Источник

II. Εὐϑυμίου τοῦ Μαλάκη, μητροπολίτου Νεων Πατρῶν, στίχοι καὶ τινες τῶν ἐπιστολῶν αὐτοῦ

Τοῦ μακαριωτάτου μητροπολίτου Νέων Πατρῶν κυροῦ Εὐϑυμίου τοῦ Μαλάκη στίχοι γραφέντες εἰς τὸ λουτρὸν τοῦ Χούμνου, μέσον ὂν κήπου309

Καλὸν τὸ λουτρόν· ῥύψις ἐστὶ σαρκίου.

ἡδὺς ὁ λειμῶν· τέρψις ἐστὶν ὀμμάτων,

ϑέλγει δὲ καὶ δώματος ἡ ποικιλία·

πλὴν ἀλλ’ ὁ τούτων τῶν τριῶν σὺ δεσπότης,

μὴ πάντα τὸν νοῦν ἐγκεχηνὼς310 τοῖς κάτω

στήσῃς311 τὸ φιλόκαλον ἐν τούτοις μόνοις·

παρέρχεται γὰρ ἡ παροῦσα λαμπρότης

καὶ τέρψις οὐδέν ἐστιν ἐκ τῶν ἀστατων.

ὁρᾷς τὸ λουτρόν, τὴν κἀμινον δ’ οὐ βλέπεις

καὶ τὴν ὑποσμύχουσαν ἐν ταύτῃ φλόγα.

δέδοικα μὴ λυϑῶσι τὰ ϑέλγοντά σε,

οἴκου περιφάνεια, λειμῶνος χάρις,

τὸ λουτρὸν αὐτό, καὶ τὸ πῦρ μίμνῃ312 μόνον,

τὸ τοῖς πονηροῖς συμφλέγον313 σε πρακτέοις.

καίνιζε λουτρόν, ὃ ψυχῆς πλύνει ῥύπον.

λειμὼν ἐκεῖνος ἐννοείσϑω σοι μόνος,

οὗ χεῖρ φυτουργὸς ἡ κρατοῦσα τὴν κτίσιν.

ἀντὶ δὲ λαμπρῶν καὶ περικλύτων δόμων

μικρὰν καλιὰν πῆξον ἐν πόλου πλάτει.

τοιαῦτ’ ἐμαυτῷ καὶ παραινῶ καὶ γράφω

Χοῦμνος σεβαστός, ἀλλὰ καὶ τοὖργον διδου,

σῶτερ, ϑελητὰ τῆς ἐμῆς σωτηρίας.

Επιστολαι

1. (Τῷ πατριάρχῃ Κ/πόλεως Θεοδοσίῳ τῷ А´)

314... αὐτὸς μὲν ἐπεπόνϑεις, ἕτεροι δὲ μοι γεγόνασιν ὑφηγηταὶ καὶ διδάσκαλοι. εἰ δὲ καὶ χρημάτων ἀμυϑήτων ηὐμοίρουν καὶ ἀφαρπάσαντες315 ταῦτα ᾤχοντο οἱ τότε με περιστοιχίσαντες ἄνδρες ἔνοπλοι, οὐκ ἂν τοσοῦτον ἤλγησα τὴν ψυχήν, ὁπόσον ὅτι κεκώλυμαι πρὸς τὴν σὴν ἀναδραμεῖν ἁγιότητα, τὸν μέγαν ϑησαυρὸν τὸν ἄσυλον, τὸν ἀνεπιβούλευτον, κἄν τινες ἀφρόνως περὶ τὴν ἐπιβουλὴν ἐϑρασύναντο· ὃν εἴ τις καὶ τῆς Ἐκκλησίας στῦλον καλέσειε καὶ λαμπτῆρα τῆς οἰκουμένης καὶ ἑδραίωμα πίστεως καὶ ἀρετῆς κανόνα καὶ τοῦ κατὰ ϑεὸν βίου διδάσκαλον, πάντως ἂν κατευστοχήσοι τῶν κλήσεων. ἐγὼ δ’ ἂν προσϑείην, ὄτι καὶ τοῦ σωτῆρος ἀκριβὲς ἀφομοίωμα τὰ τε ἄλλα καὶ οἷς μετὰ τὴν ἄμαχον τῶν λόγων ἰσχύν, οἷς ὁλίγα τινὲς προσεῖχον ἑκουσίως κωφεύοντες, τελευτῶν ἐπήγαγες τὰ ϑαυμάσια· καὶ οὓς οὐκ ἔπεισαν λόγοι, τούτους τὰ παράδοξά σου τῶν ἔργων καὶ κατῇδεσαν καὶ κατέπεισαν. καὶ νῦν καϑαπερεὶ τὸ σὸν πρωτότυπον, ὁ Χριστός, μετὰ τὴν ἀνάστασιν εἴρηκεν, «Ἐδόϑη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς»316, διὰ τὸ πάντως τῆς ὑποταγῆς ἐϑελοῦσιον, ἣν αὐτῷ τὰ σύμπαντα ὑπετάγησαν, οὕτω δὴ καὶ αὐτὸς δίκαιος ἂν εἴης λέγειν, πατριαρχῶν ἀγιώτατε, μετὰ τὴν ὑπέρβολὴν τῶν σῶν παϑημάτων καὶ τὴν οἷον ταφὴν ἐκείνην καὶ ἐν σκότει καὶ γωνίᾳ κατάκρυψιν ἀναστάς τε αὗϑις καὶ ἀναβλεψας καὶ τὴν ἑκούσιον παρὰ πάντων ὑποταγὴν κληρωσάμενος. οὐ γὰρ ἔφερεν ὁ περὶ σὲ τῶν κρατουντῶν ζῆλος καὶ τὸ φιλευσεβὲς καὶ φιλόκαλον στερεῖσϑαί σου τῆς αἴγλης καὶ τοῦ φωτὸς ἐπὶ μακρὸν τὸ περίγειον. τοιούτου ϑησαυροῦ τὴν ἀποτυχίαν πῶς ἂν πράως ἐνέγκοιμι; πῶς δὲ οἴσω τηλικούτων ἐκπεσὼν τῶν ἐλπίδων, αἷς ἐτρεφόμην ὁσημέραι317; ἀλλ’ ἐμοὶ μὲν οὕτω, δέσποτα πανάγιε, πρόϑυμον318 μὲν τὸ πνεῦμα, τὰ δὲ τῆς σαρκὸς ἀσϑενῆ· ἔτι γὰρ ὑπὸ τρομεροῖς σαλεύω τοῖς γόνασι καὶ τὰ πολλὰ βακτηρεύομαι, ὡς οἱ μακρῷ συγκεκυφότες τῷ γἠρει καὶ τοῦ χρόνου κατάμεστοι. μάχεται δὲ μοι καὶ ἡ τοῦ στομάχου καὶ τῶν σπλάγχνων κακοπραγίᾳ καὶ τὸ τῆς κεφαλῆς εὐπαϑέστατον, οὗ χάριν οὐδὲ τῷ ἀέρι μετ’ ἐλευϑερίας ἔχω προσομιλεῖν, ἀλλ’ ἀτυχῶ καὶ τοῦτο τὸ μέρος ὑπὸ στενῷ καὶ ἀκλύτῳ319 τῷ δωματίῳ οἷον ἐγκελυφούμενος. καὶ ἅπας ἄνεμος ἐμοὶ φοβερός, κἂν αὔρα μόνον ᾗ320 λεπτὴ καὶ πραεῖα καὶ γαλήνης μεστή. τὰ μὲν οὖν καϑ’ ἡμᾶς τοιαῦτα· πλὴν ἀλλ’ ὅτι ζῶ καὶ τῷ ϑανάτῳ οὐ παρεδόϑην, τῷ ἐμῷ δεσπότῃ πάντως ἡ χάρις, οὗ καὶ μόνον ὄνομα μνημονευϑὲν οὐκ ἐμέλλησεν, ἀλλ’ εὐϑύς μοι τὴν τῶν πυρετῶν ἀπέσβεσε κἀμινον. μὴ λόγοις οὖν, παναγιώτατε δέσποτα, (εἴης, ἀλλὰ321) ταῖς σαῖς εὐχαῖς ἐπιστηρίζων ἡμᾶς, ἕως ἂν ἐπὶ τὴν παλοιάν κατάστασιν ἀναδράμωμεν καὶ καϑαρὰν τὴν ὑγείαν ἀπολαβόντες καὶ δυναμωϑέντες τὰ γόνατα οὕτω δρομαῖοι πρὸς τὴν σὴν μεγίστην περιωπὴν ἀναπταίημεν +.

2. Tῷ κριτῇ τοῦ βήλου κῦρι Λέοντι τῷ Μοναστηριώῃ

+ Εὐλογητὸς κύριος ὁ ϑεός, ὁ παιδεύων καὶ πάλιν ἱώμενος, ὁ ϑανατῶν322 καὶ ζωογονῶν, κατάγων καὶ ἀνάγων καὶ «πάντα ποιῶν καὶ μεταβιβάζων»323 ὅπως ἄρα καὶ βούλοιτο· ὃς καὶ ἡμᾶς, φίλτατέ μοι αὐϑέντα καὶ ἀδελφέ, διὰ μὲν τὰς ἡμῶν ἁμαρτίας μέχρι τῶν ᾌδου πυλῶν κατήγαγε, διὰ δὲ τὴν οἰκείαν φιλανϑρωπίαν τάχιον αὖϑις ἀνείλκυσε καὶ ϑάνατον ήπείλησε μὲν, οὐκ ἐπήγαγε δέ. τίνος ἕνεκεν; ἵν’ αὐτὸς ἐπιστρέψω καὶ τῶν ἐμῶν τραυμάτων ἐπιμελήσωμαι· ὃ καὶ γένοιτό μοι τάχιον, Χριστέ βασιλεῦ, καὶ μὴ δευτέρας ὑπομνήσεως δεηϑείην ἢ ἑτέρας αὖϑις παιδεύσεως. ἀλλ’ ἐρωτᾷς καὶ ὁποία τις ἡ νόσος· πρῶτα μὲν κεφαλῆς ἄλγος καὶ προσκατακλίσεις, εἶτα (δὲ324) συνεχεῖς πυρετοὶ καὶ τὰ ἐκ τούτων συμπτώματα, καταφοραὶ καὶ παραφοραὶ καὶ ὅσα τούτοις ἀκόλουϑα, ἰατροὶ στυγνάζοντες καὶ ἀπογινώσκοντες καὶ κλαυϑμοὶ τῶν ἡμετέρων ἀπόκρυφοι. καὶ εἶχε μὲν ἡμᾶς ἐπὶ ἐξκαίδεκα ἡμέραις ἡ κλίνη ὁλίγα τῶν δεομένων αἰσϑανομένους, μηδὲ εἰδότας οἷ κακοῦ τυγχάνομεν καταντήσαντες, ὡς ἂν τι καὶ ἐπιστυγνάσωμέν πως ἐπιϑανάτιον· τὰ δὲ ἐντεῦϑεν ὁποῖα; ὅπλα περὶ ἡμᾶς καὶ φυλακαὶ νυκτὸς ἄγρυπνοι· οἱ γειτονοῦντες πολέμιοι καὶ πρὸς ἁρπαγὴν τῶν ἡμετέρων ἕτοιμοί τε καὶ προϑυμότατοι, ἀγανακτεῖν ἐοικότες, ὅτι μὴ καὶ τάχιον ἀποϑνῇσκομεν. τι σοι λέγω τοὺς ἀλλοτρίους; ἀλλὰ καὶ οἱ περὶ ἡμᾶς αὐτοὶ μικροῦ ἂν ᾤχοντο λιπόντες ἡμᾶς, μονονοὺκ ἔφιπποι γεγονότες, τὰ δ’ ἄλλα πρὸς φυγὴν παρασκευασϑέντες, ὡς ἂν μὴ σὺν ἡμῖν ἀποϑάνοιεν. τὰ μὲν δὴ καϑ’ ἡμᾶς ἐν τούτοις· καὶ οὕτως ἀνακληϑέντες καϑαρῶς νῦν ὑγιαίνομεν· γένοιτο δὲ (καὶ σ)ὲ325 μετὰ τῶν σῶν τε καὶ ἡμετερων καϑαρῶς ὑγιαίνειν καὶ βίον ἕλκειν εὔϑυμόν τε καὶ ἄλυπον +.

3. Τῷ Εὐσταϑίῳ Θεσσαλονίκης

Κ(ατήχϑη)μεν326 νε (ωστὶ μέχρι327 τ)ῶν328 ᾍδου πυλῶν καὶ μέντοι καὶ εἰσδῦναι ταύτας παρεβιάσϑημεν ὑπὸ τῶν ἡμετέρων ἁμαρτιῶν, ἀλλ’ ἀνειλκύσϑημεν ἄνωϑεν ὑπὸ τῆς παναλκοῦς δεξιᾶς καὶ τῷ ϑανάτῳ οὐ παρεδόϑημεν. τίς δὲ ἡ νόσος; πυρετοὶ συνεχεῖς, κεφαλῆς ἄλγος ἀφόρητον, καταφορὰ πολλὴ καὶ παραφορὰ καὶ τὰ τούτοις ἑπόμενα. τὰ δὲ ἑξῆς οἷα; ἀπογνωσϑείσης τῆς ἡμετέρας ζωῆς, οἱ μὲν ἀλλότριοι κύκλωϑεν ἡμᾶς παγχάλκοις ὅπλοις περιεστοίχιζον καὶ πρὸς ἁρπαγὴν τῶν ἡμετέρων παρεσκευάζοντο· εἰσὶ δὲ οἳ καὶ τῶν δοκούντων φίλων καὶ τῶν πλησίων ἐξ εναντίας ἤγγισαν καὶ ἐξεβιάζοντο ζητοῦντές μου τὴν ψυχήν, οἱ δὲ ἐγγὺς καὶ ἡμέτεροι ἀπὸ μακρόϑεν ἔστησαν τῷ δέει παρελαυνόμενοι καὶ τὸ συλληφϑῆναι διαδιδράσκοντες. ἀλλὰ ταῦτα μὲν τοῦ χειμῶνος καὶ τῆς ζάλης ἐκείνης, ὑφ’ ἧς καὶ τὰ πολλὰ τῶν ἀγωγίμων ἀπεβαλόμεϑα· νῦν δ’ ἀλλ’ ἐνεαρίζομεν τοῖς τῆς ὑγείας καλοῖς ἀνακτώμενοί τε κατὰ μικρὸν καὶ πρὸς τὴν ἀρχαίαν κατάστασιν σχολαιότερον ἀπὸ τόσης οὕτω τῆς ἀσϑενείας καὶ γονάτων τρομερῶν ἀναγόμενοι. σῶν γοῦν εὐχῶν ἔργον ἀναπτῆναι ϑᾶττον ἡμᾶς πρὸς τὴν προτέραν ὑγείαν, καὶ εἴης μοι πρῶτα μὲν αὐτὸς ὑγιαίνων, εἶτα δὴ καὶ ἡμῖν παρὰ ϑεοῦ τὰ ὅμοια ἐξαιτούμενος· ἑνωϑῆναι δὲ ἡμᾶς καὶ ἐποφϑῆναι τοῖς ἀλλήλων προσώποις ὁ μὲν παρὼν καιρὸς ἴσως δυσκολίας γέμων οὐ συγχωρήσεται, γ(ενήσ)εται329 δὲ, ὅταν ὁ πάντα κραίνων εὐδο(κήσ) ῃ ϑεός.

4. Τῷ σεβαστῷ καὶ μεγάλῳ δρουγγαρίῳ κῦρι Ἀνδρονίκῳ τῷ Καματηρῷ330

Π(είϑει331 μὲν) ἡμᾶς332 (ὀκνεῖν) περὶ τὸ (χαράττε)ιν333 σοι γράμματα, πανσέβαστέ μου αὐϑέντα, τὸ σὸν περὶ τὰ ἀντιγράμματα δυσοκνότατον· (γράψα)ντες334 γὰρ πολλάκις, μᾶλλον δὲ ἀεὶ τὸ ἐπιστέλλειν ἐπιμελὲς ἔργον ἔχοντες, οὔποτέ σοι ἀντιγράμματος ἠξιώϑημεν, ἀλλ’ ἐλπίσι μὲν ἐπὶ μακρὸν βουκολούμενοι, ἔπειτα πόρρω τῶν ἡμετέρων ἐλπίδων πίπτοντες (στυ)γνοὶ335 καὶ κατηφεῖς μεμενήκαμεν κατὰ τοὺς ὅσοι τῶν ἁλιέων πολλάκις μὲν τὰ δίκτυα πρὸς ἄγραν ἐχάλασαν, τοσαυτάκις δὲ τὸ ἄκρον ἐδυστύχησαν. ἀλλὰ νικᾷ τὸν ὄκνον ὁ πόϑος καὶ πείϑει μνημονεύειν τε τῶν ἀμνημονεύτων καὶ πρὸς τοὺς σιωπῶντας στωμύλλεσϑαι. γράφω τοίνυν καὶ νῦν καὶ προσκυνῶ σε τὴν πανσέβαστον ἐμοὶ κεφαλὴν καὶ σοι πᾶν ὅ τι κἀλλιστον καὶ σωτήριον ἀπὸ βαϑείας τῆς καρδίας ἐπεύχομαι, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, εὐμένειαν τὴν ἐκ βασιλέων καὶ τὴν ἐπὶ πλέον ἐν τῷ βίῳ παραμονήν, οὐχ ἵν’ αὐτὸς ἀπολαύσαις (τί γὰρ σοι περισπούδαστου τῶν ὧδε τερπνῶν καὶ ἃ νικῶσι τοὺς πλείονας; ὅς γε καὶ νηστείαις κατατήκεις τὸ σῶμα καὶ τῇ κατὰ ϑεὸν ἀγρυπνίᾳ προσανέχων οὐ διαλείπεις· (καὶ γὰρ)336 δόξαν σὺ μὲν οὐκ ἐπιζητεῖς, αὐτὴ δὲ σε διώκει μάλιστα), ἀλλ’ ἵν’ ἡμεῖς οἱ τῶν σῶν χαρίτων πεπειραμένοι ἀπολαύσωμέν σου μακρότερον, ἵνα τὸ πολίτευμα μὴ σκυϑρωπὸν μείνῃ καὶ ἄδοξον τοιούτου στερηϑὲν βουλευτοῦ καὶ ϑεμιστοῦ καὶ κοσμήτορος. τούτων ἕνεκεν, ὧ ἄνϑρωπε τοῦ ϑεοῦ, ἵνα μὴ καὶ τὰ λοιπὰ καταλέγων σου τῶν κατορϑωμάτων λάϑω τὸ μέτρον ὑπερβὰς τῆς ἐπιστολῆς, εἴης ἐπὶ μα(κ)ρὸν ἐν τῷ βίῳ παρὰ ϑεοῦ συντηρούμενος. ἀλλὰ γὰρ ποϑεῖς, οἶμαι, καὶ σὺ καταμαϑεῖν τὰ ἡμέτερα. τὰ δὲ εἰσὶ ...

5. (Τῷ αὐτῷ)

...τοῖς οὖν337 τοιούτοις παϑήμασι, ϑεσπεσιώτατε σεβαστέ, τίς ἂν καὶ πόϑεν ἴασις εὑρεϑήσεται, ὅταν οὐδὲ βασιλεῖς κατισχύωσιν; ἰδοὺ γὰρ καὶ τὸ ἀπολυϑὲν πρὸ μικροῦ πρακτορικὸν καὶ ἀζιέπαινον ϑέσπισμα338 τοῦ νῦν κρατοῦντος εὐσεβοῦς ἡμῶν αὐτοκράτορος, δι’ οὗ τὰ φοβερώτατα τοῖς τῶν ἐκκλησιῶν κατεπεμβαίνουσιν ἠπειλήσατο, συκίνην ἡμῖν ἐπικουρίαν339 οἱ φορολογοῦντες ἀπέδειξαν, τοσοῦτον ὠφελοῦσαν τοὺς τε ϑνῃσκοντας τῶν ἀρχιερέων καὶ τὰς ἐκκλησίας ϑεοῦ, ὅσον τοὺς μὲν πικρότερον τελευτᾶν, τὰς δὲ σχυλεύεσϑαι γενναιότερον. ἐλπιστέον τοίνυν ἐπὶ μόνον τὸν ἐν οὐρανοῖς βασιλέα, τὸν τὰ πάντα δυνάμενον, καὶ οὖτος ἀνϑέξεται τῶν οἰκείων πάντως καὶ πολεμήσει τοῖς ἀντικειμένοις αὐτῷ +.

6. Τῷ Ἀϑηνῶν κῦρι Μιχαὴλ τῷ Χωνειάτῃ

340+ Ἐμοὶ καὶ τοῦτο συμφορᾶς ἐπιϑήκη, δέσποτά μου καὶ ἀδελφέ, ὅτι καὶ αὐτόϑι παρὼν τῆς ἡδίστης ἀπεστερούμην σου ξυναυλίας, καὶ παρὰ τῇ βασιλίδι τῶν πόλεων γεγονὼς οὐχ ἧττον ταύτην ἐπιποϑῶ, πάσης ἄλλης ἀμοιρῶν παρακλήσεως. τίς γὰρ καὶ πόϑεν, ὅταν οὐ πάρεστι μὲν ὁ καλὸς Θεσσαλονίκης, ἄπεστι δὲ καὶ ὁ ϑεσπέσιος Ἀϑηνῶν, ὡς εἴ γε μηδ’ ὡς οἷον ἐκ μηχανῆς341 ὁ σοφὸς ἡμῖν πατριάρχης ἐδωρήϑη παρὰ ϑεοῦ, τὸ κοινὸν ἀγαϑόν, ἡ πάντων παραψυχή, αὐτίκα ἂν ἐξελίπομεν καὶ λύπαις καὶ φροντίσι συμμεριζόμενοι. οὗτος γὰρ ἡμᾶς καὶ λόγοις ἀναψόχει καὶ τοῖς ἔργοις παρακαλεῖ, καὶ ἀπογνώσεως πόντῳ βεβυϑισμένοις, ὡς οὕτως εἰπεῖν, χεῖρά τε βοηϑὸν παρέχει καὶ ἀνανήχεσϑαι δίδωσι. τούτῳ μὲν οὖν χάρις ἀπὸ ϑεοῦ, πολλὰς καὶ παντοίας ἡμῖν ἐπιχορηγοῦντι τὰς χάριτας. εἰ δὲ σύ, παναγιώτατε δέσποτα, τὸ τῆς ϑέας ὑστερημα διὰ γραμμάτων ἀναπληρῶν τῷ τῆς σῆς γλώττης μέλιτι τὴν περὶ ἡμᾶς ἀψινϑίαν ϑαμινώτερον ἐπιχρίεις, τάχ’ ἂν ἀκέραιον ἡμῖν ἐσεῖται τὸ ἀγαϑὸν καὶ τάχιον ἐπὶ τὴν προτέραν εὐϑυμίαν ἀναδραμούμεϑα, ὡς ἔγωγε τὰς Ἀϑήνας νῦν εἴπερ ποτὲ καὶ μακαρίζω διὰ σὲ καὶ φιλῶ, δύο τοὺς Ὑμηττοὺς ἀνϑ’ ἑνὸς πλουτούσας καὶ διπλᾶς τὰς χρυσέας ζώνας, ὑφ’ ὧν αὐταῖς διπλασιάζεται τὸ μακάριον. ὡς ἄρα ἦσϑα τῆς ἐν πόλεσι χρυσωνυμουμένης ϑύτης ἐπάξιος καὶ χώρου μελισταγοῦς κληρονόμος ἰϑαγενής, ὁ χρυσοῦς ἐν ἀνϑρώποις, τὴν γλῶσσαν μελίρρυτος, ἔσχε σε καὶ ἡ Καλλιρρόη δικαίως· οὗ τὰ ῥεόματα τῆς σοφίας καὶ πολύκρουνα καὶ καλλίρροα. μὴ τοίνυν φϑονήσῃς ἡμῖν, μὴ τῶν παρὰ σοὶ τοῦ χρυσοῦ ψηγμάτων, μὴ τῆς γλυκαζοόσης φωνῆς, μὴ τοῦ πλημμύροντος ῥεύματος· εἰ δὲ καὶ ταῖς εὐχαῖς ἐπιστηρίζοις, τὴν ἄνωϑεν ἡμῖν ἐπισκοπὴν ἐφελκόμενος, τοῦτ’ ἂν εἴη σοι φιλίας τε ἀκραιφνοῦς ἔλεγχος καὶ τῆς κατὰ ϑεὸν ἀδελφότητος οὐκ ἀγενὴς χαρακτήρ.

7. Τῷ αὐτῷ Ἀϑηνῶν κυρῷ Μιχαὴλ τῷ Χωνειάτῃ

+ Γέγονάς μοι πάρεργον καὶ σύ, σοφώτατε δέσποτα, τῆς ἀλωπεκῆς τοῦ παμμάκαρος· ὀκνῶ γὰρ εἰπεῖν τῶν προφανῶν ἐμπαιγμῶν, οὓς οὐ πρὸς ἀνϑρώπους ἅπαντας μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν ϑεὸν ἐπιδείκνυται. ἠπάτησαι παρὰ τοῦ λαοπλάνου καὶ σύ, καὶ ἵνα γυμνὸν τὸ τοῦ λόγου δείξω σοι πρόσωπον, τῶν ἐπικαλυμμάτων ἀφέμενος, ὁ τοῦ τῶν ἀϑλίων Εὐριπιωτῶν ἐπισκόπου παιδαγωγὸς καὶ διδάσκαλος, ὁ κυβερνήτης, ὁ ἰϑυντήρ, ὁ πάσης αὐτῷ κακίας ἔνδον ὑφηγητὴς καὶ παντοίας κῆρυξ ἔξωϑεν ἀρετῆς, οὗτος ἐκεῖνος παρέπεισε μετὰ τῶν ἄλλων καὶ σέ, δι’ ὧν εἴωϑε ποιεῖν λαοσυναξιῶν τε καὶ συσκευῶν, ὡς οὐ μόνον οὐχ ὑπεύϑυνός ἐστιν ὁ ϑαυμαστὸς οὗτος ἐπίσκοπος ἐφ’ οἱῳδήτινι ἁμαρτήματι, ἀλλὰ καὶ πάντων ἀπαξαπλῶς ἐπισκόπων ὁσιώπερός τε καὶ ϑαυμασιώτερος. καὶ τοῦτο μὲν οὐ πάνυ καινόν (ὑπεραπολογήσομαι γάρ σου μικρόν), ἐὰν ἁπλούστατόν τε ἄνϑρωπον καὶ ἀκεραιότατον καὶ ἄρτι πρώτως ἐπὶ πράγματα παρακύψαντα πονηρὸς ἀνὴρ συνήρπασε καὶ ἐπίκλοπος, ᾧ σπουδὴ καὶ ἔργον καὶ μέλημα τὸ τὰ τοιαῦτα σκαιωρεῖν τε καὶ κατεργάζεσϑαι. (νῦν δ’ ἐ)κεῖνο ἔσται πάντως δεινότατον, εἰ καὶ μετὰ τὴν παροῦσαν γραφήν, ἥτις μικρά σοι τῶν ἐκείνου τίϑησιν ὑποζώγραφα, ἔτι εἰς κατάληψιν τῶν κατ’ αὐτὸν μικροῦ φϑἀσασαν ἤδη καταγνῶναι, τούτου φανερῶς ἀποσκευαζομένου σὺν ἀναιδείᾳ τὴν ὀφειλομένην σοι προσέλευσιν καὶ προσκύνησιν, καὶ ταῦτα προσκληϑέντος πολλάκις, ὁ διδάσκαλος συνεὶς ὅπῃ φέρει τὸ πρᾶγμα καὶ ἅμα καὶ τὴν ἐντεῦϑεν προσδοκωμένην συνοδικὴν μετάκλησιν ὑφορώμενος ἕρμαιον εὕρατο τὸν καιρόν, καϑ’ ὃν ἡ παγκόσμιος τῆς Θεομήτορος πανήγυρις Ἀϑήναζε συναγείρει τοὺς ἁπανταχόϑεν λαούς. καὶ δὴ τοὺς αὐτίκα παρευρεϑέντας Εὐριπιώτας παραλαβών, οὃς εἴωϑε μετακινεῖν τε καὶ μεταφέρειν κατὰ τὰ ἐν ἐν χερσὶ τῶν παιδαρίων ὑπὸ λεπτῇ τῇ μηρίνϑῳ στρεφόμενα στρουϑὰ καὶ παίζόμενα, ἔστι δὲ οὓς καὶ Εὐριπόϑεν ἐπ’ αὐτῷ τούτῳ μετακινήσας καὶ διδάξας ἃ χρὴ λέγειν, τῇ σῇ τούτους ἁγιότητι παρεστήσατο καὶ τάχα παρηνώχλησάν σου ταῖς ἀκοαῖς, στόματί τε πλατεῖ καὶ φωναῖς αἰϑερίοις ἀνακηρύττοντες τὸν ἐπίσκοπον. καὶ ἡ μὲν συσκευὴ τοιάδε καὶ τούτου χάριν πάντως ἐπινενοημένη342, ἵνα δηλαδὴ σύ τε καὶ ὁ μεγαλεπιφανέστατος πραίτωρ ταῖς τοιαύταις φωναῖς προσσχόντες καὶ ὡς ἀπραγματεύτους παραδεξάμενοι σὺ μὲν ἀπολύσῃς τοῦτον τῆς καταγνώσεως, ἧς ἔφϑης ὡς ἀπαιδεύτου καταγνῶναι καὶ ἀπειϑοῦς, τάχα δὲ καὶ ἵνα (καταστοχάζομαι γὰρ τῆς ἐσφαλμένης τοῦ διδασκάλου προσδοκίας καὶ τοῦ σκοποῦ) ἀντιλάβῃ τοῦ ἐπισκόπου σου ἐνταῦϑα καϑελκομένου οὐχ ὡς ἀνεγκλήτου μόνον, ἀλλὰ καὶ ὡς δικαιουμένου παρὰ σοὶ μόνῳ δικάζεσϑαι, ὁ δὲ, ὁ πραίτωρ, ἐμφράξῃ τὰς ἀκοὰς τοῖς ἐγκαλεῖν Εὐρίπῳ μελλουσι καὶ ἐπιβοᾶσϑαι ὅσας παρὰ τοῦ ἁγίου τούτου τὰς ἀδικίας ὑπέστησαν. καὶ μέντοι οὐκ ἀπέτυχον τοῦ σκοποῦ· οὐ γὰρ μόνον τὸ ἀκατάγνωστον, ὥς φασι, τῷ ἀρχιερεῖ ἐπεδικαιώσατε, ἀλλὰ καὶ προσεπῃνέσατε καὶ τοὺς αὐτῷ τὰ ἀγαϑὰ ἐπιμαρτυροῦντας ὡς υἱοὺς εὐγνωμονοῦντας ἐμακαρίσατε. ὑμᾶς δὲ ἀλλὰ καὶ τὸ σκελετόν, οἶμαι, τοῦ ἀνδρὸς καὶ τὸ σιωπηλὸν ἐδελέασαν, οἰηϑέντας ἀρετῆς εἶναι ταῦτα καρποὺς καὶ μὴ τὸ μὲν ἄκρας ἀναισϑησίας καὶ ἀφασίας, τὸ δὲ σωματικῆς ἰδιότητος· οὐ γάρ ἐστιν ἀνοιγῆναι τούτῳ ποτὲ τὸ στόμα καὶ μὴ γελοιωδέστατον προελϑεῖν τι ῥῆμα ἢ ἀσεβέστατον· εἰ δὲ καὶ νηστεύειν τοῦτον ἐνσταίη τις, ἀλλ’ οὐαὶ τοιαύτῃ νηστείᾳ, ἣν οὐκ ἐξελέξατο κύριος343. οἱ μὲν οὖν ταῦτα· ἡ δὲ ἀλήϑεἰα ὑπεγέλα μὲν τῷ τότε, ὑπεκρύπτετο δὲ καὶ ὑπεχώρει τὸ τέως344 καλυψαμένη χρόα καλόν345, οἷα πολλὰ πάσχει πολλάκις τὴν τοῦ ψεύδους παρρησίαν οὐ φέρουσα. εἰ δὲ καὶ ἐπεζήτει περιϊοῦσα τῶν αὐτῇ φίλων τινά, ὅδ’ αὐτὸς ὁ συναντήσας ἐγὼ. ἀλλὰ βαβαὶ τοῦ πλήϑους, ὅσους εἶδον ταύτην παρεπομένους καὶ γοερὸν ἀνοιμώζοντας· ὁ μὲν ἐϑρήνει τὴν ἄμπελον, ἣν ὁ δεσπότης ἀφήρπασεν, ὁ δ’ ἐπεστέναζε ταῖς ἀρούραις, ὧν ὁ πατὴρ ἀπεστέρησε· καὶ ὁ μὲν ἀνεκαλεῖτο τὰ ϑρέμματα, ὁ δὲ τοὺς βόας, ὁ δὲ τοὺς ὄνους, ὁ δὲ τὰς ὄρνιϑας. ἐκεῖ καὶ τραυματίαι πολλοὶ καὶ ταῖς πληγαῖς ἐπιστένοντες346, οὐκ ἐκ τῶν τοῦ λαοῦ μόνον, ἀλλὰ πολλῷ πλέον ἔκ τε μοναστῶν καὶ τῶν παραστατούντων ϑεῷ· τῷ μὲν γλουτὸς ὑπὸ μωλώπων κατάστικτος, τῷ δὲ χεῖρες καὶ πόδες καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος· ἄλλῳ περὶ τὸ κρανίον σμῶδιξ ὅτι πολὺς καὶ πληγαὶ καὶ τρίχες αἰμόφυρτοι. πόσοι καὶ οἱ ὠχροὶ καὶ κεκονιαμένοι τὰ πρόσωπα, οὒς ἐπὶ μακρὸν εἶχον οἱ λάκκοι, τὰ τοῦ ἀρχιερέως ϑαυμαστὰ φρούρια, οὓς καὶ οἰωνισάμην ἰδὼν ὡς ἐκ τῶν τοῦ Τροφωνίου ἀναδεδομένους ἄντικρυς καταδύσεων347· εἰ δὲ μὴ ἀσφαλῶς ἐπεπείσμην μήπω τὴν ἡμέραν ἐπιστῆναι τὴν τελευταίαν, τάχ’ ἂν καὶ τῶν πάλαι τεϑνεώτων εἶναι τούτους ἐνόμισα καὶ εἰς τὴν τοῦ κυρίου νῦν ἐξαναστῆναι συνάντησιν348. πόσοι δὲ καὶ οἱ τοὺς τοῦ σίτου κόκκους τῶν ἐμβάδων ἀποτινάσσοντες καὶ τὰ σφῶν ἐνδύματα κατασείοντες, οὓς μετὰ τῶν τῆς ὥρας καρπῶν τοῖς ἑαυτοῦ σιτῶσιν ὁ δεσπότης ἐνεϑησαύριζεν. ἐκεῖ καὶ ἱερεὺς τὴν γένυν κατὰ τρίχα μίαν τιλλόμενος καὶ κρουνοῖς αἱμάτων κατάβροχος, καὶ ἄλλος αὐ τὸν ἱερὸν τῆς κεφαλῆς ἐκτινασσόμενος φέψαλον, ὃν ἀπεγέννησεν ὁ ἐπὶ κορυφῆς αὐτῷ καταφλεχϑεὶς τοῖς ἱερεῦσι κόσμος ἐπιτραχήλιος· ἕτεροί τε τὰς ἱερατικὰς στολὰς πρὸς βίαν πᾶσαν ἀπεκδυόμενοι καὶ στρατιωτικὰς ἀντεπενδυόμενοι κἀπὶ τῆς ἀγορᾶς ὡς κακοῦργοι καὶ ἀσεβεῖς πομπευόμενοι. ὁ δὲ τοῦ ἐπισκόπου κλῆρος πάντες μεμωλωπισμένοι, πάντες κατάπληκτοι καὶ πολλὰ τὴν ἀρχιερατικὴν δεξιὰν ὡς Καταιβάτην βριαρὸν349 αἰτιώμενοι. οὐδὲ οἱ νόμοι μετὰ τῶν κανόνων ἀπελιμπάνοντο· συνείποντο δὲ καὶ οὗτοι ϑρηνοῦντες καὶ τὴν προοδεύουσαν ἀλήϑειαν ἐπιμαρτυρούμενοι, οἱ μὲν τὰς πυκνὰς ἀϑεμιτογαμίας ἐπεγκαλοῦντες, οἱ δὲ τὰ ἀσεβῆ ληρήματα καὶ παράφορα, ὡς ἄρα πένϑιμος μὲν ἐκ τρόπου παντὸς ἡ χαρμόσυνος τῆς Ὀρϑοδοξίας Κυριακὴ καὶ οὐ δεῖ τοὺς χριστωνύμους πανηγυρίζειν αὐτίκα καὶ μετὰ λαμπάδων καὶ ᾠδῶν ὑμνεῖν τὸν ϑεόν, ἢ μὴν αὐτοὺς ἀφορίζεσϑαι. ματαία δέ τις καὶ ἀνόνητος προσφορὰ τὰ ἐπὶ ταῖς μνήμαις τῶν ἁγίων προσφερόμενα κόλλυβα καὶ ἄξια προσεπιρριπτεῖσϑαι χοίροις· ὃ καὶ διὰ τῶν ἔργων οὗτος εὐϑὺς ὑπέδειξε, τὰ ἐν τῇ μνήμῃ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐν τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ παρὰ τῶν πιστῶν προσενεχϑέντα κατὰ γῆς σκορπίσας πάντων ὑπόψια καὶ τοῖς χοίροις βρῶσιν προϑέμενος. τοιοῦτος ὁ σὸς ἐπίσκοπος, πανάγιε δέσποτα, ὅσα γε μὴ ἐμὲ μόνον εἰδέναι, ἀλλὰ καὶ τοὺς ἐν Εὐρίπῳ πάντας καὶ αὐτόν γε δὴ τὸν τὰ καλὰ καὶ εὔφημα διοικονομούμενον. καίτοι κόκκον ἐκ μεδίμνου350 σοι παρεμέτρησα, ἀμφότερον ἵν’ αὐτός τε τάχιον ἀπαλλαγείην ἀηδοῦς διηγήσεως καὶ σοὶ μὴ καταχράνοιμι τὰς ἱερὰς ἀκοάς. τί γὰρ εἴη παϑεῖν, πῶς δὲ πληγῆναι καὶ τὴν ψυχήν, εἰ καὶ τοὺς καταστραφέντας παρ’ αὐτοῦ ϑείους ναοὺς ἡδυνήϑην ἀπαριϑμήσαβϑαι; ταῦτα μὲν οὖν τὰ τῆς ἀληϑείας· εἰ δ’ ἁπλῶς οὕτω παραδεκτέα τὰ παρὰ τῶν πολλῶν πρὸς χάριν λεγόμενα, οὐκ ἂν φϑάνοιμεν ἀνϑρώποις πᾶσιν ὁμοῦ τὸ ἀνεπίληπτον ἐπιψηφιζόμενοι· πᾶσι γὰρ εὐχερὲς παράγειν τοὺς ὑπὲρ αὐτῶν λέγοντας, καὶ μάλισϑ’ ὅταν οἱ εὐλογοῦντες ἀβασάνιστά τε λέγοιεν καὶ ἀμάρτυρα, ὡς εἴ γε καὶ σὺ τηνικαῦτα ἀνάγκην351 καὶ μετριωτέραν τινὰ τοῖς εὐφημοῦσιν ἐπήγαγες, εἶδες ἂν εὐϑὺς τό τε τῆς φωνῆς ὕψωμα ταπεινούμενον σφίσιν ἢ καὶ διαρρηγνύμενον κατὰ τὰς πομφόλυγας, τὸ τε φύσημα τῶν γνάϑων ὡς τοῖς ἀσκοῖς ἐκπνεόμενόν τε ἅμα καὶ διασκεδαζόμενον. τάχα δ’ ἂν καὶ παρειαὶ τούτοις ὑπεφοινίσσοντο, τὴν ἡλιοειδῆ ἀλήϑειαν ὑποφαίνουσαι, καὶ σοι τὸ τῆς σκηνῆς προσωπεῖον ὅλον ἀπεκαλύπτετο. μὴ τοίνυν, φίλη μοι κεφαλή, μήτε λαϊκοῖς ἐκ τοῦ προχείρου πιστεύοις, μήτε πολλῷ πλέον μονάζουσιν, οἷς ἐπικέχυται τὸ μέλαν, ὡς ἔοικ’ εἰς ἐπικάλυμμά τε τῆς ἀληϑείας καὶ τῶν ἐντυγχανόντων φενακισμόν· εἰ γὰρ καὶ ἀληϑεύει πάντως τὸ τὸν ἀγαϑὸν μηδὲ τοῦ φαύλου καταγινώσκειν ῥᾳδίως ἐξ αὑτοῦ πιστεύοντα καὶ καταπειϑόμενον, ἀλλ’ ἡ ἐπιλάμπουσά σοι σοφία καὶ τὸ ὑπαυγάζον φῶς τῆς συνέσεως ἱκανά σοι παραδεικνύειν τὰ ὑπὸ τῶν πολλῶν ζοφούμενα καὶ συγκαλυπτόμενα, ἄλλως τε δὲ παρὰ (τοῦ352) τῆς ἀρχῆς ἀξιώματος ἀπαιτουμένῳ τὸ ἐξεταστικὸν καὶ πολύφροντι καὶ ὡς ἂν εἴποι τις πολυόμματον. εἴης μοι παρὰ ϑεοῦ φυλαττόμενος οὐ τῶν σκανδάλων τοῦ ἀρχεκάκου μόνον ἀνώτερος, ἀλλὰ καὶ τῶν ὅσα συσκευάζουσιν ἄνϑρωποι πονηροὶ καὶ φιλαπεχϑήμονες.

8. Τῷ Θεσσαλονίκης κῦρ Εὐσταϑίῳ

+ Ἐπὶ μαχρὸν ἀλλήλοις ἐσιωπήσαμεν, ἀλλ’ ἐγὼ μὲν ὡς μετ’ οὐ πολὺ καραδοκῶν ὄψεσϑαί σε καὶ τῆς ἐμοὶ φίλης ϑέας κατατρυφῆσαι· εἰ δὲ καὶ σοὶ τοιοῦτος ἦν ὁ σκοπὸς καὶ αὓτη σοι τῆς ἀφασίας ἡ πρόφασις, αὐτόϑεν ἀλλήλοις ἐσμὲν συγγνώμονες. μεμνῆσϑαι πάντως ἔχεις τῶν συνϑηκῶν, ἃς ἡμῖν συνὲϑου τὴν σὴν διερχομένοις Θεσσαλονίκην, τότε σε ἐπὶ ταυτηνὶ τὴν βασιλίδα πόλιν ἀναδραμεῖν, ὅτε σοι γράμμα παρ’ ἡμῶν ἥξει ματακλητήριον· καὶ ἡμεῖς μὲν τὸ ἐφ’ ἡμῖν πεποιήκαμεν, καὶ ἐν καλῷ βεβηκυῖαν ἰδόντες τὴν τῶν πραγμάτων κατάστασιν, ἅτε δὴ τοῦ κοινοῦ σωτῆρος, τοῦ δεξιοῦ κυβερνήτου, τοῦ ϑεοδωρήτου καλοῦ ἐπὶ τὸν βασιλικὸν ἀναβεβηκότος ϑρόνον καὶ τὰ πάντα μεταποιοῦντος ἐπὶ τὸ κρεῖττον καὶ μεταπλάττοντος, ἐσαλπίσαμέν σοι τὸν προκλητήριον· σοὶ δὲ εἴτε νόσος ἐπέσχε τὴν προϑυμίαν, εἴτε τι ἄλλο τῶν συνήϑως παρεμπιπτόντων τοῖς πολλοῖς κωλυμάτων, αὐτὸς ἂν εἰδείης· τὸ γὰρ εἰπεῖν, ὅτι καὶ τῷ Θεσσαλονίκης φοβερὸν ἡ πόλις διὰ τὴν ἔνδειαν, ὡς τολμηρὸν εὐλαβούμεϑα. ἀλλὰ τί βραδύνεις; τί δὲ οὐκ ἐπιτρέχεις ἡδυτάτῳ ϑεάματι; ὄψει γὰρ βασιλέα τοιοῶτον, οἷον συνελόντως εἰπεῖν πολλῶν ἐτῶν οὐκ ἐϑεάσατο ἥλιος. ϑεὸς δὲ σοι τὰς ὁδοὺς εὐμαρίσοι καὶ λάβοιμεν τὸν πεποϑημένον ὑγιᾶ τε καὶ εὔϑυμον353.

9. Τοῦ ὑπερτίμου πατρὸς κυροῦ Εὐϑυμίου ἐπιοτολὴ πρὸς τὸν Ἀϑτινῶν κυρὸν Μιχαὴλ τὸν Χωνιάτην

Ἀνδρείαν μὲν καὶ στρατηγίαν τῶν Ἀϑηνῶν ἐκλιπεῖν Σόλωνός τε νομοϑεσίαν καὶ τἆλλα, ὅσα πόλιν συνιστᾷ καὶ δῆμον κοσμεῖ, κἀγὼ σύμφημι· συνεκδημῆσαι δὲ καὶ σοφίαν καὶ λόγων χάριτας οὐδεὶς πείσει με λόγος, ἕως ἂν Ἀϑήνηδεν κομίζωμαι γράμματα οὕτω κομψά τε καὶ καλλιρρήμονα. νομίζω γὰρ ἢ μήπω Πλάτωνα τεϑνάναι καὶ Δημοσϑένην καὶ τοὺς λοιποὺς Ἀϑήνησι σοφιστάς, ἢ ϑανόντας ἀναβιῶναι καὶ τὰς Ἀϑήνας αὖδις περιλαλεῖν· τοσοῦτον γέμει σου χαρίτων τὰ γράμματα, σοφὴ καὶ φίλη μοι κεφαλή, οὕτω σοι λαμπρὸν οἱ λόγοι τὸ τῆς σοφίας ἀποστίλβουσι κἀτοπτρον.

Κἂν γοῦν ὑδάτων οἱ κρουνοὶ τὴν Ἀϑηναίων πόλιν ἐπέλιπον, κἂν ποταμοὶ καὶ πίδακες ἀπεψύγησαν, ἀλλὰ τὰ τῆς σῆς σοφίας ῥεῖϑρα περιλιμνάζόυσιν αὐτὴν καὶ κατάρδουσιν. αὗα τοῖς παραδείσοις καὶ ἅκαρπα τὰ φυτά, ἀλλ’ οἱ τῆς σοφίας λειμῶνες ὡς εὐανϑεῖς καὶ πολύκαρποι. ἄνευ μελισσῶνος ὁ Ὑμηττός, ἀλλ’ ὑπερβλύζει τὸ τοῦ λόγου μέλι τοῖς Ἀϑηναίοις καὶ τὸν ὄντως γλυκασμὸν ἀποσταλάξει354 τὰ ὄρη καὶ οἱ βουνοὶ τὴν ἀληϑεύουσαν ἀγαλλίασιν355. ἠχρείωται ἡ χρυσέα ζώνη356 τῷ καιρῷ τυραννηϑεῖσα καὶ τὸ τοῦ χρυροῦ κάλλος ὀλέσασα, ἀλλὰ κοσμεῖ τὴν πόλιν τὸ χρυσίζον ἄνϑος τῶν ἀρετῶν, ὅσαι357 λαμπρῶς τὸν ἀρχιποίμενα περιστέφουσι καὶ τὴν ἐκ ϑεοῦ περιζωννύουσι δύναμιν. σὺ καὶ Μαραϑὼν τροπαιοῦχος τοῖς Ἀϑηναίοις καὶ πίων γῆ358 καὶ σιτοφόρος καὶ ζείδωρος· καὶ ἵνα τοῦ τελειοτέρου μνησϑήσομαι, σὺ βωμὸς ἀληϑὴς Ἐλέου μᾶλλον ἢ τὸ πεπηγὸς Ἀιϑήνησιν ἵδρυμα, ἀμφοτέραις ὅ φασι359 τοῖς χρῇζουσιν ἐπαντλῶν καὶ τιϑεὶς τὸ σὸν μέρος τὴν τυραννοῦσαν πενίαν τῆς Ἀττικῆς ὑπερόριον· ὥστε σὲ τρόπον ἄλλον καὶ ἐλευϑερωτὴν Ἀϑηναίοις ἀναφῦναι πλεῖν ἢ Ἀλκμαίωνα ἐκεῖνον τὸν ἐντεῦϑεν ὑμνούμενον. εἰ δὲ ἐξ οὐρανοῦ τούτοις ὄμβρος ἐξέλιπεν, ἀλλ’ οὐ σύ γε Αἰακοῦ τὴν ἀρετὴν ἐνδεέστερος, ὡς μὴ καὶ ὑετὸν οὐρανόϑεν τῇ σῇ πόλει κατενεγκεῖν ἐκτάσει μόνῃ τῶν χειρῶν, ὡς αὐτίκα μὲν τὰς ἀρούρας πλησϑῆναι καὶ μεϑυσϑῆναι τὰς αὔλακας, ὡς αὐτίκα δὲ καὶ χόρτον ἑξανατεῖλαι καὶ χλωριάσαι τῆς γῆς τὸ πρόσωπον καὶ ϑέρος ὑποσχέσϑαι βαϑὺ τὰ λήια.

Οὐ τοίνυν ἀφανισμοῦ πεδίον360 οὐδὲ κοιλὰς κλαυϑμῶνος361 ἡ σέ λαχοῦσα πόλις, ἄνϑρωπε τοῦ ϑεοῦ, ὡς τὸ σὸν δήπου γράμμα ταύτης κατετραγῷδησεν, ἀλλὰ χῶρος μακάρων, ἀλλὰ πόλις περιοχῆς362, ἀλλὰ πεδίον Ἠλύσιον· τὰ μὲν γὰρ νῦν σκυϑρωπὰ μία καιροῦ ῥοπὴ λύσειεν, ἢ ὄμβρων ἄνωϑεν ἐνεχϑέντων ῥαγδαίων, ὡς ἀϑρόον πάντα κατακλυσϑῆναι τὰ τῆς αὐχμηρίας δεινὰς ἢ ὁλκάδων ποϑὲν ἀναπλησϑέντος363 τοῦ Πειραιέως, αἳ τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα τοῖς Ἀϑηναίοις κομίσουσιν· εἰ δὲ μὴ ταῦτα, ἀλλ’ ὁ τῶν ϑαυμασων ϑεὸς καὶ ἐν λιμῷ πάντως ϑρέψει καὶ ἄρτοις ὀλίγοις κορέσει λαὸν πεινῶντα καὶ κατὰ τοὺς πολλοὺς φάναι λαίμακα· καὶ παραϑήσεται μὲν ἀνὴρ Ἀϑηναῖος τράπεζαν πένησιν ἄρτου τρύφος φέρουσαν μόνον ἢ ἐγκρυφίαν ὀλίγον κρίϑινον καὶ οὐχ ὅπως οὐ κρεῶν εὐμοιροῦσαν· (πῶς γάρ, ἔνϑα μὴ πόαν364, μὴ ποίμνιον, ἀλλ’ οὐδὲ ἰσχάδας ἔχουσιν ἢ ἐλαίας, ταῦτα δὴ τῶν Ἀϑηνῶν τὰ ϑρυλήματα;) βαστάσει δὲ μετὰ τροφὴν καὶ περίσσευμα καὶ τῶν ἐκ γειτόνων τάχα παραμυϑημάτων. τὰ μὲν σκυϑρωπὰ ταῦτα τοῖς Ἀϑηναίοις οὔπω γε πάντως πρὸς τὸ ἱλαρώτερον ταχύ μετασκευασϑήσεται, ὁ δὲ παρὰ σοῦ τῇ σῇ πόλει κόσμος καὶ αἱ τῶν ἀγαϑῶν χορηγίαι παντοδαπά τε καὶ παραμόνιμα. καὶ χαίροις ὁ τῆς πανάγιου κόρης ϑύτης ἐπάξιος, ὁ τοῦ καινοῦ φωτὸς ἀληϑὴς ἐπόπτης, ὁ τὴν εὐδαιμονίαν ἀνασῷζων τῇ Ἀττικῇ· χαίροις καὶ τὸ σὸν λάχος μετ’ εὐπαϑείας ὑπὸ σοῦ ποιμαινόμενοι καὶ γινωσκόμενοι καὶ γινώσκοντες, δίχα δὲ κραυγῆς καὶ ϑορύβων ἀνακηρύττοντες τὸν ποιμαίνοντα, ὡς οἵ γε μακαρισμοῦ μὲν τὸν σφῶν ἀξιοῦντες ἀρχιερέα, φωνῶν δὲ τὸν ἀέρα πληροῦντες καὶ ἀταλῶς τῇδε κἀκεῖσε ᾄττοντες καὶ περιφερόμενοι, ἀσχημονουντές τε πολλὰ καὶ ὅλως τὸν τοῦ Μάρκου εἰκονίζοντες, ἀϑλιώτεροί γε οὗτοι καὶ τοῦ καϑ’ ἡμᾶς βαρβάρου λαοῦ τοῦ πλήξαντος καὶ διώξαντος καὶ αὐτόϑεν δῆλοι μὴ καλῶς ποιμαινόμενοι.

Ἀλλ’ εὖ γε ποιῶν ὁ λόγος ἐπὶ τὸν οὕτω μακαριζόρενον ἀρχιερέα κατήντηκεν. εἶδες οὖν, εἶδες, ἄνϑρωπε τοῦ ϑεοῦ, ἐπισκοπικὴν τυφομανίαν ἢ ἄνοιαν ἢ ἀπόνοιαν ἢ οὐκ οἶδ’ ὅ τι καὶ φῶ τῶν ὅσα κακίαν ἀνϑρώπου χαρακτηρίζουσι καὶ φαυλότητα. εἶδες μοναχικὴν μοχϑηρίαν ἢ ἀκαταστασίαν ἢ καὶ διαγωγὴν ὄντως ἀμόναχον, παρὰ δὲ ταῦτα καὶ βοήϑειαν καταπολεμοῦσαν καὶ ὠφέλειαν καταβλάπτουσαν. δέον γὰρ λογικῶς ἀντιλαβέσϑαι τοῦ φιλουμένου καὶ ἠρέμα τοῖς ἔργοις τῆς365 κατ’ αὐτοῦ κατηγορίας ἀποσκευάσασϑαι, ὁ δὲ εἰς ἀπαιδεότους καὶ βαρβαρικὰς οἰκονομίας ἐχώρησε λαοσυνακτῆσαι καὶ τοὺς ἀντιδίκους ἐκφοβῆσαι παντοίως· ὥστ’ ἢ μὴ λέγειν ἢ τὰ δοκοῦντα τῷ κατηγορουμένῳ λέγειν, εἴ πως τὸν κίνδυνον διαφεύγωσιν.

Κάκιστε ἀνϑρώπων, ἀληϑῶς ἐμβρόντητε, εἰς δικαστήριον μετεγκληϑεὶς ἢ εἰς παράταξιν366 ἥρπασέ μου τὸ ἱμάτιον ὁ ἐπίσκοπος. ἀντιϑεῖναί σε ἔδει τὸ οὗ καὶ ἀποδείξεις τὸν κατήγορον ἀπαιτεῖν, ἢ τὸ «ἅγιός ἐστιν ὁ ἐπίσκοπος» ἀντεπάγειν μυριογλώσσῳ καὶ ἀταλῇ βοῇ καὶ ὕβρεις καταχέειν τῶν ἀντιδίκων καὶ χεῖρας ἐπιβάλλειν καὶ διασπᾶν. ἐνταῦϑα δὲ ἀλλὰ ἀνάσχου τι καὶ σύ μικρὸν ὁ τὰ πάντα καλός· πόρρωϑεν ηὐλαβοῦ τὸ φιλοπαῖγμον τῶν ἐν Εὐρίπῳ, ἐγγὺς δὲ οὐχ ὑπέτρεσας, οὐκ ἐμίσησας; οὐδ’ ἐπειράσω καταστεῖλαι ἀταξίαν τοσαύτην καὶ διαλῦσαι τοσοῦτον σύλλογον, ἢ μὴν ἐκστῆναι δικαστηρίου τοιούτου; ἄλλος δὲ καὶ καταδίκῃ ἂν ἐπήγαγε τοὺς τοιαῦτα συσκευασαμένους καὶ τὰς ἐπιτριβομένας αὐτοῖς αἰτιάσεις οὕτω διαφυγεῖν πειρωμένους. εἰ τοιαύτην ἔδειξας τὴν ὁρμήν, βαβαί, πόσους ἂν εἶδες ἄλλον ἄλλοϑεν ἐκϑορόντας καὶ τὰ ἐπενεχϑέντα τούτοις ἐπιβοωμένους δεινά· ὅπερ καὶ οἱ τοῦ ἐπισκόπου παιδευταί367 συνιδόντες καὶ φοβηϑέντες φόβον οὗ φόβος ἦν πολεμικῶς καὶ ἀπαιδεύτως παρεσκευάσϑησαν, ὡς ἂν ἄπας ὁ κατειπεῖν βουλόμενος καὶ ὑποπτήξεις368 καὶ ὀπήν τινα καὶ γωνίαν τοῦ δικαστηρίου ἀλλάξηται. «ἅγιος ὁ ἐπίσκοπος ἡμῶν, ὑπεράγιος». τί δέ; οὐχὶ ἄνϑρωπος καὶ τῆς τρεπτῆς ἡμῶν φύσεως, ἵνα τι καὶ μικρόν ποτε ἴσως παρασφαλῇ ἢ κἂν δόξῃ παρασφαλῆναι; Ἰησοῦς δέ, ὁ τῆς ἁγιωσύνης ταμίας369, ὁ καὶ τοὺς ἁγιαζομένους ὡς πιστεύομεν ἁγιάζων370, καὶ κατηγορίαις ὑπήχϑη καὶ δικαστήριον κατεδέξατο καὶ λεγεῶνας ἀγγέλων371 πλουτῶν πλείους τῆς ἀταλοῦ μοίρας τῶν Ἑβραίων οὐκ ἀπεχρήσατο ταῖς δυνάμεσι. τί γοῦν ἐκώλυε καὶ αὐτὸν εἰς δικαστήριον ἱκόμενον ὑπακοῦσαι καὶ σωφρονικῶς ἀπαντῆσαι καὶ δικαίως τὸν ἁγιασμὸν καὶ εὐδαιμονίαν ἀποκληρώσασϑαι; τί; τὸ συνειδός γε πάντως ὁ δεινὸς καὶ ἰσχυρότατος τύραννος, ἵνα μὴ τῶν ἀλλοτρίων αὐτῷ περιαιρεϑέντων πτίλων, τῶν ἔξωϑεν περιαπτομένων δηλαδὴ χρηστολογιῶν, ὁ κολοιὸς ἀνακαλυφϑείη καὶ ἡ κρυπτομένη δυσμορφία ϑεατρισϑῇ372.

Εἶεν· ἀλλ’ ἐπέπληξας αὐτός, ἀλλ’ ὠνείδισας, ὡς μὴ τὰ πρὸς ϑεραπείαν ἡμετέραν αἱρούμενος; ἠγνόησας ἄρα σπείρων κατὰ πετρῶν373 καὶ ἀδάμαντα ἕψων καὶ ἀποσμήχων Αἰϑίοπα374· κἂν γὰρ εἰς συναίσϑησιν ἐλϑεῖν ἔδοξέ σοι καὶ τοῦ παντὸς ἀνϑαιρεῖσϑαι τὴν καϑ’ ἡμᾶς ἀγάπησιν ἐξωμόσατο, ἀλλὰ τὰ συνήϑη καὶ πάλιν εἶπε καὶ ἃ πολλάκις εἰπὼν ἐψεύσατο, μᾶλλον δέ, ὧν ἀεὶ τὰ ἐναντία καὶ φρονεῖ καὶ ἐργάζεται. τοσοῖτον γὰρ ἀπέχει τοῦ ἀγαπᾶν οἱονδήτινα, ὅσον καὶ οὐρανὸς ἀποδιίσταται γῆς375, οὐ τῇ ἑαυτοῦ φύσει μόνῃ ἑπόμενος, ἀλλὰ καὶ τῷ παιδευτῇ πειϑαρχῶν, ᾧ μηδὲν ἄλλο ἔργον καὶ σπούδασμα ἢ τὸ μεγάλα ἀνϑρώπων τιϑέναι σκάνδαλα καὶ τὰ γένη κατ’ ἀλλήλων ἐπανιστᾶν, τέκνα τε διαμερίζειν376 ἐπὶ γονεῦσι καὶ αὖ ἐπὶ τέκνοις γονεῖς· οὐ κατὰ τὸ ἐν εὐαγγελίοις ἀλληγορούμενον, ἀλλ’ ἵνα ϑύσωσιν ἀπλῶς ἀλλήλους καὶ ἀπολέσωσι καὶ πανωλεϑρίᾳ γένος ὅλον παραπεμφϑείη. οἷα πολλὰ πολλάκις αὐτὸν ἐν Εὐρίπῳ δρῶντα ὁ ἥλιος ἐϑεάσατο· ὡς κινδυνεύειν γε λοιπὸν τὸν ἐπίσκοπον τοῦτο μόνον εἰπεῖν εὐστόχως, ὡς ἄνδρες οὐκ εἰρηνικοὶ παραρριπτοῦσιν ἡμῖν τὰ σκάνδαλα. ὡς δέ σοι377 καὶ ϑεαϑῆναι τὸν ἐπίσκοπον ἔγραψας, ὡς ἂν ἡμᾶς ἐξευμενίσῃς αὐτόν, ἀλλ’ ἐνταῦϑα πέπεισμαί σε παρακοῦσαι ἢ παριδεῖν· αὐτῷ μὲν γὰρ οὔτε στόμα λαλεῖν τι, οὔτε προαίρεσις τοιαῦτα ζητεῖν, ὁ δὲ τὸ μῖσος ὑποβάλλων καὶ πρὸς μάχας ἐγείρων αὐτὸς καὶ τὰς ὑπὲρ Ἄρεα παρακλήσεις πάντως ἐποίει τὴν μέλαιναν ὑφορώμενος. οἷος αὐτὸς τὰ τοιαῦτα δεινότατος καὶ ὑπανάψαι μάχην ὀξὺς καὶ ἄρτι ἐκκαλέσασϑαι προχειρότατος καὶ τὸ ϑράσος λίαν πολὺς καὶ τὴν δειλίαν ἀσύγκριτος, δυσμενέστατος ἀνϑρώπων καὶ μαχιμώτατος καὶ τὸ ἱλαρὸν ὑποκρινόμενος καὶ γαλήνιον, ἄλλα φρονῶν καὶ ἄλλα φϑεγγόμενος, ἄλλα πράττων καὶ ὑποκρινόμενος ἕτερα· ποικιλώτερος χαμαιλέοντος378, Πρωτέως379 πολυμορφότερος καὶ παρδάλεως380 τὰ στίγματα περισσότερος· εἴπω τὸ πᾶν, ἀϑεώτερος, καὶ τέλος τὴν ἡδονὴν κατ’ Ἐπίκουρον381 τιϑέμενος· τοσαυτάκις εἰς ἐκκλησίαν εἰσερχόμενος, ὁσάκις εἰς τὸ καπηλεῖον ὁ Ἀϑηνῶν· τότε ψάλλων, ὅτε ὁ Πατρῶν τραγῳδεῖ· τότε μόνον μνημονεύων ϑεοῦ, ὅταν ὅρχων αὐτῷ χρεία πρὸς ἐξαπάτην τινός· τότε μόνον τὸ μέγα σχῆμα φορῶν καὶ ἀναίδην τοῦ τραχήλου ἀπαιωρῶν, ὅταν ἢ τιμὴν παρὰ τῶν ἀγνοούντων πιστεύοιτο, ἢ κόλασιν ὑποπτευομένην ἀπoσκευάζoιτo, τὰ δ’ ἄλλα ὑπὸ σκότος καὶ γωνίαν τιϑεὶς καὶ τοῦτο μόνον εὐσεβὲς καὶ ὅσιον δρῶν, τὸ τὰ ἄ(νο)μα382 κρίνειν ἀφ’ ἑαυτοῦ. εἰ δὲ σχολὴν ἦγεν ὁ λόγος εἰπεῖν, ὅϑεν καὶ ὅπως μοναχὸς καὶ μεγαλόσχημος γέγονεν, ἀμφότερον ἂν Δημοκριτείους τέ σοι γέλωτας ἀνεκίνησε καὶ Ἡρακλείτου τὸ στυγνὸν383 καὶ δακρυόεν προὐξένησεν. τότε δὲ καὶ τοῦ πραιτωρίου ἀποδημῶν καὶ τῆς μετὰ τῶν φορολόγων καϑέδρας ἀπανιστάμενος, ὅταν ὁ δρόμος ἡλίῳ παύοιτο. ϑαυμαστόν, εἰ μὴ καὶ δακρύοντα εἶδες καὶ οὕτω τὴν εὐμένειαν ἐκκαλούμενον· ἐγὼ δὲ καὶ ἐπινεύοντα κατεῖδον ἐνϑένδε τῇ ἑαυτοῦ στρατιᾷ καὶ ᾧ μὲν τῶν μοναχῶν τραχυτέραν ἐπαφεῖναι γλῶτταν ἐγκελευόμενον, ᾧ δὲ καὶ δεξιὰν ἐπανατείνασϑαι πληκτικῶς. τὰ γὰρ τῶν νυκτῶν ἔργα καὶ τὰς τηνικαῦτα στρατολογίας τί ἂν καὶ λέγοιμι.

Οὕτω, ϑεσπέσιε δέσποτα, ἡ ἐν Εὐρίπῳ ἐνδημία τῆς σῆς ἁγιότητος κατεσοφίσϑη τοῖς καταράτοις καὶ τὰ σφίσι ϑελητὰ κατεπράξατο· καὶ αὐτὸς ἄνϑρωπος ὢν εἰς πρόσωπον εἶδες μόνον καὶ τοίχοις κεκονιαμένοις ἐνέβλεψας, τὴν δ’ ἐντὸς σαπρίαν οἱ πάλαι μαϑόντες ἴσασιν, οἱ πολλάκις ἐπὶ τὰ ἐνδότερα παρακύψαντες καὶ τῆς ἐκεῖϑεν ἐμπλησϑέντες δυσοδμίας ἐφ’ ἱκανὸν. ἀλλὰ δώσει καὶ σοὶ πάντως ὁ χρόνος ἀκριβεστέραν τὴν περὶ τούτων κατολεξιν.

* * *

309

 κῶδ. Πετρουπ. 250, φ. 81β.

310

 κῶδ. ἐκκεχηνὼς.

311

 στήσεις.

312

 μείμνῃ.

313

 συμφλέγων.

314

 κῶδ. φ. 111α–113β.

315

 κῶδ. ἀφαρπάσαντας.

316

 Ματϑ. κη´, 18.

317

 ὁσήμεραι.

318

 πρόϑυμον ... ἀσϑενῆ] Ματϑ. κς´, 41.

319

 κῶδ. ἀκλίτω.

320

 ᾗ] εἶ.

321

 εἴης, ἀλλὰ] προσϑήκη ἡμετέρα.

322

 ϑανατῶν ... ἀνάγων] πρβλ. Βασιλ. 1, β´, 6.

323

 Ἀμὸς ε´, 8.

324

 δὲ] προσϑ. ἡμετ.

325

 (καὶ σ)ὲ] τόπος διάτρ. τεσσάρων στοιχείων, ὧν τοῦ μὲν κ διακρίνεται ἡ ἄνω γωνία, τῶν δὲ λοιπῶν οἱ δύο τόνοι.

326

 Κ(ἀντικρύ)] τόπος διατρ. ἐπτὰ στροιχείων· συνεπλ. Η.

327

 Κ(ατήχϑη)μεν νε(ωστὶ μέχρι)] συμπλήρωσις Kurtz ἐντὸς ἐφϑαρμένων χώρου στοιχείων 7+2.

328

 νέ(ειν τ) ῶν] τόπος διάτρ. τριῶν στοιχείων Η νέεσϑαι.

329

 (ενήσ)εται ... εὐδοκ(κήσ) ῃ συμπλ. ἡμετ.

330

 τὰς περὶ Ἀνδρονίκου Καματηροῦ μαρτυρίας ἴδε παρὰ τῷ Ε. Miller, Recueil des historieus des Croisades. Hist. grecs, τ. 2, σ. 349–350.

331

 Π(είϑει)] μικρὸς τόπος διάτρητος, μὴ δυνάμενος χωρῆσαι τὸ τοῦ Η παραπείϑεσϑαι.

332

 (πάντως)] συμπλήρωσις ἡμετέρα, Η ἐννοοῦντας.

333

 (χαράττε)ιν] συμπλ. ἡμετ.

334

 (γράψα)ντες] συμπλ. ἡμετ.

335

 (στυ)γνοὶ] συμπλ. ἡμετ.

336

 (καὶ γὰρ)] συμπλήρωμα ἡμετ.

337

 μεταξὺ τῶν εἰσὶ καὶ τοῖς οὖν λείπει τῷ κώδικι ἕν ὅλον φύλλον· διὸ καὶ τὸ ἐξῆς τεμάχιον ἐπιστολῆς σεβαστῷ τινι ὡσαύτως φαίνεταί μοι ὂν τὸ πέρας ἄλλης τινός, αὐτοῦ τοῦ Μαλάκη ἐν τῇ 4 ῃ προειδοποιοῦντος τῷ Καματηρῷ τὸ μὴ ταύτης μακρόν. Διὸ τὸ περὶ ἐναντίου τοῦ Heisenberg παρατήρημα (Byz. Zeit. 1904, τ. 13, σ. 226) ἔστιν ὅλω; ἀδάσιμον.

338

 ϑέσπισμα] νοητέον τὸ τοῦ Μανουὴλ Κομνηνοῦ «πρόσταγμα χάριν τοῦ μὴ ἁρπάζεσϑαι τὰ τοῖς τελευτῶσιν ἐπισκόποις ἀνήκοντα παρὰ τῶν πρακτόρων» (Zachariae, Jus graeco-romanum, τ. 3, σ. 457–459).

339

 συκίνην ... ἐπικουρίαν] Corpus parcoem. 2, σ. 216, ἀριϑ. 83.

340

 πρβλ. Μιχ. Ἀκομ. τοῦ Χωνιάτου τὰ σωζόμενα, ἐκδ. Σ. Π. Λάμπρου. Ἐν Ἀϑήναις 1879–1880 τ. 2, σ. 399–400.

341

 ὡς ... ἐκ μηχανῆς] Corpus parcoem. 2, σ. 12, ἀρϑ. 78.

342

 κῶδ. ἐπινενοουμένη.

343

 οὐκ ἐξελέξατο κύριος] πρβλ. Ἡσ. νη´, 6.

344

 κῶδ. τωτέως.

345

 καλυψαμένη χρόα καλὸν] Ἡσιόδου ἔργων 198.

346

 ἐπισταίνοντες.

347

 Τροφωνίου ... καταδύσεων] πρβλ. Σουΐδ. ἐν λ.

348

 συνάντησιν] πρβλ. Ματϑ. η´, 34.

349

 Καταιβ. βριαρὸν] πρβλ. Αἰσχ. Προμ. 359. Λυχόφρ. 382.

350

 κόκκον ἐκ μεδίμνου] σημειοῦ παροιμίαν ἀϑησαύριστον ἐν τῷ Corpus paroem.

351

 κῶδ. πομφόλυγγας.

352

 (τοῦ)] προσϑ. ἡμετ.

353

 Μ. Τέρι. Περὶ Εὐϑυρἱου τοῦ Μαλάκη (Δελτίον τῆς ἱστ. καὶ ἐϑνολ. Ἑταιρείας τῆς Ἑλλάδος, τ. 5, σ. 197–218.

354

 ἀποσταλέντα] οὕτω Treu, ἀποσταλάζουσι Λάμπρος, ἀποσταλάξει Kurtz.

355

 πρβλ. Ἀμως ϑ´, 13; Ἰωὴλ γ´, 18.

356

 χρυσέα ζώνη] πρβλ. Ἀποκ. α´, 13. ιε´, 6.

357

 ὅσαι] Λάμπρος καὶ Kurtz, ὅσα Treu.

358

 πίων γῆ] πρβλ. Γεν. μϑ´, ιε´.

359

 ἀμφοτέραις ὅ φασι] = ἀμφοτέραις ταῖς χερσὶ. Corpus paroem. τ. 1, σ. 31, ἀριϑ. 98.

360

 ἀφανισμοῦ πεδίον] Ἰωὴλ β´, 3.

361

 κοιλὰς κλαυϑμῶνος] Ψαλμ. πγ´, 7.

362

 πόλις περιοχῆς] Ψαλμ. ρζ´, 11.

363

 ἀναπλησϑέντος Kurtz, ἀναπλησϑεισῶν Treu.

364

 πόαν Κ, πόα Τ.

365

 τῆς Treu τοῖς.

366

 παράταξιν] οὕτω Treu· ὁ τόπος δυσνόητος· μήτοι παράτασιν.

367

 παιδευταί Kurtz, παιδευτὴν Treu.

368

 ὑποπτήξῃ Kurtz, ὑποπτήξεις Treu.

369

 ἁγιως. ταμίας] πρβλ. Μακ. 2, ιε´, 2.

370

 ὁ ἁγιάζων κέ] Ἑβρ. β´, 11.

371

 λεγεῶνας ἀγγέλων] Ματϑ. κς´, 53.

372

 κολοιὸς ... ϑεατρισϑῇ] Fab. Aesop, 200b Halm.

373

 σπείρων κατὰ πετρῶν κτλ.] Ἰσίδ. Πηλουσ. ἐν ἐπιστ. γ´, 67 ἐχδ. Billii, σ. 480.

374

 ἀποσμ. Αἰϑίοπα] Corp. paroem. τ. 2, σ. 4.

375

 οὐρανὸς ἀποδιίσταται γῆς] πρβλ. Ἡσ. νε´, 9.

376

 διαμερίζειν κέ] πρβλ. Λουκ. ιβ´, 53.

377

 σοι Kurtz, σου Treu.

378

 ποικιλώτερος χαμ.] πρβλ, ἐν βίῳ Ἀλκιβ. § 23.

379

 Πρωτέως πολμμορφότερος] πρβλ. Ἀϑην. ς´, 258 A.

380

 παρδάλεως τὰ στίγματα) πρβλ. Εὐστ. 787,39.

381

 Ἐπίκουρον Kurtz, ἐπικουρίαν Treu.

382

 ἄ(νο)μα] συμπλήρωσις ἡμετέρα. Λάμπρος ἀλλότρια.

383

 Ἡρακλείτου τὸ στυγνὸν] πρβλ. Πλάτ. συμπόσ. 187. Σουῖδαν ἐν λ.


Источник: Noctes Petropolitanae / Papadopoulos-Kerameus A. Petersburg : V.F. Kirshbaum, 1913. - 302 p.

Комментарии для сайта Cackle