπωσοῦν, ἀλλ’ ἔστι πλάσμα φανερῶς αὐτῶν. Ὃ δὲ λέγουσι μετ’ ὀλίγα λέγειν τὸν διδάσκαλον, τὸ «ἂν ἐθέλωμεν986, καὶ ἡμεῖς ὀψόμεθα987 τὸν Χριστόν τὸν Χριστόν, οὐχ οὕτως ὡς οἱ ἀπόστολοι988, ἀλλὰ πολὺ989 λαμπρότερον», εἴρηται μὲν ἀληθῶς τῷ πατρί, ἀλλὰ προστίθησι τὰς αἰτίας, ὅτι τότε μὲν, τοῖς ἀποστόλοις ἀμυδρὰν ὑπέδειξε τὴν ἀκτῖνα τῆς αὐτοῦ θεότητος ὁ Χριστὸς καὶ σύμμετρον αὐτῶν τῇ ἀσθενείᾳ, «ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσιν» ἐν δὲ τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ, ἡνίκα οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, λαμπρότερος ὀφθήσεται ὁ Χριστὸς ἢ ὅτε ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, τὴν οἰκείαν αὐτοῖς λαμπρότητα παραδεικνύς, ὡς δύνασθαι νοεῖσθαι διὰ τούτων, ὅτι τὴν κατὰ τὴν δευτέραν παρουσίαν ἐπιφάνειαν αὐτοῦ παραβάλλων πρὸς τὴν ἐν τῷ ὄρει, λαμπρότερον εἴρηκεν ὀφθήσεσθαι τοῖς ἀξίοις τὸν Χριστόν, οὐ κατὰ τὸν παρόντα βίον. Δῆλον δέ, ὅτι κατὰ τὸν μέλλοντα οἱ ἀπόστολοι τῶν ἄλλων ἁγίων λαμπρότερον ὄψονται τὸν Χριστόν, ἐπειδὴ κατὰ ἀναλογίαν ἕκαστος κἀκεῖ τῆς προσούσης θεοειδίας τὴν δόξαν ὄψονται τοῦ Χριστοῦ.

Ἐπὶ τούτοις καὶ ἑτέρας ἐπιφέρουσι ῥήσεις, τὴν μὲν ἐκ τῆς τοῦ Κατὰ Λουκᾶν, τὴν δὲ ἐκ τῆς τοῦ Κατὰ Ἰωάννην ἐξηγήσεως τοῦ Χρυσοστόμου, ἀμφοτέρας ψευδῶς, πλὴν ὅσον ἐν μὲν τῇ τοῦ Κατὰ Ἰωάννην ὁμιλίᾳ μία μόνον εὑρίσκεται λέξις. Διδάσκων γὰρ ὁ πατὴρ περὶ τῆς ῥήσεως τῆς λεγούσης «Τὸ πνεῦμα ὅπου θέλει πνεῖ», καὶ εἰπὼν περὶ τοῦ ἀνεμιαίου πνεύματος ἐπάγει, ὅτι σῶμα ὁ ἄνεμος, εἰ καὶ λεπτότατον τὸ γὰρ αἰσθήσει ὑποβαλλόμενον, σῶμα. Οὗτοι δὲ τοῦτο μόνον ἀπολαβόντες τὸ «τῇ αἰσθήσει ὑποβαλλόμενον, σῶμα», συνέθηκαν ἀφ’ ἑαυτῶν ῥητὸν καὶ ἐξέλαβον αὐτὸ περὶ τοῦ φωτός. Τὴν δὲ εἰς τὸν μακάριον Λουκᾶν ἐξήγησιν καὶ παντάπασι διαβάλλουσιν.

Τελευταῖον ἐπὶ πᾶσι καὶ τὸν μακάριον διαβάλλουσιν Ἰωάννην τὸν ἐκ Δαμασκοῦ. Προφέρουσι καὶ γὰρ αὐτὸν σαφῶς ἐναντία λέγοντα ἑαυτῷ. Μετὰ γὰρ τὸ εἰπεῖν καὶ δεῖξαι περὶ τοῦ φωτός, ὅτι οὐ τοῦ προσλήμματος ἦν, ἀλλὰ τῆς τοῦ Θεοῦ Λόγου ὑποστάσεως, καὶ δόξαν ἄχρονον αὐτὸ προσειπεῖν, καὶ ὅσα ἄλλα περὶ τούτου θεολογεῖ, συκοφαντοῦσιν αὐτὸν ὡς εἰρηκότα τὸ φῶς ἐκεῖνο αἰσθητὴν φανεῖσαν λαμπρότητα, σαφῶς καταψευδόμενοι τοῦ ἁγίου. Ἀκριβῶς γὰρ ἡμῶν διερευνησαμένων τὸν Περὶ Μεταμορφώσεως αὐτοῦ λόγον, οὐδαμοῦ εὕρηται τοῦτο εἰρημένον αὐτῷ. Ὅθεν θαυμάσαι τις ἂν αὐτῶν εἰς τοσοῦτον ἀναιδείας ἐληλακότων, ὡς ἐλπίσαι τὴν κακοδοξίαν αὐτῶν δυνήσεσθαι συστῆσαι ἐκ τῆς πρὸς τοὺς ἁγίους διαβολῆς, πολλῶν παρόντων βιβλίων καὶ γινωσκομένων ὑπὸ πάντων.

12. Τὰ μὲν δὴ τῶν ἁγίων οὕτω χωρίς τινος προκαλύμματος διαφθείρουσιν ὑπὸ τοῦ σφόδρα ἑαυτοῖς συνειδέναι μηδὲν λέγουσιν ὑγιές, πρὸς τὴν βωμολοχίαν ταύτην ἐκτρεπόμενοι, ἵνα δὴ δοκοῖεν καὶ συνηγόρους ἔχειν τοὺς ἁγίους τῆς βλασφημίας. Ἐπεὶ δὲ καὶ τοῦ κατ’ αὐτῶν γεγενημένου τόμου κατηγοροῦσιν ὡς ἄλλο μὲν τὴν οὐσίαν καὶ ἕτερον τὴν ἐνέργειαν λέγοντος, καὶ θεότητα ἀμφότερα, καὶ ἄκτιστον καὶ ἄκτιστον, καὶ ὑπερκειμένην καὶ ὑφειμένην, καὶ μεθεκτὴν καὶ ἀμέθεκτον, καὶ ὁρατὴν καὶ ἀόρατον, καὶ αἰτιατὴν καὶ αἰτίαν, ἀναγκαῖον καὶ τούτων ἕνεκα λόγον ἀποδοῦναι. Τοσοῦτον δὲ εἰπεῖν δίκαιον, ὅτι, καίτοι πολλὴν αὐτῶν κατηγοροῦντες οὐ πανουργίαν μόνον, ἀλλὰ καὶ ἀναίδειαν, χάριτας αὐτοῖς ὥσπερ ὁμολογοῦμεν, ὅτι ἃ λέγομεν περὶ αὐτῶν, ταῦτ’ ἔργοις αὐτοῖς δεικνύουσιν ἀληθῆ.

Καὶ γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ ὕδρᾳ πολυκεφάλῳ παρεικάσα μεν αὐτούς, ἣ τῶν κεφαλῶν αὐτῆς τεμνομένων τριπλᾶς αὖθις ἀναδίδωσιν ἐκ τῆς μιᾶς τομῆς, ὃ νῦν ἀποδείκνυται δι’ αὐτῶν καλῶς καὶ πάνυ προσηκόντως εἰρημένον. Τῶν γὰρ προφάσεων αὐτοῖς τῆς πρὸς τὴν Χριστοῦ ἐκκλησίαν μάχης ἀνῃρημένων, οὐ διὰ τῶν θεολόγων μόνον, ἀλλὰ καὶ διὰ τῆς σῆς διδασκαλίας σοφῶς τὴν ἀλήθειαν ἐξητακότος καὶ προσθεμένου τῇ ταύτης εὑρέσει δικαίως, πάλιν περὶ τῶν αὐτῶν ἀμφισβητοῦσι καὶ δοκοῦσιν ὡς ἄμαχά τινα τὰ πρώην ἀποδεδειγμένα πάλιν ζητεῖν.

Τὸ μὲν οὖν τὸ τῆς θεότητος ὄνομα καὶ ἐπὶ τῆς οὐσίας καὶ τῆς ἐνεργείας κατηγορεῖσθαι τοὺς διδασκάλους παρηγάγομεν λέγοντας διαρρήδην, καὶ οὐ δεῖ πάλιν περὶ τῶν αὐτῶν ἀνακινεῖν. Τὰς γὰρ χρήσεις τῶν ἁγίων παρεσχόμεθα γεγραμμένας, αἷς εἴ τι μὴ καλῶς ἔχουσιν ἐκ θείου πνεύματος εἰρημέναι, τὰ ἀπὸ κοιλίας αὐτῶν ἀντιτιθέτωσαν αὐτοί.

Ἔτι δὲ καὶ τοῦ ἄλλο εἶναι τὴν οὐσίαν καὶ ἕτερον τὴν ἐνέργειαν, τοὺς τε διδασκάλους παρεσχόμεθα καθ’ ἕνα τοῦτο θεολογοῦντας καὶ Σύνοδον ὁμοῦ πᾶσαν τὴν Ἕκτην ἐκ τῆς οὐσίας λέγουσαν προϊέναι τὴν ἐνέργειαν, ἐξ οὗ δείκνυται μὴ ταυτὸν παντάπασιν εἶναι, εἴ γε μηδὲν πρόεισιν ἐξ ἑαυτοῦ. Ἄλλο μέντοι καὶ ἄλλο λέγομεν τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν ἐπὶ Θεοῦ, οὔτε ὡς ἕτερον ἐν ἑτέρῳ ἤγουν ἔξωθεν ἐπιγεγονυῖαν ὥσπερ τὸν ἁγιασμὸν ἐν τοῖς ἁγίοις, οὔτε ὡς ὑποκείμενον καὶ κατηγορούμενον, ἤγουν ὡς ὑποκείμενον καὶ ἐν ὑποκειμένῳ ὡς ἐν τοῖς κτίσμασιν, οὔτε ὡς ποιότητα ὥσπερ ἐν τοῖς οὖσι νοοῦμεν, εἰ καὶ πρότερον λέγεται ποιότης ἐπὶ Θεοῦ, καθὼς ἡ οἰκουμενικὴ Ἕκτη λέγει Σύνοδος.

Ἐκ τοῦ πέμπτου τόμου τῆς αὐτῆς Συνόδου «Τὴν ἑκατέρας φύσεως ἑκατέραν ἴσμεν ἐνέργειαν, τὴν οὐσιώδη λέγω καὶ φυσικὴν καὶ κατάλληλον, ἀδιαιρέτως προϊοῦσαν ἐξ ἑκατέρας οὐσίας καὶ φύσεως κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ φυσικὴν καὶ οὐσιώδη ποιότητα καὶ τὴν ἀμέριστον ὁμοῦ καὶ ἀσύγχυτον θατέρας οὐσίας συνεπαγομένην ἐνέργειαν. Τοῦτο γὰρ καὶ τῶν ἐνεργειῶν ἐπὶ Χριστοῦ ποιεῖ τὸ διάφορον, ὥσπερ δὴ καὶ τὸ εἶναι τὰς φύσεις τῶν φύσεων».

Καὶ τῷ τοῦ πυρὸς δὲ καὶ τοῦ φωτὸς ἐχρησάμεθα παραδείγματι πρότερον, τό τε ἀδιαίρετον οὐσίας καὶ ἐνεργείας λαμβάνοντες καὶ τὸ ἄλλο καὶ ἄλλο, ἐπεὶ καὶ ἐκ τῆς οὐσίας ἐστὶν ἡ ἐνέργεια καὶ διατοῦτο οὐ ταυτόν, ἀλλ’ ἄλλο κατὰ τοὺς θεολόγους Ἰουστῖνον, Κύριλλον καὶ τὸν Δαμασκηνόν ἄλλο δὲ καὶ ἄλλο, οὐ πράγματι διαιρουμένων, ἀλλ’ ἐπινοίᾳ, τῆς διαφορᾶς τούτων οὐκ ἐν τῷ νῷ μόνον συνισταμένης, ὥσπερ ἀξιοῦσιν αὐτοί, ἀλλ’ ἀληθῶς οὔσης ἐν τῷ Θεῷ, ὡς ἐκ τούτου δύνασθαι νοεῖσθαι καὶ τὴν διάκρισιν οὐσίας καὶ ἐνεργείας ἀληθῶς εἶναι ἐν τῷ Θεῷ ἀλλὰ μὴν καὶ ὅτι ἄκτιστός ἐστιν ἡ ἐνέργεια ὥσπερ δῆτα καὶ ἡ οὐσία, παρὰ τῶν ἁγίων ἐδιδάχθημεν θεολογούντων.

13. Περὶ δὲ ὑπερκειμένης καὶ ὑφειμένης θεότητος αὐτὸς ὁ περὶ θεότητος ἡμῖν γεγενημένος ἀρκέσει λόγος. Εἰ γὰρ καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τῆς ἐνεργείας λέγομεν τὸ τῆς θεότητος ὄνομα κατηγορεῖσθαι, ἀλλ’ οὐ παρὰ τοῦτο καὶ δύο θεότητας νοοῦμεν ἢ πολλάς, ἀλλὰ κἄν τε ἐπὶ τῆς οὐσίας νοοίη τις τὸ τῆς θεότητος ὄνομα, μίαν λέγομεν θεότητα Πατρός, ὑἱοῦ καὶ ἁγίου Πνεύματος, κἄν τε ἐπὶ τῆς ἐνεργείας, καὶ οὕτω μίαν κοινὴν τῆς ἁγίας καὶ ἀδιαιρέτου Τριάδος καὶ θεότητα καὶ δύναμιν καὶ ἐνέργειαν, τοὺς δὲ μὴ οὕτω λέγοντας καὶ φρονοῦντας καὶ αἱρετικοὺς ἡγούμεθα καὶ ἀθέους ἢ πολυθέους. Εἰ δὲ μία θεότης πρεσβεύεται παρ’ ἡμῶν, πῶς ἂν εἴη αὐτὴ ἑαυτῆς μείζων τε καὶ ἐλάττων; Ἀλλ’ ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασι συκοφαντοῦσιν ἡμᾶς, οὕτω δὴ κἀν τούτῳ, δύο πλάττοντες θεοὺς καὶ δύο θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην, ὡς δῆθεν παρ’ ἡμῶν πρεσβευομένας ἀλλὰ τράποιτο τὸ βλάσφημον κατ’ αὐτῶν. Οὔτε γὰρ ἐν τῷ τόμῳ εὕροι τις ἂν ὑφειμένην θεότητα, οὔτε παρ’ ἡμῶν λέγεται. Ὅτι μέντοι τὸ μεῖζον καὶ τὸ ἔλαττον λέγεται παρὰ τῶν θεολόγων ἐπὶ τῶν λεγομένων περὶ Θεοῦ, πρόδηλον. Ὁ δέ γε τόμος καὶ ἡμεῖς τὸ ὑφει μένον οὐ λέγομεν, οὐκ ἀγνοοῦντες μὲν, ὅτι ταυτὸν τῷ ἐλάττονι δύναται τὸ ὑφειμένον, ὅμως ἐπεὶ μὴ παρὰ τοῖς θεολόγοις εὕρηται, οὐδὲ παρ’ ἡμῶν λέγεται, ἀλλ’ οὐδὲ ἐν τῷ τόμῳ γέγραπται.

Ὅτι δὲ λέγεται ἐπὶ τῶν λεγομένων περὶ Θεοῦ τὸ μεῖζον καὶ τὸ ἔλαττον, πρότερόν τε παρεσχόμεθα χρήσεις τῶν ἁγίων καὶ νῦν οὐκ ὀκνήσομεν προσθεῖναι. Αὐτίκα γὰρ ὁ θεῖος Χρυσόστομος ἐν τῷ Περὶ Ἀκαταλήπτου πρώτῳ λόγῳ αὐτοῦ τάδε φησίν «Οἱ προφῆται οὐ μόνον, τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτῆς, πόση τίς ἐστιν, ἀποροῦσι καίτοι γε οὐκ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαβεῖν μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς;» Ὁ αὐτὸς καὶ ἐν τῇ τοῦ Κατὰ Ἰωάννην εὐαγγελίου ὁμιλίᾳ τριακοστῇ οὕτω φησίν «Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα. Ἡμεῖς μὲν πάντες μέτρῳ τὴν ἐνέργειαν τοῦ πνεύματος ἐλάβομεν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειάν φησιν αὕτη γάρ ἐστιν ἡ μεριζομένη, οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία».

Καὶ ὁ ἅγιος δὲ Κύριλλος ἐν δευτέρῳ κεφαλαίῳ τοῦ πρώτου βιβλίου τῶν Θησαυρῶν οὕτω φησίν Ἔλαττόν ἐστι τὸ Θεὸν εἶναι τοῦ πατέρα εἶναι τὸν πατέρα καὶ Θεὸν. Ἧι μὲν γὰρ Θεός, πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει, ᾗ δὲ πατήρ, πρὸς τὸν ἴδιον καὶ ὁμότιμον ὑἱόν. Καὶ αὖθις ὁ αὐτὸς ἐν τῷ αὐτῷ κεφαλαίῳ τῶν Θησαυρῶν «Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, πατέρα μὲν ἐξαρχῆς οὐχ ὁμολογοῦντες αὐτόν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν, ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. „Θεὸς“ μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γεννητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν, „πατὴρ“ δέ, ὡς πρὸς ὑἱόν. Οἱ λέγοντες τοίνυν, ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ πατήρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν κρεῖττον γὰρ τὸ πατέρα γεννήματος εἶναι».

Καὶ μετά τινα «Εἰ μὴ τὸ „πατὴρ“ ὄνομα κυριώτερόν πῶς ἐστι καὶ ἀξιολογώτερον ἐπὶ Θεοῦ ἢ τὸ „Θεὸς“, ὅτου χάριν ὁ σωτὴρ οὐκ ἐκέλευσε βαπτίζειν εἰς ὄνομα Θεοῦ καὶ ὑἱοῦ καὶ ἁγίου Πνεύματος, ἀλλὰ τὸ ἀληθέστερον σημαίνων τῆς θείας φύσεως ἀξίωμα „Εἰς πατέρα“ φησὶ „καὶ ὑἱὸν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον“; Καὶ πάλιν οὐκ εἶπεν „Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Θεὸν“, ἀλλὰ „τὸν πατέρα“, τὸ μεῖζον ἀπονέμων αὐτῷ καὶ οὐ τὸ ἔλαττον. Οὐκοῦν πρῶτον ἔστω πατήρ, εἶθ’ οὕτω Θεός, εἰ καὶ ἅμα καὶ συνημμένως».

Εἰ μὲν οὖν ἐθέλουσι τοῖς ἁγίοις σύμφωνα καὶ λέγειν καὶ νοεῖν, ἡμᾶς πραγμάτων ἀπαλλάξουσιν. Εἰ δὲ θέλουσιν ἐρίζειν καὶ πρὸς ἐκείνους, ὀλίγον ἡμῖν μελήσει τῆς αὐτῶν ἀκολάστου γλώττης καὶ διανοίας.

14. Ἔτι ὁρατὴν καὶ ἀόρατόν φασιν ἡμᾶς πρεσβεύειν θεότητα. Οὗτος δ’ ὁ λόγος κατὰ τοῦ θείου φωτὸς αὐτοῖς ἐφεύρηται, ὅπως μὲν οὖν χρὴ νοεῖν ὦφθαι τοῖς ἀποστόλοις τὸ φῶς ἐκεῖνο. Ὀφθήσεται δὲ καὶ τοῖς ἁγίοις πᾶσι κατὰ τὴν δευτέραν τοῦ κυρίου παρουσίαν, ἡνίκα οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος καὶ ὁποίοις γεγενημένοις τοῖς σωματικοῖς αὐτῶν ὀφθαλμοῖς, ὡς ἐκστᾶσι παντελῶς τῆς φυσικῆς ἐνεργείας καὶ πνευματικοῖς γεγενημένοις καὶ τὴν κρείττονα καὶ θειοτέραν ἠλλοιωμένοις ἀλλοίωσιν, εἴρηται πρότερον. Οὗτοι δὲ μηδὲν πνευματικὸν ἐθέλοντες νοεῖν, ἀκούοντες τοῖς ὀφθαλμοῖς ἑωρακέναι τὸ φῶς ἐκεῖνο τοὺς ἀποστόλους καὶ μηδὲν ὑπὲρ τὴν φύσιν δυνάμενοι νοεῖν, αὐτίκα κτιστὸν ἰσχυρίζονται τὸ φῶς ἐκεῖνο, ἐπειδὴ τῇ φυσικῇ τῶν ὀφθαλμῶν ὑποπεπτωκέναι δυνάμει νοοῦσιν αἰτιατὸν δὲ τὴν ἐνέργειαν νοοῦμεν οὔτε ὡς τὰ κτίσματα οὔτε ὡς τὸν ὑἱὸν καὶ τὸ Πνεῦμα. Τὰ μὲν γὰρ ἐκ μὴ ὄντων γεγένηται καὶ ὑπὸ χρόνον, ὁ δὲ ὑἱὸς καὶ τὸ Πνεῦμα ἐκ τῆς πατρικῆς ὑποστάσεως τὴν αἰτίαν ἔχουσι καθ’ ἑαυτὰ ὑφεστῶτα ὡς ἐκ πατρὸς καὶ προβολέως. Ἡ δὲ ἐνέργεια ἡ φυσικὴ καὶ οὐσιώδης τοῦ Θεοῦ ὑπὲρ χρόνον τέ ἐστι καὶ ἄκτιστος καὶ συναΐδιος τῷ Θεῷ καὶ ἐκ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ὡς ἐκ πηγῆς καὶ ῥίζης καὶ ἀρχῆς ἀναβλύζει κατὰ τὴν τῶν πατέρων διδασκαλίαν, ἐν αὐτῇ τῇ οὐσίᾳ ὑφεστῶσα. Καὶ γὰρ καὶ προϊέναι λέγεται ἐξ αὐτῆς καὶ ἐξ αὐτῆς εἶναι καὶ πηγάζειν καὶ ἀναβλύζειν, ἅπερ ἅπαντα τὸ αἰτιατὸν καὶ τὸ αἴτιον δηλοῦσιν. Εἰ δὴ τὸ αὐτό ἐστι παντάπασιν οὐσία καὶ ἐνέργεια, εἴη ἂν τὸ αὐτὸ αἰτιατὸν καὶ αἴτιον, ὅπερ ἀδύνατον.

Ἀμέθεκτον μέντοι καὶ μεθεκτὸν τὸν Θεὸν λέγομεν οὐ μέρει μὲν μεθεκτόν, μέρει δὲ ἀμέθεκτον, ἀλλ’ ὅλον καὶ ἀεὶ πὼς μὲν μεθεκτόν, πὼς δὲ ἀμέθεκτον κατὰ τὴν τῶν ἁγίων καὶ τοῦτο διδασκαλίαν, οἵτινες παρὰ τοῦ πνεύματος διδαχθέντες ἡμᾶς ἐδίδαξαν, μήτε κτίσμα εἶναι τὸ μετεχόμενον παρ’ ἡμῶν – ἄθλιοι γὰρ ἂν ἦμεν ἀπεστερημένοι Θεοῦ, μήτε τὴν οὐσίαν εἶναι τοῦ Θεοῦ τὸ μετεχόμενον παρ’ ἡμῶν, ἀλλ’ ὅλον ἀμέθεκτον ὄντα κατὰ τὴν οὐσίαν πάσῃ γενητῇ φύσει ὅλον αὖθις μετέχεσθαι ταῖς θείαις δωρεαῖς τε καὶ χάρισι, δι’ ὧν γινόμεθα κοινωνοὶ θείας φύσεως κατὰ τὸν μακάριον Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς θεολόγους, ὃ πάντα λόγον ὑπερβαίνει καὶ νοῦν καὶ ἀνθρώπινον, οἶμαι δὲ καὶ ἀγγελικόν. Οἷς ἑπόμενοι καὶ ἡμεῖς, πίστει πάντα δεχόμεθα καὶ ὁμολογοῦμεν τὰ παρ’ ἐκείνων δεδιδαγμένα.

15. Καὶ γὰρ καὶ ὁ ἅγιος Μάξιμος, ἐν ἑκατοστῷ κεφαλαίῳ τῆς πρώτης ἑκατοντάδος τῶν Περὶ Ἀγάπης, οὕτω φησίν «Ἐν τῷ Θεῷ γενόμενος ὁ νοῦς τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ’ αὐτὸν δὲ τὴν παραμυθίαν εὑρίσκει. Ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενητῇ φύσει ἐξίσου. Ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων. Οὗτος γὰρ ἐν ἀνθρώποις μέγας θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων».

Ἔτι ὁ αὐτὸς καὶ ἐν σχολίῳ τῷ εἰς τὸ ῥητὸν τοῦ Θεολόγου τὸ «Οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν», κεφαλαίῳ ἑκατοστῷ ὀγδοηκοστῷ ὀγδόῳ, φησίν «Ἐκ τῶν κατὰ τὴν οὐσίαν, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτῆς, ὁ Θεὸς οὐδέποτε τί ὑπάρχων γινώσκεται. Ἀμήχανος γὰρ καὶ παντελῶς ἄβατος πάσῃ τῇ κτίσει, ὁρατῇ τε καὶ ἀοράτῳ κατὰ τὸ ἴσον, ἡ περὶ τοῦ τί καθέστηκεν ἔννοια ἀλλ’ ἐκ τῶν περὶ τὴν οὐσίαν μόνον, ὅτι ἔστι, καὶ ταῦτα καλῶς τε καὶ εὐσεβῶς θεωρουμένων, τοῖς ὁρῶσιν ὁ Θεὸς ἑαυτὸν ὑπενδίδωσι τὰ δὲ περὶ τὴν οὐσίαν οὐ, τί ἐστιν, ὑποδηλοῖ».

Καὶ ὁ ἅγιος Διονύσιος, ἐν τρίτῳ κεφαλαίῳ τῶν ἐκ τῆς θεωρίας τῆς συνάξεως ἤτοι τῆς θείας κοινωνίας, οὕτω φησίν «... διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν ἑαυτοῦ καὶ τῶν οἰκείων ἀγαθῶν καλοῦντα τὸ ἀνθρώπειον φῦλον, εἴπερ ἑνωθῶμεν αὐτοῦ τῇ θειοτάτῃ ζωῇ τῇ πρὸς αὐτὸν ἡμῶν κατὰ δύναμιν ἀφομοιώσει καὶ ταύτῃ πρὸς ἀλήθειαν κοινωνοὶ Θεοῦ καὶ τῶν θείων ἀποτελεσθησόμεθα. Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς κοινωνίας, εἰς εὐχαριστίαν ἱερὰν καταλήγει μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος ἱεροῦ990».

Σχόλιον τοῦ ἁγίου Μαξίμου εἰς τοῦτο «Σημείωσαι, πῶς κοινωνοὶ θείας φύσεως γινόμεθα, Χριστῷ ἑνούμενοι. Τὸ κατ’ οὐσίαν μὲν ἡ θεότης οὐ μετέχεται οὔτε νοεῖται, μεθεκτὴ δέ ἐστιν ἐν τῷ ἐξ αὐτῆς εἶναι τὰ πάντα καὶ ὑπ’ αὐτῆς συνέχεσθαι εἰς τὸ εἶναι». Οὕτω μὲν περὶ ἀμεθέκτου.

16. Περὶ δὲ μεθεκτοῦ οὕτω φασὶν οἱ ἀπόστολοι καὶ καθεξῆς οἱ πατέρες καὶ θεολόγοι. Τοῦ μακαρίου Πέτρου, ἐκ τῆς καθολικῆς δευτέρας αὐτοῦ ἐπιστολῆς Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς991, δι’ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν992 κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.

Τοῦ μεγάλου Παύλου, ἐκ τῆς Πρὸς Ῥωμαίους, κεφαλαίου εἰκοστοῦ Ἀδελφοί ὅσοι πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν ὑἱοὶ Θεοῦ993. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα ὑἱοθεσίας, ἐν ᾧ κράζομεν «Ἀββᾶ ὁ πατήρ». Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

Τοῦ μεγάλου Ἀθανασίου, ἐκ τῆς πρὸς Σεραπίωνα ἐπίσκοπον περὶ τοῦ ἁγίου πνεύματος ἐπιστολῆς «Χρίσμα λέγεται τὸ πνεῦμα καὶ σφραγίς. Ὁ μὲν γὰρ Ἰωάννης γράφει Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς994 περὶ πάντων. Ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέγραπται Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. Ὁ δὲ Παῦλός φησιν Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τὸ δὲ χρίσμα τὴν εὐωδίαν καὶ πνοὴν τοῦ χρίοντος ἔχει, καὶ οἱ χριόμενοι τούτου μεταλαμβάνοντες λέγουσι Χριστοῦ εὐωδία ἐσμέν. Ἡ δὲ σφραγὶς τὴν μορφὴν Χριστοῦ τοῦ σφραγίζοντος ἔχει, καὶ ταύτης οἱ σφραγιζόμενοι μετέχουσι, μορφούμενοι κατ’ αὐτήν, λέγοντος τοῦ ἀποστόλου Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὕτω δὲ σφραγιζόμενοι, εἰκότως καὶ κοινωνοὶ θείας φύσεως γινόμεθα, ὡς εἶπεν ὁ Πέτρος, καὶ οὕτω μετέχει πᾶσα ἡ κτίσις τοῦ λόγου ἐν τῷ πνεύματι, καὶ διὰ τοῦ πνεύματος λεγόμεθα πάντες μέτοχοι Θεοῦ». Εἰ δὲ τῇ τοῦ πνεύματος μετουσίᾳ γινόμεθα κοινωνοὶ θείας φύσεως, μαίνεται πάντως ὁ τὸ πνεῦμα λέγων τῆς κτιστῆς φύσεως καὶ μὴ τῆς τοῦ ὑἱοῦ.

Ἐρωτήσαντος τοῦ Ἑρμείου τὸν ἅγιον Κύριλλον ἐν τῷ τρίτῳ λόγῳ τῷ πρὸς αὐτόν «Ὡς ἥδιστα ἄν σου διαπυθοίμην τὸ ὅπως ἂν ἐν ἡμῖν ἥ τε πατρὸς καὶ ὑἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο, μία τις οὖσα καὶ οὐ διάφορος», ὁ ἅγιος ἀποκρίνεται «Οὐδ’ ὁπωστιοῦν ἔν γε δὴ τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου πνεύματος, θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι’ ἑαυτοῦ καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνον τος; Ὧδε γάρ πού φησι τοῦ σωτῆρος ὁ μαθητής Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν».

Καὶ ὁ ἅγιος δὲ Μάξιμος ἐν ἐνενηκοστῷ κεφαλαίῳ τῆς τετάρτης ἑκατοντάδος τῶν Θεολογικῶν κεφαλαίων φησίν «Ἡ τῶν οὐρανῶν καὶ τοῦ Θεοῦ βασιλεία διαφέρουσι μὲν ἀλλήλων, οὐ καθ’ ὑπόστασιν δέ, ἀλλὰ κατ’ ἐπίνοιαν. Ἡ μὲν γὰρ τῆς τῶν ὄντων ἀκραιφνοῦς κατὰ τοὺς ἑαυτῶν λόγους ἐν τῷ Θεῷ προαιωνίου γνώσεώς ἐστι κατάληψις ἡ δὲ τοῦ Θεοῦ βασιλεία τῶν προσόντων τῷ Θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις, ἄλλοι δέ φασιν αὐτὴν εἶναι τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου».

Ἔτι ὁ αὐτὸς ἐκ τῆς Θεωρίας τῆς εἰς τὸν Μελχισεδέκ, κεφαλαίῳ ἑκατοστῷ εἰκοστῷ «Ἀπάτωρ, ἀμήτωρ καὶ ἀγε νεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε τέλος ζωῆς ἔχων ἀναγέγραπται ὁ μέγας Μελχισεδέκ, ὡς ὁ ἀληθὴς τῶν θεοφόρων ἀνδρῶν τὰ περὶ αὐτοῦ διεσάφησε λόγος, οὐ διὰ τὴν φύσιν τὴν κτιστὴν καὶ ἐξ οὐκ ὄντων, καθ’ ἣν τοῦ εἶναι ἤρξατό τε καὶ ἔληξεν, ἀλλὰ διὰ τὴν χάριν τὴν θείαν καὶ ἄκτιστον καὶ ἀεὶ οὖσαν ὑπὲρ πᾶσαν φύσιν καὶ πάντα χρόνον ἐκ τοῦ ἀεὶ ὄντος Θεοῦ».

Οἱ μὲν οὖν πατέρες καὶ διδάσκαλοι τοιαύτην ἔχουσι δόξαν περὶ τοῦ ἀμεθέκτου καὶ μεθεκτοῦ τοῦ Θεοῦ. Οὗτοι δὲ καθάπαξ ἐγνωκότες ἀπεναντίας φέρεσθαι τῇ ἐκείνων διδα σκαλίᾳ, ἢ κτισμάτων λέγουσιν ἡμᾶς μετέχειν ἀπεστερημένους παντάπασι Θεοῦ, ἢ αὐτοῦ μετέχειν τῆς οὐσίας, τὰ ἐκ διαμέτρου κακά.

17. Ἐπὶ τούτοις ἅπασι καινοτομίας διώκουσιν ἡμᾶς ὡς καινοτομήσαντας τὸ «ἄλλο καὶ ἄλλο» λέγεσθαι ἐπὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας. Εἰ μὲν οὖν ἐν τοῖς πράγμασιν ἡμῖν ὁμονοοῦντες περὶ τὴν λέξιν μόνην διαφέρονται, ἀκουέτωσαν τοῦ θεολόγου Γρηγορίου λέγοντος, μὴ εἶναι ἡμῖν τὴν εὐσέβειαν ἐν λόγοις ἀλλ’ ἐν πράγμασιν. Εἰ δὲ καὶ τοῖς πράγμασι πολεμοῦσι, τὸν μέγαν Βασίλειον ἀντιστήσομεν αὐτοῖς βοῶντα. Ἐκ τοῦ δευτέρου λόγου τῶν Ἀντιρρητικῶν «Εἴπερ εἰς τὴν οὐσίαν φέροντες τὰ θεῖα ὀνόματα καταθήσομεν, οὐχὶ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιο μερῶν συγκείμενον τὸν Θεὸν ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι». Ὁ αὐτὸς καὶ ἐν τῷ πρὸς Εὐστάθιον τὸν ἰατρὸν οὕτω φησίν «Ἄλλο μὲν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων».

Ὁ δὲ ἅγιος Ἰουστῖνος καὶ μάρτυς ἐν τρίτῃ ἐρωτήσει οὕτω φησίν «Εἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ Θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη ἡ βουλή».

Ἔτι ὁ αὐτὸς ἐν τῇ αὐτῇ ἐρωτήσει «Τὸ βούλεσθαι ἢ οὐσία ἐστὶν ἢ πρόσεστι τῇ οὐσίᾳ. Ἀλλ’ εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν. Οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταυτόν».

Εἰ δὲ καὶ ἔτι ἐν τοῖς πράγμασι διαφέρονται πάντα, οὐσίαν νοοῦντες τὰ ἐπὶ Θεοῦ λεγόμενα, ὁ Βασίλειος ὁ μέγας Εὐνομίου κατηγορεῖ ὡς πάντα χρήματα μιγνύντος καὶ σύγχυσιν πολλὴν καὶ ταραχὴν ἐπεισάγοντος τῇ θεολογίᾳ. Τί δεῖ καθάπερ τὰς σηπίας τὸ μέλαν ἐμεῖν πρὸ ἑαυτῶν, ἵνα λάθωσιν, ὥσπερ τις ἔφη σοφός, λέξεις προβαλλομένους καὶ τοιαῦτα ἄττα παραφθέγματα, ὅπου γε καὶ ἐν αὐταῖς ταῖς λέξεσιν εὑρήσουσιν ἡμᾶς οὐδὲν καινοτομοῦντας;

* * *

Примечания

787

εἰ: ἢ Synod. VI Gener. / Ed. I.D. Mansi.

788

σὺν: < Mansi.

789

φυσικῶς ἐνήργησεν: ~ Mansi.

790

ἅπερ: ἅ Mansi.

791

εἰ δέ: ἐπεὶ Mansi.

792

ἀνεβλάστησεν: ἀνεβλύστανε Mansi.

793

καὶ: < Greg. Nyss. Ad Ablabium / Ed. F. Mueller.

794

κατ’: κατὰ τὴν Mueller.

795

ἀπαρίθμησιν: ἀρίθμησιν Mueller.

796

διατοῦτο: διὰ τοῦτο Mueller.

797

τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις: ἡ τοιαύτη κλῆσις τῇ ἁγίᾳ τριάδι Mueller.

798

τοι: τι Mueller.

799

μὲν: + γὰρ Mueller.

800

τὸ θεῖόν φαμεν εἶναι: φαμεν εἶναι τὸ θεῖόν Mueller.

801

αὐτὸ: + καὶ Mueller.

802

εἶναι: < Mueller.

803

ἀνάγει: άγει Mueller.

804

φασὶν οἱ Πνευματομάχοι φύσεως: φασι φύσεως μὲν Greg. Nyss. De Deit. Fil. et Spirit. Sanct. / Ed. J.-P. Migne.

805

ὡς γὰρ ἡμεῖς: ἡμεῖς δέ φαμεν Migne.

806

ὄνομα σημαντικὸν ἡ θεία φύσις: ἡ θεία φύσις ὄνομα σημαντικὸν Migne.

807

ἔχει: + ἑαυτῆς Migne.

808

περὶ αὐτὴν ἀποσημανθέντων ἐστί τι: τι περὶ αὐτὴν ἀποσημανθέντων ἐστί Migne.

809

οὐχὶ: + τὴν Migne.

810

γὰρ: οὖν Bas. M. Ep. 189 / Ed. Y. Courtonne.

811

ὁριζόμεθα: διὁριζόμεθα Courtonne.

812

καὶ λόγον καὶ νοῦν: < Dion. Areop. De div. nom. / Ed. B.R. Suchla.

813

θεότητος: ὑπερθεότητος Suchla.

814

νοεῖν: ἐννοεῖν Suchla.

815

καὶ: < Suchla.

816

καθόσον: καθ’ ὅσον Suchla.

817

θεολογοῦμεν: θεολογοῦμεθα Ps.-Athan. Sermo in annuntiat. / Ed. J.-P. Migne.

818

ἔχομεν: ἔχωμεν Migne.

819

“περὶ”: + τί Migne.

820

ἄπειρον: + τὸ αἰώνιων Migne.

821

τὸ ἀσχημάτιστον, τὸ ἀνερμήνευτον: ~ Migne.

822

τὸ ἅγιον, τὸ ζωήν: ~ Migne.

823

ἡ: < Migne.

824

τε: + τοῦ Cyrill. Alex. De sanct. Trinit. dial. / Ed. J.-P. Migne.

825

καὶ: + τοῦ Migne.

826

ἐστι: ἐστί τε Ps.-Justin. Philos. (Theod. Cyr.) Quaest. Christ. ad gent. / Ed. J.-P. Migne.

827

καὶ: < Migne.

828

παρὰ: + τῷ Migne.

829

καὶ τὸ: τῷ Migne.

830

λέγει: δεικνύει Cyr. Alex. Thesaur. de sanct. Trinit. / Ed. J.-P. Migne.

831

φέρειν: φορεῖν Migne.

832

πάντα: + ὢν Migne.

833

ἀληθεύσει: ἐπαληθεύσει Migne.

834

εἰ δὲ ὡς: εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ Migne.

835

ὑπάρχουσαν: + ἐν ἑαυτῷ Migne.

836

ὡς: ὥσπερ ἤδη Migne.

837

τῷ: ἐν Migne.

838

Ἡ τῶν οὐρανῶν καὶ τοῦ Θεοῦ βασιλεία διαφέρουσι μὲν ἀλλήλων, οὐ καθ’ ὑπόστασιν δέ, ἀλλὰ κατ’ ἐπίνοιαν: < Max. Conf. Cap. ad theol. Deique Filii / Ed. J.-P. Migne.

839

γὰρ: + βασιλεία τῶν οὐρανῶν Migne.

840

Ἡμεῖς μὲν πάντες, φησί: Θέλει δεῖξαι, ὅτι πάντες ἡμεῖς Io. Chrys. In Ioan. / Ed. J.-P. Migne.

841

φησιν:λέγει Migne.

842

καὶ πάλιν οὐκ εἶπεν «Ὁ ἑωρακὼς ἐμὲ: ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα». Πάλιν οὐκ εἶπεν Cyr. Alex. Thesaur. de sanct. Trinit. / Ed. J.-P. Migne.

843

οὐκοῦν: < Migne.

844

ὁ: + δὲ Migne.

845

δὴ: < Migne.

846

θεραπεύει: + μὲν Migne.

847

οἱ ἅγιοι: ἐκεῖνοι Migne.

848

ἐμβάλοι: ἐμβάλλοι Migne.

849

ἐκεῖ: ὄψεται Migne.

850

ὁ: < Bas. M. De fide / Ed. J.-P. Migne.

851

ὁ: < Migne.

852

ἐστιν: πρόσεστιν Migne.

853

οὕτω: καὶ Migne.

854

τὴν: παρ’ Migne.

855

τοῦ αὐτοῦ ἀρχιερέως, πρὸς τὸν βασιλέα: Παύλου τινὸς ἐπισκόπου τῆς λατίνων ἐκκλησίας ἐπιστολή, ζητήματά τινα δογματικὰ ἔχουσα, πρὸς τὸν βασιλέα κύριον Ἰωάννην τὸν Καντακουζηνόν, τὸν διὰ τοῦ Θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντα Ἰωάσαφ BCD.

856

ἐπιπλέον: ἐπι πλέον CD.

857

καὶ τοῖς: τοῖς τε CD.

858

σῆς: < BCD.

859

ὡς: < BCD.

860

πρῶτον: α’ BCD.

861

ἐν γὰρ τοῖς σοῖς γράμμασιν ἐγέγραπτο «οὐσίαν ἔχουσαν ἐνέργειαν»: < BCD.

862

δεύτερον: β´ BCD.

863

μόνῃ: μόνον BCD.

864

γράμμασι: συγγράμμασι BCD.

865

τρίτον: γ´ BCD.

866

τούτου: < BCD.

867

σοι: τε BCD.

868

αἴτιον: < C.

869

οὕτω: οὕτως Ps.-Justin. Philos. (Theod. Cyr.) Quaest. et respons. ad orthod. / Ed. J.C. T. Otto.

870

νοηθῆναι: νοηθῇ Otto.

871

ὡς ὑπὲρ τὴν φύσιν ἐστὶν ὤν: ὥσπερ τὴν φύσιν ὤν Otto.

872

αὐτοῦ: + αὐτὰ Ps.-Athan. Disput. contra Arium / Ed. J.-P. Migne.

873

δὲ: + αὐτῷ Eun. Cyzic. Lib. apolog. / Ed. R.P. Vaggione.

874

ὄφλημα: + τῷ Θεῷ Vaggione.

875

ἐπὶ: + τοῦ Bas. M. Adv. Eun. / Ed. J.-P. Migne.

876

εἶναι: + τοῦ Θεοῦ Migne.

877

μονογενῆ: + Υἱὸν Migne.

878

διατοῦτο: διὰ τοῦτο Migne.

879

τοπαράπαν: τὸ παράπαν Migne.

880

ποτ’ ἐστὶν: ποτέ ἐστιν Migne.

881

ἀπεσήμανε: ἀπεσήμαινε Migne.

882

τοῦ: < Migne.

883

ἀναπληροῦν: ἀναπληρῶν Migne.

884

τοῦ: + ἕκάστου Migne.

885

λέγειν: + ἤ Migne.

886

οὐσίαν: + ἤ Migne.

887

καὶ: δε Greg. Naz. Or. 40 / Ed. J.-P. Migne.

888

λέγει: λέγοι Greg. Naz. Ep. theol. / Ed. J.-P. Migne.

889

θεότητα: + τοῦ Migne.

890

ἐλύθη: διελύθη Migne.

891

χύσις: φύσις Migne.

892

τοῦ Θεοῦ: αὐτοῦ Leont. Constant. (Ps.-Io. Chrys.). In transfigurat. / Ed. P. Allen, C. Datema.

893

ἐνταῦθα: οὖν Allen, Datema.

894

αὐτοῦ παρουσίας ~ Allen, Datema.

895

ἀπύλωτον καὶ: < Allen, Datema.

896

γλῶσσαν: γλῶτταν Allen, Datema.

897

τουτέστι, μικρὸν παρήνοιξε τὴν θεότητα καὶ οὐχὶ τελείως: < Allen, Datema.

898

μὲν: < Allen, Datema.

899

δέ: + αὐτῶν Allen, Datema.

900

αὐτοῖς: + τῆς ἀθεάτου θεϊκῆς βασιλείας αὐτοῦ Allen, Datema.

901

ὤ τοῦ θαύματος: ὤ θαύματος πάντα νοῦν ὑπερβαίνοντος Io. Dam. Hom. in transfigurat. / Ed. P.B. Kotter.

902

προσεγένετο: προσεγίνετο Kotter.

903

αὐτοῖς: τοῖς ἀποστόλοις Kotter.

904

ἁπάντων: πάντων Kotter.

905

ὁ θεῖος γὰρ: ὡς γὰρ ὁ θεῖος Kotter.

906

Διονύσιος: + ἔλεξεν Kotter.

907

φησὶν: < Kotter.

908

ὀπτάνεται: τεθέαται Kotter.

909

παραλαμβάνει: < Kotter.

910

ὅταν: ὅτε Kotter.

911

ἀνάρχως: + μὲν Kotter.

912

τοῖς: + τῆς Kotter.

913

παρὸ τοπρὶν: παρ’ ὃ τὸ πρὶν Kotter.

914

καθορώμενος ἐξήστραψεν ~ Kotter.

915

τῇ: < Kotter.

916

διόλου: δι’ ὅλου Kotter.

917

δὲ: + τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται καὶ Kotter.

918

ἄναρχον: + ὂν Kotter.

919

ὤν: < Kotter.

920

δυσὶν: δύο Kotter.

921

κοινὰ: + γὰρ Kotter.

922

τὰ: < Kotter.

923

οὗ: + κοινὰ Kotter.

924

οὗ: + κοινὰ Kotter.

925

δὲ: γὰρ Kotter.

926

ἑώρακεν: ἑώρακε Kotter.

927

οὕτω: οὕτως Kotter.

928

τῷ: < Kotter.

929

καλός: + ὡς ὡραῖος Kotter.

930

ὡς: < Kotter.

931

γλυκεῖα: + τε Kotter.

932

φῶς: αὐτοφῶς Kotter.

933

ἅπασα ζωὴ ~ Kotter.

934

ἔστιν ἔννοια: εὔνοια Kotter.

935

καὶ πάλαι μὲν σκιὰν εἶχεν ὁ νόμος, Παύλου γράφοντος ἄκουσον: πάλαι μὲν οὖν ὁ θεόπτης τὸν θεῖον γνόφον ὑπεισέρχεται τὸ σκιῶδες τοῦ νόμου ὑπαινιττόμενος σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων, οὐκ αὐτὴν τὴν ἀλήθειαν, Παύλου γράφοντος ἄκουσον Kotter.

936

καὶ ἐντεῦθεν ~ Kotter.

937

τοῦ: < Kotter.

938

τοιγαροῦν: < Kotter.

939

γνώσεως: γεύσεως Kotter.

940

ὅσον: ὡς Kotter.

941

ὅτε: ὅταν τῶν ἀναγκῶν ἀπαλλαγέντες τοῦ σώματος Kotter.

942

τοὺς μαθητὰς ὁ Σωτήρ: τὸ ὑψηλόν Andr. Cret. Or. in transfigurat. / Ed. J.-P. Migne.

943

παραδείξων: ἀποδείξων Migne.

944

ἔκ τινος: ἐξ Migne.

945

κατὰ: κατ’ Migne.

946

επραγμένων: + καὶ εἰρημένων Migne.

947

δὴ: + τοῦτο Migne.

948

ἣν: + καὶ Migne.

949

τὸ: + γε Migne.

950

περὶ: ὑπὲρ Migne.

951

θεωρούμενος: θεωρουμένοις Migne.

952

πίπτουσιν: < Migne.

953

ἀποσπάσαντες: ἀποπαύσαντες Migne.

954

μηδόλως: μηδ’ ὅλως Migne.

955

εἰσδεδεγμένοι: εἰσδεχόμενοι Migne.

956

ἀγνωσίαν: γνῶσιν Migne.

957

ὕπνῳ μυσταγωγούμενοι: ὑπομυσταγωγούμενοι Migne.

958

ἐγρήγορσις: μᾶλλον δὲ ὁ ὕπνος ἐγρήγορσις Migne.

959

ἠρεμίᾳ: ἐρεμίᾳ Migne.

960

οὗ: ὃ Migne.

961

τότε: τε Migne.

962

μάρτυρες: + ἀξιωθέντες Migne.

963

τε καὶ νοουμένων: < Migne.

964

ἀγνωσίας καὶ ἀβλεψίας ~ Migne.

965

ἀδόλως: ἄδηλος Ephr. Syr. Sermo in transfigurat. / Ed. K.G. Phrantzoles.

966

αὐτοῖς: αὐτούς Phrantzoles.

967

ἑνωθείσης: + ἀτρέπτως καὶ Phrantzoles.

968

ἀνὰ μέρος: ἀναμέρος Ps.Jo. Dam. Exp. fid. / Ed. P.B. Kotter.

969

τυχόν: < Kotter.

970

αὐτὴ: αὕτη Kotter.

971

Ἅπερ οἱ ἄγγελοι: Ἅ γὰρ ἄλλοι Bas. Seleuc. Sermo 40 / Ed. J.-P. Migne.

972

ἐν τῇ ἡμέρᾳ τῆς κρίσεωм: < Migne.

973

οἱ ἀπόστολοι: < Migne.

974

λέγει: λέγοι Greg. Naz. Ep. theol. / Ed. P. Gallay.

975

θεότητα: + τοῦ Gallay.

976

ἐλύθη: διελύθη Gallay.

977

χύσις: φύσις Gallay.

978

εἶπε Μωϋσῆς πρὸς τὸν Θεόν, ὅτι:τότε Μωϋσῆς ἀποκριθεὶς πρὸς τὸν Θεὸν ἔφη Leont. Constant. (Ps.-Io. Chrys.). In transfigurat. / Ed. P. Allen, C. Datema.

979

Μωϋσῆ: + ταῦτα ζητῶνοὐ φθονῶ σοι τῆς ὁράσεως, φείδομαι δέ σου τῆς σωτηρίας Allen, Datema.

980

ἔδειξε: ἐπέδειξε καὶ οὐκ ἐπέδειξεν Allen, Datema.

981

ἀνεῳγότας καὶ τὸν Ἰησοῦν ἐκ δεξιῶν τοῦ Θεοῦ: διηνοιγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ Nestle, Aland.

982

οὐκ ἔστιν: < Greg. Nyss. Encom. in sanct. Stephan. protomart. I / Ed. O. Lendle.

983

δὲ: < Lendle.

984

δόξαν: + τοῦ Lendle.

985

ὁ προφήτης φησί ~ Lendle.

986

ἐθέλωμεν: θέλωμεν Io. Chrys. In Matth. / Ed. J.-P. Migne.

987

καὶ ἡμεῖς ὀψόμεθα ~ Migne.

988

οἱ ἀπόστολοι: ἐκεῖνοι τότε ἐν τῷ ὄρει Migne.

989

πολὺ: πολλῷ Migne.

990

πληρώματος ἱεροῦ ~ Dion. Areop. De eccl. hier. / Ed. G. Heil, A.M. Ritter.

991

διὰ δόξης καὶ ἀρετῆς: ἰδίᾳ δόξῃ καὶ ἀρετῇ Nestle, Aland.

992

ἐν: + τῷ Nestle, Aland.

993

εἰσιν υἱοὶ Θεοῦ: υἱοὶ Θεοῦ εἰσιν Nestle, Aland.

994

ὑμᾶς: ἀλλ’ ὡς τὸ αὐτοῦ χρίσμα,« τὸ Πνεῦμα αὐτοῦ, «διδάσκει ὑμᾶς / Ed. J.-P. Migne.


Источник: Переписка императора Иоанна VI Кантакузина с латинским патриархом Константинополя Павлом с приложением критического издания послания Феофана, митрополита Никейского : Дипломная работа по предмету «Древнегреческий язык» / М.Венецков ; [Место защиты: Московская духовная семинария]. - Сергиев Посад, 2010. – 335 с. (На правах рукописи).

Ошибка? Выделение + кнопка!
Если заметили ошибку, выделите текст и нажмите кнопку 'Сообщить об ошибке' или Ctrl+Enter.
Комментарии для сайта Cackle