ΤΟΥ ΘΩΜΑ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ ΗΤΟΙ Η ΨΗΛΑΦΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος.

Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.

Ἦχος αˊ

Συνηθροισμένων τῷ φόβῳ, τῷ ἐκ τοῦ πάθους σου, τῶν Ἀποστόλων Λόγε, καὶ θυρῶν κεκλεισμένων, ἄφνω συνεισῆλθες, μέσον αὐτῶν, τὴν εἰρήνην δωρούμενος, καὶ τῷ Θωμᾷ προτεινόμενος ψηλαφᾶν, τοὺς σεπτοὺς πλευρᾶς σου μώλωπας.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα, τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ἦχος βˊ

Ὤφθης τοῖς Ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, διˊ αὐτῶν ἐγκαινίζων, ἡμῖν τὸ θεῖον Πνεῦμά σου.

Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.

Ἦχος βˊ

Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις, ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Νέμεις ὦ Λυτρωτά, εἰρήνην τῷ λαῷ σου, καὶ ὀφλημάτων λύσιν, πρεσβείαις τῆς πανάγνου, καὶ μόνης Θεομήτορος.

Ἀπολυτίκιον

Ἦχος βαρὺς, (γˊ)

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἰδιόμελα

Ἦχος αˊ

Ποίημα Ἰωάννου Μοναχοῦ

Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.

Μεθˊ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς· Εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετˊ αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας, ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Μετὰ τὴν Ἐγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

Ἦχος βˊ

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετˊ αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Εἰς τὴν Λιτὴν Στιχηρὰ Ἰδιόμελα Ἦχος δˊ

Κύριε, τῇ ἀστέκτῳ τῆς σῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν, τὴν πλευρὰν τραυμάτων σου χειρῶν καὶ ἐξεγύμνωσας, καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων, ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ, προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρί, τῆς σῆς διπλῆς οὐσίας, ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἦχος πλ. δˊ

Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ Ἀνατολίου

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα Ἦχος δˊ

Ὢ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ὢ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς· ὁ Δεσπότης σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.

Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλˊ ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν, ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς τῆς Ἐγέρσεως αὐτοῦ, ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. αˊ

Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀπολυτίκιον

Ἦχος βαρὺς, (γˊ)

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·

Μίαν σε μέλπω τὴν τρισήλιον Φύσιν.

Ποίημα Μητροφάνους Σμύρνης. ᾨδὴ αˊ

Ἦχος α’

Σοῦ ἡ τροπαιοῦχος.

Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφεὶμ ἀσιγήτως δοξάζουσιν, ἄναρχον ἀΐδιον, ποιητικὴν ἁπάντων ἀκατάληπτον· ἣν καὶ πᾶσα γλῶσσα, πιστῶς γεραίρει τοῖς ᾄσμασιν.

Ἵνα τοῖς ἀνθρώποις ἑνικήν, τὴν τριλαμπῆ σου δηλώσῃς Θεότητα, πλάσας πρὶν τὸν ἄνθρωπον, κατὰ τὴν σὴν εἰκόνα διεμόρφωσας, νοῦν αὐτῷ καὶ λόγον, καὶ πνεῦμα δούς, ὡς φιλάνθρωπος.

Ἄνωθεν δεικνὺς μοναδικόν, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσι, κράτος, Πάτερ ἔφησας, τῷ ἰσουργῷ Υἱῷ σου, καὶ τῷ Πνεύματι· Δεῦτε καταβάντες, αὐτῶν τὰς γλώσσας συγχέωμεν.

Θεοτοκίον.

Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν.

ᾨδὴ γˊ

Ἦχος α’

Ὁ μόνος εἰδώς.

Σὺ πάλαι σαφῶς τῷ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικός τε φύσει Θεότητος, θεολογίας τὸ ἀκραιφνέστατον, τυπικῶς ἐνέφηνας· καὶ πιστῶς ὑμνοῦμέν σε, τόν μονάρχην Θεόν, καὶ τρισήλιον.

Ἐκ σοῦ γεννηθεὶς θεοπρεπῶς, ἀῤῥεύστως Πάτερ ἔλαμψε, φῶς ἐκ φωτός, Υἱὸς ἀπαράλλακτος, καὶ Πνεῦμα θεῖον, φῶς ἐκπεπόρευται· καὶ μιᾶς Θεότητος, αἴγλην τρισυπόστατον, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.

Μονὰς ἡ Τριὰς ὑπερφυῶς, ἀῤῥήτως ὑπὲρ ἔννοιαν, ταῖς νοεραῖς οὐσίαις δοξάζεται, ταῖς τρισαγίαις φωναῖς, ἀσίγητον, ἐκβοώσαις αἴνεσιν· αἷς συμφώνως ὑμνεῖται, καὶ ἡμῖν τρισυπόστατος Κύριος.

Θεοτοκίον.

Ἐκ σοῦ χρονικῶς ἄνευ σπορᾶς, προῆλθεν ὁ ὑπέρχρονος, ὁμοιωθεὶς ἡμῖν ὁ ἀνείδεος, καὶ μίαν φύσιν καὶ κυριότητα, τοῦ Πατρὸς ἐδίδαξε, καὶ Υἱοῦ καὶ Πνεύματος, Θεοτόκε· διό σε δοξάζομεν.

Κάθισμα

Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

Πατέρα καὶ Υἱόν, προσκυνήσωμεν πάντες, καὶ Πνεῦμα τὸ εὐθές, καὶ ἰσότιμον δόξῃ, Τριάδα τὴν ἄκτιστον, καὶ ὑπέρθεον δύναμιν, ἣν δοξάζουσι, τῶν Ἀσωμάτων αἱ τάξεις· ταύτην σήμερον, καὶ γηγενεῖς μετὰ φόβου, πιστῶς εὐφημήσωμεν.

Δόξα. Καὶ νῦν... Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

ᾨδὴ δˊ

Ἦχος α’

Ὄρος σε τῇ χάριτι.

Λάμψον μοι Θεαρχία τρισήλιε λάμψεσι, σῶν θεουργῶν μαρμαρυγῶν, τοῖς τῆς καρδίας ὀφθαλμοῖς, τὸ κάλλος φαντάζεσθαι, τῆς ὑπὲρ νοῦν θεαρχικῆς σου λαμπρότητος, καὶ φωτουργοῦ, καὶ γλυκείας μεθέξεως.

Πρότερον οὐρανοὺς ἐστερέωσας Κύριε, καὶ πᾶσαν δύναμιν αὐτῶν, τῷ Λόγῳ σου τῷ παντουργῷ, καὶ Πνεύματι στόματος τῷ συμφυεῖ, μεθ’ ὧν δεσπόζεις τοῦ σύμπαντος, ἐν τριλαμπεῖ μοναρχίᾳ Θεότητος.

Ὡς ἔπλασας κατ’ εἰκόνα με σὴν καὶ ὁμοίωσιν, θεαρχικὴ παντουργική, Τριὰς ἀσύγχυτε μονάς, συνέτισον φώτισον, πρὸς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον, τὸ ἀγαθόν ἐν ἰσχύϊ καὶ τέλειον.

Θεοτοκίον.

Τέτοκας τῆς Τριάδος τὸν ἕνα Πανάχραντε, θεαρχικώτατον Υἱόν, σωματωθέντα δι’ ἡμᾶς, ἐκ σοῦ, καὶ αὐγάζοντα τοὺς γηγενεῖς, τῆς τρισηλίου Θεότητος, τῷ ἀνεσπέρῳ φωτὶ καὶ ταῖς λάμψεσιν.

ᾨδὴ εˊ

Ἦχος α’

Ὁ φωτίσας τῇ ἐλλάμψει.

Ἡ τὸν πρῶτον τῶν Ἀγγέλων ἀμέσως διάκοσμον, ἀπροσίτοις τοῦ σοῦ κάλλους ἀκτῖσιν ἐλλάμπουσα, ταῖς σαῖς αἴγλαις φώτισον, Τριὰς ἡ μοναρχικωτάτη, τοὺς ὀρθοδόξως σε μέλποντας.

Νῦν ἡ φύσις, ἑνικὴ Θεαρχία τρισήλιε, ἀνυμνεῖ σε, ἣν οὐσίωσας δι’ ἀγαθότητα, τῶν πταισμάτων λύτρωσιν, καὶ πειρασμῶν ἐξαιτουμένη, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων.

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν, καὶ Θεότητα, πίστει δοξάζομεν, μεριστὴν ἀμέριστον, ἕνα Θεὸν τῆς ἀοράτου, καὶ ὁρωμένης τε κτίσεως.

Θεοτοκίον.

Ῥήσεις πᾶσαι Προφητῶν, προδιέγραψαν Ἄχραντε, τὸν σὸν τόκον, τὸν ἀπόρρητον καὶ ἀνερμήνευτον· ὃν ἡμεῖς ἐγνώκαμεν, μυσταγωγὸν τῆς ἑνιαίας, καὶ τρισηλίου Θεότητος.

ᾨδὴ ςˊ

Ἦχος α’

Ἐκύκλωσεν ἡμᾶς.

Ἰσόρροπον τὴν δύναμιν ὡς ἔχουσα, Τριὰς ἡ ὑπερούσιος, ἐν ταυτότητι βουλήσεως, Μονὰς πέφυκας, ἁπλῆ καὶ ἀδιαίρετος. Σὺ οὖν ἡμᾶς, ἐν τῇ δυνάμει σου περιφρούρησον. (Δίς)

Σὺ πάντας τοὺς αἰῶνας τῇ βουλήσει σου, ὡς ἀγαθὴ ὑπέστησας, ἐξ οὐκ ὄντων, ἀκατάληπτε Τριάς· εἶτα καὶ τὸν ἄνθρωπον διέπλασας. Ἀλλὰ καὶ νῦν, ἐκ πάσης ῥῦσαί με περιστάσεως.

Θεοτοκίον.

Ἡλίου τοῦ ἀδύτου οἶκος γέγονας, τοῦ κτίσαντος καὶ τάξαντος, τοὺς φωστῆρας τοὺς μεγάλους πανσθενῶς, ἄρχαντε Παρθένε Θεονύμφευτε. Ἀλλὰ καὶ νῦν, τῆς τῶν παθῶν με ῥῦσαι ζοφώσεως.

Κάθισμα

Ἦχος α’

Τὸν τάφον σου Σωτήρ.

Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατ’ οὐσίαν Θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς Ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

ᾨδὴ ζˊ

Ἦχος α’

Σὲ νοητὴν Θεοτόκε.

Λόγε Θεοῦ, συμφυὲς ἀπαύγασμα, τοῦ παντοκράτορος Θεοῦ, ὡς ὑπέσχου τὴν παρὰ σοῦ θεουργὸν ἐνοίκησιν, ποίησον ὡς εὔσπλαγχνος, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι, καὶ φοβερόν, τοῖς δαίμοσί με δεῖξον καὶ πάθεσιν. (Δίς)

Ἵνα τῆς σῆς, εὐσπλαγχνίας Δέσποτα, δείξῃς τὸ πέλαγος ἡμῖν, τὸν Υιόν σου πρὸς τὴν ἡμῶν, πέμψας ταπεινότητα αὖθις ἀνεμόρφωσας πρὸς τὴν ἀρχαίαν λαμπρότητα. Ἀλλὰ καὶ νῦν, τῷ θείῳ με συνέτισον Πνεύματι.

Θεοτοκίον.

Ὁ Χερουβείμ, θρόνῳ ἐποχούμενος καὶ τῶν ἁπάντων Βασιλεύς, ἐν γαστρί σου παρθενικῇ, ᾤκησε Πανάχραντε, πάντας ἐκλυτρούμενος, ἐκ τῆς φθορᾶς ὡς φιλάνθρωπος. Ἀλλὰ καὶ νῦν, ταῖς σαῖς πρεσβείαις με περιφρούρησον.

ᾨδὴ ηˊ

Ἦχος α’

Θαύματος ὑπερφυοῦς.

Νεύματι θεουργικῷ Κύριε πάντων, τρισυπόστατε καὶ παντοκράτορ, οὐρανοὺς ἐξέτεινας ὡσεὶ δέῤῥιν· εἶτα καὶ γῆς, ἀπῃώρησας τὸ βάθος, πανσθενεῖ σου δρακί. Διὸ καὶ τοὺς δούλους σου κραταίωσον, τῇ ἀγάπῃ καὶ πίστει τῇ σῇ φιλάνθρωπε, ἵνα σε δοξάζωμεν πόθῳ εἰς αἰῶνας. (Δίς)

Φώτισον θεαρχικὸν φῶς τοὺς ὑμνοῦντας, τὸ Τρισήλιον φῶς τοῖς προσώποις, ἑνιαῖον αὖθις δὲ τῇ οὐσίᾳ καὶ πρὸς τὰς σάς, φωτοδότιδας ἀκτῖνας ἐπιβλέπειν ἀεί· δι’ ὧν χορτασθήσομαι τὴν δόξαν σου, τὴν γλυκεῖαν καὶ φωτουργὸν καὶ πανόλβιον, καὶ ὑπερυψῶ σε πιστῶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὕψωσεν εἰς οὐρανοὺς τὴν τῶν ἀνθρώπων, προσλαβόμενος φύσιν ἀτρέπτως, ὁ Υἱός σου πάναγνε Θεοτόκε, ὑπερβολῇ ἀγαθότητος, ῥυσάμενος τῆς πάλαι φθορᾶς· ᾧ καὶ εὐχαρίστως ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Ἦχος α’

Τύπον τῆς ἁγνῆς.

Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διαπαντὸς ἀνεπιβούλευτον. (Δίς)

Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξῃς σου ἀγαθότητος, δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοῖς σοῖς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον.

Θεοτοκίον.

Νεῦσον ταῖς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαῖς ὑποστάσεσι, μόνος εἷς Θεὸς ἀληθινός, πιστευόμενος, καὶ παράσχου σοῖς δούλοις παράκλησιν, πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα τοῦ Πεντηκοσταρίου

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός. (Δίς)

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τοῦ Πεντηκοσταρίου

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλˊ ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν. (Δίς)

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τοῦ Πεντηκοσταρίου

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀρρήτως, ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος. (Δίς)

Τὸ αˊ Ἀντίφωνον τοῦ δˊ Ἤχου. Ἀντίφωνον Αˊ

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλˊ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (Δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς)

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δˊ

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.

Ἡ Τάξις τοῦ Εὐαγγελίου με Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

Δόξα... Ἦχος βˊ

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν... Θεοτοκίον

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον Ἦχος βˊ

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Καταβασία

«Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας».

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Καταβασία

«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλˊ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Καταβασία

«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθˊ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Καταβασία

«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ , καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Καταβασία

«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Ὁ Οἶκος

Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως, καὶ τὴν τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν.

Στίχοι

Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει,

Σὴν Σῶτερ ὁρμὴν κλεὶς θυρῶν πῶς κωλύσει;

Ταῖς τοῦ σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία

«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία

«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Καταβασία

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάρια

Ἦχος γˊ, (Δίς)

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

(Ἅπαξ)

Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.

Εἰς τοὺς Α ἲ ν ο υ ς Στιχηρὰ Προσόμοια

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἄποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, διˊ ἄμετρον ἔλεος.

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

Ἦχος αˊ

Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Μεθˊ ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Μεγάλη Δοξολογία

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοῖς, ψάλλομεν, ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ᾨδὴν γˊ καὶ ςˊ.

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Προκείμενον τοῦ Ἀποστόλου Ἦχος γˊ

Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ.

Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.

Ἀλληλούϊα Ἦχος πλ. δˊ

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

Στίχ. Ὅτι Θεὸς μέγας Κύριος.

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρὼν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, διˊ ἄμετρον ἔλεος.

Ἦχος αˊ

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε• ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα• Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

Ἦχος αˊ

Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε• βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν• ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν• διὸ βοῶμέν σοι• ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.

Προκείμενον Ἦχος βαρὺς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Στίχ. Καὶ εἶπα• Νῦν ἠρξάμην.

Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου.

Ἀναστάσιμον

Ἦχος αˊ

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Κατανυκτικὸν

Ἦχος αˊ

Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου• δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Ἦχος αˊ

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Μεθˊ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου, ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ, τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι• ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος αˊ

Ἀναστάσιμον

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Κατανυκτικὸν

Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι, εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεός• ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.

Μαρτυρικὸν

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε• καρτερίᾳ γὰρ αἰκισμῶν τοὺς ἀνόμους ἐτροπώσαντο καὶ δυνάμει θεϊκῇ ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο• αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.

Θεοτοκίον

Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται• συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτόν ὡς Θεόν, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἁψάμενος χειρί, τῆς πλευρᾶς τῆς ἀστέκτου, ὁ Δίδυμος Θωμᾶς, οὐκ ἐφλέχθη τῇ ψαύσει, ἀλλˊ ἔμεινε τοὺς μώλωπας, ψηλαφῶν ἀκριβέστερον, καὶ φθεγγόμενος, τῷ διˊ ἡμᾶς λογχευθέντι• Σύ μου Κύριος, καὶ σὺ Θεός μου ὑπάρχεις, κἄν πάθος ὑπήνεγκας. (Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἐορτῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ

Ἦχος αˊ

Ἀναστάσιμον

Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

Ἦχος αˊ

Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

Ἦχος αˊ

Κατανυκτικὸν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος αˊ

Μαρτυρικὸν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Θωμᾶς, ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετˊ αὐτῶν, ὅτε εἰσῆλθες Χριστὲ κεκλεισμένων τῶν θυρῶν• ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν. Οὐκ ἀπηξίωσας δὲ ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας• ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα• ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἦχος βˊ

Ὤφθης τοῖς ἱεροῖς σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν τὸ θεῖον Πνεῦμά σου.

Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Ἦχος βˊ

Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δούς, τῷ Θωμᾷ ἐβόησε• Δεῦρο Ἀπόστολε ψηλάφησον παλάμας αἷς τούς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας, εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν• ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Τῌ ΤΡΙΤῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἀναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι τῶν θυρῶν τοῖς φίλοις σου, παντοδύναμε, καὶ τῷ Θωμᾷ ἀπιστήσαντι τῶν ἥλων ὑπέδειξας διατρήσεις καὶ πλευράς, τὴν ἐκ λόγχης ἐκκέντησιν, βεβαιῶν αὐτὸν καὶ πιστούμενος Λόγε, ὡς αὐτὸς εἶ ὁ διˊ οἶκτον ὑπομείνας, σωτηριώδη παθήματα.

Ἦχος δˊ

Τὴν πολλὴν συγκατάβασιν, καὶ διˊ οἶκτον ἀμέτρητον καθορῶν μου κένωσιν, μὴ ἀμφίβαλε, ἀλλὰ πιστώθητι Δίδυμε, ὁ Κύριος ἔφησεν, ὡς αὐτὸς ἐγώ εἰμι, ὁ παθὼν καὶ τριήμερος, ἐκ τοῦ μνήματος ἀναστάς, καὶ τοῦ ᾍδου τὰ ταμεῖα, ἐκκενώσας καὶ ζωώσας, τοὺς ἀπ αἰῶνος τεθνήξαντας.

Ἦχος δˊ

Ἐκπλαγεὶς ὡς ἑώρακεν, ὁ Θωμᾶς ἀνεβόησεν· ὁπηνίκα εἶδέ σε, Παντοδύναμε. Σὺ εἶ Θεός μου καὶ Κύριος, πιστεύω φιλάνθρωπε, ὡς αὐτὸς εἶ ὁ παθών, καὶ τὰ πάθη ἰώμενος, τῶν ψυχῶν ἡμῶν, προσκυνῶ σου τὸ κράτος, καὶ τῷ κόσμῳ, διαγγέλλω τὴν φρικτήν σου, καὶ παντοδύναμον Ἔγερσιν.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δούς, τῷ Θωμᾶ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀναστάσιμον

Ἦχος αˊ

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Κατανυκτικὸν

Ἦχος αˊ

Ὅτι ἐννοίαις πονηραῖς καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Ἦχος αˊ

Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν Δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω Κύριε ἡ θυσία τῶν ψυχῶν ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς, φιλάνθρωπε.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Μετὰ τὴν Ἐγερσίν σου Κύριε συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης εἰρήνην παρέχων αὐτοῖς, πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος αˊ

Ἀναστάσιμον, Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως λύσας φόβον, δυνάμει Σταυροῦ.

Κατανυκτικὸν

Εἰ ὁ δίκαιος μόλις σῴζεται· ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεὸς καὶ σῶσόν με.

Μαρτυρικὸν

Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον σταυρόν, καὶ τελέσαντες τὸν δρόμον ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διˊ ὑμῶν πᾶσιν ἰάματα.

Θεοτοκίον

Ἄρρηκτον τεῖχος κεκτημένοι πιστοί, τὴν Θεοτόκον Μαρίαν δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῇ· παρρησίαν γὰρ ἔχει πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, καὶ πρεσβεύειν καὶ σῴζειν ἀπὸ ὀργῆς καὶ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τὸν Ἀπόστολον πάντες καὶ μαθητὴν τοῦ Χριστοῦ, εὐφημήσωμεν ὕμνοις ἐπὶ τῇ μνήμῃ αὐτοῦ· θεοπρεπῶς γὰρ τὰς ἡμῶν διανοίας αὐτὸς τύπους τῶν ἥλων ψηλαφῶν, βεβαίαν πίστιν ἐκζητῶν, ἐστήριξεν ἐν τῷ κόσμῳ καὶ δυσωπεῖ τὸν Σωτῆρα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάρια

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ

Ἦχος αˊ

Ἀναστάσιμον

Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.

Ἦχος αˊ

Μαρτυρικὸν

Οὗτοι οἱ στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς, ἀφοβίαν καὶ εἰρήνην ἐδίδου, εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον, τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Ὑμνήσωμεν πιστοί, ἀπαύστως σὺν Ἀγγέλοις, Χριστὸν τὸν ἀναστάντα, τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ἦχος βˊ

Θωμᾶς σου τὴν πλευρὰν εὔσπλαγχνε ψηλαφήσας, πρὸς πίστιν ἐπανῆλθε, καὶ ἡμεῖς διˊ αὐτοῦ σε, Θεὸν λοιπὸν ἐπέγνωμεν.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Υἱούς σου ἐν σοί.

Ἦχος βˊ

Νέμεις ὦ λυτρωτά, εἰρήνην τῷ λαῷ σου, ἐξαναστὰς τοῦ τάφου, καὶ κόσμον συνεγείρας, ἐξ ᾍδου Παντοδύναμε.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς οἰκονομικῶς οὐχ εὑρέθη μετˊ αὐτῶν· ἔλεγε γάρ, οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Ψηλάφησον λέγει τῷ Θωμᾷ, ἐκ νεκρῶν τριήμερος, ἐξαναστὰς ὁ φιλάνθρωπος, καὶ ἴδε χεῖράς μου, καὶ ποδῶν τὰς τρήσεις, καὶ πλευρὰς τὴν πόρωσιν, καὶ γνῶθί με Θεὸν ἀναλλοίωτον, γεῶδες φύραμα, κατˊ οὐσίαν μορφωσάμενον, καὶ τὸ πάθος ἐν αὐτῷ δεξάμενον.

Ἦχος αˊ

Ἠπόρει τὰς τρήσεις ἐνορῶν τῶν ποδῶν ὁ Δίδυμος, καὶ τῶν χειρῶν τὰ τυλώματα, καὶ ἦν θαμβούμενος τὸ φρικῶδες θαῦμα, καὶ χειρὶ τὴν ἄχραντον πλευρὰν καὶ ψηλαφῶν καὶ θεώμενος, ἐξ ὧν ὑπέδειξεν, ἀναμφίβολον τοῖς ἔθνεσι, τὴν ἐκ τάφου τριήμερον Ἔγερσιν.

Ἦχος αˊ

Λαμβάνω μεγίστην χαρμονήν, σὴν Σωτήρ μου Ἔγερσιν, βεβαιουμένην θεώμενος, ἐξ ὧν ἠξίωται, τολμηρῶν πραγμάτων ὁ Θωμᾶς ἐφάψασθαι· διό σε τὸν ἁπλοῦν δογματίζομεν, Θεὸν καὶ ἄνθρωπον, ἐνεργείας δύο φέροντα, οὐσιώδεις τῶν ἐξ ὧν συντέθεισαι.

Δόξα... Καὶ νῦν...Ἦχος δˊ

Κύριε, τῇ ἀστέκτῳ τῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν τὴν πλευρὰν ἐξεγύμνωσας, καὶ τραυμάτων σου χειρῶν καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· Ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρὶ τῆς σῆς διπλῆς οὐσίας ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Σταυρώσιμον

Ἦχος αˊ

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.

Ἀναστάσιμον

Ἦχος αˊ

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.

Μαρτυρικὸν

Ἦχος αˊ

Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε. Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα· φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα Ὁμοούσιον.

Δόξα... Καὶ νῦν...Ἦχος αˊ

Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἤλων δεῦρο ψηλάφησον πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος αˊ

Σταυρώσιμον

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος οὐκ ἄνθρωπος, ἀλλˊ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς δόξα σοι.

Ἀναστάσιμον

Ὁ Ἰσαὰκ ἐν τῷ βουνῷ ἀνηνέχθη, ὁ Ἰωνᾶς ἐν τῷ βυθῷ κατηνέχθη καὶ ἀμφότεροι τὸ πάθος σου Σωτὴρ ἐξεικόνιζον, ὁ μὲν τὰ δεσμὰ καὶ τὴν σφαγὴν ὁ δὲ τὴν ταφὴν καὶ τὴν ζωήν, τῆς παραδόξου Ἐγέρσεώς σου, Κύριε, δόξα σοι.

Μαρτυρικὸν

Τὰς ἀλγηδόνας τῶν Ἁγίων ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Σταυροθεοτοκίον

Οἱ τὴν σὴν προστασιαν κεκτημένοι Ἄχραντε καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες εὐσεβῶς μεγαλύνομεν.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἁψάμενος χειρί, τῆς πλευρᾶς τῆς ἀστέκτου, ὁ Δίδυμος Θωμᾶς, οὐκ ἐφλέχθη τῇ ψαύσει, ἀλλˊ ἔμεινε τοὺς μώλωπας ψηλαφῶν ἀκριβέστερον, καὶ φθεγγόμενος τῷ διˊ ἡμᾶς λογχευθέντι· Σύ μου Κύριος, σὺ καὶ Θεός μου ὑπάρχεις, κἄν πάθος ὑπήνεγκας.(Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἐορτῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ

Ἦχος αˊ

Σταυρώσιμον

Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.

Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ Ἀναστάσει, σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Ἦχος αˊ

Μαρτυρικὸν

Ὑμᾶς πανεύφημοι Μάρτυρες οὐ θλίψεις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμὸς οὐδὲ μάστιγες οὐ θυμὸς θηρῶν οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τῶν πόνων ὑμῶν μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε. Ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν...Ἦχος πλ. δˊ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν λέγει τῷ Θωμᾶ· Δεῦρο ψηλάφησον καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Ὢ θαύματος καινοῦ! ὢ παραδόξου τρόπου! πῶς χόρτος οὐκ ἐφλέχθη, ἡ χεὶρ τοῦ Ἀποστόλου, πυρὶ τῷ τῆς Θεότητος!

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ἦχος βˊ

Σπεύσωμεν καὶ ἡμεῖς, τὰς χεῖρας ἁγιάσαι, τῇ τῶν παθῶν ἀργίᾳ, καὶ οὕτω τοῦ Δεσπότου, τῆς πλευρᾶς ἐφαψόμεθα.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Υἱούς σου ἐν σοί.

Ἦχος βˊ

Ἐγκαίνισον ψυχὴ πάσας σου τὰς αἰσθήσεις, πρὸς θείαν θεωρίαν· Χριστὸς γὰρ οὕτω θέλει, τελεῖσθαι τὰ ἐγκαίνια.

Δόξα... Καὶ νῦν... Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Ὅρα μοι νοητῶς τὴν ἀλλαγὴν τοῦ κόσμου, καὶ κόσμησον τὰ ἔνδον, ταῖς ἀρεταῖς ὡς φύλλοις ψυχή, καὶ ὡραΐσθητι.

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Κόλπους μὴ λιπὼν τοὺς πατρικούς, ὤφθης ἐπὶ γῆς σαρκοφόρος διˊ εὐσπλαγχνίαν Χριστέ, πάθος τε καὶ θάνατον καταδεξάμενος ἐξανέστης τριήμερος, θυρῶν κεκλεισμένων ἔνδον εἰσελήλυθας, ὡς παντοδύναμος· ὅθεν, τὴν πλευράν σου τὴν θείαν, χαίρων ὁ Θωμᾶς ψηλαφήσας, Κύριον καὶ κτίστην σε ἐδόξασεν.

Ἦχος βˊ

Ἥλοις προσηλώθης τῷ Σταυρῷ, λόγχῃ τὴν πλευρὰν ἐκεντήθης, χολῆς ἐγεύσω Χριστέ, θάνατον ὑπέμεινας, τάφῳ τεθεὶς ὡς νεκρός, ὡς Θεὸς δὲ συνέτριψας, δεσμοὺς τούς τοῦ ᾍδου καὶ συνεξανέστησας τοὺς ἀπˊ αἰῶνος νεκρούς· ὅθεν, τὰς σφραγῖδας μὴ λύσας, σοῦ τοῖς Μαθηταῖς ἐνεφάνης, τὴν σὴν ἐξανάστασιν πιστούμενος.

Ἦχος βˊ

Πάσχα ἡ παροῦσα Ἑορτή, Πάσχα μυστικόν, Πάσχα θεῖον Πάσχα σωτήριον, Πάσχα πρὸς ἀθάνατον ζωὴν μετάγον ἡμᾶς, Πάσχα πᾶσαν κατήφειαν ἐξαῖρον ἐκ μέσου, Πάσχα τὴν εὐφρόσυνον χάριν διδὸν Μαθηταῖς· ὅθεν, ὁ Θωμᾶς ἀνεβόα· Κύριος Θεός μου ὑπάρχεις ὁ σκυλεύσας ᾍδου τὰ βασίλεια.

Δόξα... Καὶ νῦν... Ἦχος δˊ

Ὧ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ· ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀναστάσιμον

Ἦχος αˊ

Τῷ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε δόξα σοι.

Ἀποστολικὸν

Ἦχος αˊ

Ἡ τῶν Ἀποστόλων παναρμόνιος λύρα ἐξ Ἁγίου Πνεύματος κινουμένη τὰς τῶν στυγηρῶν Δαιμόνων τελετὰς κατήργησε, καὶ τὸν ἕνα Κύριον κηρύξασα, ἔθνη ἐλυτρώσατο τῆς πλάνης τῶν εἰδώλων καὶ προσκυνεῖν ἐδίδαξε, Τριάδα Ὁμοούσιον.

Μαρτυρικὸν

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλˊ οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος δˊ

Ὢ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς, ὁ Δεσπότης· σύ μου εἶ καὶ Θεὸς ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου

Ἀναστάσιμον Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, ἐγείρας τὸν Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοι ζωοδότα· Δόξα τῷ θείῳ πάθει σου Χριστέ, δόξα τῇ Ἀναστάσει σου. δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Ἀποστολικὸν

Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τοὺς Βασιλεῖς, καὶ τὴν Πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν Ἦχος αˊ Τὸν τάφον σου Σωτὴρ

Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι Δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

Θεοτοκίον

Προφῆταί σε τρανῶς, προκατήγγειλαν Κόρη, Μητέρα τοῦ Θεοῦ, καὶ Ἀπόστολοι θεῖοι, ἐν κόσμῳ ἐκήρυξαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν· ὅθεν ἅπαντες, εὐσεβοφρόνως τιμῶντες, ἀνυμνοῦμέν σε, καὶ Θεοτόκον κυρίως, ἀεὶ ὀνομάζομεν.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἰδών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα· δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλάς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασιν.(Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἐορτῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος αˊ

Ἀναστάσιμον

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ. Ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρὸν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον Κύριε, δόξα σοι.

Ἦχος αˊ, Τῶν οὐρανίων ταγμάτων

Ἀποστολικὸν

Πέτρον καὶ Παῦλον συμφώνως ἀνευφημήσωμεν, Λουκᾶν, Ματθαῖον, Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν, Θωμᾶν, Βαρθολομαῖον, Σίμωνα τὸν Κανανίτην, Ἰάκωβον, Φίλιππον, καὶ τὴν ὁμήγυριν πᾶσαν τῶν Μαθητῶν, ἐπαξίως εὐφημήσωμεν.

Ἦχος αˊ

Μαρτυρικὸν

Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἑπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, τῷ Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπˊ οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος δˊ

Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλˊ ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς, τῆς Ἐγέρσεως αὐτοῦ ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Ἐφραθᾶ

Κατήφεια παθῶν, καὶ λογισμῶν ἡ ζάλη, μακρὰν ἐξοριζέσθω, καὶ οὕτως ἐξανθήσει τὸ ἔαρ τὸ τῆς πίστεως.

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ἦχος βˊ

Ὤφθης τοὶς ἱεροῖς, σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, διˊ αὐτῶν ἐγκαινίζων, τὸ θεῖον Πνεῦμα σήμερον.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Υἱούς σου ἐν σοί.

Ἦχος βˊ

Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Μεθˊ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Ἰησοῦ Βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ, τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Δικαιοσύνης ἐσθῆτα, περιβαλλόμενοι λευκὴν ὑπὲρ χιόνα, τῇ παρούσῃ τοῦ Πάσχα, ἡμέρᾳ εὐφρανθῶμεν, ἐν ᾗ ὁ Χριστός, δικαιοσύνης ὡς ἥλιος, ἐκ τῶν νεκρῶν ἀνατείλας πάντας ἡμᾶς, ἀφθαρσίᾳ κατεφαίδρυνεν.

Ἦχος αˊ

Ἡ βασιλὶς καὶ κυρία, τῶν ἑορτῶν Ἑορτή, ἡ νῦν ἐστὶν ἡμέρα ἣν ἐποίησεν ὄντως, ὁ Κύριος, ἐν ταύτῃ, ὡς ψάλλει Δαυΐδ, μυστικῶς εὐφρανθῶμεν λαοί· τῶν γὰρ θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, τὴν εἰρήνην ἐδωρήσατο.

Ἦχος αˊ

Ἡ τοῦ Θωμᾶ ἀπιστία τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμῶνος, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν, καὶ ποδῶν τολμηρότερον, ἐμψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.

Δόξα... Καὶ νῦν...Ἦχος βˊ

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς, ἀφοβίαν καὶ εἰρήνην ἐδίδου, εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς ὅτι ἀνέστην ἐκ νεκρῶν, φέρε ὧδε τήν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Σταυρώσιμον

Ἦχος αˊ

Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες σῳζόμεθα πάντες.

Ἀναστάσιμον

Ἦχος αˊ

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Μαρτυρικὸν

Ἦχος αˊ

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Δόξα... Καὶ νῦν...Ἦχος πλ. δˊ

Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον καὶ γίνου μοι πιστὸς καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου

Τοῦ λίθου σφραγισθέντος Ἦχος αˊ

Σταυρώσιμον

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων, Παράδεισον ἠνέῳξας Σωτὴρ τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε· Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

Ἀναστάσιμον

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν· Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Μαρτυρικὸν

Ἀθλήσεως καύχημα καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.

Σταυροθεοτοκίον Τὸν τάφον σου Σωτὴρ

Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρὸν ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὁλολύζουσα· Πῶς ἐνέγκω σου τὴν ὑπὲρ λόγον Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια Πάθη, Θεὲ ὑπεράγαθε.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Μακάριος εἶ σὺ τὰς πληγὰς ψηλαφήσας, τῆς κρείττονος πλευρᾶς, τοῦ τὸ μέγιστον τραῦμα, τοῦ Ἀδὰμ ἰατρεύσαντος, καὶ ἡμῖν τοῖς πιστεύσασι, τὸν ἀνώλεθρον, μακαρισμόν προξενήσας, μόνοις ῥήμασι, τοῖς τῶν σεπτῶν Ἀποστόλων, τὴν τούτου Ἀνάστασιν.(Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἐορτῆς

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος αˊ

Σταυρώσιμον

Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε, δόξα σοι.

Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

Ἦχος αˊ

Μαρτυρικὸν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν...Ἦχος πλ. δˊ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτὴρ οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Ἦχος δˊ

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ὡς γενναῖον ἐν Μάρτυσιν

Σταυρωθεὶς τὸν Παράδεισον, τοῖς ἀνθρώποις ἠνέῳξας, καὶ νεκροὺς συνήγειρας, ἡ ζωὴ ἡμῶν, καὶ ἐξανέστης τὸν θάνατον, ἑλὼν τῇ δυνάμει σου, καὶ συνῆψας οὐρανοῖς, ἀληθῶς τὰ ἐπίγεια καὶ ἐπλήρωσας, θυμηδίας ἀπλέτου, Θεοῦ Λόγε, τὸν χορὸν τῶν Ἀποστόλων, τούτοις εἰρήνην φθεγξάμενος.

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ἦχος δˊ

Ἡ φθορὰ ἐξωστράκισται· ἀφθαρσία ἐξήνθησεν· ὁ δεσμὸς ὁ χρόνιος διαλέλυται, οἱ οὐρανοὶ εὐφραινέσθωσαν, γῆ καὶ τὰ ἐπίγεια· ἐξανέστη γὰρ Χριστός, ἐσκυλεύθη ὁ θάνατος, ἡ εὐφρόσυνος, ἐπεφάνη ἡμέρα, κεκλεισμένων, τῶν θυρῶν ἔνδον εἰσῆλθεν ὁ Ζωοδότης καὶ Κύριος.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Υἱούς σου ἐν σοί.

Ἦχος δˊ

Τῇ ἡμέρᾳ ὁ Κύριος, ἣν ἐποίησε σήμερον, ἀγαλλιασώμεθα εὐφραινόμενοι, ὁ Ζωοδότης ἐγήγερται, ὁ ᾍδης ἐσκύλευται, Ἀποστόλων ὁ χορὸς τὴν χαρὰν ἀκουτίζεται, ἐψηλάφησε, τὴν πλευρὰν τοῦ Δεσπότου, ἀπιστήσας, ὁ Θωμᾶς, καὶ ψηλαφήσας διπλῆν οὐσίαν ἐκήρυξε.

Δόξα... Καὶ νῦν...Ἦχος πλ. δˊ

Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστὸς καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος εὔσπλαγχνε δόξα σοι.

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν δόξα σοι.

Ἦχος αˊ

Μεθˊ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ, τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἦχος αˊ

Θωμᾶς ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μέτˊ αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ ἀγαθὲ ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας· ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεόν οὐ γυμνὸν καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δοξαστικὸν, Ἦχος πλ. βˊ Τῶν θυρῶν κεκλεισμένων ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμὰς οἰκονομικῶς οὐχ εὑρέθη μέτˊ αὐτῶν· ἔλεγε γάρ, οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευρὰν ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος· ἴδω, πῶς οὐκ ἦν ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι. Θεοτοκίον, >Ἦχος αˊ

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν ἀσωμάτων τὸ ᾆσμα καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος, αὕτη, τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον

Ἦχος α΄

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Ἦχος α΄

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτὴν καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Ἦχος α΄

Δεῦτε λαοὶ ὑμνήσωμεν καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Ἦχος α΄

Τῷ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α΄

Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές διˊ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος αˊ

Ἀναστάσιμον

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος, Ἀγγέλου, ἐγένοντο κηρύττοντος γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα... Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι, ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας, δυνάμει σταυροῦ.

Καὶ νῦν... Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Τῷ φόβῳ τῶν Ἑβραίων κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός, καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγώ εἰμι ὁ διὰ σὲ παθητός.(Δίς)

Κανών αˊ, ᾨδὴ αˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλˊ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Κανών αˊ, ᾨδὴ γˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε».

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς

Ἦχος πλ. βˊ

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθˊ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε».

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Κανών αˊ, ᾨδὴ εˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε».

Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.

Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.

Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ςˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.

Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.

Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Κανών αˊ, ᾨδὴ ζˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλˊ ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν διˊ ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας,

Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, τῆς Ἑορτῆς

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάρια

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος αˊ

Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος καὶ δοξάζομεν σου τὴν Ἀνάστασιν.

Ἦχος αˊ

Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

Ἦχος αˊ

Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας τῇ Ἀναστάσει σου Χριστὲ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Ἦχος αˊ

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ. Ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. βˊ

Μεθˊ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Ἰησοῦ Βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν· ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος, οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, διˊ ἄμετρον ἔλεος.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ἦχος αˊ

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης, Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Ἦχος αˊ

Ὡς θέλεις ψηλάφησον Χριστός, τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα, καὶ γνῶθί με, ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Δόξα... Καὶ νῦν... Ἦχος αˊ

Τῶν Μαθητῶν δισταζόντων τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε ψηλάφησον παλάμας, αἷς τούς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε καὶ μετὰ φόβου ἐβόησεν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον βˊ Ἦχος ὁ αὐτὸς Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφˊ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γˊ Ἦχος πλ. αˊ Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Μεγαλυνάριον

Ἦχος αˊ

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν».

Κοινωνικὸν

Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών. Ἀλληλούϊα.

Комментарии для сайта Cackle