Εˊ ΕΒΔΟΜΑΔΟΣ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Μεγίστους ἐν καιρῷ, πιστοὶ ἐπιδειξώμεθα, τῆς ἐγκρατείας πόνους, ὅπως μεγίστης δόξης ἐπιτύχωμεν ἐλέει, τοῦ μεγάλου Θεοῦ καὶ Βασιλέως, ἀπολυτρούμενοι, τῆς φλογὸς τῆς γεέννης.

Ἦχος βαρὺς

Καταφρονήσαντες πάντων

Τὸν χρόνον τῆς Νηστείας, νῦν ὑπερμεσάσαντες, ἀρχὴν ἐνθέου δόξης, σαφῶς ἐπιδειξώμεθα, καὶ εἰς τέλος ἐναρέτου πολιτείας, φθάσαι θερμῶς σπεύσωμεν, ὅπως ληψώμεθα, τὴν τρυφὴν τὴν ἀγήρω.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος βαρὺς

Ὑπερμεσάσαντες ταύτην, τὴν ἱερὰν τῆς Νηστείας περίοδον, πρὸς τὸ μέλλον ἐν χαρᾷ, διευθυδρομήσωμεν, εὐποιΐας ἐλαίῳ, τὰς ψυχὰς ἀλειφόμενοι, ὅπως ἀξιωθῶμεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τὰ θεῖα Παθήματα, προσκυνῆσαι, προφθάσαι, καὶ τὴν φρικτὴν καὶ ἁγίαν Ἀνάστασιν.

Προκείμενον Ἦχος πλ. δˊ

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ.Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ.Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Ἀπόστιχα

Ἦχος βαρὺς

Ἰδιόμελον

Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.

Ἦχος πλ. βˊ

Ἕτερον Ἰδιόμελον Ποίημα Στεφάνου

Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλˊ ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.

Μαρτυρικόν

Ἦχος πλ. βˊ

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. βˊ

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον Παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε διˊ ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα τοὺς ἀθέους τυράννους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Τὴν ὡραιότητα

Ὁ ὡραιότατος, καιρὸς ἐφέστηκεν, ἡ ἀξιέπαινος, ἡμέρα ἔλαμψε, τῆς ἐγκρατείας ἀδελφοί, σπουδάσωμεν καθαρθῆναι, ὅπως ἐποφθείημεν, καθαροὶ τῷ Ποιήσαντι, καὶ τῆς ὡραιότητος, τῆς αὐτοῦ ἐπιτύχωμεν, πρεσβείαις τῆς αὐτὸν κυησάσης, μόνης ἁγνῆς Θεομήτορος.

Θεοτοκίον Αὐτόμελον

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βαρὺς

Κύριε ἡμεῖς ἑσμὲν

Κύριε ὁδοὺς ἡμῖν προφθάσαι, τὴν σήμερον ἡμέραν, Ἑβδομάδα ἁγίαν, προλάμπουσαν φαιδρῶς, τῆς Λαζάρου ἐκ νεκρῶν ἐγέρσεως φρικτῆς, ἀξίωσον τοὺς δούλους σου, τῷ φόβῳ σου πορεύεσθαι, τὸ στάδιον τῆς Νηστείας, ἄπαν διανύοντας.

Θεοτοκίον

Τιμιωτέρα τῶν ἐνδόξων Χερουβίμ, ὑπάρχεις Παναγία Παρθένε· ἐκεῖνα γὰρ τὴν θείαν μὴ φέροντα δύναμιν, πτέρυξι κατακεκαλυμμένῳ προσώπῳ, τὴν λειτουργίαν ἐπιτελοῦσιν· αὐτὴ δὲ σεσαρκωμένον τὸν Λόγον, αὐτόπτως ὁρῶσα φέρεις, ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος γˊ

Ὁ τὰ ὕδατα

Τὰς ἡμῶν διανοίας, θείῳ ἀρότρῳ νεώσαντες, τῆς ἐνθέου Νηστείας, ἀρετῶν ἄσταχυν καρποφορήσωμεν, ὅπως μὴ πεινάσωμεν εἰς τὸν αἰῶνα τρυφῶντες, τρυφὴν τὴν ἀδάπανον, ἐπαγαλλόμενοι.

Πολυχρόνια πάθη, ἔνδοθεν φέρω σκοτίζοντα, τὴν ἀθλίαν ψυχήν μου, πρὸς τὴν σὴν ἄχρονε, Λόγε ἀνάρχου Πατρός, δύναμιν ἀήττητον, συντετριμμένῃ καρδίᾳ, προσπίπτω καὶ δέομαι· Οἴκτειρον σῶσόν με.

Ἡ καλλίστη νηστεία, τρέφει καρδίας, πιαίνουσα λογισμοὺς θεαρέστους, καὶ παθῶν ἄβυσσον ἀποξηραίνουσα, ὄμβροις κατανύξεως, ἀποκαθαίρει τοὺς πίστει, αἴνεσιν προσάγοντας, τῷ Παντοκράτορι.

Θεοτοκίον

Πολυώνυμε Κόρη, χαίροις ἁγία Παρθένε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν καύχημα, κατάρας λύτρωσις, κλῖμαξ ἐπουράνιε, ἀκατανόητον θαῦμα, βάτε ἀκατάφλεκτε, γῆ ἀγεώργητε.

Κανών βˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος βαρὺς

ᾍσωμεν τῷ Κυρίῳ

Τὸ ζωηφόρον Ξύλον, προσκυνήσαντες, ἐντεῦθεν ἴωμεν, διˊ ὁδοῦ τῆς νηστείας, πρὸς τὸ Πάθος τοῦ Χριστοῦ, ἀγαλλόμενοι.

Χριστῷ ἀκολουθοῦντες, ἀρνησώμεθα Κόσμον, καὶ ἄρωμεν τὸν Σταυρὸν ἐπὶ ὤμων, συμμορφούμενοι αὐτοῦ, τοῖς θείοις Πάθεσι.

Δόξα...

Τὴν ἐν τρισὶ προσώποις, ὑπερούσιον μίαν Θεότητα, ἀνυμνήσωμεν πάντες, τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

Ὃν ἀκατανοήτως, ἀπεκύησας, φθορὰν μὴ γνοῦσα Ἁγνή, Ἰησοῦν τὸν Σωτῆρα, ἐξιλέωσαι καὶ νῦν , ὑπερ τῶν δούλων σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὅταν ἔλθῃς ἐν δόξῃ, μετὰ τῶν Ἀγγέλων, κρῖναι τὰ σύμπαντα, καλὴν ἀπολογίαν, ἀποδοῦναί σοι Χριστέ, ἡμᾶς καταξίωσον.

Ὁ Εἱρμὸς

«ᾍσωμεν τῷ Κυρίῳ, τῷ βυθίσαντι, πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Βαβυλωνία κάμινος

Ταῖς βλαβεραῖς τοῦ ὄφεως, πλάναις ἐξελκόμενος, καὶ δελεαζόμενος τὸν νοῦν, καθˊ ἡμέραν τῷ ἄλγει μου, προστίθω Σῶτερ ἄλγος· διὸ κραυγάζω σοι· Ἰατρὲ τῶν νοσούντων, ἐπίστρεψον σῶσόν με.

Νενηστευκὼς ἀνέστησε, παῖδα Σωμανίτιδος πάλαι, δυναμούμενος σοφῶς, Ἐλισσαῖος τῷ πνεύματι, ἡμεῖς δὲ νεκρωθέντες, ταῖς ἡδοναῖς τῶν παθῶν, ζωηφόρῳ Νηστείᾳ, πιστοὶ ἀναζησώμεθα.

Τοὺς Νινευΐτας ἔσωσας, Κύριε φιλάνθρωπε πάλαι, μεταγνόντας ἐν κλαυθμῷ, καὶ νηστείᾳ, ὡς εὔσπλαγχνος, ἡμᾶς δὲ τῷ ἐλέει τῷ σῷ οἰκτείρησον, ἀποροῦντας διˊ ἔργων, ἐξομολογεῖσθαί σοι.

Θεοτοκίον

Ἡ μετὰ τόκον ἄφθορος, μείνασα πανάμωμε, λύτρωσαι δεόμεθα Ἁγνή, καταφθορᾶς τοὺς δούλους σου, πιστῶς τοὺς μελῳδοῦντας ἐν ὁμονοίᾳ ψυχῆς. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βαρὺς

Τὸν φοβερὸν τοῖς Χερουβὶμ

Τῆς ἐγκρατείας σὺν Θεῷ, τὴν νύσσαν ἔχοντες πιστοί, τὸ λοιπὸν νεανικῶς διαδράμωμεν ἅγιον στάδιον, καὶ στεφηφορήσωμεν.

Τὴν ἀκαρπίαν καθορῶν, τῆς πολυνόσου μου ψυχῆς, ἔτι ἔμμεινον Χριστέ, καὶ μὴ ἐκκόψῃς με, ὡς τὴν συκῆν ἐκείνην, τὴν ἐπικατάρατον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Μοναρχικώτατε Τριάς, καὶ τρισυπόστατε Μονάς, Πάτερ, Υἱὲ καὶ τὸ Πνεῦμα, ἐκ παντοίων ῥῦσαι, πειρασμῶν καὶ κινδύνων, τοὺς σὲ ἀναμέλποντας.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε τὸ ὄρος τοῦ Θεοῦ, χαῖρε ἀείφωτε λαμπάς, χαῖρε νέε οὐρανέ, χαῖρε νοῦς ἀστράπτων, χαῖρε ναὲ Κυρίου, χαῖρε Πανύμνητε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸν φοβερόν σου ἐτασμόν, κατανοούμενος Χριστέ, φρίττω τρέμω καὶ βοῶ, ὁ ἀμέτρητον ἔχων, τὸ μέγα ἔλεος, σῶσόν με τὸν δείλαιον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν ὕριον

Ὁ Εἱρμὸς

«Τὸν φοβερὸν τοῖς Χερουβίμ, καὶ θαυμαστὸν τοῖς Σεραφίμ, καὶ τοῦ Κόσμου ποιητήν, Ἱερεῖς καὶ δοῦλοι, καὶ πνεύματα Δικαίων, ὑμνεῖτε τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Καινὸν τὸ θαῦμα

Κρατῆρα θεῖον, πλήσασα νυνί, κατανύξεως, ἡ τῆς Νηστείας χάρις, σαφῶς συγκαλεῖται ἅπαντας, πιστοὺς ἐκβοῶσα· Μετˊ εὐφροσύνης δεῦτε ἀπολαύσατε, τὴν μέθην παθῶν ἀποβαλόντες, ἵνα μελλούσης, ἀξιωθείητε παρακλήσεως.

Ἐγγὺς ἡ κρίσις, πρόσεχε ψυχή, συνειδήσεως ἐπιμελοῦ, καὶ πράττε καλῶς, καὶ σὲ ἀκατάκριτον, ἀεὶ συντηροῦσα, εἰ ἑαυτοὺς δὲ ᾧδε διεκρίναμεν, οὐκ ἄν εκεῖ κατεκρινόμεθα, ἄνευ μαρτύρων, ἔνθα ὑπεύθυνοι κατακρίνονται.

Ἀρχαὶ Δυνάμεις, θρόνοι Σεραφίμ, Κυριότητες καὶ Ἐξουσίαι καὶ Χερουβίμ, Ἄγγελοι, Ἀρχάγγελοι, Θεὸν δυσωπεῖτε, τῶν Νηστειῶν τὸν χρόνον διανῦσαι ἡμᾶς, τὸ τούτου εὐάρεστον ποιοῦντας, ἵνα ὡς δοῦλοι, εὐαρεστήσαντες δόξης τύχωμεν.

Θεοτοκίον

Μετὰ Μαρτύρων, μετὰ Προφητῶν, τὴν Τεκοῦσάν σε, μετὰ ὁσίων πάντων Χριστέ, δυσωποῦσαν πρόσδεξαι ἀεί, ὑπὲρ δούλων τῶν παροργισάντων σε, τὸν μόνον φιλάνθρωπον Δεσπότην, ὃν ἐπουράνιαι Τάξεις τρέμουσι.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βαρὺς

Τὴν ὑπὲρ φύσιν Μητέρα

Τὸν γαληνὸν τῆς Νηστείας, ἐν τῇ τοῦ Πνεύματος αὔρᾳ ὑπερπεράσαντες πλοῦν, πρὸς τὸν λιμένα, τῶν Παθημάτων Χριστοῦ, καταντῆσαι ἐπευξώμεθα.

Τὴν Χαναναίαν ζηλώσας, Ἐλέησόν με βοῶ σοι· Υἱὲ Δαυῒδ ὁ Θεός, καὶ ἴασαί μου, τὴν ἀσθενοῦσαν ψυχήν, ὡς ἐκείνης τὸ θυγάτριον.

Δόξα...

Τὴν τῆς Θεότητος φύσιν, ἑνιζομένην Ούσίᾳ, καὶ χαρακτῆρσι τρισί, τρισσευομένην, Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἀνυμνήσωμεν.

Καὶ νῦν ... Θεοτοκίον

Ἡ ἐν γαστρὶ συλλαβουσα, τὸν ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς, σαρκὶ τεκοῦσα, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὁ δικαιώσας Τελώνην, ἱλάσθητί μοι βοῶντα, κᾀμοὶ τῷ ἁμαρτωλῷ, ἵλεως ἔσο, ὁ τῶν ἁπάντων Κριτής, συγχωρῶν μου τὰ ἐγκλήματα.

Ὁ Εἱρμὸς

«Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασιν οἱ πιστοί, καταχρέως μεγαλύνωμεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. δˊ

Τῷ τοῖς λῃσταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων, τοῖς πταίσμασί μου περιπεσών, καὶ ὑπˊ αὐτῶν ἀνηλεῶς κατετρώθην, ἀλλὰ μὴ ἐγκαταλίπῃς με ἀνιάτρευτον, ὁ οὐκ ἐκ Σαμαρείας, ἀλλˊ ἐκ τῆς ἀχράντου Παρθένου παραγενόμενος, Ἰησοῦ τὸ σωτήριον ὄνομα, ἐλέησόν με.

Ἦχος πλ. δˊ

Τῷ τοῖς λῃσταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων, τοῖς πταίσμασί μου περιπεσών, καὶ ὑπˊ αὐτῶν ἀνηλεῶς κατετρώθην, ἀλλὰ μὴ ἐγκαταλίπῃς με ἀνιάτρευτον, ὁ οὐκ ἐκ Σαμαρείας, ἀλλˊ ἐκ τῆς ἀχράντου Παρθένου παραγενόμενος, Ἰησοῦ τὸ σωτήριον ὄνομα, ἐλέησόν με.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος γˊ

Ὅτι αἱ ἀνομίαι ἡμῶν ἀντέστησαν ἡμῖν, ἀνάστα Κύριε, βοήθησον ἡμῖν· σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, καὶ ἐκτός σου ἄλλον οὐ γινώσκομεν. (Δίς)

Προκείμενον Ἦχος πλ. δˊ Ψαλμὸς πγˊ

Τὰ θυσιαστήριά σου Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

Στίχ.Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων!

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΛΖˊ, 33 – ΛΗˊ, 6)

Τάδε λέγει Κύριος ἐπὶ Βασιλέα Ἀσσυρίων. Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπˊ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπˊ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπˊ αὐτὴν χάρακα, ἀλλὰ τῇ Ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαί αὐτὴν διˊ ἐμέ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν Ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἀναστάντες τὸ πρωΐ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σεναχηρείμ, βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευΐ. Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ Θεοῦ αὐτοῦ, πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ, ἀντˊ αὐτοῦ. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου, καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμώς, ὁ Προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνῄσκεις γὰρ σύ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων· Πορεύθητι, καὶ εἶπον Ἐζεκίᾳ· Τάδε λέγει Κύριος ὁ Θεὸς Δαυῒδ τοῦ πατρός σου. Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου, καὶ ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε, καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.

Προκείμενον Ἦχος πλ. δˊ Ψαλμὸς πδˊ

Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου.

Στίχ.Εὐδόκησας, Κύριε, τὴν γῆν σου.

Τῌ ΤΡΙΤῌ ΤΗΣ Εˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος γˊ

Σταυροφανῶς Μωϋσῆς

Ὁ δοὺς ἡμῖν τῆς Νηστείας τὸν χρόνον, τοῦ ἐπιστρέψαι καὶ ζῆσαι, καὶ μηδαμῶς ἀπολέσθαι, Λόγε Θεοῦ, καταξίωσον πάντας, εὐαρεστῆσαί σοι καλῶς, καὶ ἐν θερμῇ κατανύξει, θεραπεῦσαί σε Χριστέ, ὥσπερ ἡ Πόρνη ἡ σώφρων καὶ σεμνή, ἡ ποτὲ τῷ μύρῳ, καὶ ταῖς προσχύσεσι τῶν τῶν πταισμάτων λαβοῦσα τὴν θερμῶν δακρύων, ἄφεσιν.

Ἦχος γˊ

Ὡς ὁ Τυφλὸς ἐκ καρδίας σοι κράζω· Υἱὲ Θεοῦ φώτισόν μου, τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ὡς ἡ πιστὴ Χαναναία βοῶ σοι· Ἐλέησόν με Οἰκτίρμον· καὶ γὰρ ψυχὴν δαιμονιῶσαν, κέκτημαι ταῖς ἡδοναῖς· ἣν ἀπαλλάξας τοῦ σκότους τῶν παθῶν, τὸ λοιπὸν βιῶσαι, καθαρῶς ποίησον, ἵνα δοξάζω σου τὴν πολλὴν ἀγαθότητα.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος βˊ

Ἡ θεόκλητος Μάρτυς

Ἡ θεόφωτος χάρις τῆς ἐγκρατείας, ἡμῖν σήμερον λάμψασα, φαιδρότερον τοῦ ἡλίου, τὰς ψυχὰς ἡμῶν φωταγωγεῖ, ὥσπερ νέφη τὰ πάθη, τῆς ἁμαρτίας ἐκδιώκουσα· διὰ τοῦτο ἅπαντες, δράμωμεν ἐμψύχως, αὐτὴν ἀσπαζόμενοι, χαίροντες τελοῦμεν, τὸ θεῖον στάδιον αὐτῆς, ἧς ταῖς εὐφροσύναις εὐωχούμενοι, βοήσωμεν Χριστῷ· Ἁγίασον τοὺς ταύτην Ἀγαθέ, ἐκτελοῦντας πιστῶς.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς πὲˊ

Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.

Στίχ.Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΓˊ 12–18)

Ἄβραμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁ δὲ Θεὸς εἶπε τῷ Ἄβραμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπˊ αὐτοῦ. Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρός βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς, εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται, ἀναστάς, διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. Καὶ ἀποσκηνώσας Ἄβραμ ἐλθὼν κατῴκησε παρὰ τὴν Δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς πςˊ

Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Στίχ.Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΔˊ, 27 – ΙΕˊ, 4)

Φόβος Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Ἐν πολλῷ ἔθνει, δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Μακρόθυμος ἀνήρ, πολύς ἐν φρονήσει. Ὁ δὲ ὀλιγόψυχος, ἰσχυρὸς ἄφρων. Πραΰθυμος ἀνήρ, καρδίας ἰατρός, σὴς δὲ ὀστέων, καρδία αἰσθητική, ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ ἑαυτοῦ Ὁσιότητι δίκαιος. Ἐν καρδίᾳ ἀγαθὴ ἀνδρὸς ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ὁ δὲ συντηρῶν αὐτήν, πλησθήσεται πνεύματος.

Εἰς τὰ Ἀπόστιχα, τὸ Ἰδιόμελον

Ἦχος βαρὺς

Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσον, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω, τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς σὲ τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων; Ἐπίχεε ἐπ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Ἕτερον Ἰδιόμελον

Ἦχος δˊ

Ἀποσφαλέντες ἐκ παραβάσεως τῆς πρῴην, ἐν Παραδείσῳ τρυφῆς καὶ ἀπολαύσεως, κατήχθημεν εἰς ἀτιμωτάτην ζωήν· τῶν ἀρετῶν γὰρ τὴν πρέπουσαν ἐπαινετὴν διαγωγήν, ἐκδυθέντες τοῖς πταίσμασιν, ὡς λῃσταῖς περιεπέσομεν, ἡμιθανεῖς δὲ τυγχάνομεν, ἐξαμαρτήσαντες τῶν σωτηρίων σου διδαγμάτων. Ἀλλὰ σὲ ἱκετεύομεν, τὸν ἐκ Μαρίας ἐπιφανέντα, καὶ ἀπαθῶς πάθεσι, προσομιλήσαντα Δεσπότην. Κατάδησον ἡμῶν, τοὺς ἐκ τῆς ἁμαρτίας ἐπιγενομένους μώλωπας, καὶ τὸν ἀνείκαστόν σου οἶκτον ἐπίχεον ἡμῖν, τὴν σὴν θεραπευτικὴν ἐπιμέλειαν, ὡς φιλάνθρωπος.

Ἦχος δˊ

Μαρτυρικόν

Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρˊ ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος δˊ

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν,Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Θείας πίστεως

Ζέσει πίστεως διˊ ἐγκρατείας, πάθη φλέξωμεν τῆς ἀκρασίας, καὶ τὸν κρυμὸν τῆς ἁμαρτίας ἐκφύγωμεν, καὶ τῶν δακρύων κρουνοῖς κατασβέσωμεν, τὴν αἰωνίζουσαν φλόγα κραυγάζοντες. Ὑπεράγαθε, ἡμάρτομέν σοι, ἱλάσθητι καὶ δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβείαις σου, τοῖς ἐνθέοις νάμασι, παρέχουσα σεμνή, τὸ μέγα ἔλεος.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Ὑπερευλογημένη ὑπάρχεις

Ὑπερδεδοξασμένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας, διˊ αὐτῆς Ἡλιοῦ ὁ Προφήτης εὑρίσκει ἅρμα πύρινον, καὶ Μωϋσῆς πλάκας δέχεται. Δανιὴλ τεθαυμάστωται. Ἐλισσαῖος νεκρὸν ἤγειρεν, οἱ Παῖδες τὸ πῦρ κατέσβεσαν, καὶ πᾶς τις Θεῷ οἰκείωται. Αὐτῇ ἐντρυφῶντες βοήσωμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Θεοτοκίον Τὴν ἄχραντον

Τὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι τῶν θλιβόντων με, παρˊ ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ· προφθάνεις γὰρ πάντοτε, τοῖς αἰτοῦσί σε πιστῶς, καὶ λύεις συνεχόμενα, πειρατήρια ἐχθρῶν· ὅθεν εὐχαρίστως βοῶμέν σοι. Δέξαι Δέσποινα βραχέα χαριστήρια, ἀνθˊ ὧν ὑπάρχεις μοι ἐν πᾶσι βοήθειᾳ.

Κανών αˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος γˊ

Ὁ Εἱρμὸς

Πρόσεχε γῆ καὶ οὐρανέ, καὶ ἐνωτίζου τὰ ῥήματά μου· λαλήσω γὰρ τοῖς ἐν γῇ, Θεοῦ θαυμάσια.

Ἀδιαλείπτοις προσευχαῖς, καὶ ἐγκρατείᾳ καὶ θεωρίᾳ, πτερώσωμεν τὰς ψυχάς, πρὸς θεῖον ἔρωτα.

Τῆς ἀκρασίας τὸν κρυμόν, διεκφυγόντες θαλφθῶμεν πάντες, τῆς ἐγκρατείας φωτὶ καὶ θείῳ Πνεύματι.

Ἅλατι θείων ἀρετῶν, τὴν σηπεδόνα τῆς ἁμαρτίας, ἀποβαλοῦσα ψυχή, Θεῷ κολλήθητι.

Θεοτοκίον

Ἐπανεπαύσατο Χριστός, ἐν σῇ τῇ μόνῃ εὐλογημένῃ, καὶ σάρκα τὴν ἑαυτοῦ, ἐκ σοῦ ἐφόρεσεν.

Κανών βˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος βˊ

Προσέχετε λαοὶ

Νηστείαν καθαράν, εὐχὰς δάκρυα, μελέτην τῶν θείων, καὶ πᾶσαν ἄλλην, ἀρετὴν συμποριζόμενοι, τῷ Δεσπότι Θεῷ καὶ νῦν προσοίσωμεν.

Ἡ Εὔα ἁλωτή, καρποῦ γέγονε, ψυχή μου, βλέπε σὺ μὴ δελεάζου, εἰ προσβάλλει σοι ὁ ὄφις ποτέ, συμβουλεύων φαγεῖν σε, ἡδονῆς τοὺς καρπούς.

Δόξα...

Τὰ τρία τῆς μιᾶς, μορφῆς πρόσωπα δοξάζω, Πατέρα, Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων καὶ λαμπρότητα.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ τόκος σου Ἁγνή, φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπˊ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Αἱμόρρουν ἐπαφή, τοῦ κρασπέδου σου, ίάσω Χριστέ μου, κᾀμὲ ἐν πίστει, τοῦ ἐλέους σου ἁπτόμενον, ὑγιῆ ἐκ παθῶν ἀποκατάστησον.

Ὁ Εἱρμὸς

«Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων, τῆς θείας μου δυναστείας, καὶ ἐν τούτῳ ἐπιγνώσεσθε, ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως

Ἐν ἀποκρύφῳ ἐνεδρεύων, καθˊ ἡμέραν ὁ παμπόνηρος, ἐπιζητεῖ με συλλαβεῖν, καὶ κατάβρωμα ποιήσασθαι, αὐτοῦ με τῆς κακίας, ῥῦσαι Σωτήρ, ὁ σώσας τόν, Ἰωνᾶν ἐκ τοῦ κήτους.

Διὰ νηστείας καθαιρόμενοι, ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἀκουσώμεθα τρανῶς, τί λαλήσει ἐν ἡμῖν ὁ Θεός· λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμόν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων.

Ἁμαρτημάτων ἀμαυρότητι, καθˊ ἑκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν, τὰ θαυμάσιά σου Κύριε· διό μου τῆς καρδίας τοὺς ὀφθαλμούς, διάνοιξον Ἰησοῦ φωτοδότα.

Θεοτοκίον

Τῶν οἰκτιρμῶν σου ταῖς ῥανίσιν, Ἀειπάρθενε ἀμόλυντε, τοὺς μολυσμοὺς τοὺς ἐμπαθεῖς, τῆς καρδίας μου ἀπόπλυνον, δακρύων ὀχετούς μοι, παρεκτικούς, καθάρσεως ψυχικῆς δωρουμένη.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν πάλαι δροσίσαντα

Τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ φησὶν οὐ τελευτᾷ. Φοβοῦ τὴν ἀπείλησιν, ὦ ψυχή μου, θεραπεύουσα Χριστόν, ἵνα εὕρῃς ἀπόλαυσιν, ἔνθα πάντων τῶν εὐφραινομένων, ἐστὶν ἡ κατοικία.

Τῇ καύσει πυρέττουσαν, τὴν ψυχήν μου τῶν ἐπιθυμιῶν, ἀνάστησον δέομαι, διˊ ἁφῆς σου, ὡς τὴν τοῦ Πέτρου πενθεράν, ἵνα εὕρῃ δουλεῦσαί σοι, εὐαρέστως ἀνθομολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἀΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ τὸ Πνεῦμα, συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια πρόσωπα, μιᾶς ὄντα τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.

Καὶ νῦν ... Θεοτοκίον

Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται, τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς εὐμενιζομένη ὑπέρ τῶν σὲ ὑμνούντων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὰ ὦτα διάνοιξον, τῆς ψυχῆς μου κωφεύοντα Χριστέ, καὶ γλῶσσάν μου τράνωσον, ὡς τοῦ πάλαι μογγιλάλου καὶ κωφοῦ, ἵνα ἐνωτιζόμενος τῶν φωνῶν σου, ψάλλω, καὶ τῇ γλώττῃ, αἰνῶ σε εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Σὲ τὴν ἀκατάφλεκτον

Φλόγα τοῦ πυρὸς τοῦ ἀσβέστου, κατὰ νοῦν κεκτημένοι, θερμοτάτῳ λογισμῷ τῆς μετανοίας, τῷ πυρὶ νῦν προσέλθωμεν, πάθη φλογίζοντες.

Στόματος νηστεύοντος πάλαι, πυρακτούμενος λόγος, ἐξελθὼν ζηλωτικῶς, κλονεῖ στοιχεῖα, τοῦτον ζήλου ψυχή, καὶ καλῶς πολιτεύθητι.

Βῆμα τὸ φρικτὸν ἐννοοῦσα, παναθλία ψυχή μου, τὰς πορείας σου ἀεί, πρὸς θελημάτων ἀποπλήρωσιν, τοῦ Λυτρωτοῦ διευτρέπιζε.

Θεοτοκίον

Τὴν ἐσκοτισμένην ψυχήν μου, ἡδονῶν ἀμαυρώσει, φωταγώγησον Ἁγνή, ἡ φῶς τεκοῦσα, ἵνα φόβῳ καὶ πίστει, ἀεὶ μεγαλύνω σε.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τὴν ὑπερφυῶς σαρκὶ

Μέλος πᾶν ἡμῶν σαρκός, παραστήσωμεν Χριστῷ, ὅπλα δικαιοσύνης, χεῖρας φησὶν αἴροντες Ὁσίας, χωρὶς ὀργῆς, καὶ τῶν διαλογισμῶν.

Σὺ ποτὲ τοῖς μαθηταῖς, ἐν τῷ πλοίῳ ἐπιστάς, κατέπαυσας Χριστέ μου, μαινομένην θάλασσαν, κᾀμοῦ τὰς τρικυμίας, κόπασον τῶν λογισμῶν.

Δόξα...

Μίαν φύσιν προσκυνῶ, τρία πρόσωπα ὑμνῶ ἕνα Θεὸν τῶν ὅλων τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, τὴν ἀΐδιον ἀρχήν.

Καὶ νῦν ... Θεοτοκίον

Ἡ Ἁγνὴ παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐνταυτῷ τὰ δύο, παρθενεύεις τίκτουσα; Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τό, Πῶς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἐκ λῃστείας με παθῶν, μιανθέντα τὴν ψυχήν, θεράπευσον Χριστέ μου, χέων σου τὸ ἔλεος, ὡς τὸν περιπεσόντα, ὑπὸ χεῖρας τῶν λῃστῶν.

Ὁ Εἱρμὸς

«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί».

Ἀπόστιχα Τριῳδίου

Ἦχος βαρὺς

Ἰδιόμελον

Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος.

Ἦχος βαρὺς

Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος.

Ἦχος βαρὺς

Μαρτυρικόν

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος γˊ

Ὑμνοῦμέν σε πανάχραντε Θεοτόκε, καὶ δοξάζομεν, ὃν ἐκύησας Θεὸν Λόγον, κράζοντες· Δόξα σοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος γˊ

Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ, καὶ ὑπερασπιστής ἐστιν, ἐν ἡμέρᾳ θλίψεως. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς πζˊ

Πτωχὸς ἐγώ εἰμι, καὶ ἐν κόποις ἐκ νεότητός μου.

Στίχ.Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Μˊ, 18–31)

Τάδε λέγει Κύριος· Τίνι ὡμοιώσατε τὸν Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν, μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει εἰκόνα αὐτῷ, καὶ ἵνα μὴ σαλεύηται, οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν, οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τόν οὐρανόν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν· οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπˊ αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; Εἶπεν ὁ Ἅγιος· Ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα, ὁ ἐκφέρων κατˊ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπˊ ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε. Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας. Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστι ἐξεύρεσις ἧς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται, οἱ δὲ ὑπομένοντες τὸν Θεόν, ἀλαλάξουσιν ἰσχύν.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς πηˊ

Ἐξομολογήσονται οἱ Οὐρανοὶ τὰ θαυμάσιά σου.

Στίχ.Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Εˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Τί ὑμᾶς καλέσωμεν

Βρῶμα τὴν ἀγάπην ποιούμενοι, ἐγκρατείᾳ τῶν παθῶν, κατακρατήσωμεν πιστοί, καὶ Θεῷ τῷ διˊ ἡμᾶς, ἀνυψωθέντι ἐν Σταυρῷ, καὶ λόγχῃ, κεντηθέντι τὴν πλευράν, βιῶσαι, εὐαρέστως ἐπειχθείημεν, ἵνα τρυφῆς ἀπολαύσωμεν, αἰωνιζούσης καὶ κρείττονος, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δˊ

Ξύλῳ πάλαι θάνατον εὕρομεν, νῦν δὲ πάλιν τὴν ζωήν, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ, τῶν παθῶν οὖν τὰς ὁρμὰς, ἀπονεκρώσωμεν πιστοί, καὶ φθάσαι, τὴν σωτήριον Ἀνάστασιν, τῶν πάντων Εὐεργέτην δυσωπήσωμεν, πράξεσι θείαις λαμπόμενοι, καὶ ἀρεταῖς καλλυνόμενοι, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος βˊ

Τῶν ὑπὲρ νοῦν ἀγαθῶν

Τὸν ζωηφόρον Σταυρόν, αἰνοῦμέν σου Κύριε, καὶ τὰ καθˊ ἡμᾶς ἱερά, τῆς σαρκός σου παθήματα, τὴν λόγχην τε τὴν σφαγήν, τοὺς γέλωτας τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα καὶ τὰ κολαφίσματα, σὺν τῇ πορφύρᾳ, καὶ τὸ στέφος τὸ ἀκανθόπλεκτον, ἐν οἷς ἐκ τῆς κατάρας πάντας, ἐκλυτρωσάμενος ἔσωσας ἡμᾶς. Διὸ δυσωποῦμέν σε· Τῶν Νηστειῶν τὸν χρόνον, εἰρηνικῶς τελέσαι παράσχου ἡμῖν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς πθˊ

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν.

Στίχ.Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΕˊ, 1–15)

Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἄβραμ ἐν ὁράματι τῆς νυκτός, λέγων· Μὴ φοβοῦ Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἄβραμ· Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἄβραμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτόν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλˊ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς, καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἑλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶπε δὲ πρὸς αὐτόν· Ἐγὼ ὁ Θεός, ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. Εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. Ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε, κατέβη δὲ τὰ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμάς, ἔκστασις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδού, φόβος σκοτεινὸς μέγας ἐμπίπτει αὐτῷ, καὶ ἐρρέθη πρὸς Ἄβραμ. Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῆ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτούς, καὶ κακώσουσιν, αὐτούς, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη, τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ᾧδε μετὰ ἀποσκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς 90

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου.

Στίχ.Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΕˊ, 7–19)

Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρˊ αὐτῷ. Βδέλυγμα Κυρίῳ· Ὁδοὶ ἀσεβῶν, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. ᾍδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. Καρδίας εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Κρεῖσσον μερὶς μικρὰ μετὰ φόβου Θεοῦ, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. Κρεῖσσον ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις. Ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. Ὁδοὶ ἀέργων ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων λεῖαι.

Εἰς τὰ Ἀπόστιχα

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Ἐξοστρακισθεὶς τῆς εὐθείας ὁδοῦ σου, ὑπὸ παθῶν ὁ δύστηνος κατεκρημνίσθην εἰς βάραθρον. Λευΐτης δὲ σὺν Ἱερεῖ ἀθροισθέντες, ἀπηξίωσαν, σὺ δὲ Χριστέ με ἠλέησας, καὶ τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ, τῆς ἁμαρτίας τὸ ἔγγραφον διαρρήξας, τῇ ἀπαθείᾳ ἐλάμπρυνας, καὶ τῷ Πατρὶ σύνεδρόν με πεποίηκας· ὅθεν κραυγάζω· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ἕτερον Ἰδιόμελον

Ἦχος πλ. δˊ

Ἐξ Ἱερουσαλὴμ κατέβην ἀπολισθήσας, τῶν ἐν αὐτῇ τοῖς ἔθνεσιν, γραφέντων ἐνταλμάτων σου· εἰς Ἱεριχὼ δὲ πορευόμενος, τῇ πρὸς μιμήσει ὁρμῇ, τῶν ἐν αὐτῇ πάλαι διὰ κακίαν, ὑπὸ σοῦ πρὸς φόνον ἐκδοθέντων τῷ λαῷ σου, διὰ τῆς παρακοῆς, ψυχοφθόροις ἐνέτυχον πάθεσιν, ὡς λῃσταῖς, ὑφˊ ὧν πληγέντα, καὶ παραβραχὺ θανατωθέντα, ὁ τοῖς ἥλοις καὶ τῇ λόγχῃ, τὸ σῶμα τραυματισθεὶς ἑκουσίως διὰ ἁμαρτίας ἀνθρώπων, καὶ τὴν κοινὴν τελέσας διὰ Σταυροῦ σωτηρίαν ἐν Ἱερουσαλήμ, ἴασαί με Κύριε, καὶ σῶσόν με.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου, τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Κύριε, ὅτε σὲ ὁ ἥλιος εἶδεν, ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ἥλιε τῆς δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν

Ξύλου γευσάμενος, Ἀδὰμ μὴ προσηκόντως, τῆς ἀκρασίας τοὺς καρποὺς πικρῶς ἐτρύγησεν, ὑψωθεὶς δὲ ἐν ξύλῳ τοῦτον ἐλυτρώσω, Οἰκτίρμον, τῆς καταδίκης τῆς χαλεπῆς· διό σοι ἀναβοῶμεν· Δίδου ἡμῖν, ἐγκρατεύεσθαι Δέσποτα, ἀπὸ καρποῦ φθοροποιοῦ, καὶ πράττειν σου τὸ θέλημα, ὅπως εὕρωμεν ἔλεος.

Σταυροθεοτοκίον

Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα, ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου διˊ ἧς, ἐζώωσας τὸ πλάσμα σου., ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Τὴν ἄχραντον Εἰκόνα σου

Τὸ ξύλον τὸ πανάγιον, ἀνυμνοῦντες τοῦ Σταυροῦ, τὴν ἄκραν ἀγαθότητα, προσκυνοῦμέν σου ἀεί, Χριστὲ ὁ Θεός· ἐν τούτῳ γὰρ κατῄσχυνας, τὰς δυνάμεις τοῦ ἐχθροῦ, καὶ ἔδωκας σημείωσιν, τοῖς πιστεύουσιν εἰς σέ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Πάντας ἀξίωσον, εὐθύμως εἰρηνεύοντας, ἀποπληρῶσαι τῆς Νηστείας τὸν χρόνον.

Σταυροθεοτοκίον

Τὸν ἄμωμον Ποιμένα σε, καθορῶσα ἡ Ἀμνάς, ἐν ξύλῳ ἀναρτώμενον, θρηνῳδοῦσα μητρικῶς, ἐβόα· θανάτω σε, Υἱὲ κατέκρινεν ὁ ἀχάριστος λαός, ἀνθˊ ὧν νεφέλην ἥπλωσας, εἰς διάβασιν αὐτῷ, οἴμοι ἀτεκνοῦμαι ἡ ἄνανδρος! ἀλλˊ ἐξανάστηθι καὶ λάμψον Ἥλιε, καὶ δοξασθήσομαι ἐν τοῖς υἱοῖς τῶν γηγενῶν.

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Οὐρανίας ἁψῖδος

Κατακρίνας τὴν ἔχθραν, ἐν τῷ Σταυρῷ ἔτεινας, σοῦ Δικαιοκρῖτα παλάμας, νῦν δὲ κατάκριτον, ὄντα με πταίσμασι, σῶσον τὸν ἄσωτον Σῶτερ, τὸν παραπικράναντα, σὲ τὸν μακρόθυμον.

Τὴν κτηνώδη ποθήσας, παθοποιὸν βίωσιν, σοῦ τῶν ἐντολῶν ἐμακρύνθην, Σῶτερ πανάγαθε, ξένοις δουλούμενος, καὶ ἀκαθάρτοις πολίταις, νῦν δὲ ἐπιστρέφοντα, δέξαι καὶ σῶσόν με.

Μογγιλάλου ὡς πάλαι, τὰς ἀκοὰς ἤνοιξας, ἄνοιξον ψυχῆς μου τὰ ὦτα, γνώμῃ κωφεύοντα, καὶ ἐνωτίζεσθαι, σοῦ τὸν σωτήριον λόγον, Ἰησοῦ ἀξίωσον, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Ἡ σωτήριος πύλη, ἡ πρὸς Θεὸν γέφυρα τῶν Χριστιανῶν ἡ προστάτις, πάναγνε Δέσποινα, περιστατούμενον, ταῖς συμφοραῖς με τοῦ βίου, καὶ κλυδωνιζόμενον, Κόρη κυβέρνησον.

Κανών βˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος βˊ

Στειρωθέντα μου τὸν νοῦν

Διὰ σπλάγχνα οἰκτιρμῶν, ἀνελθὼν ἐν τῷ Σταυρῷ, ἀνείλκυσάς με, ἐκ βαράθρων παθῶν, καὶ ἀνύψωσας Χριστὲ εἰς τὰ οὐράνια.

Ἐκπετάσας ἐν Σταυρῷ, τὰς παλάμας σου Χριστέ, τὰ ἔθνη πάντα, τὰ μακρὰν ἀπὸ σοῦ, ἠγκαλίσω κατεγγύς, στῆναι τοῦ κράτους σου.

Δόξα...

Τρισυπόστατε Μονάς, ὑπερούσιε Τριάς, Θεότης μία, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, σῷζε τοὺς σέβοντάς σε.

Καὶ νῦν ... Θεοτοκίον

Τὶς αἰνεῖν σε γηγενῶν, κατˊ ἀξίαν ἱκανοί, Παρθενομῆτορ· σὺ γὰρ ἐν γυναιξί, μόνη, ὤφθης ἐκλεκτή, καὶ παμμακάριστος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀνυψώθης ἐν Σταυρῷ, ἐλογχεύθης τὴν πλευράν, χολῆς ἐγεύσω, διˊ ἐμὲ Ἰησοῦ, τὸν ἐκ τῆς παρακοῆς, παραπικράναντά σε.

Ὁ Εἱρμὸς

«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἑπταπλασίως κάμινον

Τῷ ἀκοιμήτῳ ὄμματι, ἐπιβλέψας με οἴκτειρον, τῷ τῆς ῥαθυμίας νυσταγμῷ κρατούμενον, καὶ ὕπνῳ, δουλεύοντα, τῶν ἡδονῶν ἐν κλίνῃ παθῶν, ὁ ἐπὶ Σταυροῦ τὴν κεφαλήν σου προσκλίνας, καὶ θέλων ἀφυπνώσας, καὶ τὴν νύκτα μειώσας, Χριστὲ τῆς ἁμαρτίας, φῶς ὢν δικαιοσύνης.

Πλουτοποιοῖς χαρίσμασι, κοσμηθεὶς ἐκ βαπτίσματος, μᾶλλον τὴν πενίαν τῶν κακῶν ἠγάπησα, καὶ ξένος γεγένημαι, τῶν ἀρετῶν ὁ τάλας ἐγώ, χώραν εἰς μακράν, ἀποδημήσας κακίας· διό με ἐπιστρέψας, ἐναγκάλισαι Σῶτερ, τῷ σῷ Σταυρῷ τειχίζων, εἰς πάντας τοὺς αἰῶνας.

Μέθην παθῶν ἀπόρριψον, καὶ δακρύων ἐκζήτησον, τὸν καθαρτικὸν διὰ νηστείας οἶνον ψυχή, καρδίαν εὐφραίνοντα, καὶ ἡδονὰς μαραίνοντα, καὶ τὰς τῆς σαρκός, ἀποτεφροῦντα καμίνους, καὶ σπεῦσον τῷ παγέντι, διὰ σὲ ἐπὶ ξύλου, Χριστῷ συσταυρωθῆναι, καὶ ζῆσαι εἰς αἰῶνας.

Θεοτοκίον

Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς, ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι, τὴν Κεχαριτωμένην.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς

Τὸν σταυρωθέντα σαρκικῶς, καὶ θεϊκῶς μὴ παθόντα Ἰησοῦν, ὑμνοῦσιν οἱ ἄγγελοι, καὶ ἡμεῖς οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας.

Ἐν τῇ σταυρώσει σου Χριστέ, τὸν ἐπονείδιστον θάνατον ἑλών, τὸν ἐπικατάρατον, ἔσωσας ἡμᾶς, φθορᾶς ἐκλυτρωσάμενος.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Χερουβικῶς σὲ ὦ Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος ὑμνῶ, τὴν μίαν Θεότητα, ἄναρχον ἁπλήν, καὶ πᾶσιν ἀκατάληπτον.

Καὶ νῦν ... Θεοτοκίον

Τοῖς ἐγκωμίοις σε Ἁγνή, λαμπρῶς γεραίρουσι· πᾶσαι αἱ γενεαὶ τὸν Κτίστην γὰρ τέτοκας· ὢ θαῦμα φρικτόν, καὶ ἔργον παμμακάριστον!

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Πάντα ὑπήνεγκας παθεῖν, ὑπὲρ ἑνὸς τοῦ σωθῆναί με Χριστὲ ὑμνῶ σου τὴν Σταύρωσιν, τοὺς ἥλους, τὴν σφαγὴν εἰς τοὺς αἰῶνας ἅπαντας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν Οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἐξέστη ἐπὶ τούτῳ

Ὁρῶν σε ἡπλωμένον ἐπὶ Σταυροῦ, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, πᾶσα δὲ γῆ, τρόμῳ ἐκλονεῖτο Παμβασιλεῦ, ἐθελουσίως βλέπουσα, πάσχοντα τὸν φύσει σε ἀπαθῆ· διό σε ἱκετεύω, τὰ πάθη τῆς ψυχῆς μου, ὡς ἰατρὸς Χριστὲ θεράπευσον.

Ὁδοὺς σωτηριώδεις καταλιπών, τὰς εἰς ᾍδην φερούσας διώδευσα, σκότος βαθύ, ἔχων περικύκλῳ τὰς ἡδονάς, καὶ τῶν παθῶν τὸν ὄλισθον, καὶ τὴν καταιγίδα τῶν πειρασμῶν· διό σε ἱκετεύω τῷ σῷ Σταυρῷ με σῶσον, Χριστὲ ὡς μόνος πολυέλεος.

Χειμῶνι συνεχόμενος πειρασμῶν, καὶ παθῶν τρικυμίαις ποντούμενος, καὶ ἡδονῶν, σάλῳ χειμαζόμενος χαλεπῶς, τὸ τῆς Νηστείας πέλαγος, ἔφθασα τὸ πρᾶον καὶ γαληνόν, ἐν ᾧ με κυβερνήσας, τῷ σῷ Σταυρῷ Οἰκτίρμον, πρὸς σωτηρίαν ἐγκαθόρμισον.

Θεοτοκίον

Συνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τὴν παρθενίαν σου

Ἑκὼν ὑπέμεινας, σταυρωθῆναι Σωτὴρ ἡμῶν, ἵνα παράσχῃς πᾶσι ζωήν, τοῦ θανάτου ἐκλυτρωσάμενος.

Ξύλῳ νενέκρωμαι, καὶ Σταυροῦ ξύλῳ ἔζησα, ἐν ᾧ ὁ Χριστός μου προσηλωθείς, τὸν ἐχθρόν μου ἐθανάτωσε.

Δόξα...

Ὡς συνυπάρχοντα, τὸν Υἱόν τῷ Γεννήτορι καὶ Πνεῦμα τὸ ἅγιον συμπαρόν, ὁμοφρόνως προσκυνήσωμεν.

Καὶ νῦν ... Θεοτοκίον

Θαῦμα παράδοξον, καὶ ἐξαίσιον ἄκουσμα! πῶς καὶ ὡς μήτηρ τίκτεις Ἁγνή, καὶ οὐκ ἔγνως ὡς παρθένος φθοράν;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὑμνῶ τὴν λόγχην σου, ἀνυμνῶ καὶ τοὺς ἥλους σου τὸν σπόγγον τὸν κάλαμον τὸν Σταυρόν, διˊ ὧν σέσωσμαι, Ἰησοῦ ὁ Θεός.

Ὁ Εἱρμὸς

«Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος γˊ

Ἰδιόμελον

Τὸ ὕψος τῶν ἀρετῶν, καταλιποῦσα ψυχή μου, ἐπὶ τὸ βάθος τῆς ἁμαρτίας κατελήλυθας, πονηροῖς ὁδοστάταις ἐμπεσοῦσα, τραυμάτων δὲ ὀδωδότων γέμουσα, κεῖται ἐρριμμένη ἄπορος. Διὸ βόησον Χριστῷ τῷ Θεῷ, τῷ διὰ σὲ σταυρωθέντι, καὶ μώλωπας ἑκουσίως δεξαμένῳ. Ἐπιμελήθητί μου Κύριε, καὶ σῶσόν με.

Ἦχος πλ. δˊ

Ἕτερον Ἰδιόμελον

Τοῖς λῃστρικοῖς λογισμοῖς, τραυματισθεὶς ὁ δείλαιος, ἡμίθνητος γέγονα Κύριε. Προφητῶν δὲ ὁ χορὸς παρεῖδεν, ἡμιθανῆ κατιδὼν τυγχάνοντα, καὶ τέχναις ἀνθρωπίναις ἀνιάτρευτον. Διὸ χαλεπῶς ὀδυνώμενος, ἐν ταπεινώσει καρδίας κραυγάζω σοι. Χριστὲ ὁ Θεός, ἐπίχεε ὡς εὔσπλαγχνος, ἐπˊ ἐμὲ τὸ μέγα σου ἔλεος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι ηὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν...

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Ἡ Πάναγνος ὡς εἶδέ σε, σαρκὶ κρεμάμενον τῷ ξύλῳ, τὴν καρδίαν ἐτιτρώσκετο καὶ ὠλόλυζε δακρύουσα· Λόγε, ποῦ μου ἔδυς παμφίλτατε Ἰησοῦ, Υἱέ μου καὶ Κύριε; μὴ λίπῃς με μόνην, Χριστὲ τὴν τεκοῦσάν σε.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος αˊ

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς 91

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Στίχ.Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου καθ΄ ἑκάστην.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΑˊ, 4–14)

Οὕτω λέγει Κύριος· Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἶδον ἔθνη, καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν, ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων, τότε μὲν ἐρεῖ. Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αυτά, καὶ οὐ κινηθήσονται. Σὺ δὲ Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπˊ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε, μὴ φοβοῦ· μετὰ σοῦ γὰρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε, ὅτι ἐγὼ ὁ Θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ βοηθός σου, μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός, ὁ λυτρούμενός σε, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Προκείμενον Ἦχος βˊ Ψαλμὸς 92

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

ΠΕΜΠΤΗ ΤΗΣ Εˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Τοῖς τῶν ἐμῶν λογισμῶν, λῃσταῖς περιπεσών, ἐσυλήθην ὁ τάλας τὸν νοῦν, καὶ δεινῶς πληγωθείς, ὅλην μου τὴν ψυχὴν τετραυμάτισμαι, καὶ ἔνθεν κεῖμαι γυμνὸς ἀρετῶν, ἐν τῇ τοῦ βίου ὁδῷ, ἱερεὺς δὲ ἰδών με τῷ μώλωπι ὀδυνώμενον, διὰ τὸ ἀνίατον, παρορῶν, οὐκ ἐπιβλέπει. Λευΐτης δὲ πάλιν, μὴ φέρων τὴν ψυχοφθόρον ἀλγηδόνα, καὶ αὐτὸς κατιδών, ἀντιπαρῆλθέ μοι, σὺ δὲ ὁ εὐδοκήσας, οὐκ ἐκ Σαμαρείας, ἀλλˊ ἐκ Μαρίας σαρκωθῆναι, Χριστὲ ὁ Θεός, τῇ φιλανθρωπίᾳ σου, παράσχου μοι τήν ἴασιν, ἐπιχέων ἐπˊ ἐμέ, τὸ μέγα σου ἔλεος.

Πάλιν τὸ αὐτὸ

Ἦχος πλ. δˊ

Τοῖς τῶν ἐμῶν λογισμῶν, λῃσταῖς περιπεσών, ἐσυλήθην ὁ τάλας τὸν νοῦν, καὶ δεινῶς πληγωθείς, ὅλην μου τὴν ψυχὴν τετραυμάτισμαι, καὶ ἔνθεν κεῖμαι γυμνὸς ἀρετῶν, ἐν τῇ τοῦ βίου ὁδῷ, ἱερεὺς δὲ ἰδών με τῷ μώλωπι ὀδυνώμενον, διὰ τὸ ἀνίατον, παρορῶν, οὐκ ἐπιβλέπει. Λευΐτης δὲ πάλιν, μὴ φέρων τὴν ψυχοφθόρον ἀλγηδόνα, καὶ αὐτὸς κατιδών, ἀντιπαρῆλθέ μοι, σὺ δὲ ὁ εὐδοκήσας, οὐκ ἐκ Σαμαρείας, ἀλλˊ ἐκ Μαρίας σαρκωθῆναι, Χριστὲ ὁ Θεός, τῇ φιλανθρωπίᾳ σου, παράσχου μοι τήν ἴασιν, ἐπιχέων ἐπˊ ἐμέ, τὸ μέγα σου ἔλεος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι, ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος πλ. δˊ

Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, σὺ τοὺς ἱεροὺς Μαθητάς σου, λογικοὺς οὐρανοὺς ἔδειξας, τούτων ἱεραῖς μεσιτείαις, τῶν τῆς γῆς κακῶν με λύτρωσαι, διˊ ἐγκρατείας ὑψῶν, συνέσεως ἑκάστοτε, τῆς πρὸς τὰ πάθη τὸν λογισμόν μου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Ἔχοντες, πάντες τὸν καιρὸν τῆς Νηστείας, ὡς συνεργὸν θείων πράξεων, κλαύσωμεν ἐξ ὅλης καρδίας, καὶ τῷ Σωτῆρι βοήσωμεν· Διὰ τῶν σῶν μαθητῶν, Κύριε πολυέλεε, σῶσον τοὺς φόβῳ ἀνυμνοῦντας, τὴν πολλὴν φιλανθρωπίαν σου.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος πλ. δˊ

Τὴν ἔνδοξον καὶ ἄχραντον

Ἀπόστολοι πανεύφημοι, οἱ τοῦ Κόσμου πρεσβευταί, ἀσθενούντων ἰατροί, τῆς ὑγείας φύλακες, ἀμφοτέρωθεν ἡμᾶς συντηρήσατε, τῆς Νηστείας τὸν χρόνον διϊππεύοντας, ἐν ἀλλήλοις ἐνθέως εἰρηνεύοντας, τὸν νοῦν ἀνενόχλητον τῶν παθῶν φυλάττοντες, ἵνα ᾄσωμεν Χριστῷ, ὡς νικητῇ ἐξαναστάντι, ὕμνον ἅπαντες.

Ἔτερα Προσόμοια κατˊ Ἀλφάβητον Ποίημα Συμεὼν τοῦ Μεταφραστοῦ

Ἦχος δˊ

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι

Ἅπας ὁ βίος μου μετὰ πορνῶν, καὶ τελωνῶν ἐκδεδαπάνηται, ἄρα δυνήσομαι κᾂν ἐν γήρᾳ, μεταγνῶναι ἅπερ ἐξήμαρτον; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Βάρει συνέχομαι ἀμελείας, τῷ βορβόρῳ ἐγκυλινδούμενος, βέλει κεντούμενος τοῦ Βελίαρ, καὶ μολύνω τὸ κατˊ εἰκόνα μου. Ἐπιστροφεῦ ἀμελούντων, καὶ λυτρωτὰ ἑπταισμένων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Γέγονα πρόσκομμα τῶν ἀνθρώπων, γεωργήσας ὡς γηγενής, γεηρά· γάμῳ ὡμίλησα σῇ προστάξει, καὶ παρέβην μιάνας κοίτην ἐμήν, ὁ ἀπὸ γῆς πλαστουργήσας, τὸ πλάσμα σου μὴ παρίδῃς, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Δήμιος γέγονα τῇ ψυχῇ μου, τῆς σαρκός μου πρόνοιαν ποιησάμενος, δαίμοσι παίγνιον κατεστάθην, ἡδοναῖς δουλεύων καὶ ἀτοπήμασι· τῇ εὐσπλαγχνίᾳ σου φεῖσαι, φυγαδευτὰ τῶν δαιμόνων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Ἑκὼν ἐξήμαρτον ὑπὲρ πάντας, διὰ τοῦτο ἐγκαταλέλειμμαι, ἔχω ἀντίδικον τῆς ψυχῆς μου, τῆς σαρκὸς τὸ φρόνημα καὶ σκοτίζει με. Ὁ φωτισμὸς τῶν ἐν σκότει, καὶ ὁδηγὸς πλανωμένων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Ζήσεται ἔλεγεν ὁ Προφήτης, ἡ ψυχή μου Κύριε, καὶ αἰνέσει σε, ζήτησον πρόβατον πλανηθέν με, καὶ ἀρίθμησόν με τῇ ποίμνῃ σου· δός μοι καιρὸν μετανοίας, ἵνα στενάζων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Ἥμαρτον ἥμαρτον ἀθετήσας, τὰ προστάγματά σου Χριστὲ ὁ Θεός, ἵλεως γενοῦ μοι, ὦ Εὐεργέτα, ἵνα βλέψω τοῖς ἔνδοθεν ὀφθαλμοῖς, καὶ ἀποφύγω τοῦ σκότους, καὶ μετὰ φόβου βοήσω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Θῆρές με ἄγριοι περιέσχον, ἀλλˊ ἐξ αὐτῶν με ἅρπασον Δέσποτα· θέλεις γὰρ ἅπαντας τοῦ σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πάντας ἀνθρώπους ὡς Κτίστης, καὶ μετὰ πάντων με σῶσον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Ἴαμα γίνου μοι Εὐεργέτα, λυτρωτὰ σωτήρ μου καὶ μὴ ἀπώσῃ με, ἴδε με κείμενον ἀνομίαις, καὶ ἀνάστησόν με ὡς παντοδύναμος, ἵνα κᾀγὼ ἐξαγγέλλω, τὰς πράξεις μου καὶ βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Κρύψας τὸ τάλαντον τὸ δοθέν μοι, ὡς ἀγνώμων δοῦλος τῇ γῇ κατέχωσα· καὶ γὰρ ὡς ἄχρηστος κατεκρίθην, καὶ οὐ τολμῶ λοιπὸν ἐξαιτῆσαί σοι, ὡς ἀνεξίκακος οἴκτειρόν με, ἵνα κᾀγὼ ἀνακράζω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Λίμνην ἐξήρανας παθημάτων, τῆς Αἱμορροούσης ἁφῇ κρασπέδου σου, λήψομαι ἄφεσιν ἐγκλημάτων, ἀδιστάκτῳ πίστει σοι προσερχόμενος. Δέξαι κᾀμὲ ὡς ἐκείνην, καὶ ἴασαί μου τὸ ἄλγος. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Μέλλεις καθέζεσθαι ἐπὶ θρόνου, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γῆν, μέλλομεν ἅπαντες παραστῆναι, ἐξαγγέλλοντές σοι τὰς ἁμαρτίας ἡμῶν, πρὸ τῆς ἡμέρας ἐκείνης, ἐν μετανοίᾳ με δέξαι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Νεῦσον τῷ ὄμματι τῷ εὐσπλάγχνῳ, καὶ γενοῦ μοι ἵλεως μόνε Σωτήρ, νάματα δώρησαι ἰαμάτων, τῇ ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ, ἀπόσμηξον ἐκ τοῦ ῥύπου, τῶν ἔργων μου ἵνα μέλψω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος δˊ

Ξίφη ηὐτρέπισεν ὁ Βελίαρ, ἐκθηρεῦσαι σπεύδων τὴν ταπεινήν μου ψυχήν, ξένον ἐποίησέ με Οἰκτίρμον, φωτισμοῦ τῆς γνώσεως τοῦ προσώπου σου. Ὁ κραταιὸς ἐν ἰσχύϊ, τούτου σκευῶν ἅρπασόν με· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦχος βˊ

Στίχ.Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Ὅλος τοῖς πάθεσιν ἐδουλώθην, ἐγκαταλείψας νόμον καὶ θείας γραφάς, ὅλον με ἴασαι εὐεργέτα, διˊ ἐμὲ κατˊ ἐμὲ γεγονὼς ἀγαθέ, ἐπίστρεψόν με οἰκτίρμον, ὁ τῶν παθῶν καθαιρέτης. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ.Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Πόρνη τοῖς δάκρυσι καταβρέχει, τοὺς ἀχράντους τε καὶ τιμίους πόδας σου, πάντας προτρέπουσα τοῦ προστρέχειν, καὶ λαμβάνειν λύσιν τῶν ἐγκλημάτων αὐτῶν. Αὐτῆς τὴν πίστιν παράσχου, κᾀμοὶ Σωτήρ του βοᾶν σοι, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ῥύπον καθάρισον τῆς ψυχῆς μου, ὁ διˊ ἐμὲ πτωχεύσας καὶ νηπιάσας σαρκί, ῥανίδα ἐλέους σου καταπέμψας, τῷ ἀσθενεῖ καὶ τεθλασμένῳ Χριστέ, ἀπόπλυνον ἐκ τοῦ ῥύπου, ἰάτρευσον ἀσθενοῦντα. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Στήριξον Δέσποτα τὴν ψυχήν μου, σοὶ προστρέχειν καὶ σοὶ δουλεύειν ἀεί· σκέπη ὑπάρχεις γάρ μου καὶ φύλαξ, καὶ ἀντίληψίς καὶ βοήθεια, ἀξίωσον Θεὲ Λόγε, βοᾶν με ἐν παρρησίᾳ· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τεῖχος ἀπόρθητον ἡμῖν γενοῦ, Ἰησοῦ Σωτὴρ καὶ ἐλεῆμον Θεέ· τρόποις καὶ ἔργοις ἀπατηλοῖς γάρ, συμπεπτώκαμεν, ἀλλˊ ἀνάστησον, ὡς εὐεργέτης τὸ πλάσμα, καὶ διαλλάγηθι ὡς οἰκτίρμον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Υἱὸς ὁ ἄσωτος ἐγενόμην, διασκορπίσας τὸν πλοῦτον, λιμῷ νῦν τήκομαι, ὑπὸ τὴν σκέπην σου καταφεύγω, ὥσπερ ἐκεῖνον δέξαι με Πάτερ ἀγαθέ, καὶ μέτοχον τῆς τραπέζης, ἀξίωσον τοῦ βοᾶν σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Φθόνῳ ἐξέβαλε Παραδείσου, τὸν πρωτόπλαστον ὁ ἀρχέκακος, φάσκων τὸ Μνήσθητι ἐπὶ ξύλου, ὁ Λῃστὴς ἀπέλαβε τὸν Παράδεισον, ἐγὼ δὲ πίστει καὶ φόβῳ, τὸ Μνήσθητί μου, βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἀνάγαγε τοῦ βυθοῦ ὁ Θεός, χάριν καὶ ἔλεός μοι παράσχου, τῇ πρεσβείᾳ τῆς παναμώμου Μητρός, τῆς σὲ τεκούσης ἀσπόρως, καὶ τῶν Ἁγίων σου πάντων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ψάλλοντα, δέξαι με καθˊ ἑκάστην, ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν μου, ψυχὴν καὶ σῶμά μου ὁλοκλήρως, εἰς τὰς χεῖράς σου παρατίθημι, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ, χρεωστικῶς ἐκβοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὢ τῆς ἀφάτου σου εὐσπλαγχνίας, ὑπεράγαθε ἀνεξίκακε Κύριε! ὦ ἀναμάρτητε καὶ οἰκτίρμον, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, ὅπως κᾀγὼ εὐχαρίστως, χαίρων καὶ ψάλλων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ὢ τῇ ἀρρήτω συγκαταβάσει! ὢ τοῦ ξένου τόκου τὸ ὑπερθαύμαστον! ὢ πῶς Παρθένος βρέφος σε φέρει, ἐν ἀγκάλαις ταύτης τὸν Ποιητὴν καὶ Θεόν! ὁ ἐξ αὐτῆς σαρκωθῆναι, καταδεξάμενος εὐεργέτα, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς 93

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων.

Στίχ.Ὑψώθητι, ὁ κρίνων τὴν γῆν.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΖˊ, 1–9)

Ἐγένετο Ἄβραμ ἐτῶν ἐνενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἀβραμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος καὶ θήσομαι τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεός, λέγων· Ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλˊ ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναι σου Θεός, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου τήν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς 95

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ.ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΕˊ, 20 – ΙΣˊ, 9)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ἄνοήτου τρίβοι, ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾍδου σωθῇ. Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήριξε δὲ ὅριον χήρας. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σῴζεται. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνδρῶν δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει, θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ὁ εἰσακούων ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν αὐλισθήσεται. Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν ἑαυτοῦ. Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Τῷ ἀνθρώπῳ πρόθεσις καρδίας, καὶ παρὰ Κυρίῳ ὑπόκρισις γλώσσης. Ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ τῷ Θεῷ, καὶ ἑδράζων πνεύματα Κύριος. Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ ἑδρασθήσονται οἱ λογισμοί σου. Πάντα εἰργάσατο Κύριος διˊ ἑαυτὸν οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας βαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτόν, εὑρήσουσιν εἰρήνην. Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών γˊ, ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλˊ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεῷ, ἐν μετανοίᾳ δάκρυα.

Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.

Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή μοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατˊ αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.

Τῇ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ, δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλˊ ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἃς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.

Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλˊ οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Ἐρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἂν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.

Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον.

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχω τοῖς λογισμοῖς μου, ὅλως ὑπˊ αὐτῶν τετραυμάτισμαι νῦν, ἐπλήσθην μωλώπων, ἀλλˊ αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλˊ ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ἆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου· Ἆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.

Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἂν ἐν τῷ τέλει, σῶσόν με.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι, ἱλάσθητί μοι, ἆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.

Μὴ εἰσέλθῃς μετˊ ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σήν μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὑποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμάς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων, καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ, ἀνυμνοῦντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν ... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

Κανών γˊ, ᾨδὴ βˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.

Πρόσχες μοι, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.

Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλˊ οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.

Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλˊ ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.

Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατˊ εἰκόνα Σωτήρ, καὶ καθˊ ὁμοίωσιν.

Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

Διέρρηξα, νῦν τὴν στολὴν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.

Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.

Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατˊ ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατˊ εἰκόνα Σωτήρ, καὶ καθˊ ὁμοίωσιν.

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.

Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.

Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλˊ ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλˊ ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλˊ ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.

Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.

Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Κανών γˊ, ᾨδὴ βˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ».

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.

Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλˊ ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

Ὢ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!

Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταῖς σαῖς ἐπιθυμίαις, εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.

Τέτρωμαι, πέπληγμαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν, πυρπολήσας Σοδόμων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας, καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας, καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου· διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες· Ἀνδρέου ταῖς λιταῖς, Σῶτερ ἐλέησον ἡμᾶς.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον, σὸν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν ... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

Κανών βˊ, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον».

Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.

Εἰς τὸ ὄρος σῴζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.

Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.

Ἐξομολογοῦμαί σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλˊ ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.

Ἥμαρτόν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδῃς με.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς

Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον

Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

Κανών γˊ, ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.

Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι ἱλάσθητί μοι· οὐ γάρ ἐστιν ὃς τις ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.

Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.

Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.

Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.

Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.

Τὸν Ἰσμαὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.

Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.

Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.

Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.

Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετˊ Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατˊ ἀξίαν τῶν πράξεων.

Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς, ἀλλˊ οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων, ἀλλˊ αὐτή με νῦν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείᾳ σου, Θεοτόκον, ἄνοιξόν μοι θείας εἰσόδους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ταῖς σαῖς λιταῖς δώρησαι, κᾀμοὶ τὴν λύσιν τῶν ὀφλημάτων, ὦ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας· σὺ μυσταγωγὸς γὰρ πανάριστος.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

Εἱρμὸς

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος».

Κάθισμα Ποίημα Ἰωσὴφ

Ἦχος πλ. δˊ

Ἀνέστης ἐκ νεκρῶν

Φωστῆρες θεαυγεῖς, τοῦ Σωτῆρος αὐτόπται, φωτίσατε ἡμᾶς, τοὺς ἐν σκότει τοῦ βίου, ὅπως ὡς ἐν ἡμέρᾳ, νῦν εὐσχημόνως περιπατήσωμεν, φέγγει τῆς ἐγκρατείας, νυκτώδη πάθη ἀποδιώκοντες, καὶ τὰ λαμπρὰ κατίδωμεν Χριστοῦ Παθήματα χαίροντες.

Ἕτερον, Ποίημα Θεοδώρου

Δόξα... Τὸ προσταχθὲν

Τῶν Ἀποστόλων δωδεκὰς ἡ θεόλεκτος, ἱκετηρίαν τῷ Χριστῷ νῦν προσάγαγε, τὸ Νηστείας στάδιον πάντας διανύσαι, τελοῦντας ἐν κατανύξει τὰς προσευχάς, ποιοῦντας ἐν προθυμίᾳ τὰς ἀρετάς, ὅπως οὕτω προφθάσωμεν, ἰδεῖν Χριστοῦ τοῦ Θεοῦ τὴν ἔνδοξον Ἀνάστασιν, δόξαν αἶνον, προσάγοντες.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἀπερίληπτον Θεοῦ Υἱὸν καὶ Λόγον, ἀνερμηνεύτως ὑπὲρ νοῦν ἐκ σοῦ τεχθέντα, Θεοτόκε ἱκέτευε σὺν τοῖς Ἀποστόλοις, εἰρήνην τῇ Οἰκουμένῃ εἰλικρινῆ, βραβεῦσαι, καὶ τῶν πταισμάτων δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ Βασιλείας οὐρανῶν, διˊ ἄκραν ἀγαθότητα, ἀξιῶσαι τοὺς δούλους σου.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Εἰσακήκοα Κύριε

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐγκρατείᾳ συζήσαντες, οἱ πεφωτισμένοι Χριστοῦ Ἀπόστολοι, ἐγκρατείας τὸν καιρὸν ἡμῖν, μεσιτείαις θείαις εὐμαρίζουσι.

Δωδεκάχορδον ὄργανον, μέλος ἐκελάδησε τὸ σωτήριον, Μαθητῶν χορὸς ὁ ἔνθεος, πονηρὰ συγχέων μελῳδήματα.

Ἑπομβρίαις τοῦ Πνεύματος, πᾶσαν τὴν ὑφήλιον κατηρδεύσατε, τὸν αὐχμὸν ἀποδιώξαντες, τῆς πολυθεΐας Παμμακάριστοι.

Θεοτοκίον

Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευσάμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε.

Κανών βˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασα τὸ κράτος σου Δέσποτα».

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἀποστόλων ἡ πάνσεπτος, χοροστασία τῷ πάντων Κτίστῃ, δυσωποῦσα παρακλήθητι, ἐλεῆσαι ἡμᾶς τοὺς ἀνευφημοῦντάς σε.

Ὡς ἐργάται ὑπάρχοντες, Χριστοῦ Ἀπόστολοι πάντα Κόσμον θείῳ λόγῳ γεωργήσαντες, προσηγάγετε καρποὺς αὐτῷ πάντοτε.

Ἀμπελὼν ἐγενήθητε, Χριστῷ τῷ ὄντως ἠγαπημένῳ· τὸν γὰρ οἶνον τὸν τοῦ Πνεύματος, ἐξεβλύσατε τῷ Κόσμῳ Ἀπόστολοι.

Δόξα...

Ὑπεράρχιε σύμμορφε, πανσθενεστάτη Τριὰς ἁγία, Πάτερ Λόγε Πνεῦμα ἅγιον, Θεὲ φῶς καὶ ζωή, φύλαττε τὴν ποίμνην σου.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε θρόνε πυρίμορφε, χαῖρε λυχνία λαμπαδηφόρε, χαιρε ὄρος ἁγιάσματος, κιβωτὲ τῆς ζωῆς, Ἁγίων ἁγία σκηνή.

Κανών γˊ, ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψῃ Δικαιοκρῖτα· εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε, ἀλλˊ ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.

Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ. Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τί μάτην ταραττόμεθα;

Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπˊ ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.

Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμῃ, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.

Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δείλαιον.

Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.

Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε διˊ ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθˊ ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.

Γυναῖκάς μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.

Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.

Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχὴ μου ἀναβάσεως, τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.

Ἡσαῦ τὸν μεμισημενον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν μετανόησον.

Ἐδὼμ ὁ Ἡσαῦ ἐκλήθη, διˊ ἄκραν θηλυμανίας ἐπιμιξίαν· ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.

Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλˊ ὤφθης ἀκαρτέρητος.

Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον· παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἐλογίζετο.

Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.

Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τι τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;

Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλˊ ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.

Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι.

Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.

Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.

Γυμνός εἰμι τοῦ Νυμφῶνος, γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι, τὸ δεῖπνον ἐβρώθη· ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριμμαι.

Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον, ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.

Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην· μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτῳ συναρίθμησον.

Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου· Σωτὴρ αὐτός με οἴκτειρον.

Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία, πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σε προΐστασο· διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαῖς σου λύτρωσαι.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλˊ ἀνέδραμες λογισμῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα Πατέρων κλέος, εὐχαῖς σου μὴ ἐπιλάθῃ καθικετεύων, παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως, οἱ πόθῳ προστάτην σε θεῖον, ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισμα.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν ... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις διˊ ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

Κανών γˊ, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοι ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλˊ ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.

Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.

Ἐξομολογοῦμαί σοι Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τοῦ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.

Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.

Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταίνου, ταῖς παραλόγοις ὁρμαῖς, ἀεὶ παρανομοῦσα.

Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλˊ εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου· ἐγὼ δέ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;

Τοῦ Μωσέως ἤκουσας τὴν θίβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.

Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν, νῦν ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;

Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο δὴ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἵνα καὶ τῆς ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, διˊ οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.

Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον, ἀλλˊ ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.

Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννὴς καὶ Ἰαμβρὴς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.

Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλῦνόν με Δέσποτα, τῷ λουτῆρι τῶν ἐμῶν, δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.

Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.

Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.

Διˊ ἐμὲ Θεὸς ὢν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥύσιν.

Τὴν Αἱμόρρουν μίμησαι ἀθλία ψυχὴ πρόσδραμε κράτησον, τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθῇς μαστίγων, ἀκούσῃς δὲ παρˊ αὐτοῦ· Ἡ πίστις σου σέσωκέ σε.

Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ, καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵνˊ ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.

Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς ποιμένων ἄριστον Ἀνδρέα σόφε, πρόκριτον ὄντα σε, πόθῳ δέομαι πολλῷ, καὶ φόβῳ σαῖς πρεσβείαις, τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰωνίου.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν ... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

Κανών γˊ, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.

Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ χάσμα, τῆς γῆς σὲ συγκαλύψῃ.

Ὡς δάμαλις ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῷ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.

Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.

Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.

Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.

Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.

Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ διˊ εὐνομίας.

Ἀνάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.

Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή, Θεὸς κελεύει.

Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρός με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.

Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλˊ ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.

Ἐγώ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλˊ ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἵνα παθῶν, φλογμὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάθειαν, ἐκτήσω οὐράνιον, διˊ ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑμνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς Κρήτης σε, Ποιμένα καὶ πρόεδρον, καὶ Οἰκουμένης πρεσβευτήν, ἐγνωκὼς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοι· Ἐξελοῦ με Πάτερ, βυθοῦ τῆς ἁμαρτίας.

Δόξα...

Τριάς εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη. Ὁ Πατήρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν ... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθˊ ἡμᾶς, ἀλλˊ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.

Ὁ Εἱρμὸς

«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου».

Κοντάκιον

Ἦχος πλ. βˊ

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Ὁ Οἶκος

Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεῳγμένον, καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν, ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς κινδυνεύων ὠδύρετο, καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε· τί ποιήσω τῷ Υἱῷ τῆς Μαρίας; κτείνει με ὁ Βηθλεεμίτης, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Πέμπτῃ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, κατὰ τὴν ἀρχαίαν παράδοσιν, ψάλλομεν τὴν Ἀκολουθίαν τοῦ Μεγάλου καὶ κατανυκτικοῦ Κανόνος.

Στίχοι

Τρόπους, Ἰησοῦ, κατανύξεως δίδου,

ᾌδουσι νυνὶ Κανόνα σοι τὸν Μέγαν.

Ταῖς τοῦ ἁγίου Ἀνδρέου πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἦχος πλ. βˊ

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου

Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω, αὐτοῦ τῆς μετανοίας ἀξίωσον κᾀμὲ τὸν ἀνάξιον.

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν

Τὸν Μανωὲ ἀκούεις πάλαι ψυχή μου, Θεοῦ ἐν φαντασίᾳ γενόμενον, καὶ τὸν ἐκ στείρας τότε λαβόντα, καρπὸν ἐπαγγελίας, αὐτοῦ τὸ εὐσεβὲς μιμησώμεθα.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται

Τὴν τοῦ Σαμψὼν ζηλώσασα ῥαθυμίαν, τὴν δόξαν ἀπεκείρω τῶν ἔργων σου, ψυχὴ προδοῦσα τοῖς ἀλλοφύλοις, διὰ φιληδονίας, τὴν σώφρονα ζωὴν καὶ μακάριον.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν

Ὁ πρὶν ἐν σιαγόνι ὄνου νικήσας, τοὺς ἀλλοφύλους νῦν παρανάλωμα, τῆς ἐμπαθοῦς λαγνείας εὑρέθη, ἀλλˊ ἔκφυγε ψυχή μου, τὴν μίμησιν, τὴν πρᾶξιν, τὴν χαύνωσιν.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται

Βαρὰκ καὶ Ἰεφθάε οἱ στρατιάρχαι, κριταὶ τοῦ Ἰσραὴλ προεκρίθησαν, μεθˊ ὧν Δεβόρρα ἡ ἀρρενόφρων, αὐτῶν ταῖς ἀριστείαις, ψυχὴ ἀρρενωθεῖσα κρατύνθητι.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται

Τὴν Ἰαὴλ ἀνδρείαν ἔγνως ψυχή μου, τὴν τὸν Σισάρα πρὶν σκολοπίσασαν, καὶ σωτηρίαν ἐργασαμένην, τὸν πάσσαλον ἀκούεις, διˊ οὗ σοι ὁ Σταυρὸς εἰκονίζεται.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται

Θῦσον ψυχὴ θυσίαν ἐπαινουμένην, πρᾶξιν ὡς θυγατέρα προσάγαγε, τῆς Ἰεφθάε καθαρωτέραν, καὶ σφάξον ὥσπερ θῦμα, τὰ πάθη τῆς σαρκὸς τῷ Κυρίῳ σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται

Τοῦ Γεδεὼν τὸν πόκον νόει ψυχή μου, ἐξ οὐρανοῦ τὴν δρόσον ὑπόδεξαι, καὶ κύψον ὥσπερ δορκὰς καὶ πίε, τὸ νᾶμα τὸ ἐκ νόμου, ῥυὲν τῇ ἀποθλίψει τοῦ γράμματος.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν

Ἠλεῖ τοῦ Ἱερέως τὴν καταδίκην, ψυχή μου ἐπεσπάσω διˊ ἔνδειαν, φρενῶν ἀνασχομένη τὰ πάθη, ἐν σοὶ ὥσπερ ἐκεῖνος, τὰ τέκνα ἐνεργεῖν τὰ παράνομα.

Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθˊ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.

Ἐν τοῖς κριταῖς Λευΐτης διˊ ἐμμελείας, τὴν ἑαυτοῦ γυναίκα ταῖς δώδεκα, φυλαῖς διεῖλε ψυχή μου, ἵνα τὸ μῖσος θριαμβεύσῃ, τὸ ἐκ Βενιαμὶν τὸ παράνομον.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς

Ἡ φιλοσώφρων Ἄννα προσευχομένη, τὰ χείλη μὲν ἐκίνει πρὸς αἴνεσιν, φωνὴ δὲ ταύτης οὐκ ἐξηχεῖτο· ἀλλˊ ὅμως στεῖρα οὖσα, Υἱὸν τῆς προσευχῆς τίκτει ἄξιον.

Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου

Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος, ὁ μέγας Σαμουήλ, ὃν ἐθρέψατο, ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου, αὐτὸν ζήλου ψυχή μου, καὶ κρῖναι πρὸς τῶν ἄλλων τὰ ἔργα σου.

Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου

Δαυῒδ εἰς Βασιλέα ἐκλελεγμένος, βασιλικῶς ἐχρίσθη τῷ κέρατι, τοῦ θείου μύρου· σὺ οὖν ψυχή μου, τὴν ἄνω Βασιλείαν εἰ θέλεις, μύρῳ χρῖσαι τοῖς δάκρυσιν.

Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου

Ἐλέησον τὸ πλάσμα σου Ἐλεῆμον, οἴκτειρον τῶν χειρῶν σου τὸ ποίημα, καὶ φεῖσαι πάντων ἡμαρτηκότων, κᾀμοῦ τοῦ ὑπὲρ πάντας, τοῖς σοῖς ὑπεριδόντος προστάγμασι.

Δόξα...

Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον Πατρί τε, καὶ Υἱῷ, Πνεῦμα Ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ὑπερ φύσιν Τόκον σου προσκυνοῦμεν, τὴν κατὰ φύσιν δόξαν τοῦ βρέφους σου, μὴ διαιροῦντες Θεογεννῆτορ· ὁ εἷς γὰρ τῷ προσώπῳ, διττὸς ὁμολογεῖται ταῖς φύσεσιν.

Κανών γˊ, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς μώλωψι τραῦμα ἐμοί, ἀλλˊ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.

Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψιν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν, καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.

Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλˊ ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.

Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς· ἀλλˊ αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.

Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν· φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν· ἀλλˊ αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.

Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, διˊ οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν με· σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.

Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλˊ αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.

Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός· ἀλλˊ αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.

Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλˊ αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.

Ὁ Σολομών, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.

Ταῖς ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.

Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἀλλὰ φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ· Ἥμαρτον οἴκτειρόν με.

Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλˊ ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.

Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.

Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλˊ αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.

Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλˊ οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.

Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς· ἀλλˊ οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.

Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.

Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰ μὴ ὁ πάντων Θεός;

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.

Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὃν ἔστερξας, ὃν ἐπόθησας, διˊ ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πᾶσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβομένοις αὐτόν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς πίστεως ἐν τῇ πέτρᾳ με, ταῖς πρεσβείαις σου στήριξον Πάτερ, φόβῳ με τῷ ἐνθέῳ τειχίζων, καὶ μετάνοιαν, Ἀνδρέα παράσχου μοι νῦν, δυσωπῶ σε καὶ ῥῦσαί με, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων με.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλˊ ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὡς ἄνθρακες τοῦ πυρὸς τοῦ ἀΰλου, συμφλέξατε τὰ ὑλώδη μου πάθη, ἀνάπτοντές μοι νῦν, τὸν ἔρωτα τῆς θείας, Ἀπόστολοι ἀγάπης.

Τὰς σάλπιγγας τὰς εὐήχους τοῦ Λόγου, τιμήσωμεν, διˊ ὧν πέπτωκε τείχη, ἀνίδρυτα ἐχθροῦ, καὶ τῆς θεογνωσίας, ἑδράσθησαν ἐπάλξεις.

Ἰνδάλματα ἐμπαθῆ τῆς ψυχῆς μου, συντρίψατε οἱ ναούς τε καὶ στήλας, συντρίψαντες ἐχθροῦ, Ἀπόστολοι Κυρίου, ναοὶ ἡγιασμένοι.

Θεοτοκίον

Ἐχώρησας τὸν ἀχώρητον φύσει, ἐβάστασας τὸν βαστάζοντα πάντα, ἐθήλασας Ἁγνή, τὸν τρέφοντα τὴν Κτίσιν, Χριστὸν τὸν ζωοδότην.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

(Πρὸς τὸ Τὸν ἄναρχον Βασιλέα τῆς δόξης

«Τοῦ Πνεύματος τῇ ἀρχιτεκτονίᾳ, δειμάμενοι πᾶσαν τὴν Ἐκκλησίαν, Ἀπόστολοι Χριστοῦ, ἐν ταύτῃ εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας».

Σαλπίσαντες σάλπιγξι τῶν δογμάτων, κατέστρεψαν οἱ Ἀπόστολοι πᾶσαν, πλάνην εἰδωλικήν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπόστολοι ἡ καλὴ μετοικία, οἱ ἔφοροι Κόσμου, καὶ τῶν Οὐρανῶν πολῖται, τοὺς ὑμᾶς ἀεὶ ἀνευφημοῦντας, λυτρώσατε κινδύνων.

Δόξα...

Τρισήλιε παμφαὴς θεαρχία, ὁμόδοξε καὶ ὁμόθρονε φύσις, Πατὴρ ὁ παντουργός, Υἱὲ καὶ θεῖον Πνεῦμα, ὑμνῶ σε εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἔντιμον καὶ ὑπέρτατον θρόνον, ὑμνήσωμεν τοῦ Θεοῦ τὴν Μητέρα, ἀπαύστως οἱ λαοί, τὴν μόνην μετὰ τόκον, Μητέρα καὶ Παρθένον.

Κανών γˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.

Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.

Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, διˊ Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος διˊ ἀκρασίαν.

Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος διˊ ἀκρασίαν.

Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.

Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή· οὗ τὴν φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλˊ ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἑπταικότων.

Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην.

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.

Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοι πρὸ τέλους, διˊ ἀρετῆς καὶ μετανοίας.

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.

Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.

Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ, ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα· Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ᾧ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς. Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν, κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν, νῦν εὑρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Κυρίως Θεοτόκον

Ἀπόστολοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Πηγαὶ τοῦ σωτηρίου, νάματος δειχθέντες, τὴν ἐκτακεῖσαν ψυχήν μου, Ἀπόστολοι, τῆς ἁμαρτίας τῇ δίψῃ, καταδροσίσατε.

Νηχόμενον πελάγει, τῷ τῆς ἀπωλείας, καὶ ὑποβρύχιον ἤδη γενόμενον, σῇ δεξιᾷ, ὡς τὸν Πέτρον, Κύριε σῶσόν με.

Ὡς ἅλας τῶν νοστίμων, ὄντες διδαγμάτων, τὴν σηπεδόνα νοός μου ξηράνατε, καὶ τῆς ἀγνοίας τὸ σκότος, ἀποδιώξατε.

Θεοτοκίον

Χαρὰν ὡς τετοκυῖα, πένθος μοι παράσχου, διˊ οὗ τὴν θείαν παράκλησιν Δέσποινα, ἐν τῇ μελλούσῃ ἡμέρᾳ εὐρεῖν δυνήσομαι.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Σὲ τὴν οὐρανοῦ καὶ γῆς μεσῖτιν, πᾶσαι γενεαὶ μεγαλύνομεν· σωματικῶς γὰρ ἐσκήνωσεν ἐν σοί, τὸ πλήρωμα Παρθένε τῆς Θεότητος».

Σὲ τὸ εὐκλεὲς τῶν Ἀποστόλων, σύστημα ᾠδαῖς μεγαλύνομεν· τῆς οἰκουμένης φωστῆρες γὰρ φαιδροί, ἐδείχθητε τὴν πλάνην ἐκδιώκοντες.

Εὐαγγελικῇ ὑμῶν σαγήνῇ, λογικοὺς ἰχθύας ἀγρεύοντες, αὐτοὺς προσφέρετε πάντοτε Χριστῷ, ὀψώνιον Ἀπόστολοι μακάριοι.

Ἐν τῇ πρὸς Θεὸν ὑμῶν αἰτήσει, μέμνησθε ἡμῶν Ἀπόστολοι, ἀπὸ παντὸς λυτρωθῆναι πειρασμοῦ, δεόμεθα, τοὺς πόθῳ ἀνυμνοῦντας ὑμᾶς.

Δόξα...

Σὲ τὴν τρισυπόστατον Μονάδα, Πάτερ, καὶ Υἱὲ σὺν τῷ Πνεύματι, ἕνα Θεὸν ὁμοούσιον ὑμνῶ, Τριάδα ὁμοδύναμον καὶ ἄναρχον.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ τὴν παιδοτόκον καὶ Παρθένον, πᾶσαι γενεαὶ μακαρίζομεν, ὡς διὰ σοῦ λυτρωθέντες τῆς ἀρᾶς· χαρὰν γὰρ ἡμῖν ἔτεκες τὸν Κύριον.

Κανών γˊ, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)

Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;

Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκείνου, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.

Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος, αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.

Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.

Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.

Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.

Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλˊ οὐαί σοι ἐν τῷ κρίνεσθαι!

Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ· Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρῴδης ἠνόμησε, σὺν τῇ Ἡρῳδιάδι. Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλˊ ἀσπάζου τὴν μετάνοιαν.

Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.

Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος· ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ τῷ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς ὦ ψυχή.

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστάσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με, ὁ δὲ ἐκόμπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

Ζακχαῖος Τελώνης ἦν, ἀλλˊ ὅμως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας, ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

Μὴ χείρων ὦ ψυχή μου, φανῇς διˊ ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, διˊ ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.

Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυῒδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον· Ἀμήν σοι λέγω μετˊ ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξῃ μου.

Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλˊ ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.

Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.

Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.

Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα, καὶ φύσιν ὑπερβᾶσα, ἀνθˊ ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ πάτερ τρισμακάριστε, ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς, καὶ θλίψεως, καὶ φθορᾶς, καὶ πταισμάτων ἀνεικάστων, οἱ τιμῶντές σου τὴν μνήμην πιστῶς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ δείξας ἐράσμιον τὸ Νύμφης Κάλλος ἄριστον, Ῥουβῆν, Ἀνδρέας, ζήτω ψάλτης κράτιστος, Χριστὸν ἱλασκόμενος, καὶ μὴ ἀποθανέτω, ἀλλˊ ὥσπερ στόμα Θεοῦ, πολλούς ἀδελφούς, Χριστῷ προσάγοι, ἐπὶ τράχηλον Ἐχθροῦ ἀτελεύτητον.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατˊ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.

Ὁ Εἱρμὸς

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Ταῖς λῃστρικαῖς ἐφόδοις, περιπεσοῦσα ψυχή μου, δεινῶς τετραυμάτισαι, ἐξ οἰκείων πταισμάτων, παραδοθεῖσα ἀνοήτοις ἐχθροῖς, ἀλλˊ ὡς ἔχουσα καιρόν, ἐν κατανύξει βόησον· Ἐλπὶς ἀπηλπισμένων, ζωὴ ἀπεγνωσμένων, Σωτὴρ ἀνάστησον, καὶ σῶσόν με.

Ἦχος πλ. δˊ

Ταῖς λῃστρικαῖς ἐφόδοις, περιπεσοῦσα ψυχή μου, δεινῶς τετραυμάτισαι, ἐξ οἰκείων πταισμάτων, παραδοθεῖσα ἀνοήτοις ἐχθροῖς, ἀλλˊ ὡς ἔχουσα καιρόν, ἐν κατανύξει βόησον· Ἐλπὶς ἀπηλπισμένων, ζωὴ ἀπεγνωσμένων, Σωτὴρ ἀνάστησον, καὶ σῶσόν με.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφανων ἠξιώθητε, πρεσβεύσατε ἀεὶ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Δέχου τὰς φωνὰς τῶν οἰκετῶν σου, πάναγνε Παρθένε Θεοτόκε, καὶ πρέσβευε ἀπαύστως, πλημμελημάτων λύσιν, καὶ εἰρήνην δωρηθῆναι ἡμῖν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Εὔσπλαγχνε μακρόθυμε, Παντοκράτορ Κύριε, κατάπεμψον τὸ ἔλεός σου, ἐπὶ τὸν λαόν σου. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς 96

Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.

Στίχ.Προσκυνήσατε αὐτῷ πάντες Ἄγγελοι αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΒˊ, 5–16)

Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπˊ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μού ἐστι τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς, τὰ ἀπˊ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινά, ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ἡμῖν. Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ ἄνω, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπˊ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέοντες αὐτήν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Εὐφράνθητι ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ, εὐφρανθήσονται οἱ κατοικοῦντες πέτραν, ἀπˊ ἄκρου τῶν ὀρέων βοήσουσι, δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθρούς αὐτοῦ μετὰ ἰσχύος. Ἐσιώπησα ἀπˊ αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα, ἐρημώσω ὄρη καὶ βουνούς, καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ· καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ, καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς, ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς, καὶ οὐκ ἐγκαταλείψω αὐτούς.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς 96

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ.Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Εˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.

Ἦχος πλ. δˊ

Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες ὑμᾶς

Ἡλούμενος Κύριε Σταυρῷ, Ἀδὰμ τὸ χειρόγραφον, τῇ θείᾳ λόγχῃ διέρρηξας· διὸ διάρρηξον, τοὺς δεσμούς μου Λόγε, ὅπως σοι αἰνέσεως, θυσίαν θύσω πίστει γηθόμενος, καιρὸν εὐπρόσδεκτον, τῆς νηστείας νῦν εὐράμενος ὃν εἰς πάντων, σωτηρίαν ἔδειξας.

Ἦχος αˊ

Νηστείας λαμπρότητι ποτέ, Μωϋσῆς λαμπόμενος, Θεοῦ τὴν δόξαν τεθέαται, τοῦτον ζηλώσασα, ταπεινὴ ψυχή μου, τὸν Σταυρῷ τανύσαντα, παλάμας διὰ σὲ ἀγαθότητι, ἔργοις θεράπευσον, ἐγκρατείας καὶ δεήσεως, ὅπως τύχῃς, θείας ἀπολαύσεως.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. βˊ

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν

Τὸν ζωοποιὸν προσκυνοῦντές σου Σταυρόν, τῆς ἀφράστου πρὸς ἡμᾶς σου, ἀμέτρου ἀγαθότητος Χριστέ, καὶ ἐν αὐτῷ φωτισθέντες τὰς ψυχάς, ἀνυμνοῦμέν σε ἀπαύστως, αἰτούμενοι εὐθύμως ἐν χαρᾷ, τελέσαι τὸ στάδιον τῆς Νηστείας, καὶ φθάσαι τὰ Πάθη σου ἀνυμνῆσαι, Κύριε, διˊ ὧν ἔσωσας ἡμᾶς.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς 98

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΗˊ, 20–33)

Εἶπε Κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με, συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῷ. Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἔναντι Κυρίου. Καὶ ἐγγίσας Ἀβραάμ, εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τόν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, μηδαμῶς, ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν. Εἶπε δὲ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον διˊ αὐτούς. Καὶ ἀποκριθεὶς Ἀβραάμ, εἶπε· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς, ἕνεκεν τῶν πέντε, πᾶσαν τὴν πόλιν. Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω, ἐκεῖ τεσσαρακονταπέντε. Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τεσσαράκοντα. Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τριάκοντα. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν εἴκοσι. Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν, οὐκ ἀπολέσω, ἕνεκεν τῶν δέκα. Ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς 98

Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ.Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΣΤˊ, 17 – ΙΖˊ 17)

Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους, σοφισθήσεται. Ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. Πρὸ συντριβῆς ἠγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. Συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ τῷ Κυρίῳ μακαριστός. Τοὺς σοφοὺς καὶ συνετούς, φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. Πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. Εἰσὶν ὁδοί, δοκοῦσαι ὀρθαὶ εἶναι ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾍδου. Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῶ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. Ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά, καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτούς εἰς ὁδοὺς οὐκ ἀγαθάς, στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ, λογίζεται διεστραμμένα, ἐπιδάκνων δὲ τοῖς χείλεσιν αὐτοῦ, ὁρίζει πάντα τὰ κακά, οὗτος κάμινός ἐστι κακίας. Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. Κρείσσων ἀνὴρ μακρόθυμος, ἰσχυροῦ. Ὁ δὲ κρατῶν ὀργῆς, κρείσσων τοῦ καταλαμβανομένου πόλιν. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια. Κρείσσων ψωμὸς μεθˊ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν, καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. Στέφανος γερόντων, τέκνα τέκνων, καύχημα δὲ τέκνων, πατέρες αὐτῶν. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Οὐχ ἁρμόσει ἄφρονι πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις, οὗ δˊ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται. Ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθείς, οὐκ αἰσθάνεται. Ἀντιλογίας ἐγείρει πᾶς κακός. Ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Ἐξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν, τοῦ Ἀδὰμ ταῖς πληγαῖς σου· διὸ ἱκετεύω σε, τὰς πληγάς μου θεράπευσον, ἃς ἀπέθετο, ἐν τῇ ψυχῇ μου ὁ πλάνος, καὶ ἀξίωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, Σωτὴρ θεραπεῦσαί σε.

Σταυροθεοτοκίον

Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, διˊ ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἐλπὶς τοῦ Κόσμου

Σταυρὲ τοῦ Κόσμου φυλακτήρ, τῶν δαιμόνων διῶκτα, τοὺς σὲ κτωμένους ἐν παντί, προστασίαν ἄμαχον, ἀξίωσον τὸ τῆς Νηστείας διελθεῖν ὑπόλοιπον ἐν συνειδήσει καθαρᾷ, εὐθύνων τὰς ψυχὰς ἡμῶν, ἐνώπιον Χριστοῦ, Ξύλον εὐλογημένον.

Σταυροθεοτοκίον

Ἁγνὴ Παρθένε καὶ σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, ὅτε παρέστης τῷ Σταυρῷ, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, μὴ φέρουσα ὁρᾶν τὰς παροινίας τῶν ἐχθρῶν, ἐκραυγαζες ὀδυνωμένη μητρικῶς· Πῶς φέρεις ὦ Φιλάνθρωπε τὰς πάντων ἀπειλάς; Δόξα τῇ μακροθυμίᾳ σου.

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος αˊ

Ὁ φωτίσας τῇ ἐλλάμψει

Ὁ ἐκτείνας οὐρανὸν ὡσεὶ δέρριν ἐξέτεινας, τὰς παλάμας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε· διὸ ἱκετεύω σε, κατατεινόμενον ἐχθροῦ με, ταῖς ἐπηρείαις οἰκτείρησον.

Ἀφύπνωσας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε, ἐγρήγορσιν, σωτηρίας ἡμῖν παρεχόμενος, τοῖς κειμένοις Κύριε, ἐν κατωτάτῳ ἀπωλείας· ὅθεν σε πίστει δοξάζομεν.

Τοῦ Πάθους σου, τὴν ἡμέραν ἰδεῖν καταξίωσον, τοὺς δούλους σου, φωτισθέντας καρδίας φαιδρότητι, καὶ τὴν ζωηφόρον σου, Σωτὴρ Ἀνάστασιν ὑμνοῦντας, τὸ κράτος τῆς Βασιλείας σου.

Σταυροθεοτοκίον

Ὁρῶσά σε, ἐν σταυρῷ ἠρτημένον ἡ Πάναγνος, ἠλάλαζε, τετρωμένη τὰ σπλάγχνα καὶ ἔλεγε· Διὰ σπλάγχνα Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἠνέσχου, πᾶσι παρέχων ἀπάθειαν.

Κανών βˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἐκ νυκτὸς ὀρθρίζοντα

Ἐν Σταυρῷ Φιλάνθρωπε τὰς χεῖράς σου, ἥπλωσαν, ἥλωσαν, νύξαντες καὶ τὴν Πλευράν, τῇ λόγχῃ Ἰουδαῖοι, καὶ φέρεις πάντα Χριστέ, ἵνα ἡμεῖς σωθῶμεν.

Ξύλου βρώσει τέθνηκέ ποτε ὁ Ἀδάμ, πάλιν δὲ εὕρατο, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωήν, διˊ ἧς Οἰκτίρμον, ἐπαπολαύει τρυφῆς, ἔνδον τοῦ Παραδείσου.

Δόξα...

Μονάδα τῇ φύσει σε Τριὰς ἀνυμνῶ, ἄναρχον, ἄκτιστον, ἀρχικὴν βασιλικήν, ὑπερτελῆ Ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ Κόσμου.

Καὶ νῦν... Θεοτοκίον

Ἐν τῇ ὑπερφυεῖ σου κυήσει Ἁγνή, νόμοι σοι φύσεως, καταλύονται σαφῶς· καὶ γὰρ ἀσπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν, ἐκ Πατρὸς γεννηθέντα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸν Σταυρὸν τὴν Λόγχην καὶ τοὺς Ἥλους σου, σέβομαι Δέσποτα· διˊ αὐτῶν γὰρ τῆς φθορᾶς, ἡμᾶς ἀπελυτρώσω, ἐν τῷ σῷ πάθει Χριστέ, ἀπαθανατισθέντας.

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Θαύματος ὑπερφυοῦς

Ἤμβλυνας τοῦ πονηροῦ Σῶτερ τὰ κέντρα, καθηλούμενος ἥλοις ἐν ξύλῳ, ἀκανθῶν διάδημα, ἀνεδύσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν· διὸ ἀνυμνοῦντές σοι κραυγάζομεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἥπλωσας ἐπὶ Σταυροῦ Χριστὲ παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων, πρὸς τὴν σὴν ἐπίγνωσιν, καὶ τῇ λόγχῃ τὴν σὴν Πλευράν, κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν, πηγὴν φωτισμοῦ τοῖς ἀναμέλπουσιν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ῥείθροις εὐσπλαγχνίας σου Οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν, ἁμαρτίας δήγματι, σπιλωθεῖσαν καὶ ποταμούς, κατανύξεως πηγάζειν με ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοι· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Στάμνον σε τὸ θεῖον Μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρός θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Τῶν Παίδων τὴν ᾠδὴν

Σταυροῦται ὁ Χριστός, καὶ ζωούμενος ἐγὼ συμψάλλω τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ κόσμος ἐκ φθορᾶς, τῇ σταυρώσει σου ῥυσθείς, συμψάλλει τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα

Τριὰς ἰσοκλεής, Ὁμοούσιε Μονάς, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα, σῶσόν με τὸν πίστει ὑμνοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸν τόκον τῆς ἁγνῆς, Θεοτόκου προσκυνῶ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὑμνῶ σου τὸν Σταυρόν, διˊ οὗ σέσωσμαι Σωτήρ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τῶν Παίδων τὴν ᾠδήν, ἐκμιμούμενος βοῶ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Τύπον τῆς ἁγνῆς λοχείας σου

Εἶδεν Ἠλιοὺ τὸν Κύριον, ἐν λεπτοτάτῃ αὔρᾳ, λεπτύνας πρότερον, σάρκα προσευχῶν, καὶ νηστειῶν ἐπιδόσεσιν, ὃν ζηλοῦσα ψυχή μου ἀπόρριψον, τῶν ἡδονῶν τὸ πάχος, ὅπως θεάσῃ τὸν ποθούμενον.

Ξύλῳ ἀνυψώσας πρότερον, ὁ Μωϋσῆς τὸν ὄφιν, Σῶτερ ἐτύπου σου τὴν ἀνύψωσιν, τὴν ἐν Σταυρῷ ὑπεράγαθε, ἰοβόλου κακίας τοῦ ὄφεως, διˊ οὗ ἀπελυτρώσω, πάντα τὰ ἔθνη προσκυνοῦντά σε.

Τάφῳ ῥαθυμίας κείμενος, ἐπιβαροῦντα ἔχων, λίθον πωρώσεως, τὸν ἀείζωον μὴ συνιὼν Σῶτερ λόγον σου, καὶ τοῦ φόβου σου μὴ αἰσθανόμενος, οἰκτείρησόν με σῶσον, τῷ σῷ ἐλέει πολυέλεε.

Θεοτοκίον

Πάντων ὑπερτέρα Δέσποινα, τῆς τῶν παθῶν κακίας, δεῖξον ὑπέρτερον, τὸν δοξάζοντα παναληθῆ Θεοτόκον σε, καὶ ὑμνοῦντα τὸν τόκον σου ἄχραντε, τὸν ἀκαταληψίᾳ, θεοχαρίτωτε τιμώμενον.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀσπόρου συλλήψεως

Σταυροῦσαι καὶ σῴζεις με, καὶ θνῄσκεις καὶ ζωοῖς ἐμέ, ὢ εὐσπλαγχνίας! ὢ φιλανθρωπίας σου! τίς εἶδε, τίς ἤκουσε, Δεσπότην ὑπὲρ δούλων ἑλόντα θάνατον ὁρατόν; ἀλλὰ δόξα τῇ ἀρρήτῳ, ἀγαθότητί σου Κύριε.

Ὁ ἥλιος ἔδυσε, σταυρούμενον ὡς εἶδέ σε· πῶς γὰρ μὴ ἔδυ, τὴν ὕβριν αἰσθόμενος, τοῦ Δημιουργοῦ αὐτοῦ, ὡς καὶ ἡ κτίσις πᾶσα, συγκλονουμένη τοῖς σταυρωταῖς, σιωπῶσα ἀνεβόα· Ὅτι σὺ Θεὸς ὑπάρχεις παντός.

Δόξα...

Μόνου Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατὴρ καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὂν, ὦ Τριάς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Διˊ ἡμᾶς ὑπέστη σου, ἕκαστον μέλος πάθημα, πυγμὴν ἡ κάρα, ἡ ὄψις ῥαπίσματα, αἱ χεῖρες προσηλώσεις, καὶ ἡ πλευρὰ τὴν λόγχην, καὶ τὰ ἐξαίρετα τοῦ Σταυροῦ, ἀλλὰ δόξα τῇ ἀρρήτῳ, εὐσπλαγχνίᾳ σου Σωτὴρ ἡμῶν.

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀρετῆς ὑπˊ αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον· ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς σὲ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα, ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρηστότητα, μόνε Φιλάνθρωπε.

Ἦχος πλ. δˊ

Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀρετῆς ὑπˊ αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον· ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς σὲ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα, ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρηστότητα, μόνε Φιλάνθρωπε.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν...

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Ὢ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο, λῃστῶν κρεμάμενον, ὃν δίχα πόνου, καὶ φθορᾶς τέτοκε, πῶς σε ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, σπλάγχνον ἐμόν, Ἰησοῦ γλυκύτατε, σταυρῷ προσήλωσεν;

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. αˊ

Ὑπερύμνητος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ σαλεύων τὴν γῆν, εἰς τὸ ἐπιστρέψαι, καὶ σωθῆναι τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ πάλιν στερεῶν αὐτήν, διὰ ἰδίαν ἀγαθότητα, καὶ ἄφατον εὐσπλαγχνίαν, πρεσβείαις τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς. (Δίς)

Προκείμενον Ἦχος πλ. δˊ Ψαλμὸς ρˊ

Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.

Στίχ.Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΕˊ, 11–17)

Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα τὴν γῆν, καὶ ἄνθρωπον ἐπˊ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτω λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορεία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σέ, καὶ προσκηνήσουσί σοι, καὶ προσεύξονται ἐν σοί, ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεός πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. Ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον, οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι, λέγει Κύριος Παντοκράτωρ.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ραˊ

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.

Στίχ.Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπˊ ἐμοῦ.

Τῼ ΣΑΒΒΑΤῼ τῆς Εˊ ΕΒΔΟΜΑΔΟΣ τῶν ΝΗΣΤΕΙΩΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπˊ αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος.

Ἦχος πλ. βˊ

Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπˊ αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος. Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο, χαῖρε θεία στάμνε, τοῦ μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

Ἦχος πλ. βˊ

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπερ ἄνθρωπον; μέτˊ ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι, χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μή με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι;

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. βˊ

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται, τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε· Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ, τὸν ἄνθρωπον ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος βˊ

Θεοφάνους

Τὸ ἀπˊ αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος, ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ Κτίσις, χορευέτω ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον, ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ρβˊ

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΚΒˊ, 1–18)

Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν, ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἂν σοι εἴπω. Ἀναστὰς δὲ Ἀβραάμ τὸ πρωΐ, ἐπέσαξε τὸν ὄνον αὐτοῦ, παρέλαβε δὲ μεθˊ ἑαυτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπεν Ἀβραὰμ τοῖς παισίν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον, διελευσόμεθα ἕως ᾧδε, καὶ προσκυνήσαντες, ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρας, καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Εἶπε δὲ Ἰσαὰκ πρὸς Ἀβραάμ τὸν πατέρα αὐτοῦ· Πάτερ, ὁ δὲ εἶπε· Τί ἐστι τέκνον; Εἶπε δέ· Ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ τὸ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων, καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσε αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ, Ἀβραάμ, ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεόν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ διˊ ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε, καὶ ἰδού, κριὸς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων, καὶ ἐπορεύθη Ἀβραάμ, καὶ ἔλαβε τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν, ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ, αὐτοῦ. Καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. Καὶ ἐκάλεσεν Ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ Οὐρανοῦ, λέγων· Κατˊ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ ἕνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ διˊ ἐμέ, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον, τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθˊ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ργˊ

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε!

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΖˊ, 17 – ΙΗˊ 5)

Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῶ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων πῦρ θησαυρίζει. Φιλαμαρτήμων χαίρει μάχαις, ὑψῶν δὲ θύραν αὐτοῦ, ζητεῖ συντριβήν, ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Ἀνήρ εὐμετάβολος γλώσσῃ, ἐμπεσεῖται εἰς κακά, καρδία δὲ ἄφρονος, ὀδύνη τῷ κεκτημένῳ αὐτήν, οὐκ εὐφραίνεται πατὴρ ἐφ’ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται ὀστᾶ. Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις, οὐ κατευοδοῦνται αἱ ὁδοί, ἀσεβής δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. Πρόσωπον συνετόν, ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπˊ ἄκρα γῆς. Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων, μακρόθυμος δὲ ἀνήρ, φρόνιμος. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται, ἐννεὸν δἐ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων, ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός, ποταμὸς δὲ ἀναπηδῶν, καὶ πηγὴ ζωῆς, θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν, οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον

Αὐτόμελον, Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (3)

Κοντάκιον

Ἦχος πλ. δˊ

Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Εἶτα ὁ Ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τοὺς εἰκοσιτέσσαρας κατˊ ἀλφάβητον Οἴκους, ἡμεῖς δὲ εἰς τὴν τούτων Ἀνάγνωσιν ἱστάμεθα.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γˊ) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, διˊ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, διˊ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, διˊ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, διˊ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ˊ ἧς κατέβη ὁ Θεός,

χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Εἶθ΄ οὕτω τὸ εἰρημένον Κοντάκιον Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κοντάκιον

Ἦχος πλ. δˊ

Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ἤκουσαν οἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας Βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,

χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,

χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,

χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,

χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα,

χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.

Χαῖρε, διˊ ἧς ἐγυμνώθη ὁ ᾍδης,

χαῖρε, διˊ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, διˊ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,

χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,

χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,

χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,

χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,

χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,

χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,

χαῖρε, κατάπωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,

χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,

χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει,

χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφή τοῦ μάννα διάδοχε,

χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας,

χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλˊ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Κοντάκιον Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κανών αˊ, ᾨδὴ αˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι· Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, διˊ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Ἁγνείας θησαύρισμα, χαῖρε διˊ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

Καταβασία, Ἦχος δˊ

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Κανών αˊ, ᾨδὴ γˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

Καταβασία, Ἦχος δˊ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κοντάκιον

Ἦχος πλ. δˊ

Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπˊ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες:

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,

χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,

χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,

χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφˊ οὗ σκέπονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,

χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,

χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας,

χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς Αὐτῷ βοῶντας: Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος·συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα:

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,

χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,

χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ,

χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,

χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, διˊ ἧς ἐλύθη παράβασις,

χαῖρε, διˊ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας,

χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταὶ,

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,

χαῖρε, τῶν Ἁλιέων τὰς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,

χαῖρε, λιμήν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, διˊ ἡμᾶς ἐφάνη καθˊ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Κοντάκιον Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κάθισμα Ἦχος αˊ Τὸν τάφον σου Σωτὴρ

Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων Ἀγγέλων εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἀχραντε, τῶν αἰώνων καὶ Κύριον· Χαῖρε λέγων σοι, εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον βάθος, βροτῶν ἡ ἀνάκλησις.

Κανών αˊ, ᾨδὴ δˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.

Ἐν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄρρητον, ἀπειρόγαμε, διˊ ἧς ἡμεῖς ἐθεώθημεν.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν· Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

Καταβασία, Ἦχος δˊ

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.

Κανών αˊ, ᾨδὴ εˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὁδὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν, θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

Καταβασία, Ἦχος δˊ

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Κανών αˊ, ᾨδὴ ςˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

Κανών βˊ, ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Τοῦ βίου τὴν θάλασσαν

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἀθλοῦντες οἱ Μάρτυρες, καὶ ὡς λίθοι ἐκλεκτοί, ἐπὶ γῆς κυλιόμενοι, οἰκοδομίαν ἅπασαν τοῦ ἐχθροῦ, τελείως κατέστρεψαν, καὶ ναοὶ Θεοῦ ἐχρημάτισαν.

Ὑμᾶς ἱκετεύομεν, τοὺς τὸν δρόμον τὸν καλόν, τετελεκότας Μάρτυρες. Τὸν τῆς Νηστείας δρόμον τρέχειν ἡμᾶς, καλῶς ἐνισχύσατε, ἀρετῶν τελειώσει διαλάμποντας.

Νεκρώσιμον

Τοὺς δούλους σου Δέσποτα, μεταστάντας ἀπὸ γῆς, πρὸς σὲ τὸν ὑπεράγαθον, σῆς Βασιλείας ποίησον κοινωνούς, τῶν θείων Μαρτύρων σου, ἱεραῖς μεσιτείαις πολυέλεε.

Θεοτοκίον

Ἡ μόνη πανύμνητος, τοῖς ὑμνοῦσί σε πιστῶς, ἁμαρτημάτων ἄφεσιν, καὶ χαρισμάτων θείων διανομήν, δοθῆναι ἱκέτευε, τὸν πανάγιον Λόγον Μητροπάρθενε.

Κανών γˊ, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Τοῦ κήτους τὸν Προφήτην

Τὴν μνήμην ἐκτελοῦντες τῶν Μαρτύρων, Κυρίῳ ἀναπέμψωμεν τοὺς ὕμνους, σήμερον, ἐνθέως εὐφραινόμενοι.

Τὰ ξίφη καὶ τὸ πῦρ μὴ πτοηθέντες, θαρροῦντες ἐν τῇ πίστει Ἀθλοφόροι, τυράννους ἐν τούτῳ κατεπλήξατε.

Δόξα...

Τριάδα τοῖς προσώποις ἀνυμνῶ σε, Μονάδα κατˊ οὐσίαν προσκυνῶ σε, Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον.

Καὶ νῦν... Θεοτοκίον

Ἀγγέλων καὶ ἀνθρώπων εὐφημία ὑπάρχεις ὅτι ἔτεκες Παρθένε, Χριστὸν τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Θανάτῳ τὴν ζωὴν ἀντιλαβόντες, σκιρτᾶτε τὰ οὐράνια οἰκοῦντες Ἀθλοφόροι, ἔνδοξοι Χριστοῦ τοῦ Θεοῦ.

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Θανάτου καὶ ζωῆς ὁ κυριεύων, τοὺς πίστει μεταστάντας ἐκ τοῦ βίου, Χριστέ, σὺν Ἁγίοις σου ἀνάπαυσον.

Καταβασία, Ἦχος δˊ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Κοντάκιον

Ἦχος πλ. δˊ

Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας.

χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.

χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε· σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.

χαῖρε· σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.

χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.

χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα,

Χαῖρε, καλὴ κουροτρόφε παρθένων.

χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.

Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου,

χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,

χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,

χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,

χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,

χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.

χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε διˊ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.

χαῖρε, Ἁγία Ἁγίων μείζων,

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι.

χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.

χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.

χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, διˊ ἧς ἐγείρονται τρόπαια.

χαῖρε, διˊ ἧς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,

χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γˊ), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γˊ) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, διˊ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, διˊ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, διˊ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, διˊ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κοντάκιον Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, ἑορτάζομεν τὸν Ἀκάθιστον Ὕμνον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας.

Στίχοι

Ὕμνοις ἀΰπνοις εὐχαρίστως ἡ Πόλις,

Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν.

Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ζˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, διˊ ἧς χαρὰς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τους δούλους σου, καταγράψαι Θεοτόκε.

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζόμενους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

Κανών βˊ, ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Δροσοβόλον μὲν τὴν κάμινον

Ἡ ὑπέρφωτος ὁμήγυρις τῶν θείων σου, Μαρτύρων Πολυέλεε, ἐν τῷ φωτί σου τῷ ἀδύτῳ νῦν περιπολεῖ, αὐτῶν ἱκεσίαις φωτισμόν, ἁμαρτιῶν τε ἱλασμόν, παράσχου πᾶσι Χριστέ.

Ὡς ὡραῖος ὁ καιρὸς ὃν ἡμῖν δέδωκας, τῆς ἐγκρατείας Κύριε! ἐν ᾧ οἴκτειρον τὰς ψυχὰς ἡμῶν ὡς ἀγαθός, εὐχαῖς τῶν ἁγίων Ἀθλητῶν, τῶν τὰ ὡραῖα καὶ σεπτά, στερξάντων Πάθη σου.

Νεκρώσιμον

Διελθόντας πολυώδυνον κλυδώνιον, τοῦ βίου τοὺς ἱκέτας σου, ἐγκαθόρμισον, εἰς λιμένα Δέσποτα ζωῆς, βοᾶν μετὰ πάντων ἐκλεκτῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἡ τοῦ νόμου τὸν δοτῆρα Ἀειπάρθενε, κυήσασα ἱκέτευε, τὰς ἀνομίας ὑπεξάραι πάσας ἐν καιρῷ, τῷ νῦν ἐνεστῶτι τοῖς καλῶς, προαιρουμένοις ἐξασκεῖν, θείας Νηστείας σπουδήν.

Κανών γˊ, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Εὐλογητὸς εἶ ὁ Θεὸς

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δείξας γενναίους, ὑπὲρ σοῦ ἀθλοῦντας τοὺς Μάρτυρας, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τοὺς Ἀθλοφόρους, πρέσβεις ἡμῖν εἰς σὲ παρασχόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

Δόξα...

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ εἷς μὲν τῇ φύσει, προσώποις δὲ τρισὶ γνωριζόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

Καὶ νῦν... Θεοτοκίον

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τεχθεὶς ἀσπόρως, καὶ τὴν Τεκοῦσαν δείξας ἁγνεύουσαν, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ θήρας φιμώσας, καὶ σβέσας πῦρ εἰς δόξαν τῶν Ἁγίων σου, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ ἀπὸ θανάτου, εἰς ἄπειρον ζωὴν μεταθέμενος, τοὺς πίστει σοι ἐν βίῳ λειτουργήσαντας.

Καταβασία, Ἦχος δˊ

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Κανών αˊ, ᾨδὴ ηˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, διˊ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ἐκ φλογὸς τοῖς ὁσίοις

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, ἐπουράνιοι Νόες ὑπερεθαύμασαν, τούτων προσευχαῖς, τὰ ἐλέη σου Δέσποτα, ἐν ἡμῖν πλουσίως, θαυμάστωσον οἰκτίρμον.

Οἱ τὸ πῦρ θείᾳ δρόσῳ καταπατήσαντες, Ἀθληταὶ τοῦ Κυρίου ἀξιοθαύμαστοι, ῥύσατε ἡμᾶς, τοῦ πυρὸς τοῦ κολάζοντος, ταῖς πρὸς τὸν Δεσπότην, θερμαῖς ὑμῶν πρεσβείαις.

Νεκρώσιμον

Ὑπεράγαθε Λόγε τοὺς ἐκδημήσαντας, ἐξ ἡμῶν Ὀρθοδόξους ζωῆς ἀξίωσον, τῆς ἐν οὐρανῷ, καὶ ἁγίας λαμπρότητος, ταῖς τῶν καλλινίκων, Μαρτύρων ἱκεσίαις.

Θεοτοκίον

Ἱκεσίαις Οἰκτίρμον τῆς κυησάσης σε, καὶ ἁγίων Μαρτύρων καὶ Ἀποστόλων σου, φώτισον ἡμῶν, τὰς ψυχὰς τοῦ δοξάζειν σε, ἐν ἀγαλλιάσει, ψυχῆς εἰς τοὺς αἰῶνας.

Κανών γˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Τὴν ποιητὴν τῆς Κτίσεως

Χοροὶ Μαρτύρων ἅγιοι, μνήσθητε τῶν πόθῳ ἀνυμνούντων ὑμᾶς, καὶ ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ξίφει τυμπανιζόμενοι, ἔχαιρον οἱ Μάρτυρες, ὑμνοῦντες Χριστόν, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ἣν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Παρθένος βρέφος τέτοκε· Θεὸς γὰρ ἐκ ταύτης ἐνηνθρώπησε. Πᾶσα σάρξ ὑμνείτω, αὐτὸν εἰς τοὺς αἰῶνας.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στῆλαι ἀνδρείας ὤφθησαν, πτῶσιν διαβόλου θριαμβεύοντες, οἱ Μάρτυρες ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὸν Ἀβραὰμ κολπώσασθαι, ἀξίωσον Κύριε τοὺς δούλους σου, πίστει μεταστάντας, πρὸς σὲ καὶ τῇ ἐλπίδι.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Καταβασία, Ἦχος δˊ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, to the Theotokos

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Κανών βˊ, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Θεὸν ἀνθρώποις

Ὡς φῶς ὡς ἥλιος ἀνατείλαντες, πᾶσαν τὴν γῆν ἀκτῖσιν εὐσεβείας οἱ Μάρτυρες, καὶ λαμπάσι θαυμάτων ἐφώτισαν, καὶ τῆς πολυθεΐας σκότος ἠφάνισαν, ὧν ταῖς ἱκεσίαις ὁ Θεός, ἡμᾶς ἐλέησον.

Στρατὸς Μαρτύρων ἀκαταγώνιστος, πάντας ἡμᾶς ἐνίσχυσον καλῶς ἀγωνίσασθαι, καὶ τελέσαι Νηστείας τὸ στάδιον, ὅπως ἐνθέου βίου, ἔργα τελέσαντες, μέτοχοι γενώμεθα ζωῆς, ἀγαλλιώμενοι.

Νεκρώσιμον

Ἡ σὴ φθασάτω χρηστότης Κύριε, τοὺς ἐξ ἡμῶν φρικώδει μεταστάντας κελεύσει σου, κυκλωσάτω αὐτοὺς σοῦ τὸ ἔλεος, καὶ καθοδηγησάτω, πρὸς τὰ σκηνώματα, τὰ καταυγαζόμενα φωτί, τῷ τοῦ προσώπου σου.

Θεοτοκίον

Φωνῇ Ἀγγέλου βουλῆς τὸν Ἄγγελον, τῆς τοῦ Πατρὸς ἀρρήτως Θεοτόκε ἐκύησας. Τὰς φωνὰς οὖν τῶν δούλων σου πρόσδεξαι, ἃς ἐν τῷ τῆς Νηστείας χρόνῳ προσάγομεν, καὶ ταύτας προσάγαγε Θεῷ ὥσπερ θυμίαμα.

Κανών γˊ, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Τελοῦντες πανήγυριν, Μαρτυρικήν, σήμερον λαοί, σκιρτήσωμεν ἐν ᾠδαῖς, μέλποντες Χριστῷ, τῷ ἀθλοθετήσαντι, καὶ τὰς νίκας, κατὰ τῶν ἐχθρῶν, τούτοις παρέχοντι, ὃν ἐν ὕμνοις μεγαλύνομεν.

Ὄνυξι ξεόμενοι, καὶ τμηθέντες, ξίφει μεληδόν, συνήφθητε τῷ Χριστῷ, ἀγαπητικῶς, πανεύφημοι Μάρτυρες· διὸ καὶ νῦν, ἐν τοῖς Οὐρανοῖς, ἀγαλλιώμενοι, ὑπὲρ πάντων ἱκετεύσατε.

Δόξα...

Ὁμοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός, ἐστὶν ὁ τεχθείς, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τὸ γενναῖον στράτευμα, τοῦ Ἄνακτος, πάντων καὶ Θεοῦ, τοὺς Μάρτυρας ἐν ᾠδαῖς, στέψωμεν λαοί· αὐτοὶ γὰρ ἐνίκησαν, δαιμονικὰς φάλαγγας σαφῶς, οὓς ἀναμέλποντες, τὸν Δεσπότην μεγαλύνομεν.

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ὅτε πᾶν τὸ πλάσμα σου, ἀναστήσῃς κρίνεσθαι Χριστέ, οὓς προσελάβου καὶ νῦν, δούλους σου πιστούς, ἐλέησον σύγγνωθι, τὰ ἐν βίῳ, πταίσματα αὐτῶν, καὶ σὺν Ἁγίοις σου, ἀναπαύων εἰς αἰῶνας αὐτούς.

Καταβασία, Ἦχος δˊ

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.

Ἐξαποστειλάριον

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Τὸ ἀπˊ αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, διˊ εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθˊ οὗ βοήσωμεν πάντες· Χαῖρε ἡ Μήτηρ Κυρίου.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δˊ, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία, τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι.

Ἦχος δˊ

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία, τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι.

Ἦχος δˊ

Φωτοφόρον παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄχραντος τῆς θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον, τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρῴην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.

Ἦχος δˊ

Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται, καὶ βοήσει σοι· Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ ἡλίου νεφέλη, ὑποδέχου, τὸν Ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος δˊ

Ἰδιόμελον

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν· διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ Κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Μεγάλη Δοξολογία

Τὰ Τυπικὰ καὶ ἐν τοῖς Μακαρισμοῖς, ἐκ τοῦ Κανόνος τῆς Θεοτόκου ἡ γˊ ᾨδή, καὶ τοῦ Τετραῳδίου ἡ ςˊ.

Προκείμενον Ἦχος γˊ ᾨδὴ τῆς Θεοτόκου

Μεγαλύνει ἡ ψυχή μου, τὸν Κύριον.

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Ἀλληλούϊα Ἦχος πλ. δˊ

Ἀνάστηθι Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.

Στίχ.Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ΚΥΡΙΑΚΗ Εˊ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο. Εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας. (Δίς)

Ἦχος πλ. βˊ

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν γέγονας, καὶ σφοδρῶς ἕδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα, διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν παρρησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

Ἦχος πλ. βˊ

Ἔρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλειψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερβαίνειν μακάριε, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ νῦν ἐν παρρησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δοξαστικὸν, Ἦχος δˊ

Ἐθαυματούργησε Χριστέ, τοῦ Σταυροῦ σου ἡ δύναμις, ὅτι καὶ ἡ πρῴην Πόρνη ἀσκητικὸν ἀγῶνα ἠγωνίσατο· ὅθεν καὶ τὸ ἀσθενὲς ἀπορριψαμένη, γενναίως ἀντέστη κατὰ τοῦ διαβόλου· διὸ καὶ τὸ βραβεῖον τῆς νίκης κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα

Δοξαστικὸν, Ἰδιόμελον τῆς Ὁσίας

Ἦχος βˊ

Τὰ τῆς ψυχῆς θηρεύματα, καὶ τὰ πάθη τῆς σαρκός, τῷ ξίφει τῆς ἐγκρατείας ἔταμες, τὰ τῆς ἐννοίας ἐγκλήματα, τῇ σιγῇ τῆς ἀσκήσεως ἀπέπνιξας, καὶ ῥείθροις τῶν δακρύων σου, τὴν ἔρημον ἅπασαν κατήρδευσας, καὶ ἐβλάστησας ἡμῖν τῆς μετανοίας καρπούς· διό σου τὴν μνήμην Ὁσία ἑορτάζομεν.

Θεοτοκίον

Ἦχος βˊ

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ὁσίας

Ἦχος πλ. δˊ

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατˊ εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου.

Ἦχος πλ. δˊ

Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών αˊ, ᾨδὴ αˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ὑγρὰν διοδεύσας

Παρεῖκάς με πλούτῳ τῶν ἡδονῶν τῷ εὐφραινομένῳ καθˊ ἡμέραν ἐν τῇ τρυφῇ, Πλουσίῳ· διό σε ἱκετεύω, Σῶτερ πυρός με ὡς Λάζαρον λύτρωσαι.

Ἠμφίεσμαι Σῶτερ ταῖς ἡδοναῖς ὥσπερ ὁ τὴν βύσσον, περιθέμενος καὶ χρυσόν, χρυσῆν τε ἐσθῆτα, ἀλλὰ μή με ἐν τῷ πυρὶ ὡς ἐκεῖνον ἐκπέμψειας.

Εὐφραίνετο πλούτῳ καὶ τῇ τρυφῇ ὁ Πλούσιος πάλαι ἐν τῷ βίῳ τῷ φθαρτικῷ· διό περ βασάνοις κατεκρίθη, ὁ δὲ πτωχὸς ἐδροσίζετο Λάζαρος.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν ἀνύμφευτε Μῆτερ εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Κανών βˊ, ᾨδὴ αˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Κύματι θαλάσσης

Πόθῳ τὴν φωσφόρον, καὶ θείαν σου μνήμην πανηγυρίζοντι, φῶς μοι κατάπεμψον, παρισταμένη Ὁσία τῷ φωτὶ τῷ ἀπροσίτῳ Χριστῷ πειρασμῶν παντοίων με τοῦ βίου διασῴζουσα.

Ὁ τοῖς Αἰγυπτίοις, σαρκὶ ἐνδημήσας, ὁ ἀπερίγραπτος καὶ προαιώνιος, ὁλοφαῆ σε ἀστέρα ἐξ Αἰγύπτου ἀναδείκνυσιν, ὁ γινώσκων Κύριος τὰ πάντα πρὶν γενέσεως.

Θείων ἐνταλμάτων σεμνὴ ἀγνοοῦσα θεῖον εἰκόνισμα, Θεοῦ ἐρρύπωσας, θείᾳ προνοίᾳ δὲ πάλιν ἀπεκάθηρας πανεύφημε, θεωθεῖσα πράξεσιν, Ὁσία ταῖς ἐνθέοις σου.

Θεοτοκίον

Ὢ τῆς σὴς Θεέ μου, πολλῆς εὐσπλαγχνίας καὶ τῆς ἀφάτου σου, συγκαταβάσεως! ὅπως τὴν πρότερον Πόρνην, ταῖς Μητρός σου παρακλήσεσιν ὡς ἁγνὴν καὶ ἄμωμον Ἀγγέλοις καθωμοίωσας.

Κανών αˊ, ᾨδὴ γˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Σὺ εἶ τὸ στερέωμα

Λάζαρον ὡς ἔσωσας, ἐκ τῆς φλογὸς Χριστέ, οὕτω με ἐκ τοῦ πυρός, ῥῦσαι τῆς γεέννης τὸν ἀνάξιον δοῦλόν σου.

Πλούσιος τοῖς πάθεσι καὶ ἡδοναῖς εἰμι Κύριε, Λάζαρος δὲ πένης τῇ στερήσει ἀρετῶν, ἀλλὰ σῶσόν με.

Κόκκινον καὶ βύσσινον ἐνεδιδύσκετο Πλούσιος, ταῖς ἡδοναῖς καὶ ταῖς ἁμαρτίαις· διὰ τοῦτο φλογίζεται.

Θεοτοκίον

Δὸς ἡμῖν βοήθειαν ταῖς ἱκεσίαις σου Πάναγνε τὰς προσβολὰς ἀποκρουομένη τῶν δεινῶν περιστάσεων.

Κανών βˊ, ᾨδὴ γˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Σὲ τὸν ἐπὶ ὑδάτων

Πύλαις τῆς ἀπωλείας ἐγγισάσῃ πράξεσι ταῖς ἀτόποις, πύλας ὁ πρὶν τοῦ ᾍδου συντρίψας σθένει Θεότητος πύλας τῆς μετανοίας σοι ἀνοίγει Πάνσεμνε, πύλη τῆς ζωῆς ὑπάρχων αὐτός.

Ὅπλον τῆς ἁμαρτίας μακρόθυμε τὴν πρὶν γεγενημένην ὅπλῳ Σταυροῦ τοῦ θείου, τῇ προσκυνήσει ἀνέδειξας ὅπλα δαιμόνων ἅπαντα καὶ πανουργεύματα ὅλως τροπουμένην εὔσπλαγχνε.

Λύτρον ὑπὲρ ἁπάντων τὸ ἴδιον ὁ πρὶν ἐκχέας Αἷμα λουτρῷ τῷ τῶν δακρύων σὲ καθαρὰν ἀπεργάζεται λέπραν δεινὴν νοσήσασαν κακίστης πράξεως, ὅλως ὁ τὸ εἶναι πᾶσι διδούς.

Θεοτοκίον

Λόγου παντὸς ὑπάρχει, ἀνώτερον τὸ ἐπὶ σοὶ Παρθένε· Λόγος Πατρὸς ἐν σοὶ γὰρ θεοπρεπῶς κατεσκήνωσε, λύσιν πταισμάτων ἅπασι τοῖς ἁμαρτάνουσι λόγῳ μόνῳ παρεχόμενος.

Κάθισμα, τῆς Ὁσίας

Ἦχος πλ. δˊ

Τὴν Σοφίαν καὶ Λόγον

Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός, χαλινώσασα πόνοις ἀσκητικοῖς ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα· τὸν γὰρ Σταυρὸν ποθήσασα Κυρίου θεάσασθαι ἱερῶς ἀοίδιμε τῷ Κόσμῳ ἐσταύρωσαι· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας προθύμως διήγειρας σεαυτὴν παμμακάριστε. Διὰ τοῦτο γεραίρομεν τὴν μνήμην σου Μαρία πιστῶς τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι τοῦ δωρηθῆναι πλουσίως ὑμῖν ταῖς πρεσβείαις σου,

Θεοτοκίον Ὅμοιον

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί· δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με, ἀλλˊ ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον ἐπˊ ἐμὲ ἐπίβλεψον, Παρθένε καὶ ῥῦσαί με πάσης ἁμαρτίας καὶ παθῶν ψυχοφθόρων καὶ πάσης κακώσεως τοῦ δεινοῦ πολεμήτορος ἵνα ψάλλω γηθόμενος. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς καταφεύγουσι πίστει τῇ σκέπῃ σου Ἄχραντε.

Κανών αˊ, ᾨδὴ δˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Εἰσακήκοα Κύριε

Κατετρύφα ὁ Πλούσιος βρώσει καὶ ἐνδύμασι εὐφραινόμενος, ὁ δὲ Λάζαρος χορτάζεσθαι ἐπεθύμει τούτου τῶν τραπέζης ψιχίων.

Οἱ μὲν κύνες ἀπέλειχον γλώττῃ τοῦ πτωχοῦ Λαζάρου τοὺς μώλωπας συμπαθέστεροι γινόμενοι τῆς Πλουσίου γνώμης εἰς τὸν πένητα.

Τῷ πυλῶνι ἐβέβλητο πάλαι τοῦ Πλουσίου Σῶτερ ὁ Λάζαρος τιμωρούμενος ταῖς μάστιξι τῆς πενίας· ὅθεν νῦν δοξάζεται.

Θεοτοκίον

Ὃν ἐκύησας Ἄχραντε, πρέσβευε σωθῆναι τοὺς ἀνυμνοῦντάς σε ἐκ δουλείας τοῦ ἀλάστορος ὅτι μόνη πέλεις προστασία ἡμῶν.

Κανών βˊ, ᾨδὴ δˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν

Ὡς πλαστουργὸς βροτείας φύσεως ὡς ἐλέους πηγὴ καὶ εὐσπλαγχνίας πλοῦτος ᾠκτείρησας φιλάνθρωπε πρόσφυγα τὴν σήν, καὶ ἀφήρπασας ταύτην τοῦ ὀλεθρίου θηρός.

Σταυρὸν ἰδέσθαι ἐπισπεύδουσα σταυρικῷ φωτισμῷ Μαρία κατηυγάσθης Σταυρῷ τοῦ ὁμιλήσαντος, νεύσει θεϊκῇ σταυρωθεῖσα τῷ Κόσμῳ ἀξιοθαύμαστε.

Ἡ τῶν κακῶν αἰτία πρότερον ἡδονῇ πονηρᾷ πολλοῖς γεγενημένη ἡλίου δίκην λάμψασα πᾶσιν ὁδηγὸς ἡ Ὁσία ἐδείχθη τοῖς ἁμαρτάνουσι.

Θεοτοκίον

Νοῦν ὑπερέβης καὶ οὐράνιον νοητὲ οὐρανὲ τοῦ πάντων Βασιλέως· νομίμων γὰρ τῆς φύσεως ἄνευθεν Ἁγνὴ νομοδότην καὶ Κτίστην πάντων ἐκύησας.

Κανών αˊ, ᾨδὴ εˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ἵνα τί με ἀπώσω

Ἀβραὰμ ἐν τοῖς κόλποις Λάζαρον ὁ Πλούσιος ὡς ἐθεάσατο, ἐν φωτὶ καὶ δόξῃ εὐφραινόμενον Πάτερ, ἐκραύγαζεν· Ἀβραὰμ ἐλέησόν με τὸν ἐν πυρὶ κατακριθέντα καὶ τὴν γλῶτταν δεινῶς φλογιζόμενον.

Κατετρύφησας πλούτῳ, βίου εὐφραινόμενος Ἀβραὰμ ἔφησε, τῷ Πλουσίῳ· ὅθεν, τετιμώρησαι ᾧδε αἰώνια, ἐν πυρὶ ὑπάρχων· Ὁ δὲ πτωχὸς ἐν εὐφροσύνῃ, τῇ ἀλήκτῳ ἀγάλλεται Λάζαρος.

Τῇ τοῦ βίου ἀπάτῃ, πλούσιος γεγένημαι ὥσπερ ὁ Πλούσιος ὁ τὸν βίον ὅλον ἡδοναῖς δαπανήσας Φιλάνθρωπε· ἀλλὰ δέομαί σου, τῶν οἰκτιρμῶν τοῦ λυτρωθῆναι, τοῦ πυρὸς ὥσπερ σέσωσται Λάζαρος.

Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε συγγενοῦς προνοίας τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Κανών βˊ, ᾨδὴ εˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Θεοφανείας σου Χριστὲ

Μωσῆς δεδόξασταί ποτε, ἐν τῷ Σινᾷ Θεοῦ τὰ ὀπίσθια, μυστικῶς θεώμενος. Ὁ ἔνδοξος ὑπογράφων ξένον μυστήριον, μανναδόχον δὲ στάμνον νῦν, Εἰκόνα ἄχραντον, θερμῶς προσπεσοῦσα Μαρία Ἀγγελικὸν βίον κομίζεται.

Ναοῦ εὐπρέπειαν τοῦ σοῦ ἐπιποθοῦσα, ψαλμικῶς θεάσασθαι, νοερόν τε σκήνωμα τῆς δόξης σου ἡ τὸν σὸν ναὸν βεβηλώσασα νοεραῖς πρεσβείαις Χριστὲ τῆς ἀπειράνδρου σου ναοῦ γενομένης ναόν με τοῦ παντουργοῦ, ποίησον Πνεύματος.

Ἡ τῷ ἀγκίστρῳ τῆς σαρκός, διˊ ὀφθαλμῶν τοὺς πολλοὺς ζωγρήσασα ἡδονῇ βραχείᾳ τε κατάβρωμα διαβόλου τούτους ποιήσασα, ἠγκιστρεύθη, παναληθῶς τῇ θείᾳ χάριτι Σταυροῦ τοῦ τιμίου ἡδύτατον τῷ Χριστῷ ὄψον ὑπάρξασα.

Θεοτοκίον

Μεμυημένος ὁ χορός, τῶν Προφητῶν, τὸ ἐν σοὶ μυστήριον, μυστικαῖς θεηγορίαις Ἄχραντε σὲ ποικιλοτρόπως προέλεγε, μανναδόχου στάμνου ἰδὲ νῦν Εἰκόνα ἄχραντον αὐτῇ προσπεσοῦσα Μαρία, ἡ ἐγγυήτρια, ἁμαρτωλῶν πρὸς Θεόν.

Κανών αˊ, ᾨδὴ ςˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ἱλάσθητί μοι Σωτὴρ

Ὁ πλούσιος ἑαυτὸν φλογὶ πυρὸς κατεδίκασε, τῇ ἐνηδόνῳ ζωῇ, ὁ πένης δὲ Λάζαρος, πτωχείαν ἑλόμενος, ἐν τῷδε τῷ βίῳ, ἠξιώθη τῆς ἀλήκτου χαρᾶς.

Ἐν κόλποις τοῦ Ἀβραὰμ ὁ Λάζαρος κατηξίωται, τῆς αἰωνίου ζωῆς, Χριστὲ ἐμφορούμενος, πυρὶ δὲ ὁ Πλούσιος, καὶ ψυχὴν καὶ σῶμα, κατεκρίθη τιμωρούμενος.

Κατεδικάσθη εἰς πῦρ, ὁ Πλούσιος διὰ Λάζαρον, μὴ κατακρίνῃς ἐμέ, τὸν δείλαιον δέομαι φιλάνθρωπε Κύριε ἀλλˊ ὡς Λάζαρόν με, τοῦ φωτός σου καταξίωσον.

Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεοκυῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Κανών βˊ, ᾨδὴ ςˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Ἄβυσσος ἐσχάτη

Χαίρουσι Μαρία τὰ τῶν Ἀγγέλων στρατεύματα, τὸν ἐφάμιλλον Ὁσία βίον, τὸν ἐν σοὶ καθορῶντες καὶ δόξαν τῷ, Κυρίῳ κραυγαζοντες·

Φρίττουσι Δαιμόνων τῶν ζοφερῶν τὰ συστήματα τὸ τῆς σῆς καρτερικὸν ἰσχύος, ὅτι γυνὴ παραδόξως καὶ γυμνή, καὶ μόνη τούτους ᾔσχυνας.

Ἔλαμψας ἡλίου δίκην Μαρία πανεύφημε, καὶ τὴν ἔρημον ταῖς φρυκτωρίαις πᾶσαν ἐφώτισας· ὅθεν κᾀμὲ τῷ σῷ φωτὶ καταλάμπρυνον.

Θεοτοκίον

Ἄγγελοι περιλαμφθέντες, τῇ δόξῃ τοῦ τόκου σου ἐν τῇ γῇ εἰρήνην πᾶσιν ἡμῖν, καὶ εὐδοκίαν ἀνθρώποις, Παρθένε κεκράγασιν.

Κοντάκιον, τῆς Ὁσίας

Ἦχος γˊ

Ἡ Παρθένος σήμερον

Ἡ πορνείαις πρότερον, μεμεστωμένη παντοίαις Χριστοῦ Νύμφη σήμερον τῇ μετανοίᾳ ἐδείχθης, Ἀγγέλων, τὴν πολιτείαν ἐπιποθοῦσα, δαίμονας Σταυροῦ τῷ ὅπλῳ καταπατοῦσα· διὰ τοῦτο βασιλείας ἐφάνης νύμφη Μαρία ἔνδοξε.

Ὁ Οἶκος

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Μαρία παναοίδιμε τὴν τῶν Αἰγυπτίων ἀναφανεῖσαν θρέμμα τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον διˊ ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασαν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως· διὸ καὶ ὑψώθης ἐν Χριστῷ, διὰ βίου καὶ πράξεως, Βασιλείας Οὐρανοῦ φανεῖσα νύμφη Μαρία πάνσεμνε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

Στίχοι

Ἀπῇρε πνεῦμα, σάρξ ἀπερρύη πάλαι.

Τὸν ὅστινον, γῆ, κρύπτε νεκρὸν Μαρίας.

Ταῖς αὐτῆς πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Οἱ ἐκ τῆς Ἰουδαίας

Ἰὼβ καθάπερ πάλαι ἐν σαπρίᾳ σκωλήκων καὶ ἐν κοπρίᾳ ἑστὼς ὑπῆρξε πρὸ πυλῶνος ὁ Λάζαρος ὡσαύτως, τοῦ Πλουσίου ἐκάθευδεν, ὁ τῶν πατέρων βοῶν Θεὸς εὐλογητός εἶ.

Βεβλημένος πυλῶσι τοῦ ἀσπλάγχνου Πλουσίου πάλαι ὁ Λάζαρος ψιχίων ἐπεθύμει αὐτοῦ τῶν τῆς τραπέζης ἀλλˊ οὐδεὶς ἐπεδίδου αὐτῷ, ἀλλˊ ἀντὶ τούτων εὗρε τοῦ Ἀβραάμ τοὺς κόλπους.

Τοῦ ἀσπλάγχνου Πλουσίου τῆς μερίδος Χριστέ μου ῥῦσαί με δέομαι καὶ πένητι Λαζάρῳ συντάξας με βοᾶν σοι εὐχαρίστως ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Κανών βˊ, ᾨδὴ ζˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Οἱ Παῖδες ἐν Βαβυλῶνι

Ὁ μέγιστος ἐν πατράσι, περιπολεύων τὴν ἔρημον, Ζωσιμᾶς ὁ σοφός, τὴν Ὁσίαν ἰδεῖν κατηξίωται· Εὐλογητὸς εἶ κράζει δέ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τί Πάτερ ξένον ἀπάσης, ἰδεῖν ἐλήλυθας γύναιον, ἀρετῆς πρακτικῆς; ἡ Ὁσία ἐβόα τῷ γέροντι· Εὐλογητὸς εἶ κράζει δέ· ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Νεκρώσασα Μακαρία, τὰ τῶν παθῶν σου σκιρτήματα, ἀπαθείας νυνὶ προσωρμίσθης, λιμένι κραυγάζουσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Συνέλαβες ἀπορρήτως, παρθένος μείνασα Ἄχραντε, καὶ ἐκύησας Κόσμῳ τὴν σωτηρίαν Χριστόν, τὸν Θεὸν ἡμῶν· διό σε πάντες ᾄσμασιν οἱ πιστοὶ μεγαλύνομεν.

Κανών αˊ, ᾨδὴ ηˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ἑπταπλασίως κάμινον

Στολὴν κοκκίνην βύσσον τε καὶ πορφύραν ὁ Πλούσιος πάλαι ἐνεδύετο λαμπρῶς ὁ δείλαιος, ὁ πένης δὲ Λάζαρος, ἐν τῷ πυλῶνι τούτου δεινῶς, ἔκειτο ψιχίων, τῶν πιπτόντων τραπέζης ἐθέλων κορεσθῆναι καὶ οὐδεὶς ἐπεδίδου, αὐτῷ· διὸ ἐν δόξῃ, Χριστῷ συμβασιλεύει.

Ἐν τῷ πυλῶνι ἔκειτο τοῦ Πλουσίου ὁ Λάζαρος σεσηπὼς τῷ σώματι πληγαῖς καὶ ἤθελε, κορέννυσθαι βρώσεως καὶ οὐκ ἐδίδου τούτῳ οὐδείς, ἀλλὰ καὶ οἱ κύνες συμπαθῶς ἐν τῇ γλώττῃ, ἀπέλειχον τὰ ἕλκη καὶ τοὺς μώλωπας τούτου· διὸ ἐν Παραδείσῳ τρυφῆς κατηξιώθη.

Ἐν ἡδοναῖς ἐπλούτησα ὥσπερ πάλαι ὁ Πλούσιος ὁ ἐνδεδυμένος, καθˊ ἡμέραν κόκκινον, κᾀγὼ Πολυέλεε, ἐν τῇ τοῦ βίου τούτου τρυφῇ ἐμαυτὸν κατακρίνω ταῖς τρυφαῖς καὶ ἀπάταις· διό σε ἱκετεύω ἐκ πυρὸς τοῦ ῥυσθῆναι Χριστὲ τοῦ αἰωνίου εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν

Τρισσοφαῆ Θεότητα ἑνιαίαν ἐκλάμπουσαν αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως Γεννήτορα ἄναρχον ὁμοφυᾶ τε Λόγον Πατρὸς καὶ συμβασιλεῦον ὁμοούσιον Πνεῦμα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Ἔκστηθι φρίττων οὐρανὲ

Βάθη καρδίας ἐρευνῶν· Ὁ πρὸ γενέσεως προγινώσκων τὰ ἡμῶν, βιαίας βιοτῆς ἀφήρπασας, τὴν προσφυγοῦσάν σοι Σωτήρ, βεβαίως τῇ σῇ φιλανθρωπίᾳ, βοῶσαν ἀσιγήτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὢ ἀλλοιώσεως σεπτῆς, τῆς πρὸς τὸ κρεῖττόν σου, μεταθέσεως σεμνή! ὢ πόθου θεϊκοῦ μισήσαντος, τὰς σαρκικὰς ἡδονάς! ὢ πίστεως ζεούσης καὶ θείας! πανεύφημε Μαρία, ἣν πιστῶς εὐφημοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εὗρες τῶν πόνων ἀμοιβήν, καὶ τῶν καμάτων σου τὴν ἀντίδοσιν σεμνή, Μαρία, διˊ ὧν καταβέβληκας, τὸν παλαμναῖον ἐχθρόν, καὶ νῦν σὺν τοῖς, Ἀγγέλοις κραυγάζεις, τὸν ὕμνον ἀσιγήτως βοῶσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ὅλον ἀνέπλασεν ἐμὲ δι΄ ἀγαθότητα, ἐν τῇ μήτρᾳ σου Ἁγνή, οὐ φθείρας ἑκατέρας φύσεως τὰ ἰδιώματα, ὡς πάντων τῶν αἰώνων Δεσπότης· ὅθεν σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας ᾄσμασιν ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, Τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Σὲ τὴν ἀπειρόγαμον

Πένητά με Λάζαρον, Χριστὲ αἰτοῦμαι ἀπεργάζου, τὰς τῶν ἡδονῶν ὀρέξεις μου, ἐξορίζων ὡς φύσει Θεός, ταῖς δὲ ἀρεταῖς με, ὡς τὸν Πλούσιον, ποίησον ἵνα πίστει, ἐν ὑμνῳδίαις μεγαλύνω σε.

Πλούσιος καὶ ἄσπλαγχνος, τὸν νοῦν παρέβλεψά μου πίστει σοῦ τῶν ἐντολῶν Φιλάνθρωπε, πρὸ πυλῶν ἐρριμμένον δεινῶς, ἀλλˊ ὡς συμπαθὴς καὶ φιλοικτίρμων ἀνάστησον ὥσπερ συμπαθὴς πάλαι, τὸν τεταρταῖον φίλον Λάζαρον.

Πάντες μεμαθήκαμεν παραβολὴν τὴν τοῦ Δεσπότου, πάντες οὖν πιστοὶ μισήσωμεν τοῦ Πλουσίου τὸ ἄσπλαγχνον, ἵνα τῆς κολάσεως ἐκφύγωμεν καὶ ἐν κόλποις τοῦ Ἀβραάμ ἀεὶ χορεύσωμεν.

Θεοτοκίον

Σὲ τὴν τὸν ἀόρατον Θεὸν βαστάσασαν ἀγκάλαις, τὸν ἐν οὐρανοῖς ὑμνούμενον ὑπό πάσης τῆς Κτίσεως, καὶ διὰ σοῦ ἡμῖν δωρούμενον καὶ πάντοτε σωτηρίαν, ἐν πίστει μεγαλύνομεν.

Κανών βˊ, ᾨδὴ θˊ, τῆς Ὁσίας

Ἦχος πλ. βˊ

Μὴ ἐποδύρου μου Μῆτερ

Ῥᾷον ὑπέφερες Μῆτερ τῆς ἐρήμου τὸν πόνον ῥυθμιζομένη κραταιᾷ δυνάμει τοῦ Χριστοῦ, ῥυπαροὺς λογισμούς· ἐπερχομένους καὶ γάρ, ῥείθροις θείων δακρύων ἐσβέννυες σεμνή, Ἀσκητῶν ἡ ἀκρότης Ὁσίων καύχημα.

Φαεινοτάταις ἀκτῖσι, καταυγάζει σε μόνη, ἡ φῶς τεκοῦσα τὸν Χριστόν, Παρθένος καὶ ἁγνή, φοβερὸν τοῖς ἐχθροῖς σὲ καθιστῶσα σεμνή· φανερὰν δὲ τοῖς πᾶσι Μαρία δεικνύει σε, Ἀσκητῶν ὡραιότης, Ὁσίων ἔρεισμα.

Καταλιποῦσα ἐμφρόνως, τὰ ἐπίγεια πάντα, κατοικητήριον σεπτὸν τοῦ Πνεύματος ὤφθης· κοσμικῶν οὖν δεινῶν ἀπολυτρώσασθαι, καθικέτευε μόνον Χριστὸν τὸν λυτρωτήν, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν θείαν μνήμην σου.

Θεοτοκίον

Νόμους τῆς φύσεως Κόρη ὑπὲρ φύσιν λαθοῦσα, νέον, Παιδίον ἐπὶ γῆς, ἐκύησας ἁγνὴ νομοδότην ὄντα καὶ παλαιὸν ἡμερῶν νοητὲ Οὐρανέ, τοῦ τῶν πάντων Ποιητοῦ· διὸ πίστει καὶ πόθῳ, σὲ μακαρίζομεν.

Ἐξαποστειλάριον τῆς Ὁσίας

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὑπόδειγμα μετανοίας, σὲ ἔχοντες πανοσία Μαρία Χριστὸν δυσώπει, ἐν τῷ καιρῷ τῆς Νηστείας, τοῦτο ἡμῖν δωρηθῆναι, ὅπως ἐν πίστει καὶ πόθῳ, σὲ ᾄσμασιν εὐφημῶμεν.

Θεοτοκίον

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρὰ Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Στιχηρὰ τοῦ Ἐσπερινοῦ

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο. Εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.

Ἦχος πλ. βˊ

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο. Εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.

Ἦχος πλ. βˊ

Στιχ.(Ψ39) Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν γέγονας, καὶ σφοδρῶς ἕδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα, διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν παρρησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

Ἦχος πλ. βˊ

Στιχ.(Ψ39) Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Ἔρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλειψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερβαίνειν μακάριε, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ νῦν ἐν παρρησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος αˊ

Ἰδιόμελον

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλˊ ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Τὰ Τυπικὰ οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ ςˊ ᾨδή.

Προκείμενον, Ἦχος πλ. δˊ

Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ.

Στίχ.Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

Ἀλληλούϊα Ἦχος πλ. δˊ

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

Μεγαλυνάριον

Ἦχος πλ. αˊ

Ἀντὶ τὸ «Ἄξιον ἐστίν»

«Ἐπi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.»

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

Комментарии для сайта Cackle