Δˊ ΕΒΔΟΜΑΔΟΣ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Δˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, ὁ ἐπὶ Σταυροῦ ἑκουσίως, ὑφαπλώσας τὰς παλάμας σου, τοῦτον κατανύξει καρδίας, προσκυνεῖν ἡμᾶς ἀξίωσον, λελαμπρυσμένους καλῶς, νηστείαις καὶ δεήσεσι, καὶ ἐγκρατείᾳ, καὶ εὐποιΐᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Κύριε, τῶν ἁμαρτιῶν μου τὰ πλήθη, κατὰ τὸ πλῆθος ἐξάλειψον, τῶν σῶν οἰκτιρμῶν Πανοικτίρμον, καὶ τὸν Σταυρόν σου ἀξίωσον, ἐν καθαρᾷ τῇ ψυχῇ, καὶ βλέπειν καὶ προσπτύσσεσθαι, ἐν τῇ παρούσῃ τῆς ἐγκρατείας, Ἑβδομάδι ὡς φιλάνθρωπος.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος γˊ

Μέγιστον θαῦμα

Μέγιστον θαῦμα! τὸ Ξύλον ὁρᾶται, ἐν ᾧ Χριστὸς σαρκὶ ἐσταυρώθη, προσκυνεῖ ὁ Κόσμος καὶ φωτιζόμενος ἀνακράζει· Ὢ τοῦ Σταυροῦ τῇ δυνάμει! καὶ θεωρούμενος δαίμονας καίει, καὶ ἐκτυπούμενος, τούτους φλέγων δείκνυται. Μακαρίζω σε τὸ ἄχραντον Ξύλον, τιμῶ καὶ προσκυνῶ ἐν φόβῳ, καὶ Θεὸν δοξάζω, τὸν διὰ σοῦ μοι χαριζόμενον, ζωὴν τὴν ἀτελεύτητον.

Προκείμενον Ἦχος πλ. δˊ

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Στίχ.Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ.Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Ἀπόστιχα

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν, οὐ τολμῶ ὁ τάλας ἐγώ, ἐκ τῶν πονηρῶν μου πράξεων, ἀλλˊ ὡς ὁ Τελώνης στενάξας κραυγάζω σοι· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ φαρισαϊκῆς ὑποκρίσεως ῥῦσαι με, ὡς μόνος εὔσπλαγχνος.

Ἦχος πλ. δˊ

Ἀτενίσαι τὸ ὄμμα εἰς οὐρανόν, οὐ τολμῶ ὁ τάλας ἐγώ, ἐκ τῶν πονηρῶν μου πράξεων, ἀλλˊ ὡς ὁ Τελώνης στενάξας κραυγάζω σοι· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ φαρισαϊκῆς ὑποκρίσεως ῥῦσαι με, ὡς μόνος εὔσπλαγχνος.

Ἦχος πλ. δˊ

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἀνέστης ἐκ νεκρῶν

Τὸ πάνσεπτον πιστοί, προσκυνήσωμεν Ξύλον, ἐν ᾧ ὁ Ποιητής, τῶν ἁπάντων ὑψώθη, πρόκειται ἁγιάζον, τοὺς προσιόντας ψυχῇ καὶ σώματι, ῥύπον ἀποκαθαῖρον, τῆς ἁμαρτίας τῶν νηστευόντων πιστῶς, καὶ ἀνυμνούντων πάντοτε Χριστόν, τὸν μόνον εὐεργέτην.

Δόξα... Τὸ αὐτὸ

Καὶ νῦν ... Θεοτοκίον

Ὁ Λόγος τοῦ Πατρός, ἐπὶ τῆς γῆς κατῆλθε, καὶ Ἄγγελος φωτός, τῇ Θεοτόκῳ ἐβόα· Χαῖρε εὐλογημένη, ἡ τὴν παστάδα μόνη φυλάξασα, σύλληψιν συλλαβοῦσα, τὸν πρὸ αἰώνων Θεὸν καὶ Κύριον, ἵνα τῆς πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Τὴν ὡραιότητα

Μεσοπονήσαντες, νῦν τὴν ἐγκράτειαν, καὶ εἰς προσκύνησιν, Χριστέ μου φθάσαντες, τοῦ ζωηφόρου σου Σταυροῦ, προσπίπτοντες βοῶμέν σοι· Μέγας εἶ Φιλάνθρωπε, καὶ μεγάλα τὰ ἔργα σου, ὅτι ἐφανέρωσας τὸν Σταυρόν σου τὸν τίμιον, ὃν φόβῳ προσκυνοῦντες κραυγάζομεν· Δόξα τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ σου.

Δόξα... Τὸ αὐτὸ

Καὶ νῦν ... Θεοτοκίον

Ὡς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἁρματηλάτην Φαραὼ

Ἡ φωτοφόρος τοῦ Σταυροῦ προσκύνησις, πᾶσιν ἐπέφανεν, ἡλιακὴν αἴγλην, σωτηρίας πέμπουσα, καὶ πάντας καταυγάζουσα, τοὺς παθῶν ἀμαυρώσει, κεκρατημένους, συνδράμωμεν, τοῦτον καθαρῶς κατασπάσασθαι.

Τῇ τῆς νηστείας καθαρθέντες χάριτι, καθαρωτάτῳ νοΐ, τῷ καθαρῷ μόνῳ, δεῦτε ἐκβοήσωμεν, φωνὴν εὐχαριστήριον· Σὺ τὸ Αἷμά σου Λόγε, ὑπὲρ ἡμῶν πάντων δέδωκας, σὺ καὶ τῷ Σταυρῷ ἁγιάζεις ἡμᾶς.

Συμποδισθεὶς ταῖς προσβολαῖς τοῦ ὄφεως, τραῦμα ἐξαίσιον, διαπαντὸς κεῖμαι, Σῶτερ ὁ τὴν ἔκπτωσιν, τῶν πρωτοπλάστων πάθει σου, τοῦ Σταυροῦ ἀνορθώσας, ἀνόρθωσον, καὶ ὁδήγησον, σοῦ πρὸς θελημάτων ἐκπλήρωσιν.

Σταυροθεοτοκίον

Παρισταμένη τῷ Σταυρῷ σου Κύριε, ἡ, Ἀπειρόγαμος, καὶ τὰς ἐν σοὶ τρώσεις, καθορῶσα Δέσποτα, τιτρωσκομένη ἔλεγεν· Οἴμοι τέκνον! ὠδῖνας, ἀποφυγοῦσα τῷ τόκῳ σου, νῦν ὀδυνηρῶς κατατρύχομαι.

Κανών βˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος γˊ

ᾌσωμεν τῷ Κυρίῳ τῷ ποιήσαντι

Ἑβδομὰς ἁγία, καὶ φωσφόρος αὕτη, τὸν Σταυρὸν τὸν τίμιον, προτιθεμένη Κόσμῳ, δεῦτε ἀσπασώμεθα, φόβῳ τε καὶ πόθῳ, τὰς ψυχὰς φωτιζόμενοι, τὸν ἐν αὐτῷ παγέντα Χριστόν, ἐν ᾄσμασι δοξάζοντες.

Τὸν Σταυρόν σου πάντες, προσκυνοῦμεν Χριστέ, προπομπὴν ποιούμενοι, τῆς Ἀναστάσεώς σου, ὑμνοῦμεν τοὺς ἥλους σου, τιμῶμεν καὶ τὴν λόγχην σου, τὰ χείλη καὶ τὰ ὄμματα, ψυχῆς τε καὶ τοῦ σώματος, ἐν τούτοις ἁγνιζόμενοι.

Δόξα...

Τριὰς ἡ ἐν Μονάδι, οὐσίας ὑμνουμένη, Πάτερ Υἱὲ σὺν Πνεύματι, τῷ ὑπερπαναγίῳ, ἄναρχε ἀΐδιε, ἄκτιστε Θεότης, ἡ τοῦ φωτὸς πηγὴ καὶ ζωή. Σὲ προσκυνοῦμεν πάντες βροτοί, τὴν τὸ πᾶν οὐσιώσασαν.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, Χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφˊ ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τεσσαράκοντα νηστειῶν σταδίου, μέσον διϊππεύοντες, δεῦτε τῇ διαθέσει, Χριστῷ συναπίωμεν, πρὸς τὸ θεῖον Πάθος, ἵνα συσταυρωθέντες αὐτῷ, κοινωνοὶ γενώμεθα, τῆς αὐτοῦ Ἀναστάσεως.

Ὁ Εἱρμὸς

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα ἐν Ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραὴλ· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἑπταπλασίως κάμινον

Τὸν ἰοβόλοις πάθεσι, καὶ ψυχήν, καὶ διάνοιαν, τετραυματισμένην κεκτημένον Κύριε, ἐλέησον οἴκτειρον, τῷ σῷ Σταυρῷ θωράκισον, καὶ ταῖς ἐκ πλευρᾶς σου κενωθείσαις ῥανίσι, προθύμως ἵνα μέλπω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐπὶ τοῦ ὄρους πάλαι σε, Μωϋσῆς προετύπωσε, χεῖρας ἀνυψῶν, καὶ Ἀμαλὴκ τροπούμενος, Σταυρὲ πανσεβάσμιε, ὃν προσκυνοῦντες σήμερον, τρέπομεν δαιμόνων τὰ ἀλλόφυλα στίφη, καὶ πίστει μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὸ παθῶν κλονούμενον, ὑπˊ ἐχθρῶν σκελιζόμενον, ὑπὸ συνηθείας πονηρᾶς ἑλκόμενον, οἰκτείρησον Εὔσπλαγχνε, τῷ σῷ Σταυρῷ θωράκισον, ὅπως μελῳδῶ ἐν ἀκλονήτῳ καρδίᾳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

Ὀδυνηρῶς στενάζουσα, μητρικῶς ὁλολύζουσα, καὶ τὴν ἐκ σῶν σπλάγχνων, συνοχὴν μὴ φέρουσα, Σταυρῷ, ἐνητένιζες, τῷ ἐκ τῆς σῆς τεχθέντι γαστρός, Τέκνον, ἐκβοῶσα· τί τὸ ὅραμα τοῦτο, πῶς πάσχεις ὁ τῇ φύσει, ἀπαθής; πάντων, θέλων, τὸ γένος τῶν ἀνθρώπων, φθορᾶς ἐλευθερῶσαι.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ὑπˊ Ἀγγέλων

Τῇ Ἐκκλησίᾳ προτεθέντα, τὸν Σταυρὸν Χριστοῦ θεώμενοι, φόβῳ καὶ πίστει ἀδελφοί, προσελθόντες προσκυνήσωμεν, αὐτῷ ἀναβοῶντες· Σὺ τὴν ζωὴν ἐξήνθησας, τοῖς βροτοῖς φωτοφόρε.

Τροπαιοφόρον ἐν πολέμοις, Οὐρανός σε καθυπέδειξε, ζωοποιὲ ἡμῶν Σταυρέ, Βασιλέων ὅπλον ἄμαχον, ἐχθρῶν ὁ καθαιρέτης, Ἐκκλησιῶν τὸ κέρας, καὶ τῶν πιστῶν σωτηρία.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Πατέρα ἅγιον δοξάζω, καὶ Υἱὸν ἅγιον σέβω, καὶ Πνεῦμα ἅγιον ὑμνῶ, Ὁμοούσιον. Τριάδα ἁπλήν, Θεὸν ἕκαστον τούτων, φῶτα καὶ φῶς, ὡς ἐξ Ἡλίου ἑνὸς προϊόντα.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη ἀδιόδευτε, χαῖρε βάτε ἀκατάφλεκτε, χαῖρε ἡ στάμνος ἡ χρυσῆ, χαῖρε ὄρος ἀλατόμητον, χαῖρε Θεοτόκε ἐλπὶς ἀρραγής, καὶ τεῖχος τῶν ἐπὶ σοὶ πεποιθότων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν Νηστείαν ἐκμεσάσαντες, εὐθαρσήσωμεν τῷ πνεύματι, πρὸς τὸ ἑξῆς νεανικῶς, εὐδρομοῦντες σὺν Θεῷ ἀδελφοί, ὅπως καὶ τὸ Πάσχα περιχαρῶς ὀψώμεθα, τοῦ Χριστοῦ ἀναστάντος.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ὑπˊ Ἀγγέλων ἀσιγήτως, ἐν Ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ, καὶ ὄρη, καὶ βουνοί, καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων ὕμνοις αὐτόν ὡς Κτίστην καὶ Ποιητήν, εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἔφριξε πᾶσα ἀκοὴ

Ἐγγόνους πάλαι Ἰακώβ, εὐλογῶν προδιετύπου τρανώτατα, Σταυρὸν τὸν τίμιον, διˊ οὗ Οἰκτίρμον, ἡμᾶς εὐλόγησον, ἁγιασμοῦ παρεκτικήν, χάριν παρεχόμενος, τοῖς προσκυνοῦσιν αὐτόν, καὶ τῶν πάντων Λυτρωτήν σε δοξάζουσι.

Νηστείας ὕδατι πιστοί, καθαρθέντες καὶ ψυχὴν καὶ διάνοιαν, τὸ ζωοδώρητον, καὶ θεῖον Ξύλον, περιπτυξώμεθα, πρόκειται πᾶσιν ἐμφανῶς, βρύον θείαν ἄφεσιν, καὶ φῶς οὐράνιον, καὶ ζωὴν καὶ ἀληθῆ ἀγαλλίασιν.

Κριτήν σε οἶδα φοβερόν, ἐλευσόμενον ἐν δόξῃ Θεότητος, πάντων τὰ κρύφια, ἐλέγχειν τότε, μέλλοντα Κύριε· διό σοι κράζω Ἀγαθέ· Ἥμαρτον συγχώρησον, μὴ θριαμβεύσῃς μου, τὰ πολλὰ καὶ χαλεπὰ πλημμελήματα.

Σταυροθεοτοκίον

Τὸν Ἄρνα πάλαι ἡ Ἀμνάς, θεωροῦσα πρὸς σφαγὴν καθελκόμενον, καὶ σκοτιζόμενον, ἡλίου φέγγος, κλαίουσα ἔλεγεν· Ἥλιε, δόξης Ἰησοῦ, ἔδυς θανατούμενος, ἀλλὰ ἀνάτειλον, τῆς ἐγέρσεως τὸ φῶς τοῖς ποθοῦσί σε.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Ἐν Σιναίῳ τῷ ὄρει

Εἰς τὸν τόπον οἱ πόδες οὗ ἔστησαν, τοῦ Δεσπότου καὶ Θεοῦ, προσκυνήσωμεν ἅπαντες σήμερον, τὸν σεπτότατον Σταυρόν, ὡς Δαυῒδ ἀνακράζει, ὁ θεοφωνότατος· καὶ γὰρ ὁ ἅπαντα περιέχων δρακί, ἐν τούτῳ βέβηκεν.

Οἱ τὴν γῆν κατοικοῦντες προσέλθετε, τῇ νηστείᾳ καθαροί, καὶ προκείμενον βλέποντες σήμερον, τὸν πανσέβαστον Σταυρόν, προσκυνήσατε φόβῳ, καὶ πίστει εὐφραίνεσθε, καὶ συναγάλλεσθε, τὸν ἁγιασμὸν ταῖς ψυχαῖς ἀρυόμενοι.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν ... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε; καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Χαριστήριον αἶνον προσάξωμεν, τῷ Θεῷ πᾶς ὁ λαός, ὅτι βλέποντες νῦν ἀσπαζόμεθα, τὸν πανάγιον Σταυρόν· γνῶτε οὖν καὶ ἡττᾶσθε, ἐν τούτῳ οἱ δαίμονες, ἔθνη τὰ βάρβαρα γνῶτε, καὶ ἡττᾶσθε, διˊ οὗ μεθˊ ἡμῶν ὁ Θεός.

Ὁ Εἱρμὸς

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀρίστην ὁδὸν ὑψώσεως Χριστέ, τὴν ταπείνωσιν ἔδειξας, σεαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών, τοῦ Φαρισαίου τὴν μεγάλαυχον εὐχὴν μὴ προσιέμενος, τοῦ δὲ Τελώνου τὸν συντετριμμένον στεναγμόν, ὡς ἱερεῖον ἄμωμον, ἐν τοῖς ὑψίστοις προσδεχόμενος· διὸ κᾀγὼ βοῶ σοι· Ἱλάσθητι ὁ Θεός, Ἱλάσθητι, Σωτήρ μου καὶ σῶσόν με.

Ἦχος πλ. βˊ

Ἀρίστην ὁδὸν ὑψώσεως Χριστέ, τὴν ταπείνωσιν ἔδειξας, σεαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών, τοῦ Φαρισαίου τὴν μεγάλαυχον εὐχὴν μὴ προσιέμενος, τοῦ δὲ Τελώνου τὸν συντετριμμένον στεναγμόν, ὡς ἱερεῖον ἄμωμον, ἐν τοῖς ὑψίστοις προσδεχόμενος· διὸ κᾀγὼ βοῶ σοι· Ἱλάσθητι ὁ Θεός, Ἱλάσθητι, Σωτήρ μου καὶ σῶσόν με.

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις· Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. βˊ

Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος βαρὺς

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς, λαὸν ἡμαρτηκότα, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀγαθὸς ὑπάρχων· Σὲ γὰρ δοξάζει πᾶσα ἡ γῆ, καὶ δεόμεθα· Φεῖσαι ἡμῶν Ἅγιε. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξαˊ

Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου.

Στίχ.Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. ΙΔˊ 24–32)

Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτω μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπˊ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. Αὕτη ἡ βουλή, ἣν βεβούλευται Κύριος ἐφ ὅλην τὴν Οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλή, ἐπὶ πάντα τὰ ἔθνη· ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλήν τίς ἀποστρέψει; Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἄχαζ ὁ βασιλεύς, ἐγενήθη τὸ ῥῆμα τοῦτο. Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετώμενοι. Καὶ βοσκηθήσονται πτωχοὶ διˊ αὐτοῦ, πένητες δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ τὸ σπέρμα σου ἐν λιμῷ, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε τὴν Σιών, καὶ διˊ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ξβˊ

Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου.

Στίχ.Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.

Τῌ ΤΡΙΤῌ ΤΗΣ Δˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Τὶ ὑμᾶς καλέσωμεν

Μέσον διϊππεύοντες σήμερον, ἡμερῶν τῆς ἐγκρατείας, τῇ δυνάμει τοῦ Σταυροῦ, τὸν ἐν τούτῳ ὑψωθέντα, μέσον γῆς ὡς κραταιόν, Σωτῆρα, καὶ Θεὸν δοξολογήσωμεν, βοῶντες, θεωροὺς ἡμᾶς ἀνάδειξον, τῶν Παθημάτων σου Δέσποτα, καὶ τῆς σεπτῆς Ἀναστάσεως, δωρούμενος, ἱλασμὸν ἡμῖν, καὶ μέγα ἔλεος.

Ἦχος πλ. δˊ

Πάθη ταπεινώσωμεν σώματος, τῶν βρωμάτων ἀποχῇ, καὶ ἡδονῶν ἀποστροφῇ, καὶ τὸ ξύλον τοῦ Σταυροῦ περιπτυξώμεθα πιστῶς. Ὁρᾶται, ἐμφανῶς γὰρ προσκυνούμενος, καὶ πάντας, ἁγιάζει θείᾳ χάριτι, καὶ τῷ Κυρίῳ βοήσωμεν· Εὐχαριστοῦμέν σοι Εὔσπλαγχνε, τῷ σῴζοντι, διὰ τούτου τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. δˊ

Τὴν Θεοτόκον

Νῦν τὸν Σταυρὸν προσκυνοῦντες, πάντες κραυγάζομεν· Χαῖρε ξύλον τῆς ζωῆς, χαῖρε σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, χαῖρε βροτῶν δόξα ἐπουράνιε, χαῖρε Ἀνάκτων τὸ καύχημα, χαῖρε τὸ κράτος τῆς πίστεως, χαῖρε ὅπλον ἀήττητον, χαῖρε τῶν ἐχθρῶν φυγαδευτήριον, χαῖρε φέγγος λαμπρόν, σωτήριον τοῦ Κόσμου, χαῖρε Μαρτύρων τὸ μέγα κλέος, χαῖρε σθένος Δικαίων, χαῖρε Ἀγγέλων λαμπρότης, χαῖρε πάνσεπτε.

Προκείμενον Ἦχος πλ. δˊ Ψαλμὸς ξγˊ

Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.

Στίχ.Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Ηˊ, 21 – Θˊ, 7)

Εἶπε Κύριος ὁ Θεός, διανοηθείς· οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν, διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα. Πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσωσι. Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ Οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα, καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρός ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου, ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὑμεῖς δὲ αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξδˊ

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.

Στίχ.Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΑˊ, 19 – ΙΒˊ, 6)

Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται κακῶν. Ὁ δὲ σπείρων δικαιοσύνην, λήψεται μισθὸν πιστόν. Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτω γυναικὶ κακόφρονι κάλλος. Ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Εἰσίν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶ δὲ καὶ οἳ συνάγοντες τὰ ἀλλότρια, ἐλαττονοῦνται. Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλή, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων, ὁ συνέχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθά, ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. Ὁ πεποιθὼς ἐπὶ τῷ πλούτῳ αὐτοῦ, οὗτος πεσεῖται. Ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ, ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων. Κρείσσων ὁ εὑρίσκων χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται, οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς, ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. Λόγοι ἀσεβῶν δόλιοι εἰς αἷμα, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.

Ἀπόστιχα

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Μεγαλορρήμων Φαρισαῖος, ἑβδελύχθη καυχησάμενος, καὶ Τελώνης ταπεινόφρων, διὰ σιγῆς ἐδικαιώθη προσευξάμενος· διὸ τῶν ἑκατέρων μαθοῦσα ψυχή μου τὸ διάφορον, τὴν ταπεινοφροσύνην ἑλοῦ καὶ κατάσπαζε· Χριστὸς γὰρ ταπεινοῖς ἐπηγγείλατο, διδόναι χάριν ὡς φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Μεγαλορρήμων Φαρισαῖος, ἑβδελύχθη καυχησάμενος, καὶ Τελώνης ταπεινόφρων, διὰ σιγῆς ἐδικαιώθη προσευξάμενος· διὸ τῶν ἑκατέρων μαθοῦσα ψυχή μου τὸ διάφορον, τὴν ταπεινοφροσύνην ἑλοῦ καὶ κατάσπαζε· Χριστὸς γὰρ ταπεινοῖς ἐπηγγείλατο, διδόναι χάριν ὡς φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ ἁγνὴ βοηθῆσαί μοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸ ἀσάλευτον στήριγμα

Ἐγκρατείᾳ λαμπρύναντες, τὰς ψυχὰς ἡμῶν, τὸν Σταυρὸν προσκυνήσωμεν, τὸν σωτήριον, ἐν ᾧ Χριστὸς προσηλώθη, καὶ βοήσωμεν αὐτῷ· Χαῖρε νηστευόντων ἡ τρυφή, καὶ βεβαία βοήθεια. Χαῖρε ἀναιρέτα τῶν παθῶν, τῶν δαιμόνων ἀντίπαλε, χαῖρε Ξύλον μακάριον.

Θεοτοκίον

Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς Πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί. Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὡς ἀπαρχὰς τῆς φύσεως

Ὥσπερ ζωὴν τῆς Κτίσεως, τὸν σὸν Σταυρὸν προκείμενον, ἡ Οἰκουμένη ἀσπάζεται Κύριε, καὶ προσκυνοῦσα κράζει σοι· τῇ αὐτοῦ ἐνεργείᾳ, ἐν εἰρήνῃ βαθείᾳ, τούς ἀνυμνοῦντάς σε, τοὺς εὐλογοῦντάς σε, διὰ τῆς ἐγκρατείας συντήρησον Πολυέλεε.

Θεοτοκίον

Χαῖρε ἡ διˊ Ἀγγέλου, τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

Κανών αˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεός, ὁ πάλαι τὸν Ἰσραήλ, ἐν ἐρυθρᾷ θαλάσσῃ διαγαγών, καὶ σώσας καὶ θρέψας, καὶ ἐκ δουλείας πικρᾶς, ἐλευθερώσας Φαραώ».

Μέσον τῆς Κτίσεως, ὃν καθυπέμεινας Σταυρόν, Μεσσία Λόγε Θεοῦ, τῷ τῆς Νηστείας σήμερον μεσασμῷ, πιστῶς προσκυνοῦμεν, αἰτούμενοι κατιδεῖν, καὶ τὴν Ἀνάστασιν τὴν σήν.

Ῥάβδῳ δυνάμεως, προτυπωθείσῃ τῷ Μωσῇ, τὴν θάλασσαν τῶν παθῶν, διατεμόντες φθάσωμεν πρὸς γῆν, τῆς ἐπαγγελίας, καὶ μάννα τοῦ νοητοῦ, ἐμφορηθῶμεν δαψιλῶς.

Τὶς μὴ θρηνήσει σε; τίς μὴ πενθήσει σε ψυχή, ποθοῦσαν τὰ πονηρά, οὐκ ἐκζητοῦσαν πόθῳ τὰ ἀγαθά, δικαίου Κριτοῦ δέ, καταφρονοῦσαν ἀεί, μακροθυμοῦντος ἐπὶ σοί;

Θεοτοκίον

Σάρκα γενόμενον, ἀναλλοιώτως τὸν Χριστόν, Παρθένε κυοφορεῖς, ὃν ἐκτενῶς ἱκέτευε, σαρκικῶν παθῶν ἀπαλλάξαι, τοὺς προσκυνοῦντας Σταυρόν, ὃν καθυπέμεινε σαρκί.

Κανών βˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδετε ἴδετε

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ τῇ Οἰκουμένῃ, τὸν Σταυρόν μου παρασχών, ὅπλον σωτηρίας, εἰς τὸ νῦν προσκυνεῖσθαι αὐτόν, ὅπως οἱ ἀσπαζόμενοι, καταργῶσι τοῦ ἐχθροῦ μηχανήματα.

Μέγας εἶ Κύριε, καὶ πολυέλεος, ὅτι δέδωκας τὸν ζωοποιόν σου, προσκυνεῖσθαι νῦν Σταυρόν, ἔνθα σου αἱ χεῖρες, καὶ οἱ πόδες ἡλώθησαν· ἐν ᾧ τὸ αἷμα ἐρρύη, τῆς ἀχράντου σου Πλευρᾶς, ζωὴν πηγάζον ἡμῖν.

Δόξα...

Ὑπερτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, διˊ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης, βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν ... Θεοτοκίον

Ἄρρητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐν ταὐτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; Ὡς εἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὲ Μωσῆς ὁ μέγας, προδιετύπωσε, τὸν Σταυρὸν ἡμῖν, χεῖρας ἐκπετάσας, καὶ πορθήσας Ἀμαλήκ, σὲ ἐκτυποῦντες ἐν σκιαῖς καὶ ἀέρι, ἡμεῖς ἐκτρέπομεν καὶ νικῶμεν, τὸν ἀρχέκακον ἐχθρόν, ὑμνολογοῦντες Χριστόν.

Ὁ Εἱρμὸς

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ πρὸ τῶν αἰώνων, γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπˊ ἐσχάτων δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ στεγάζων ἐν ὕδασι

Ὁ συσσείσας θεμέλια, πάσης τῆς γῆς ὡς Θεός, ὑψωθεὶς ἐν ξύλῳ, ἄσειστον πᾶσιν ἐδωρήσω, πιστοῖς ἔρεισμα Κύριε, τὸ σωτήριον ὅπλον τοῦ Σταυροῦ σου, ὅνπερ προσκυνοῦντες, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπαστράπτον θεώμενοι, ὑπὲρ ἡλίου αὐγάς, τοῦ Σταυροῦ τὸ ξύλον, δεῦτε νηστείᾳ ἀστραπτόμενοι, νῦν ἀσπασώμεθα, ἀρυόμενοι χάριν φωτοφόρον, σκότος ἐκμειοῦσαν, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὕδωρ ζῶν τὸ ἁλλόμενον, εἰς αἰωνίαν ζωήν, σὺ ὑπάρχων Λόγε, αἷμα καὶ ὕδωρ, ἐκ πλευρᾶς ἐν Σταυρῷ, ἔβλυσας Δέσποτα, ἁμαρτίας χειμάρρους ἀναστέλλων. Ὅθεν δυσωπῶ σε· Ξήρανον παθῶν μου, τὰς πονηρὰς ἐκβλύσεις.

Θεοτοκίον

Νοητὸν ὡς ἁγίασμα, τὸν ἐν ἁγίοις Θεόν, ἀναπεπαυμένον, τίκτεις ἁγία, Θεομῆτορ ἁγνή, πάντα τὰ πέρατα, ἁγιάζοντα θείᾳ προσκυνήσει, σήμερον Παρθένε Ξύλου παναγίου, ἐν ᾧ σαρκὶ ἐπάγη.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἄγγελοι καὶ Οὐρανοὶ

Δεῦτε ἴδωμεν λαοί, τὸ Ζωηφόρον Ξύλον, νῦν προκείμενον, ἐν ᾧ Χριστὸς ἐπάγη ὁ Θεὸς ἡμῶν, καὶ σὺ φόβῳ ὑμνοῦντες, τοῦτον προσκυνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τρισύνθετον Σταυρόν, ὡς τῆς Τριάδος τύπον ἀνυμνήσωμεν, καὶ προσκυνοῦντες φόβῳ ἀνακράξωμεν· Εὐλογοῦντες ὑμνοῦντες, καὶ ὑπερυψοῦντες Χριστὸν εἰς τούς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλˊ ἰδίᾳ καὶ ἄμφω, ὡς Θεὸν τὰ τρία δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Μόνη ἀφθόρως κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα, μόνη τὸν Κτίστην τίκτεις καὶ Δεσπότην σου, εἰ καὶ δούλη καὶ μήτηρ, σὲ Παρθενομῆτορ, ὑμνοῦμεν εἰς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸν τυφλὸν ἐκ γενετῆς, ὁ ὀμματώσας λόγῳ, πηρωθέν μου σύ, τὸ τῆς καρδίας ὄμμα, πάλιν ἄνοιξον, ἵνα βλέψω τὸ φῶς, τῶν σῶν προσταγμάτων, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Εὐλογητὸς Κύριος ὁ Θεὸς

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ Σταυρῷ σου λύσας τὴν ἀρχαίαν ἀράν, καὶ τοῦτον ἡμῖν δωρησάμενος, κραταίωμα καὶ καταφυγήν, καὶ ἀσφαλη κρηπῖδα· διˊ οὗ τοὺς ἐχθροὺς ἡμῶν, νῦν κερατιοῦμεν.

Ὅτι σειραῖς συσφίγγομαι, ἀμετρήτων μου κακῶν, καὶ τὰς τρίβους σου τὰς σωτηρίους Χριστέ, ἑκὼν ἐπιγνῶναι οὐ βούλομαι, τῷ σῷ με ἐπίστρεψον Σταυρῷ, τὴν πώρωσίν μου λύων, διˊ ἄφατον ἔλεος, τῆς σῆς εὐσπλαγχνίας.

Τὴν Φαρισαίου ἔπαρσιν, μιμησάμενος κακῶς, κατηνέχθην, πτῶμα χαλεπὸν καὶ δεινόν, καὶ κεῖμαι ἐχθρῶν καταπάτημα, ἀλλˊ οἴκτειρον σῶσόν με Χριστέ, σεαυτὸν διˊ οἶκτον, ταπεινώσας ὕψιστε, Βασιλεῦ τῆς δόξης.

Θεοτοκίον

Αἱ γενεαί σε ἅπασαι, μακαρίζουσιν Ἁγνή· Ἰησοῦς γὰρ μόνος, ὁ τεχθεὶς ἐκ τῆς σῆς νηδύος, αὐτὸς ὡς ἐπίσταται, ἐποίησε Κόρη μετὰ σοῦ, Παρθένε μεγαλεῖα, ὃν δυσώπει σῴζεσθαι, ποίμνην καὶ λαόν σου.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Εὐλογητὸς Κύριος ὁ Θεὸς

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ Σταυρῷ σου λύσας, τὴν ἀρχαίαν ἀράν, καὶ τοῦτον τιθεὶς ἡμῖν εἰς προσκύνησιν, αὐτὸν ἀσπαζόμενοι πιστῶς, αὐτὸν καὶ ἀνυμνοῦντες, σοῦ τὸ μέγα ἔλεος, ὑμνοῦμεν ἀπαύστως.

Τῆς Ἐκκλησίας καύχημα, σὺ εἶ τίμιε Σταυρέ, βασιλείας ὅπλον, καὶ τοῦ Κόσμου παντός, εἰρήνης βραβεῖον θεότευκτον. Σταυρὲ Ὀρθοδόξων ἡ χαρά, τῆς Οἰκουμένης φύλαξ, φύλαξον ἁγίασον, τοὺς σὲ προσκυνοῦντας.

Δόξα...

Τριὰς ἁγία δόξα σοι, ἡ Ὁμότιμος Μονάς, θεία φύσις, μία βασιλεία φρικτή. Ὁ Πατήρ, ὁ Υἱὸς σὺν τῷ Πνεύματι, τὸ φῶς τὸ ἀπρόσιτον παντί, ἡ ἄναρχος Θεότης, σῶσον τοὺς λατρεύοντας, σοὶ τῷ πάντων Κτίστῃ.

Καὶ νῦν ... Θεοτοκίον

Ἐν τῷ Σταυρῷ ὡς ἵστατο, ἡ Ἀμνάς σου Ἰησοῦ, τὸν Ποιμένα, καὶ Δεσπότην αὐτῆς, ὁρῶσα πικρῶς ἐπωδύρετο, καὶ σπλάγχνα κινοῦσα ἐπὶ σοί, Χριστὲ ἀνεκαλεῖτο. τί τὸ ξένον θέαμα; ἡ ζωὴ πῶς θνῄσκεις;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸν Μανασσῆν ὡς ἔσωσας, μεταγνόντα ὁ Θεός, σῶσον κᾀμέ, δάκρυσι μετανοοῦντα πικρῶς, καὶ μὴ ἀποστρέψῃς τὸν δοῦλόν σου· ἐξέκλινα γάρ μου τὴν ψυχήν, ὡς πάλαι Ἰσραὴλ ἐκεῖνος, πάσας τὰς ἡμέρας μου, ζῶν ἐν ἀσωτίᾳ.

Ὁ Εἱρμὸς

«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας, σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Τοῦ μεγαλαύχου Φαρισαίου, τὴν ἐξ οἰήσεως ἐννοοῦσα ψυχή μου κατάκρισιν, καὶ τοῦ ταπεινόφρονος Τελώνου, τὴν διˊ ἐξαγορεύσεως πταισμάτων, ἐπιγνοῦσα δικαίωσιν, τοῦ μὲν ἀποθέσθαι κατεπείγου, τὴν ἐπ ἀρετῆς προπέτειαν, τοῦ δὲ προλαβέσθαι, τὴν ἐφ’ οἷς ἐπλημμέλησας ἐξομολόγησιν, διεγείρου τὴν ἀταπείνωτον σεαυτῇ καρπουμένη, διὰ μετριοπαθείας ὕψωσιν, παρὰ Χριστοῦ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.

Ἦχος πλ. δˊ

Τοῦ μεγαλαύχου Φαρισαίου, τὴν ἐξ οἰήσεως ἐννοοῦσα ψυχή μου κατάκρισιν, καὶ τοῦ ταπεινόφρονος Τελώνου, τὴν διˊ ἐξαγορεύσεως πταισμάτων, ἐπιγνοῦσα δικαίωσιν, τοῦ μὲν ἀποθέσθαι κατεπείγου, τὴν ἐπ ἀρετῆς προπέτειαν, τοῦ δὲ προλαβέσθαι, τὴν ἐφ’ οἷς ἐπλημμέλησας ἐξομολόγησιν, διεγείρου τὴν ἀταπείνωτον σεαυτῇ καρπουμένη, διὰ μετριοπαθείας ὕψωσιν, παρὰ Χριστοῦ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μεγάλως ἠγωνίσασθε Μάρτυρες, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, τὸν Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ Κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξεˊ

Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Στίχ.Εὐλογεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΚΕˊ, 1–9)

Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο Κύριε· Ὅτι ἔθηκας πόλιν εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια, ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασι διˊ ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς, σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών, ὅτι ῥύσῃ αὐτοὺς ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας. Καύσων ἐν σκέπῃ νέφους, κληματίδα ἰσχυρῶν ταπεινώσει. Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πότον λιπασμάτων, πότον τρυγιῶν, πίονται ἐν εὐφροσύνῃ, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλε Κύριος ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς, οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξςˊ

Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν.

Στίχ.Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Δˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Μέσον γῆς ὑπέμεινας, Σταυρὸν καὶ Πάθος οἰκτίρμον, πᾶσι τὴν ἀπάθειαν, καὶ τὴν ἀπολύτρωσιν παρεχόμενος, μεσασμῷ σήμερον, Νηστειῶν ἅπαντες· διὰ τοῦτο εἰς προσκύνησιν, αὐτὸν προτίθεμεν, καὶ περιχαρῶς ἀσπαζόμεθα, ἰδεῖν σου τὰ Παθήματα, καὶ τὴν ζωηφόρον Ἀνάστασιν, ἐκλελαμπρυσμένοι, ταῖς θείαις ἀρεταῖς Λόγε Θεοῦ, ἀναδειχθείημεν ἅπαντες, μόνε πολυέλεε.

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Νεκρὸς ἐχρημάτισας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ λόγχῃ νυττόμενος, καὶ χολὴν Μακρόθυμε ποτιζόμενος, ὁ Μερρᾶς ὕδατα, ἐν χειρὶ Δέσποτα, Μωϋσέως εἰς γλυκύτητα, μεταβαλόμενος· ὅθεν δυσωπῶ σε καὶ δέομαι. Τὰ πάθη τὰ πικρότατα, ἐκ τῆς διανοίας μου ἔκτιλον, καὶ τῆς μετανοίας, τῷ μέλιτι γλυκάνας μου τὸν νοῦν, προσκυνητήν με ἀνάδειξον, τοῦ τιμίου Πάθους σου.

Ἄλλος

Ἦχος αˊ

Ὁ πάλαι τῷ Μωσεῖ

Ὃν πάλαι Μωϋσῆς προτυπώσας, ἐν ταῖς παλάμαις αὐτοῦ, κατετροποῦτο τὸν Ἀμαλήκ, μέγαν Σταυρόν, σήμερον ἐπˊ ὄψει ἡμῶν βλέποντες, λαοὶ προτεθέντα, φρικτῶς ψαύσωμεν ἐν ἁγνότητι νοῦ τε καὶ χειλέων· ἐν αὐτῷ γὰρ Χριστὸς ὑψώθη, ἀπονεκρώσας τὸν θάνατον, καὶ τῆς τοιαύτης χάριτος, ἅπαντες καταξιούμενοι, ἐν ᾠδαῖς θεοπνεύστοις, τοῦ παντὸς τὸν Σωτῆρα ὑμνολογοῦντες, προσευξώμεθα προφθάσαι, καὶ αὐτὴν τὴν σωτήριον Ἀνάστασιν.

Ἔτερα

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Δεῦτε προσκυνήσωμεν, τὸ τῆς ζωῆς ἡμῶν πρόξενον, πεφηνὸς ξύλον σήμερον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὸν Σταυρόν, διˊ οὗ περ θάνατος ἐτρώθη, καὶ ἡ ἀνάστασις ἡμῖν, τοῖς ἑπταικόσιν ἐκαινουργήθη σαφῶς, τῷ ῥυσαμένῳ κράζοντες· Ὁ διˊ ἡμᾶς ἑκουσίως παθών, ἵνα σώσῃς τὰ σύμπαντα, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος δˊ

Κράτος ἀπροσμάχητον, Χριστιανοῖς ἡμῖν δέδοται, ὁ Σταυρός σου Σωτὴρ ἡμῶν, διˊ οὗ τὰ ἀλλόφυλα τῶν ἐθνῶν τροποῦνται, πλήθη καὶ εἰρήνη, τῆς Ἐκκλησίας σου Χριστέ, ἐπισκιάζει ὀρθοδοξούσης καλῶς, ὅνπερ νῦν ἀσπαζόμεθα, καὶ σοὶ θερμῶς ἀνακράζομεν· Τῆς μερίδος ἀξίωσον, καὶ ἡμᾶς τῶν Ἁγίων σου.

Ἦχος δˊ

Δάκρυσι καθάραντες, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ νηστείᾳ ἁγνίσαντες, δεῦτε προσκυνήσωμεν, τοῦ Σταυροῦ τὸ ξύλον, διˊ οὗ καταργοῦνται τὰ ψυχοφθόρα τῆς σαρκός, τῇ ἐγκρατείᾳ ἀνασκιρτήματα, τῷ σταυρωθέντι κράζοντες· Τῆς σῆς Σωτὴρ καταξίωσον, τριημέρου Ἐγέρσεως, προσκυνῆσαι τὴν ἔλλαμψιν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δˊ

Ἰδιόμελον

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι, χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον, τὸν νῶτον φραγγελλοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, διˊ ἐμὲ τόν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα σώσῃ Κόσμον ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξζˊ

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ.

Στίχ.Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. θˊ, 8–17)

Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μέτˊ αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθˊ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθˊ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθˊ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ, καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σάρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος, τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης, ὅσα ἐστὶ μεθˊ ὑμῶν, εἰς γενεάς αἰωνίους. Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκης αἰωνίου, ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξηˊ

Ἡ σωτηρία μου ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ.Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΒˊ, 8–22)

Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθείς, καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν, ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν, ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Ἐπιθυμίαι ἀσεβῶν, κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν, ἐν ὀχυρώμασι. Διˊ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐξολισθαίνει δὲ ἐξ αὐτῶν δίκαιος. Ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ, ἀτιμίαν πανοῦργος. Ἐπιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων, δόλιος. Εἰσίν, οἳ λέγοντες, τιτρώσκουσιν μαχαίρᾳ· γλῶσσαι δὲ σοφῶν ἰῶνται. Χείλη ἀληθινὰ κατορθοῖ μαρτυριαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. Δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται, οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστει, δεκτὸς παρˊ αὐτῷ.

Ἀπόστιχα

Ἦχος γˊ

Ἰδιόμελον

Νικῶν τὸν Τελώνην τοῖς παραπτώμασιν, οὐ ζηλῶ τῇ μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλˊ ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας ·πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με.

Ἦχος γˊ

Νικῶν τὸν Τελώνην τοῖς παραπτώμασιν, οὐ ζηλῶ τῇ μετανοίᾳ, τοῦ δὲ Φαρισαίου μὴ κεκτημένος τὰ κατορθώματα, μιμοῦμαι τὴν οἴησιν. Ἀλλˊ ἡ τῆς σῆς ταπεινώσεως ὑπερβολή, Χριστὲ ὁ Θεός, τὴν δαιμονικὴν ὑψηλοφροσύνην ἐν τῷ Σταυρῷ καθελών, τοῦ μέν, τῆς προτέρας ·πονηρίας, τοῦ δέ, τῆς ἐσχάτης ἀπονοίας, ἀλλοτρίωσόν με, τὴν ἑκατέρων χρηστὴν διάθεσιν, ἐν τῇ ψυχῇ μου βεβαιώσας, καὶ σῶσόν με.

Ἦχος γˊ

Μαρτυρικόν

Προφῆται καὶ Ἀπόστολοι, Χριστοῦ καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Ὁρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ Σταυροῦ, γυμνὸν κρεμάμενον, τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς ἠμαύρωσε, καὶ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο, καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων, καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐξίσταντο λέγουσαι. Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ

Τῆς ἐγκρατείας τὸν καιρόν, ἁγιάζων ὁ θεῖος, καὶ πανσεβάσμιος Σταυρός, εἰς προσκύνησιν κεῖται, προσέλθωμεν ἐν συνειδήσει καθαρᾷ, ἀντλήσωμεν ἁγιασμὸν καὶ φωτισμόν, καὶ φόβῳ ἐκβοήσωμεν· Σωτὴρ ἡμῶν φιλάνθρωπε, δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Σταυροθεοτοκίον

Παρισταμένη τῷ Σταυρῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τοῦ ἐξ αὐτῆς ἄνευ σπορᾶς τεχθέντος, ἀνεβόησε· Ῥομφαία τὴν καρδίαν μου, διῆλθεν ὦ Υἱέ, μὴ φέρουσα κρεμάμενον ἐν ξύλῳ σε ὁρᾶν, ὃν τρέμουσι τὰ σύμπαντα, ὡς Κτίστην καὶ Θεόν· Μακρόθυμε δόξα σοι.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Ἀπεγνωσμένην

Λαμπροφοροῦντες ταῖς ἀρεταῖς προσέλθωμεν, τῆς ἐγκρατείας τὸ καθαρὸν κτησάμενοι, καὶ Σταυρὸν τὸν τίμιον, βοῶντες προσκυνήσωμεν. Ἁγίασον ἡμῶν σὺν ταῖς ψυχαῖς, καὶ τὰ σώματα, ἀξίωσον ἡμᾶς, καὶ τοῦ ἀχράντου Πάθους σου, ὁ μόνος Θεὸς ἁπάντων, χαριζόμενος ἡμῖν καὶ τὰ ἐλέη σου.

Σταυροθεοτοκίον Τὸν τάφον σου

Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη, διˊ ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;

Εἶτα τὸν ἐπόμενον Κανόνα· καὶ τὰ Τριᾠδια εἰς τὴν τάξιν αὐτῶν, τὸν δὲ Κανόνα τοῦ Μηναίου ψάλλομεν ἐν τοῖς Ἀποδείπνοις. Κανὼν τοῦ Σταυροῦ, οὗ ἡ Άκροστιχίς.

Τὸ πανσέβαστον προσκυνήσωμεν Ξύλον. Ποίημα τοῦ κυρίου Θεοφάνους.

ᾨδὴ αˊ

Ἦχος δˊ

Ἀνοίξω τὸ στόμα μου

Τὸ Ξύλον τὸ ἅγιον, ἐν ᾧ Χριστὸς ἐξεπέτασε, παλάμας τροπούμενος, τὰς ἐναντίας ἀρχάς, προσκυνήσωμεν, νηστείᾳ φαιδρυνθέντες, εἰς δόξαν καὶ αἴνεσιν, τοῦ Παντοκράτορος.

Ὁρᾶται προκείμενος, ἁγιασμὸν παρεχόμενος, Σταυρὸς ὁ σωτήριος, τούτῳ προσέλθωμεν, καθαγνίσαντες, καὶ σῶμα καὶ καρδίαν, καὶ ἀπαρυσώμεθα, χάριν σωτήριον.

Πυρί με καθάρισον, τῶν ἐντολῶν σου φιλάνθρωπε, καὶ σοῦ τὰ σωτηρία, δίδου Παθήματα, νῦν θεάσασθαι, καὶ πόθῳ προσκυνῆσαι, Σταυρῷ τειχιζόμενον, καὶ συντηρούμενον.

Σταυροθεοτοκίον

Ἀνάρτησιν βλέπουσα, τὴν ἐν Σταυρῷ σου Φιλάνθρωπε, ὠλόλυζε κράζουσα, ἡ σὲ κυήσασα. Πῶς κατάκριτος, ὁ μέλλων πάντα κρῖναι, ὁρᾶται κρεμάμενος, δόξης ὁ Κύριος;

Κανών αˊ, ᾨδὴ γˊ

Ἦχος δˊ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

Νηστείας ἐν ὕδατι καρδίας, ῥιφθέντες τὸ ξύλον τοῦ Σταυροῦ, πιστῶς περιπτυξώμεθα, ἐν ᾧ Χριστὸς σταυρούμενος, ὕδωρ ἡμῖν ἐπήγασεν, ὡς εὐεργέτης, ἀφέσεως.

Σταυροῦ τῷ ἱστίῳ πτερωθέντες, τὸν πλοῦτον σωτήριον ἰδού, νηστείας ἐκμεσάσαντες, Μεσσία Ἰησοῦ ὁ Θεός, διˊ οὗ ἡμᾶς τοῦ Πάθους σου πρὸς τὸν λιμένα ἐγκαθόρμισον.

Ἐτύπου Μωσῆς σε ἐν τῷ ὄρει, ἐθνῶν εἰς ἀναίρεσιν Σταυρέ, ἡμεῖς δὲ ἐκτυποῦμέν σε, καρδίᾳ καθορῶντές σε, καὶ προσκυνοῦντες τρέπομεν, ἐχθροὺς ἀσάρκους τῇ δυνάμει σου.

Σταυροθεοτοκίον

Βουλήσει σου ἄνθρωπος ἐγένου, Θεὸς ὤν, καὶ πάντων Ποιητής, καὶ νῦν Σταυρῷ κρεμάμενον, σὲ καθορῶ Υἱέ μου Χριστέ, ἡ σὲ τεκοῦσα ἔλεγε, καὶ τὴν καρδίαν τιτρώσκομαι.

Ποίημα Ἰωσήφ. Κανών βˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Κύριος ὢν πάντων

Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, μέσον γῆς ἐπὶ Σταυροῦ ὑψώθης, πρὸς σεαυτὸν ἀνυψῶν, τὴν πεσοῦσαν ἀνθρώπων οὐσίαν, κακίστῃ τοῦ ἐχθροῦ συμβουλίᾳ· ὅθεν σε πιστῶς δοξάζομεν, τῷ πάθει στερεούμενοι.

Καθάραντες αἰσθήσεις νηστείας φωτί, τοῦ Σταυροῦ ταῖς νοηταῖς ἀκτῖσι, πλουσιωτάτως πιστοὶ αὐγασθῶμεν, καὶ τοῦτον εὐλαβῶς, προκείμενον σήμερον ὁρῶντες, χείλεσιν ἁγνοῖς καὶ στόμασι, καὶ καρδίᾳ προσκυνήσωμεν.

Τόπον οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, προσκυνήσωμεν Σταυρὸν τὸν θεῖον, πέτρᾳ Θεοῦ ἐντολῶν, στηριχθῆναι τοὺς πόδας αἰτοῦντες, ψυχῆς ἡμῶν καὶ κατευθυνθῆναι, ταύτης διαβήματα ὁδόν, εἰς εἰρήνης θείᾳ χάριτι.

Θεοτοκίον

Κόρης ἐξ ἀνάνδρου Χριστὲ προῆλθες, προσλαβόμενος ἐκ ταύτης σάρκα, ἔννουν καὶ ἔμψυχον, καὶ Σταυρῷ σου ἐχθρὸν ἀφανίσας, φθαρεῖσαν τῶν βροτῶν τὴν οὐσίαν, πάλιν ἀνεκαίνισας· διὸ δοξάζει τὴν εὐσπλαγχνίαν σου.

Ποίημα Θεοδῶρου. Κανών γˊ, ᾨδὴ γˊ, Τριῳδίου Ἦχος αˊ Στερέωσον Κύριε

Κροτήσατε ἅπαντα ὕμνοις τὰ πέρατα, καθορῶντα προσκυνούμενον τὸ Ξύλον ἐν ᾧ Χριστὸς ἀπεκρεμάσθη, καὶ διάβολος ἐτραυματίσθη.

Προτίθεται σήμερον ὁ ζωηφόρος· χαρᾷ, δεῦτε προσκυνήσωμεν σὺν φόβῳ, τὸν τοῦ Κυρίου τίμιον Σταυρόν, ἵνα λάβωμεν ἅγιον Πνεῦμα.

Δόξα...

Τρισάκτινε Ἥλιε τρισσοκλεέστατον φῶς, Θεὲ Πάτερ Υἱέ, καὶ ἅγιον Πνεῦμα, ἡ ἄναρχος φύσις καὶ δόξα, τοὺς ὑμνοῦντάς σε ῥῦσαι κινδύνων.

Καὶ νῦν ... Θεοτοκίον

Ὑμνοῦσί σε τάξεις Ἀγγέλων εὐλογημένη, Θεοτόκε, πανύμνητε καὶ Παρθένε, μεθˊ ὧν σε νῦν γένος ἀνθρώπων, ὡς ἀνύμφευτον δοξολογοῦμεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἐρχόμενος ἅψασθαι σοῦ ζωηφόρε Σταυρέ, φρίττω γλῶσσαν καὶ διάνοιαν, προβλέπων, ὅτι ἐν σοὶ κατεκενώθη, τοῦ Κυρίου μου τὸ θεῖον Αἷμα.

Ὁ Εἱρμὸς

«Στερέωσον Κύριε τὴν Ἐκκλησίαν σου, ἣν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ σου· ἐν αὐτῷ γὰρ τὸν ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν οἰκουμένην».

Κάθισμα

Ἦχος πλ. β

Αὐτόμελον

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Δόξα...

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, διˊ αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.

Καὶ νῦν ...

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ καθήμενος ἐν δόξῃ

Αἰνιττόμενος τὸν τύπον, τοῦ Σταυροῦ χεῖρας ἔτεινεν, ἐναλλὰξ ἐγγόνοις, πάλαι Ἰακὼβ ὁ ἀοίδιμος, ἐπευλογῶν καὶ σημαίνων τὴν σωτήριον, εὐλογίαν πάντας, ἐφ’ ἡμᾶς διαβαίνουσαν.

Συντηρούμενοι σφραγῖδι, τοῦ Σταυροῦ καὶ προκείμενον, ἐν ἀγαλλιάσει, πνεύματος αὐτὸν ἀσπαζόμενοι, πρὸς τὰ σωτήρια Πάθη ἐπειχθείημεν, τὰ ὀλέθρια, πάθη σαρκός θανατώσαντες.

Τὸ σωτήριόν σε ὅπλον, τὸ ἀήττητον τρόπαιον, τὸ χαρᾶς σημεῖον, θάνατος διˊ οὗ τεθανάτωται, περιπτυσσόμεθα δόξῃ κλεϊζόμενοι, τοῦ ἐν σοὶ προσπαγέντος, Σταυρὲ πανσεβάσμιε.

Σταυροθεοτοκίον

Ὁρατός μοι καθωράθης, ὁ Ἀγγέλοις ἀπρόσιτος, Ἰησοῦ Υἱέ μου, σάρκα ἐξ ἐμοῦ δανεισάμενος, καὶ νῦν ὁρῶσά σε ξύλῳ καθηλούμενον, ἐποδύρομαι, ἡ τοῦ Χριστοῦ Μήτηρ ἔλεγε.

Κανών αˊ, ᾨδὴ εˊ

Ἦχος δˊ

Ἐξέστη τὰ σύμπαντα

Νεκρὸς ἐχρημάτισας, ἐπὶ Σταυροῦ ἡλούμενος, πάντων ἡ ζωὴ καὶ σωτηρία. Τοῦτον οὖν δίδου, κεκαθαρμένῃ ψυχῇ, Σῶτερ περιπτύξασθαι, καὶ σοῦ, Πάθη τὰ σωτήρια, κατιδεῖν ἀγαλλόμενοι.

Παρίστανται τάξεις σοι, τῶν Ἀσωμάτων τρέμουσαι, Ξύλον ζωοδώρητον· ἐν σοὶ γάρ, τίμιον Αἷμα Χριστὸς ἐξέχεε, λύθρον ἀναστέλλων ἐναγές, δαίμοσι φερόμενον, ἐπˊ ὀλέθρῳ τοῦ πλάσματος.

Ῥομφαίᾳ πληγέντα με, τοῦ δυσμενοῦς ἰάτρευσον, Αἵματί σου Λόγε καὶ τῇ λόγχῃ, ἁμαρτιῶν μου τάχος διάρρηξον, Σῶτερ τὸ χειρόγραφον βοῶ, βίβλῳ καταγράφων με, σῳζομένων ὡς εὔσπλαγχνος.

Σταυροθεοτοκίον

Ὁ βότρυς ὁ πέπειρος, πῶς ἐπὶ ξύλου κρέμασαι; Ἥλιε τῆς δόξης πῶς ἐπήρθης, φέγγος ἡλίου, σκοτίζων πάθει σου. Σῶτερ ἡ τεκοῦσά σε, Ἀμνάς, πάλαι ἀνεβόα σοι, μητρικῶς ἀλαλάζουσα.

Κανών αˊ, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ἐβόησε, προτυπῶν

Συνέσεισας, τὸ τοῦ ᾍδου πηγνύμενος οἴκημα, τοῖς πιστοῖς δέ, ἀδειάσειστον ἔρεισμα γέγονας, καὶ βεβαία σκέπη, τοῦ Κυρίου Σταυρὲ πανσεβάσμιε.

Κατάκαρποι, ἀρεταῖς γεγονότες τρυγήσωμεν, θείου Ξύλου, ζωηφόρους καρπούς, οὓς ἐβλάστησεν, ἁπλωθεὶς ἐν τούτῳ, Ἰησοῦς ἡ κατάκαρπος ἄμπελος.

Ὑμνοῦμέν σου, Ἰησοῦ τὴν πολλὴν ἀγαθότητα, προσκυνοῦντες, τὸν Σταυρόν σου τὴν λόγχην, τὸν κάλαμον· διˊ αὐτῶν γὰρ εἷλες, τὸ τῆς ἔχθρας Οἰκτίρμον μεσότοιχον.

Σταυροθεοτοκίον

Ναμάτων σε, ποταμὸν ζωηρρήτων ἐκύησεν, ἡ Παρθένος, ὡς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, τὸν Σταυρῷ ταθέντα, καὶ κρουνοὺς σωτηρίας πηγάσαντα.

Ὁ Εἱρμὸς

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

Κοντάκιον

Ἦχος βαρὺς

Αὐτόμελον

Οὐκ έτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ. Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Ὁ Οἶκος

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾷ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου, ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Κανών αˊ, ᾨδὴ ζˊ

Ἦχος δˊ

Οὐκ ἐλάτρευσαν

Ἡ ἀξίνη, Ἐλισσαῖος ἣν ἀνείλετο, ἐξ Ἰορδάνου Χριστέ, Σταυρὸν ἐδήλου, διˊ οὗ, βυθοῦ ματαιότητος, ἔθνη ἀνείλκυσας, ἀναμέλποντα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Συναγάλλονται, τῇ γῇ τὰ ἐπουράνια, τῇ προσκυνήσει σου Σταυρέ· καὶ γὰρ διὰ σοῦ, Ἀγγέλων ἀνθρώπων τε, ἕνωσις γέγονε, Παντοδύναμε, ἀναβοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ.

Ὡς κυπάρισσον, συμπάθειαν ὡς κέδρον τε, πίστιν ἡδύπνοον, ὡς πεύκην ἀληθινήν, ἀγάπην προσφέροντες, τὸν τοῦ Κυρίου Σταυρόν, προσκυνήσωμεν, τὸν ἐν αὐτῷ δοξάζοντες Λυτρωτὴν προσηλωθέντα.

Σταυροθεοτοκίον

Μὴ σαλεύσας, τὰ οὐράνια ἐν μήτρᾳ σου, Θεὸς ἐσκήνωσε, πόλις Θεοῦ ἐκλεκτή. Σταυρῷ δὲ κρεμάμενος, Κτίσιν ἐσάλευσεν, ὃν ἱκέτευε, ἐν ἀσαλεύτῳ πέτρᾳ με, τῇ αὐτοῦ συντηρηθῆναι.

Κανών αˊ, ᾨδὴ ηˊ

Ἦχος δˊ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Ἐξέτεινας χεῖρας ἐπὶ ξύλου, χειρὸς ἀκρατοῦς λύων ἁμάρτημα, λόγχῃ ἐκεντήθης δέ, ταύτῃ τὸν πολέμιον, κατατιτρώσκων Κύριε, χολῆς ἐγεύσω τε, ἐνήδονον κακίαν ἐξαίρων, ὄξος ἐποτίσθης, ἡ πάντων εὐφροσύνη.

Νοῒ καθαρῷ καὶ συνειδότι, λαμπρῶς προσελθόντες προσκυνήσωμεν, πρόκειται τὸ τίμιον, Ξύλον καὶ σεβάσμιον, διˊ οὗ Χριστὸς τὸν ἄτιμον, ὑπέστη θάνατον, τιμήν ὑπερτιθεὶς ἀνωτάτην, τοῖς τῇ παραβάσει, δεινῶς ἀτιμασθεῖσι.

Ξύλῳ ἁμαρτίας ἐνεκρώθην, καὶ γεύσει τῇ ἐνηδόνῳ τεθανάτωμαι, ζώωσόν με Κύριε, ἔγειρόν με κείμενον, προσκυνητὴν ἀνάδειξον, τῶν Παθημάτων σου, καὶ μέτοχον Ἐγέρσεως θείας, καὶ συγκληρονόμον, τῶν σὲ ἠγαπηκότων.

Σταυροθεοτοκίον

Ὑψούμενον βλέπω σε καὶ κάλλος, τῷ πάσχειν οὐκ εἶδος περικείμενον, ὅνπερ σωματούμενον, ἔγνων ὡραιότατον, ὑπὲρ υἱοὺς ἀνθρώπων σε, μονογενὲς Υἱέ, ἡ Πάναγνος ἐβόα Παρθένος, δεῖξόν σου τὴν δόξαν, ἡ πάντων σωτηρία.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Εἱρμὸς ἄλλος Νόμων πατρῴων

Μέσης ἡμέρας σταυρουμένου σου, μέσον τῆς γῆς βουλήσει Κόσμου τὰ πέρατα, μέσον φάρυγγος τοῦ δράκοντος, ἐξέσπασας Οἰκτίρμον· διὸ ἐν μέσῃ, θείων ἑβδομάδι Νηστειῶν, προσκυνοῦντες δοξάζομεν τὸν τίμιον Σταυρόν σου, τὸν Κύριον ὑμνεῖτε, βοῶντες, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Χαρᾶς σημεῖον ὅπλον ἄρρηκτον, τῆς Ἐκκλησίας τεῖχος, Μαρτύρων καύχημα, Ἀποστόλων ἐγκαλλώπισμα, Ἀρχιερέων σθένος, ἐνδυναμώσας τὴν ἐξασθενοῦσάν μου ψυχήν, προσκυνεῖν σε ἀξίωσον, καὶ μέλπειν σοι βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὅταν, εἰς νοῦν μου λάβω τὸ δικαστήριον, τὸ ἀδέκαστον Μακρόθυμε, κατάκριτος ὑπάρχων· διό μου φεῖσαι, καὶ τὸν ἐπικείμενον κλοιόν, τῆς ψυχῆς μου ἐλάφρυνον, ἵνα χαίρων κραυγάζω· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

Ἐτύπου βάτος τὸ μυστήριον, τοῦ ὑπὲρ νοῦν σου τόκου, Κόρη πανάμωμε· ὡς ἐκείνου γὰρ διέμεινας, ἀφλέκτως πῦρ τεκοῦσα, Χριστὸν Σωτῆρα, τὸν ἀνυψωθέντα ἐν Σταυρῷ, ὃν δυσώπει ῥυσθῆναί με, πυρὸς τοῦ αἰωνίου· Τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών γˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Αὕτη ἡ κλητὴ

Δεῦτε τὸν Σταυρὸν προτεθέντα Κυρίου, νηστείᾳ καθαρθέντες, περιπτυξώμεθα πόθῳ· θησαυρὸς γὰρ ἡμῖν ἁγιάσματος ἐστί, καὶ δυνάμεως, διˊ οὗ ἀνυμνοῦμεν, Χριστόν εἰς τοὺς αἰῶνας.

Οὗτος ὁ Σταυρὸς τριμερὴς καὶ μέγας, μικροφανὴς τυγχάνων, οὐρανομήκης ὑπάρχει, τῇ δυνάμει αὐτοῦ, τοὺς ἀνθρώπους πρὸς Θεόν, ἀναφέρει ἀεί, διˊ οὗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Μίαν ἐν τρισὶ χαρακτῆρσιν οὐσίαν, δοξάζων οὐ συγχέω, μονοπροσώπως τὰ τρία, οὐδὲ τέμνω μορφήν, τὸν Πατέρα, καὶ Υἱὸν σὺν τῷ Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων, Θεὸς ὁ ἐν Τριάδι.

Καὶ νῦν ... Θεοτοκίον

Μόνη ἐν μητράσιν ἐδείχθης παρθένος, Θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα, τὸν Σωτῆρα Χριστόν, τῆς ἁγνείας τὴν σφραγῖδα φυλάξασα. Σὲ μακαριοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῦτο τὸ πανάγιον Ξύλον τιμάσθω, ὁ Προφήτης πάλαι, βληθῆναι ἀνακραυγάζει, εἰς τὸν ἄρτον Χριστοῦ, ὑπὸ Ἰσραηλιτῶν, τῶν σταυρούντων αὐτόν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Χεῖρας ἐν λάκκῳ βληθεὶς τῶν λεόντων, ποτὲ ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν τόν πάντων, Θεὸν εἰς τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος δˊ

Ἅπας γηγενὴς

Λόγχῃ σου Πλευράν, ἐνύγης ἀφέσεως, ἀναστομῶν μοι πηγάς, ξύλῳ προσηλώθης δέ, τὴν διὰ ξύλου ἱστῶν κατάκρισιν, μέσον τῆς γῆς Φιλάνθρωπε, ὅπερ ἡμεῖς μεσασμῷ, τῆς Νηστείας, νῦν περιπτυσσόμεθα, ἀνυμνοῦντες τὴν σὴν ἀγαθότητα.

Ὄρη γλυκασμόν, βουνοὶ ἀγαλλίασιν, πόθῳ σταλάξατε, ξύλα τοῦ πεδίου δέ, Λιβάνου κέδροι περιχορεύσατε, τῇ προσκυνήσει σήμερον, τοῦ ζωηφόρου Σταυροῦ, οἱ Προφῆται, Μάρτυρες, Ἀπόστολοι, καὶ Δικαίων σκιρτήσατε πνεύματα.

Νεῦσον εἰς λαόν, καὶ κλῆρόν σου Κύριε, φόβῳ ὑμνοῦντάς σε, θάνατον ἑκούσιον, διˊ οὗ ὑπέστης, μὴ νικησάτω σου, τὴν εὐσπλαγχνίαν ἄμετρος, πληθὺς κακῶν ἡμῶν, ἀλλὰ σῶσον, πάντας ὑπεράγαθε, τῷ Σταυρῷ σου ἡμᾶς ὡς φιλάνθρωπος.

Σταυροθεοτοκίον

Νεύματι τῷ σῷ, κλονεῖς τὸν ὁρώμενον, Κόσμον σταυρούμενος, μένεις δὲ κρεμάμενος, ἡ Θεοτόκος κλαίουσα ἔλεγε· τὰ ἐμπαθῆ νοήματα, τοῦ Πρωτοπλάστου Χριστέ, ἐξηλῶσαι, θέλων καὶ ἰάσασθαι, τὴν αὐτοῦ συντριβὴν ἀγαθότητα.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀπορεῖ πᾶσα γλῶσσα (Ἦχος βˊ)

Ὁ Ἐλισσαῖος, πάλαι ποταμοῦ τὴν ἀξίνην, ἀνέλκων ξύλῳ, σὲ τὸ ζωοδώρητον, ἐτύπου Σταυρὲ ξύλον, διˊ οὗ ἐκ βυθοῦ ἀνείλκυσε Χριστὸς τὰ ἔθνη, εἰδωλικῆς μανίας, ἐν σοὶ προσηλωθείς· ὅθεν σε προσκυνοῦντες, τὸ κράτος αὐτοῦ δοξάζομεν.

Ἡλίου σέλας, Σῶτερ μετεβλήθη εἰς σκότος, τῇ σῇ σταυρώσει, φέγγος τε σελήνης ἀπεσβέσθη, καὶ στοιχεῖα τρόμῳ ἠλλοιώθη ἅπαντα· διὸ βοῶ σοι· Ἀλλοιωθέντα σκότει παθῶν μου λογισμούς, Λόγε σῇ δεξιᾷ ἀλλοιώσας, φώτισον σῶσόν με.

Τῷ μώλωπί σου, ἴασαι ψυχῆς μου τὰ πάθη, Πλευρᾶς σου τρώσει παῦσον, ἐπωδύνους τε, τὰς τρώσεις τῶν δαιμόνων, ἥλοις σου Χριστὲ ἐξήλωσας, τὰς ἐνηδόνους, καὶ ἐμπαθεῖς ὀρέξεις, διδούς μοι ἀπαθῶς Πάθη σου, τὰ σεπτὰ προσκυνῆσαι, καὶ τὴν Ἀνάστασιν.

Σταυροθεοτοκίον

Ὡραῖον κάλλει, τέτοκεν ὡραῖα σε Κόρη, ὃν καθορῶσα, κάλλος ἐν τῷ πάσχειν, οὐδὲ εἶδος κεκτημένον Σῶτερ, θρηνῳδοῦσα ἔλεγεν· Ἐκπλήττομαί σου, τὴν ὑπὲρ νοῦν Υἱέ μου ταπείνωσιν, διˊ ἧς σῴζεις, ταπεινωθεῖσαν τὴν φύσιν, τῆς ἀνθρωπότητος.

Κανών γˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Φωτίζου φωτίζου

Προέρχου φαιδρύνου, πᾶς ὁ λαὸς ὁ τοῦ Θεοῦ, καὶ τὸ ξύλον προβλέπων, τοῦ Σταυροῦ λάβε χαράν, προκείμενον, ἄσπασαι φόβῳ, καὶ τὸν ἐν αὐτῷ, Κύριον τῆς δόξης, ἀναρτηθέντα δοξάζων ἀεί.

Τὸ ὅπλον τὸ θεῖον, σὺ τῆς ζωῆς μου ὁ Σταυρός, ἐπὶ σὲ ὁ Δεσπότης, ἀνελθών με ἔσωσεν, ἔβλυσεν αἷμα, καὶ ὕδωρ νυγείς, ἐκ τῆς Πλευρᾶς, οὗ μεταλαμβάνων, ἀγαλλιῶμαι δοξάζων αὐτόν.

Δόξα...

Τριάδα προσώποις, Μονάδα φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα καὶ τὸν Υἱόν, σὺν τῷ ἁγίῳ τε Πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν, τὴν τῶν ἁπάντων δεσπόζουσαν.

Καὶ νῦν ... Θεοτοκίον

Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστός, σὺ ὑπάρχεις Παρθένε, ὡς Δαυῒδ ὁ θεῖος βοᾷ, δι ἧς ἡμεῖς ἀνυψώθημεν, πρὸς οὐρανόν, υἱοθετηθέντες, τῷ Πνεύματι παμμακάριστε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸ σκῆπτρον τὸ θεῖον, τοῦ Βασιλέως ὁ Σταυρός, τοῦ στρατοῦ ἡ ἀνδρεία, ἐν τῇ πεποιθήσει σου, τοὺς πολεμίους ἐκτρέπομεν, νίκας ἀεὶ τοῖς σὲ προσκυνοῦσι, κατὰ βαρβάρων παράσχου ἡμῖν.

Ὁ Εἱρμὸς

«Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν».

Τὸ Φωταγωγικόν, τὸ τοῦ Ἥχου. Ἐξαποστειλάριον

Ἦχος γˊ

Ἐν πνεύματι τῷ ἱερῷ

Μεσότητι τῶν Νηστειῶν, τὸ πανσέβαστον Ξύλον, τοὺς πάντας εἰς προσκύνησιν, προσκαλεῖται τοὺς ὅσοι, τὰ ἑαυτῶν παθήματα, τοῖς τοῦ Χριστοῦ παθήμασιν, ἀξίως συναφικνοῦσι. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὸ Ξύλον, τοῦ φρικτοῦ μυστηρίου.

Θεοτοκίον

Ἦχος γˊ

Ἐν πνεύματι τῷ ἱερῷ

Ἡ ἄνυμφος καὶ πάναγνος, τοῦ Θεοῦ Λόγου Μήτηρ, ἐβόα ὀλολύζουσα, ἐν κλαυθμῷ θρηνῳδοῦσα· Τοιαῦτά μοι ὁ Γαβριήλ, τῆς χαρᾶς ἐκόμιζε, τὰ εὐαγγέλια Τέκνον, ἄπιθι τοῦ πληρῶσαι, τὴν ἀπόρρητον βουλήν, καὶ θείαν οἰκονομίαν.

Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες, τὴν ἄγουσαν ἐπὶ τὸν Σταυρόν σου τὸν τίμιον, τὴν σὴν ἡμέραν ἰδεῖν, ἣν εἶδεν Ἀβραὰμ καὶ ἐχάρη, ὡς ἐκ τάφου τοῦ βουνοῦ, ζῶντα λαβὼν τὸν Ἰσαάκ, εὐδόκησον καὶ ἡμᾶς, πίστει ῥυσθέντας τοῦ ἐχθροῦ, καὶ Δείπνου μετασχεῖν τοῦ μυστικοῦ, ἐν εἰρήνῃ κράζοντας· ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Ἦχος πλ. δˊ

Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες, τὴν ἄγουσαν ἐπὶ τὸν Σταυρόν σου τὸν τίμιον, τὴν σὴν ἡμέραν ἰδεῖν, ἣν εἶδεν Ἀβραὰμ καὶ ἐχάρη, ὡς ἐκ τάφου τοῦ βουνοῦ, ζῶντα λαβὼν τὸν Ἰσαάκ, εὐδόκησον καὶ ἡμᾶς, πίστει ῥυσθέντας τοῦ ἐχθροῦ, καὶ Δείπνου μετασχεῖν τοῦ μυστικοῦ, ἐν εἰρήνῃ κράζοντας· ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς. Τυράννων ἀπειλὰς οὐκ ἑπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Μεσάσαντες τὸ πέλαγος τῆς ἐγκρατείας, λιμένα ἐκδεχόμεθα τῆς σωτηρίας, τὸν καιρὸν τοῦ Πάθους σου, τοῦ ἑκουσίου Κύριε, ἀλλˊ ὡς εὔσπλαγχνος καὶ οἰκτίρμων, καὶ τὴν ἡμέραν τῆς ἐνδόξου Ἀναστάσεώς σου, ἐν εἰρήνῃ ἀξίωσον ἡμᾶς, θεάσασθαι φιλάνθρωπε.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (Δίς)

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΚΣΤˊ, 21 καὶ ΚΖˊ, 1–9)

Ἰδοὺ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν καὶ ἀναλεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός, ἐπιθύμημα ἐξάρχει κατˊ αὐτῆς. Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τεῖχος αὐτῆς, οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε, κατακέκαυμαι, βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ Οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτω πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς, οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς οˊ

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ.Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Δˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἰδιόμελον

Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νῦν ἐπήγαγε, ταῖς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταῖς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα· καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῷ πάντων καλῶν δοτῆρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομείνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρί σε, καὶ Πνεύματι δοξάζοντας.

Ἕτερον

Ἦχος πλ. αˊ

Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι, πνευματικὰς ἀμοιβὰς ἐκδεχόμενοι, οὐ μέσον τῶν πλατειῶν θριαμβεύουσι ταύτας, ἀλλˊ ἔνδον τῶν καρδιῶν ἀποφέρουσι μᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόμενα, τὸν μισθὸν τῆς ἐγκρατείας παρέχει ἡμῖν. Νηστείαν τελέσωμεν, μὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλˊ ἐν τοῖς ταμείοις τῶν ψυχῶν προσευχόμενοι, ἀπαύστως βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν δεόμεθα, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι ἅγιοι μάρτυρες, οἵ τινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν Τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε δωρηθῆναι εἰρήνην τῷ Κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια τοῦ Σταυροῦ

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Νηστείας ἐν ὕδατι ψυχάς, πάντες ἀπονίψωμεν, καὶ προσελθόντες τὸν τίμιον, καὶ πανσεβάσμιον, Σταυρὸν τοῦ Κυρίου, πιστῶς προσκυνήσωμεν, τὸν θεῖον φωτισμόν ἀρυόμενοι, καὶ τὴν αἰώνιον, σωτηρίαν νῦν καρπούμενοι, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος αˊ

Ἀποστόλων καύχημα Σταυρέ, ὅνπερ περιέπουσιν, Ἀρχαί, Δυνάμεις, Ἀρχάγγελοι, τοὺς προσκυνοῦντάς σε, πάσης βλάβης σῷζε, καὶ τὸ θεῖον στάδιον, ἡμᾶς τῆς ἐγκρατείας ἀξίωσον, καλῶς ἀνύσαντας, τὴν ἡμέραν τὴν σωτήριον, ἐπιφθάσαι, διˊ ἧς καὶ σῳζόμεθα.

Ἕτερον Προσόμοιον

Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας

Σήμερον τὸν Σταυρὸν τοῦ Κυρίου προσκυνοῦντες, βοήσωμεν· Χαῖρε ζωῆς ξύλον, ᾍδου καθαιρέτα, χαῖρε χαρὰ Κόσμου, φθορᾶς ἀναιρέτα, χαῖρε ὁ τοὺς δαίμονας σκορπίζων τῇ δυνάμει σου· τῶν πιστῶν τὸ στήριγμα, τὸ ὅπλον, τὸ ἄρρηκτον, τοὺς ἀσπαζομένους σε, φρούρησον, ἁγίασον δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι, καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς οαˊ

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ.Ὁ Θεός, τὸ κρῖμα σου τῷ Βασιλεῖ δός.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Θˊ, 18 – Ιˊ, 1)

Ἦσαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ εἶδε Χάμ, ὁ πατήρ Χαναάν, τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθών, ἀπήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χὰμ παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ, πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε, ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν. Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς οβˊ

Ἐμοὶ δέ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι.

Στίχ.Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ!

Παροιμιῶν τὸ Ἀνάγνωσμα ( Κεφ ΙΒˊ 23 – ΙΓˊ, 9)

Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. Φοβερὸς λόγος καρδίαν ἀνδρὸς δικαίου ταράσσει, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς, ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. Οὐκ ἐπιτεύξεται δόλιος θήρας· κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. Ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. Υἱός, πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων, ὀλοῦνται ἄωροι. ˊὋς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παρρησίαν. Δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Χορὸς ἀγγελικὸς

Δυνάμει τοῦ Σταυροῦ, κρατυνόμενοι πᾶσαν τὴν πλάνην τοῦ ἐχθροῦ, κατελύσατε ὄντως, Ἀπόστολοι ἔνδοξοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν· ὅθεν σήμερον, ἐν τῇ αὐτοῦ προσκυνήσει, ἐπαγάλλεσθε, ὑπὲρ ἡμῶν δυσωποῦντες, τὸν μόνον φιλάνθρωπον.

Θεοτοκίον

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βαρὺς

Κύριε ἡμεῖς ἐσμὲν

Κύριε τὸν σόν Σταυρόν ὁρῶντες, προκείμενον σήμερον, προσερχόμεθα πιστῶς, καὶ ὕμνοις καὶ ᾠδαῖς, ἀσπαζόμενοι αὐτόν, ἐν φόβῳ καὶ χαρᾷ. Ἁγίασον τοὺς δούλους σου, εἰρήνευσον τὸν Κόσμον σου, τῇ τούτου ἐπιφανείᾳ, μόνε Πολυέλεε.

Θεοτοκίον Αὐτόμελον

Κύριε ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου, πλανηθέντας τῇ φθορᾷ, ἐπίστρεψον ἡμᾶς, σκορπισθέντας ὡς ποιμήν, συνάγαγε ἡμᾶς, ἐλέησον τὴν ποίμνην σου, Φιλάνθρωπε σπλαγχνίσθητι, πρεσβείαις τῆς Θεοτόκου μόνε ἀναμάρτητε.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος αˊ

Ἐπὶ τῆς θείας

Ἁγιασμοῦ παρεκτικήν, χάριν δωρούμενος ἡμῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγμα καὶ καύχημα, πρόκεισαι εἰς προσκύνησιν, σήμερον πάσῃ τῇ Οἰκουμένῃ, τὸν τῆς νηστείας καιρόν, ἐξευμαρίζων ἡμῖν.

Σκιαγραφούσας τὸν Σταυρόν, χεῖρας ἐκτείνας Ἀμαλήκ, ἔτρεψε Μωσῆς, ὃν τυποῦντες, χεῖρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωμεν δαιμόνων, ἐκπολεμούντων ἡμᾶς, διαπαντὸς φθονερῶς.

Θείῳ ἀρότρῳ τοῦ Σταυροῦ, κατενεώσατε τὴν γῆν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν· ὅθεν ὑμᾶς φωναῖς ἐτησίοις, ἀνευφημοῦντες, Χριστὸν ἀεὶ δοξάζομεν.

Θεοτοκίον

Μήτηρ Θεοῦ τοῦ ἀγαθοῦ, ἀγάθυνόν μου τὴν ψυχήν, ἣν ὁ πονηρός, συνηθείᾳ, πονηρᾷ ἐκάκωσεν, ἀθλίως δελεάσας με, ὅπως ὡς αἰτίαν σωτηρίας, ὑμνολογῶ σε ἀεί, τήν πολυΰμνητον.

Κανών βˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος βαρὺς

Τὴν ἔνσαρκον

Προτίθεται, ὁ πανάγιος Σταυρός, προσέλθωμεν, ἀσπασώμεθα αὐτόν· καὶ γάρ ἐστι κέρας σωτηρίας ἡμῖν.

Ἡ χάρις σου, καὶ τῷ τύπῳ σου φοιτᾷ ἐλαύνουσα, τῶν δαιμόνων τὴν ἀχλύν, Σταυρὲ Χριστοῦ, ὅπλον ἀπροσμάχητον.

Δόξα...

Μονάδα σε, κατὰ φύσιν ἀνυμνῶ, Τριάδα δέ, ὑποστάσεως τιμῶ, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον.

Καὶ νῦν... Θεοτοκίον

Ἐκύησας, Κόρη ἄνανδρε Θεόν, πανάμωμε, τὸν κατέχοντα δρακί, τὰ πέρατα καὶ πάντων ἀρχαιότερον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀπόστολοι, οἱ τοῦ Κόσμου πρεσβευταί, αἰτήσατε, τοῦ σωθῆναι καὶ ἡμᾶς, κατέχοντας, ὅπλον τὸν Σταυρὸν τοῦ Χριστοῦ.

Ὁ Εἱρμὸς

«Τὴν ἔνσαρκον, παρουσίαν σου Χριστέ, πιστούμενος, ὁ Προφήτης Ἀββακούμ, ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Αὕτη ἡ κλητὴ

Χαίροις ὁ Σταυρὸς ὁ τριμερὴς καὶ θεῖος, ἐν ᾧ ὁ εἷς τῆς Τριάδος, σάρκα φορέσας ἐπάγη, ἐμπαγέντας ἡμᾶς, ἀσεβείας εἰς βυθὸν λυτρωσάμενος, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

Σθένος τὸν Σταυρὸν κραταιὸν κεκτημένοι τοὺς δεινῇ δυναστείᾳ, τοῦ πονηροῦ δουλωθέντας, ἠλευθέρωσαν, οἱ τοῦ Λόγου Μαθηταὶ ἀναμέλποντες· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Οἴμοι! τί φρικῶδες τὸ Βῆμα ἐκεῖνο, ἐν ᾧ Λόγε καθίσας, τὰ πεπραγμένα κρυφῇ μοι, φανερώσεις Χριστέ, στηλιτεύων τὴν ἀναισθησίαν μου! ἀλλὰ φύσει ὢν συμπαθής, φεῖσαί μου τότε.

Θεοτοκίον

Κόλπων οὐκ ἐκστὰς τῶν πατρῴων ἐν κόλποις, ἀνεκλίθης Παρθένου, ἐπˊ ἀνακλήσει τοῦ γένους, οὗ ἐφόρεσας, διὰ σπλάγχνα Ἰησοῦ τὸ ὁμοίωμα· ὅθεν σε ὑμνοῦμεν, βροτοὶ εἰς τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βαρὺς

Τὸν μόνον ἄναρχον

Τὴν σταυροφόρον σε, Ἑβδομάδα τιμῶμεν, ὡς προσκυνήσιμον· ἐν σοὶ γὰρ τὸ Ξύλον τὸ ἄχραντον, προσκυνοῦντες βοῶμεν· Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βαβαὶ τοῦ θαύματος, Βασιλεῦ τῶν αἰώνων! ὅτι τὸ Ξύλον ἐν ᾧ περ ἐσταυρώθης, ἠξίωσας ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἰδεῖν καὶ προσκυνεῖν· διό σε μετὰ φόβου, ὑμνοῦμεν εἰς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ὦ ὁμοούσιε, ὦ Τριὰς παναγία, Πάτερ, Υἱέ, καὶ τὸ πανάγιον Πνεῦμα, Θεότης, ἀμερές σου τὸ κράτος, δοξάζω καὶ ὑμνῶ, τὴν μίαν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Τὸν πλαστουργήσαντα, τὸν Ἀδὰμ κατˊ εἰκόνα καὶ ἐκ φυράματος αὐτοῦ προελθόντα, καὶ λύσαντα τὴν ἀρχαίαν κατάραν, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἡ δωδεκάχορδος, λύρα τῆς Ἐκκλησίας, ὡς μελουργοῦσα τῆς σοφίας τὸν Λόγον, Ἀπόστολοι, τοὺς ὑμᾶς ἀνυμνοῦντας, αἰτήσατε ἰδεῖν, τὸ Πάθος τοῦ Κυρίου, καὶ ᾆσαι εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν φρίττουσιν Οὐρανῶν αἱ Δυνάμεις, καὶ τρέμουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Φωτίζου φωτίζου

Φαιδρύνου φωτίζου, ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοῦ Σταυροῦ ταῖς ἀκτῖσιν, ὃν φέρεις προκείμενον, πάντων πιστῶν εἰς προσκύνησιν, σὺ δὲ πληθύς, πᾶσα τῶν δαιμόνων, σκότους πλησθεῖσα ἀπόδραθι.

Κράτος ἐγκρατείας, ὁ θεῖος πέφυκε Σταυρός, συνεργὸς ἀγρυπνούντων, νηστευτῶν ἐνίσχυσις, πολεμουμένων ὑπέρμαχος. Τοῦτον πιστοί, πόθῳ συνελθόντες, περιχαρῶς προσκυνήσωμεν.

Θεμέλιοι θεῖοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἑδρασμῷ εὐσεβείας, πάντας συντηρήσατε, καὶ ἐπὶ πέτραν στηρίξατε, τὴν ἀρραγῆ, τοῦ ἐκλεξαμένου, ὑμᾶς Ἀπόστολοι ἔνδοξοι.

Θεοτοκίον

Χαρὰν συλλαβοῦσα, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, τῆς ἐμῆς νῦν καρδίας τὴν λύπην ἀφάνισον, τὴν ψυχοφθόρον, καὶ δίδου Ἁγνή, χαροποιόν, πένθος ὅπως εὕρω, ἐκεῖ τήν θείαν παράκλησιν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βαρὺς

Σὲ τὴν ἄχραντον

Σὺ τυπούμενος, Μερρᾶς τὰ ῥεῖθρα πάλαι, γλυκαίνεις πάνσεπτον Ξύλον, σύ μου γλύκανον καὶ τὴν ἐγκράτειαν, ὁ Σταυρὸς τοῦ Χριστοῦ, σήμερον καταπροσκυνούμενος.

Σὲ τὸ ἄμαχον, τῆς Βασιλείας ὅπλον, τοῦ Στρατοπέδου τὸ σθένος, τῆς Συγκλήτου τὸ κραταίωμα, τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὕμνοις μεγαλύνομεν.

Δόξα...

Σὲ τὸν ἄναρχον, Πατέρα καὶ Δεσπότην, καὶ τὸν συνάναρχον Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εὐσεβῶς οἱ πιστοί, πάντες μεγαλύνομεν.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν ἔνδοξον, καὶ μόνην Θεοτόκον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὲ τὴν πύρινον, φθογγὴν τοὺς Ἀποστόλους, ὡς καταφλέξαντας, πᾶσαν ὕλην πλάνης, καὶ εὐσέβειαν ἐμφυτεύσαντας κόσμῳ, ὕμνοις μεγαλύνομεν.

Ὁ Εἱρμὸς

«Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος βαρὺς

Ἰδιόμελον

Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλˊ ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ· αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ· ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ σῶσον ἡμᾶς.

Ἦχος βαρὺς

Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλˊ ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ· αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ· ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ σῶσον ἡμᾶς.

Ἦχος βαρὺς

Μαρτυρικόν

Ἓν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι, κᾂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησάμενοι, θανάτῳ ζωὴν ὠνησώμεθα. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος βαρὺς

Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι· Ἐλεῆμον, Κύριε δόξα σοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ογˊ

Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Στίχ.Ἵνα τί, ὁ Θεός, ἀπώσω εἰς τέλος;

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΚΗˊ, 14–22)

Τάδε λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἱερουσαλήμ, ὅτι εἴπατε· Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾍδου, καὶ μετὰ τοῦ θανάτου συνθήκην, καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Διὰ τοῦτο, τάδε λέγει Κύριος ὁ Θεός· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπˊ αὐτῷ, οὐ μὴ καταισχυνθῇ, καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει, ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς. Μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾍδην οὐ μὴ ἐμμείνῃ; Καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτὴ εἰς καταπάτημα, ὀταν παρέλθῃ, λήψεται ὑμᾶς, ὅτι πρωῒ πρωῒ, παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά. Μάθετε ἀκούειν, στενοχωρούμενοι, οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι. Ὥσπερ ὄρος ἀσεβῶν, ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον, ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί, διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου Σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς οδˊ

Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα.

Στίχ.Ἐξομολογησόμεθά σοι, ὁ Θεός.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Τὸν ἀειμακάριστον, ἀξιωθέντες ἀσπάσασθαι, οἱ πιστοὶ Σταυρὸν Κύριε, διˊ οὗ ἡμᾶς ἔσωσας, ἀνυμνολογοῦμεν, τὴν σὴν εὐσπλαγχνίαν, καὶ δυσωποῦμεν ἐκτενῶς, πᾶσι παράσχου τὴν ἀγαλλίασιν, Σωτὴρ τοῦ σωτηρίου σου, ἐν μετανοίᾳ διδοὺς ἡμῖν, κατιδεῖν σου τὴν Ἔγερσιν, καὶ τὰ Πάθη τὰ τίμια.

Ἦχος δˊ

Νέκρωσιν ὑπέμεινας, ἐπὶ Σταυροῦ ἐκτεινόμενος, ὁ νεκρώσας τὸν θάνατον, νεκροὺς ἀναστήσας δέ, ζωηφόρῳ λόγῳ· ὅθεν δυσωπῶ σε. Τὴν νεκρωθεῖσάν μου ψυχήν, τῇ ἁμαρτίᾳ ζώωσον Κύριε, παρέχων μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, ἐν ἡμέραις ἁγίαις σου, τῆς Νηστείας φιλάνθρωπε.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος δˊ

Τὸν νοερὸν ἀδάμαντα

Τὸν σὸν Σταυρὸν τὸν ἅγιον, ἀξιωθέντες ἐν χαρᾷ, κατιδεῖν καὶ προσπτύξασθαι, αἰτοῦμέν σε ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἵνα καὶ αὐτὰ τὰ ἄχραντα, προφθάσωμεν Πάθη σου, τῇ νηστείᾳ νευρούμενοι, προσκυνοῦντες ὑμνοῦντες τὴν Σταύρωσιν, τὴν λόγχην, τὸν σπόγγον τὸν κάλαμον, διˊ ὧν ἡμᾶς ἀπαθανατίσας, εἰς τὴν ἀρχαίαν πάλιν τρυφῆς ζωὴν ἐπανήγαγες, ὡς φιλάνθρωπος· διό σε εὐχαρίστως νῦν δοξάζομεν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς οεˊ

Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Στίχ.Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Ιˊ, 32 – ΙΑˊ 9)

Αὗται αἱ φυλαὶ υἱῶν Νῶε, κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν. Ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς, μετὰ τὸν κατακλυσμόν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναάρ, καὶ κατῴκησαν ἐκεῖ. Καὶ εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ. Δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος αὐτοῖς ἦν ὁ πηλός. Καὶ εἶπον· Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ κατέβη Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ εἶπε Κύριος· Ἰδοὺ γένος ἕν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπˊ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καὶ διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς οςˊ

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα.

Στίχ.Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΓˊ, 19 – ΙΔˊ, 6)

Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν, ἔργα δὲ ἀσεβῶν, μακρὰν ἀπὸ γνώσεως, ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. Ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. Ἀγαθὸς ἀνήρ, κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως· ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ὁ δὲ ἀγαπῶν παιδεύει ἐπιμελῶς. Δίκαιος ἐσθίων, ἐμπλήσει ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαὶ γυναῖκες ᾠ κοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς, ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὁ δὲ σκολιάζων ταῖς ὁδοὶς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν, φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες, φάτναι καθαραί, οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις, εὐχερής.

Ἀπόστιχα

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Παρὰ Κυρίου, τοῦ ταπεινώσαντος ἑαυτόν, μέχρι τοῦ διὰ σταυροῦ θανάτου, διὰ σὲ μαθοῦσα ψυχή μου, τὴν ἐξ ἐπάρσεως ταπείνωσιν, καὶ τὴν ἐκ ταπεινώσεως ὕψωσιν, ἐπˊ ἀρεταῖς μὴ ἐπαίρου, μηδὲ σαυτὴν δικαίαν ὑποπτεύσασα, τὸν πλησίον κατάκρινε, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλˊ ἐν φρονήματι καταβεβλημένῳ, τῶν σῶν ἁμαρτημάτων μνημονεύουσα μόνον, ὡς ὁ Τελώνης βόησον. Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.

Ἦχος πλ. βˊ

Παρὰ Κυρίου, τοῦ ταπεινώσαντος ἑαυτόν, μέχρι τοῦ διὰ σταυροῦ θανάτου, διὰ σὲ μαθοῦσα ψυχή μου, τὴν ἐξ ἐπάρσεως ταπείνωσιν, καὶ τὴν ἐκ ταπεινώσεως ὕψωσιν, ἐπˊ ἀρεταῖς μὴ ἐπαίρου, μηδὲ σαυτὴν δικαίαν ὑποπτεύσασα, τὸν πλησίον κατάκρινε, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλˊ ἐν φρονήματι καταβεβλημένῳ, τῶν σῶν ἁμαρτημάτων μνημονεύουσα μόνον, ὡς ὁ Τελώνης βόησον. Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου· ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Σταυροθεοτοκίον

Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης Χριστὲ

Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα· τί τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνήσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος δˊ

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῆς ἐγκρατείας τὸν καιρὸν ἁγιάζων, ὁ πανσεβάσμιος Σταυρὸς καθορᾶται, ὃν προσκυνοῦντες σήμερον βοήσωμεν· Δέσποτα φιλάνθρωπε, τῇ αὐτοῦ συμμαχίᾳ, δίδου διελθεῖν ἡμᾶς, τὸ λοιπὸν τῆς Νηστείας, ἐν κατανύξει καὶ τὰ ζωηρά, βλέψαι σου Πάθη, διˊ ὧν ἐλυτρώθημεν.

Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπˊ ἐσχάτων σε Χριστὲ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ἠλάλαζεν· Οἴμοι ποθεινότατε Ἰησοῦ! ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπˊ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νῦν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες χαρᾷ, φαιδρῶς ἐκβοήσωμεν· Δόξα σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας, δόξα σοι ὁ φωτίσας, διˊ αὐτοῦ πᾶσαν Κτίσιν, ἐν ᾧ σε ἀκαταπαύστως, ὕμνοις δοξάζομεν.

Σταυροθεοτοκίον

Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄνυμφος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.

Εἶτα τὸν ἐπόμενον Κανόνα· καὶ τὰ Τριᾠδια εἰς τὴν τάξιν αὐτῶν, τὸν δὲ Κανόνα τοῦ Μηναίου ψάλλομεν ἐν τοῖς Ἀποδείπνοις. Κανὼν τοῦ τιμίου Σταυροῦ, οὗ ἡ Άκροστιχίς.

Τὸ προσκυνητὸν πάντες ὑμνοῦμεν Ξύλον. Ἰωσήφ.

ᾨδὴ αˊ

Ἦχος πλ. δˊ

Ἁρματηλάτην

Τὸν τοῦ Κυρίου προσελθόντες σήμερον, Σταυρὸν νοῒ καθαρῷ, καὶ εὐσεβεῖ γνώμῃ, δεῦτε προσκυνήσωμεν· πρόκειται γὰρ δωρούμενος, τοῖς αὐτὸν προσκυνοῦσιν, ἁγιασμόν τε σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.

Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν αἴνεσιν Κυρίῳ προσάγοντες.

Πρόκειται ξένον τοῖς ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα, λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσιόντων αὐτῷ.

Ῥάβδος ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν τέμνουσα, διˊ οὗ ἡμεῖς πίστει, ἀποντίστως πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν, καὶ θείας γαλήνης πληρούμεθα.

Σταυροθεοτοκίον

Ὅτε σε Τέκνον ἀπορρήτως ἔτεκον, ὠδῖνας ἔφυγον· καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ γάρ σε κρεμάμενον, ὡς κακοῦργον τῷ ξύλῳ, τὸν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ Πάναγνος κλαίουσα.

Κανών αˊ, ᾨδὴ γˊ

Ἦχος πλ. δˊ

Ὁ στερεώσας κατˊἀρχὰς

Σταυρὸς ἁπάντων τῶν καλῶν, παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ Κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι, τοῦ ἐν αὐτῷ βουλήσει, ἀνυψωθέντος Θεοῦ ἡμῶν.

Καταυγαζόμενοι φωτί, τῶν τοῦ Σταυροῦ λαμπηδόνων, μεσασμῷ τῆς ἱερᾶς ἐγκρατείας, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν καὶ κράξωμεν· Ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε Κύριε δόξα σοι.

Ὑμνολογοῦμέν σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι τῇ σῇ δυναστείᾳ, ἐξελοῦ ἡμᾶς ἐχθροῦ, παγίδων καὶ κυβέρνησον, πάντας ἡμᾶς πρὸς ὅρμον, τῆς σωτηρίας τιμῶντάς σε.

Σταυροθεοτοκίον

Νενεκρωμένην τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ἡ σεμνή, Παρθένος ἀνακράζουσα· Οἴμοι Υἱέ μου, τί σοι, δῆμος ἀνόμων ἀπέδωκεν!

Κάθισμα

Ἦχος πλ. β

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ. Ἐλέησον ἡμᾶς.

Δόξα... Τὸ αὐτὸ

Καὶ νῦν ... Σταυροθεοτοκίον

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ Ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Κανών αˊ, ᾨδὴ δˊ

Ἦχος δˊ

Σύ μου ἰσχὺς

Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον, ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζει φωτίζει ἐν χάριτι.

Τῷ μεσασμῷ, τῆς ἐγκρατείας προκείμενος, ἐν τῷ μέσῳ, πάντων ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης, ἐθελουσίως φιλάνθρωπε τὸν Κόσμον ἁγιάζει, τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας.

Ὁ Οὐρανός, καὶ πᾶσα γῆ συνευφραίνεται, Ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νῦν ἀγαλλιῶνται, τὸ πάντας σῷζον θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον Ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι.

Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔρχῃ ἐξ οὐρανοῦ, κρῖναι τῶν ἀνθρώπων, τὰ ἔργα· ὅθεν κραυγάζω σοι· Δυνάμει τοῦ Σταυροῦ σου, ἐπιστρέψας με σῶσον μετανοίας παρέχων μοι δάκρυα.

Σταυροθεοτοκίον

Παρθενικῆς, Τέκνον ἐκ μήτρας σε ἔτεκον καὶ ὁρῶσα, Ξύλῳ σε κρεμάμενον, ἐξαπορῶ, καὶ οὐ συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὡς Μητέρα Θεοῦ μακαρίζομεν.

Κανών αˊ, ᾨδὴ εˊ

Ἦχος δˊ

Ἵνα τί με ἀπώσω

Ἀλαλάξατε ἔθνη, ᾄσατε καὶ ψάλατε, φυλαὶ σκιρτήσατε, τῷ Θεῷ τῷ δόντι, τὸν Σταυρὸν ἀδιάσειστον ἔρεισμα, οἱ τῆς ἐγκρατείας, νῦν τῷ καιρῷ κατατρυφῶντες, ἑστιῶντες ψυχὴν καὶ διάνοιαν.

Νοεραὶ στρατιαί σε, πᾶσαι περιέπουσι, Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοὶ προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ, ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ προσπαγέντα δοξάζοντες.

Τῆς ψυχῆς μου τὰ πάθη, ἴασαι τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ προσκυνητήν με, τῶν ἁγίων Παθῶν σου ἀξίωσον, τῆς νηστείας χρόνῳ, βελτιωθέντα ἀναδεῖξαι, καὶ κακῶν ἀποσχεῖν ὑπεράγαθε.

Σταυροθεοτοκίον

Ἐν Σταυρῷ καθορῶσα, τὸν διˊ ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐτιτρώσκου τὰ σπλάγχνα, καὶ ἔλεγες· Οἴμοι θεῖον Τέκνον! πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγχνον Κύριε.

Ποίημα Ἰωσήφ. Κανών βˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος δˊ

Ἐξέστη τὰ σύμπαντα

Φωστῆρες ἀπέκρυπτον, τὸ φῶς αὐτῶν θεώμενοι, ξύλῳ προσηλούμενον ἀδίκως, δίκαιε μόνε, σὲ τὸν μακρόθυμον, καὶ τοῦ πονηροῦ τὰς ζοφεράς, Σῶτερ δειγματίζοντα, ἐξουσίας τῷ κράτει σου.

Νηστείας ἐν ὕδατι, τὰ πρόσωπα νιψώμεθα, καὶ περιπτυξώμεθα τὸ Ξύλον, μόνος ὁ πάντων, ἐν ᾧ ὑψώθη Χριστός, σάρκα περικείμενος θνητήν, ὅπως θανατώσειε, τόν ἡμᾶς θανατώσαντα.

Σταυρὲ πανσεβάσμιε, τῶν Ἀποστόλων καύχημα, ὅπλον Ἀθλοφόρων, Ἱερέων, δόξα Ὁσίων, περιχαράκωμα, πάντων τῶν πιστῶν ὁ φυλακτήρ, φρούρησον ἁγίασον, τοὺς πιστῶς προσκυνοῦντάς σε.

Σταυροθεοτοκίον

Τὸν βότρυν ἡ ἄμπελος, Παρθένος ὃν ἐβλάστησε, ξύλῳ κρεμασθέντα κατιδοῦσα, Τέκνον, ἐβόα, γλεῦκος ἀπόσταξον, μέθην ἀναστέλλων τῶν ἐχθρῶν, μάτην σταυρωσάντων σε, τὸν ἐν πᾶσι μακρόθυμον.

Ποίημα Θεοδώρου. Κανών γˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος δˊ

Ἐκ νυκτὸς ὀρθρίζοντα

Σήμερον προτίθεται ὁ Σταυρός σου, ξύλον ζωῆς προσκυνητόν, καὶ κόσμος ἀγάλλεται, φοιτήσει τῇ τοῦ Πνεύματος, αὐτὸν κατασπαζόμενος.

Προκείμενον βλέποντες τὸν Σταυρόν σου, οἱ Λειτουργοὶ τῶν οὐρανῶν, ὑμνοῦσί σε Κύριε, καὶ δαίμονες φρίττουσι, μὴ φέροντες τὸ κράτος σου.

Δόξα...

Τριάδα δοξάσωμεν ὀρθοδόξως, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ Πνεῦμα τὸ ἅγιον τὴν μίαν Θεότητα, Μονάδα τρισυπόστατον.

Καὶ νῦν ... Θεοτοκίον

Μητέρα καὶ Παρθένον σὲ ὀρθοδόξως, ὁμολογοῦμεν οἱ πιστοί, ἀρρήτως κυήσασαν, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ, ὁ σταυρωθεὶς Υἱὲ Θεοῦ, ἁγίασον πάντας ἡμᾶς, καὶ τὸ ζωηφόρον σου, καταξίωσον Πάθος ἰδεῖν.

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα φώτισόν με ζωοποιὲ Χριστοῦ Σταυρέ, φόβῳ προσκυνοῦντά σε, ἡμέραν σωτήριον, ἀεὶ ἐξανατέλλων μοι».

Κανών αˊ, ᾨδὴ ςˊ

Ἦχος πλ. δˊ

Ἱλάσθητί μοι Σωτὴρ

Σταυροῦ παγέντος ἐν γῇ, δαιμόνων πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς, ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, ἀπὸ συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα.

Ὑψοῦντές σε τὸν Χριστόν, ὡς Βασιλέα καὶ Κύριον, ὃν ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον, ὃν περιπτυσσόμεθα, μεσασμῷ τῆς θείας, ἐγκρατείας ἀγαλλόμενοι.

Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται προκείμενος, προσέλθωμεν ἄνθρωποι, φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυσώμεθα.

Θεοτοκίον

Νηστεύειν ἡμᾶς Ἁγνή, κακίας πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν, ἀπέχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα.

Κοντάκιον

Ἦχος βαρὺς

Αὐτόμελον

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις, τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ, εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Κανών αˊ, ᾨδὴ ζˊ

Ἦχος πλ. δˊ

Θεοῦ συγκατάβασιν

Ὁ χρόνων ἐπέκεινα, ἐν χρόνῳ σάρκα φορέσας δείκνυται, καὶ τὰ χρόνια πάθη, ἡμῶν ἰᾶται διˊ ἀγαθότητα, τῆς ἐγκρατείας καιρῷ, ἐν ᾧ πρόκειται, ὁ θεῖος οὗτος Σταυρός, καθαγιάζων ἡμᾶς.

Ὑμνοῦμεν δοξάζομεν, καὶ προσκυνοῦμεν καὶ μεγαλύνομεν, τὸ σὸν Κύριε κράτος, ὅτι παρέσχου ἡμῖν τοῖς δούλοις σου, Σταυρὸν τὸν θεῖον, τρυφὴν ἀδαπάνητον καὶ φύλακα τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Μὴ δείξῃς με Κύριε, ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, κακοῖς κατεγνωσμένον, μὴ ἀπορρίψῃς ἐκ τοῦ προσώπου σου, κατῃσχυμένον, ἀλλˊ οἴκτειρον σῶσόν με, τῷ σῷ τιμίῳ Σταυρῷ, ὡς ὑπεράγαθος.

Ἐτύπου τὴν χάριν σου, Σταυρὲ γλυκαίνων Μωσῆς τὰ ὕδατα, τὰ πικρότατα ξύλῳ· καὶ γὰρ πικρίας παθῶν ἐρρύσθημεν, τῇ σῇ δυνάμει· διὸ ἡμᾶς γλύκανον, ἀσπαζομένους σε νῦν, ἐν κατανύξει ψυχῆς.

Θεοτοκίον

Νοός μου τὴν στένωσιν, τῇ σῇ πρεσβείᾳ πλάτυνον Δέσποινα, ἡ στενώσασα πάσας, τὰς μεθοδίας τοῦ πολεμήτορος, καὶ διˊ ὁδοῦ με στενῆς κατευόδωσον, πρὸς πλατυσμόν τῆς ζωῆς, βαδίζειν Μήτηρ Θεοῦ.

Κανών αˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. δˊ

Ἑπταπλασίως κάμινον

Ξύλῳ ποτὲ ἀνείλκυσε, ποταμοῦ τὸ σιδήριον, θεῖος Ἐλισσαῖος, ὁ σὲ προγράψας πόρρωθεν, Σταυρὲ πανσεβάσμιε, ἐκ τοῦ βυθοῦ τῆς πλάνης· καὶ γάρ, διὰ σοῦ πρὸς πίστιν ἀναχθέντες βεβαίαν, τὴν σήμερον ἡμέραν, ἀξιούμεθα βλέπειν, καὶ πίστει προσκυνεῖν σε, τρυγῶντες σωτηρίαν.

Ὑποσημαίνει πόρρωθεν, σὲ Σταυρὲ πανσεβάσμιε, ἐν ταῖς εὐλογίαις, Ἰακὼβ τρανώτατα, ἡμεῖς δὲ ἐν χάριτι, ἀξιωθέντες βλέπειν σε, πίστει ἀδιστάκτῳ, προσερχόμεθα πάντες, καὶ ψαύοντες πλουσίαν, εὐλογίαν τρυγῶμεν, καὶ φῶς καὶ σωτηρίαν, καὶ τῶν πταισμάτων λύσιν.

Λευχειμονοῦντες πράξεσιν, ἐναρέτοις προσέλθωμεν, τῷ τῆς ἐγκρατείας μεσασμῷ γηθόμενοι, καὶ περιπτυξώμεθα, τὸν τοῦ Κυρίου πίστει Σταυρόν, ὅπως τῷ αὐτοῦ κατευοδούμενοι σθένει, τελέσωμεν τὸν δρόμον, ἐν καλῇ προθυμίᾳ, καὶ φθάσωμεν τὸ θεῖον, λελαμπρυσμένοι Πάθος.

Τριαδικὸν

Ὁμοφυῆ συνάναρχον, συναΐδιον σύνθρονον, φύσιν μὲν ἁπλῆν, διαιρετὴν προσώποις δέ, Πατέρα ἀγέννητον Υἱὸν καὶ Πνεῦμα ἅγιον, ἄκτιστον οὐσίαν, καὶ Θεότητα πάντες, ὑμνοῦντες μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

Νῦν ὡς ἀρνίον ἄκακον, καθορῶ σε κρεμάμενον, καὶ ὑπὸ ἀνόμων, τῷ Σταυρῷ πηγνύμενον, Υἱέ μου προάναρχε, τοῖς ὀδυρμοῖς συγκόπτομαι, καὶ ταῖς μητρικαῖς περιστατοῦμαι ὀδύναις, ἡ Πάναγνος ἐβόα· ἣν φωναῖς ἀσιγήτοις, ὑμνοῦμεν καταχρέως, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Παῖδας εὐαγεῖς

Πάθος σου τοῦ ἀπαθοῦς ὁρῶσα, ἡ Κτίσις συνέπασχε Μακρόθυμε, ἥλιος ἐσβέννυτο, πέτραι δὲ ἐρρήγνυντο, πᾶσα ἡ γῆ ἐσείετο, φόβῳ κραυγάζουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θηρίοις δεινοῖς τοῖς τοῦ καλάμου, Θεέ μου οἰκτίρμον ἐπιτίμησον, ἔνδον με συνθλίβουσι, Σῶτερ ὁ τὴν ἄτιμον, ὑπενεγκὼν τυπτόμενος, ὕβριν καλάμῳ Χριστέ, τιμῆσαι προελόμενος πάντας, τοὺς ἀτιμασθέντας, τῇ πάλαι παραβάσει.

Εἰς νοῦν τὸ φρικτόν σου ὅταν λάβω, Κριτὰ δικαιότατε κριτήριον, τρέμω καὶ ἐξίσταμαι, φρίττω καὶ ὀδύρομαι, κατανοῶν τὰ ἔργα μου, δίκης ἐπάξια· διό σου τήν πολλὴν εὐσπλαγχνίαν, Σῶτερ μὴ νικήσῃ, τὸ πλῆθος τῶν κακῶν μου.

Σταυροθεοτοκίον

Τεκοῦσά σε ἄνευθεν ὠδίνων, ὀδύνας τῇ σῇ σταυρώσει καθυφίσταμαι, φλέγονται τὰ σπλάγχνα μου· ἥλοις γὰρ προσήλωσαι, τὴν σὴν πλευρὰν Μακρόθυμε, ἐξορυττόμενος, ἡ πάναγνος ἐβόα Παρθένος, ἣν ὡς Θεοτόκον, συμφώνως ἀνυμνοῦμεν.

Κανών γˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Πάντα τὰ ἔργα

Ῥηξάτωσαν τὰ ὄρη νοητῶς, δικαιοσύνην καὶ βουνοὶ ἀγαλλίασιν, τὸ ξύλον τοῦ Σταυροῦ προσκυνούμενον βλέποντες, ὃν ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ἡ χάρις τοῦ Σταυροῦ σου φοβερά· καὶ γὰρ δαιμόνων ἐλαύνει τὰς φάλαγγας, ἀνθρώποις τῶν ἰαμάτων παρέχουσα νάματα· διό σε ἀνυμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τὸν ἄναρχον Πατέρα καὶ Υἱόν, σὺν τῷ ἁγίῳ ἀνυμνήσωμεν Πνεύματι, Τριάδα ὁμοούσιον, μίαν Ἀρχὴν καὶ Θεόν, αἰνοῦντες ὑμνοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Πᾶσα γλῶσσα γηγενῶν, ὑμνεῖ σὲ Παρθένε, ὅτι φῶς τὸ ἀπρόσιτον, ηὔγασας φωταγωγοῦντα τὸν Κόσμον, Χριστὸν τὸν Θεόν, ὃν ὑπερυψοῦμεν, ἀεὶ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀγάλλεται τὰ πέρατα τῆς γῆς, τῇ προσκυνήσει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Ἄγγελοι ἐν οὐρανοῖς συγχορεύουσι σήμερον, σὺν ἡμῖν ὑμνοῦντες, σὲ Χριστὲ εἰς τούς αἰῶνας.

Ὁ Εἱρμὸς

«Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις εὐλογεῖτε τὸν Κύριον, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος πλ. δˊ

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

Ἰάσω ὑπεράγαθε τὴν ἐμήν, συντριβὴν ἐν Σταυρῷ προσπηγνύμενος, ἥλοις ποτέ, χεῖράς σου καὶ πόδας Παμβασιλεῦ, καὶ τὴν πλευρὰν νυττόμενος, ὄξος ποτιζόμενος καὶ χολήν, ἡ πάντων εὐφροσύνη, ὁ γλυκασμὸς ἡ δόξα, ἡ αἰωνία ἀπολύτρωσις.

Ὡραῖος ὑπὲρ σάπφειρον καὶ χρυσόν, φωταυγὴς ὥσπερ ἥλιος πέφυκας, θεῖε Σταυρέ, κείμενος μὲν τόπῳ περιγραπτός, καὶ νοεραῖς Δυνάμεσι, πάντοτε κυκλούμενος φοβερῶς, ἀκτῖσι δέ σου θείας, δυνάμεως φωτίζων, τῆς Οἰκουμένης τὰ πληρώματα.

Σταυρὸς χειμαζομένων ἐστὶ λιμήν, ὁδηγὸς πλανωμένων καὶ στήριγμα, δόξα Χριστοῦ, σθένος Ἀποστόλων καὶ Προφητῶν, τῶν Ἀθλητῶν κραταίωμα, πάντων τῶν ἀνθρώπων καταφυγή. Αὐτὸν ἐν μέσῳ πάντες, προκείμενον ὁρῶντες, τῇ ἐγκρατείᾳ ἀσπαζόμεθα.

Ἡνίκα μέλλῃς ἔρχεσθαι ἐπὶ γῆς, κρῖναι Κόσμον, ὃν ἔπλασας Κύριε, Ἀγγελικῶν, προπορευομένων σου στρατιῶν, καὶ τοῦ Σταυροῦ προλάμποντος, ὑπὲρ τὰς αὐγὰς τὰς ἡλιακάς, τῇ τούτου δυναστείᾳ, οἰκτείρησόν με σῶσον, τὸν ὑπὲρ πάντας βροτοὺς πταίσαντα.

Σταυροθεοτοκίον

Φθορᾶς σε δίχα τέτοκα ἐκ γαστρός, πρὸ αἰώνων Πατὴρ ὃν ἐγέννησε, καὶ πῶς φθορεῖς, ἄνθρωποι σπαράττουσί σε Υἱέ, καὶ τὴν πλευρὰν ὀρύττουσι, λόγχῃ καὶ τὰς χεῖρας σὺν τοῖς ποσίν, ἡλοῦσιν ἀπανθρώπως; ἡ Πάναγνος ἐβόα, ἣν ἐπαξίως μεγαλύνομεν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Ἅπας γηγενὴς

Ξύλῳ τοῦ Σταυροῦ, τὴν φλόγα ἐμάρανας, τῆς ἁμαρτίας Χριστέ, χεῖρας πεπαρμένας δέ, χειρὸς ἐρρύσω τοῦ πολεμήτορος, τὸν ἀκρατῶς ἐκτείναντα, χεῖρας πρὸς βρῶσιν καρποῦ, οὗπερ μόνου, φεύγειν τὴν μετάληψιν, ἀπεφήνω Χριστὲ πολυέλεε.

Πάθος σου Χριστέ, τὸ πᾶσιν ἀπάθειαν, βροτοῖς πηγάσαν σεπτῶς, βλέψαι καταξίωσον, ἐν ἀπαθείᾳ τοὺς προσκυνήσαντας, σοῦ τὸν Σταυρὸν τὸν τίμιον, τὰς ἁμαρτίας ἡμῶν, παραβλέπων, καὶ τῆς Ἀναστάσεως, ἀληθείας υἱοὺς ἐργαζόμενος.

Ὕψωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, τῇ Ἀναστάσει σου, ἔλυσας τὸν θάνατον, καὶ τῷ Πατρί σου ἡμᾶς κατήλλαξας, ὑπὲρ ἡμῶν τὸ Αἷμά σου, καταβαλλόμενος, Εὐεργέτα· ὅθεν σε δοξάζομεν, ὡς Θεὸν λυτρωτὴν παντοδύναμον.

Θεοτοκίον

Μόνη τοῦ Θεοῦ, σοφίαν κυήσασα, τὴν ἐνυπόστατον, σόφισόν με δέομαι, τοῦ τῆς κακίας διαφυγεῖν σοφιστοῦ, ἐπιβουλὰς καὶ ἔνεδρα, καὶ πανουργήματα, Θεοτόκε, Κόρη ἀπειρόγαμε, κραταιὸν τῶν πιστῶν καταφύγιον.

Κανών γˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Τὸν ἄσπορον τόκον σου

Τὸν Σταυρὸν τὸν τίμιον, ὅνπερ περιέπουσιν, Ἀγγέλων στρατεύματα, καὶ ἡμεῖς προσκυνοῦντες μεγαλύνομεν.

Τὸ Ξύλον τὸ ἄχραντον, διˊ οὗ μετελάβομεν ζωῆς, οἱ πρὶν θανέντες, τὸν Σταυρὸν τοῦ Σωτῆρος μεγαλύνομεν.

Δόξα...

Πατέρα τὸν ἄναρχον, Υἱὸν τὸν συνάναρχον, καὶ Πνεῦμα τὸ σύνθρονον, τὴν ἁγίαν Τριάδα μεγαλύνομεν.

Καὶ νῦν ... Θεοτοκίον

Μητέρα ἀνύμφευτον, καὶ Παρθένον ἅπαντες, Σεμνὴ ἀνυμνοῦμέν σε· ἀσπόρως γὰρ τὸν κτίστην ἀπεκύησας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοὺς ἀξιωθέντας σε ἰδεῖν, καὶ προσπτύξασθαι, εὐόδωσον προφθάσαι, τὸ πανάγιον Πάθος, ὁ Σταυρὸς τοῦ Χριστοῦ.

Ὁ Εἱρμὸς

«Τὸν ἄσπορον τόκον σου, Θεοτόκε ἄχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος δˊ

Ἰδιόμελον

Ὁ τῆς ἀληθείας ἐξεταστής, καὶ τῶν κρυπτῶν γνώστης Κύριος, τὸν Φαρισαῖον τῇ κενοδοξίᾳ νικώμενον, καὶ ταῖς ἐξ ἔργων ἀρεταῖς, δικαιούμενον κατέκρινας, τόν δὲ Τελώνην κατανύξει προσευχόμενον, καὶ ὑπˊ ἐκείνου κατακριθέντα ἐδικαίωσας, οὗ καὶ ἡμᾶς, τῆς μετανοίας ζηλωτάς, ὁ σταυρωθεὶς ἀνάδειξον, καὶ τῆς ἀφέσεως ἀξίωσον ὡς φιλάνθρωπος.

Ἦχος δˊ

Ὁ τῆς ἀληθείας ἐξεταστής, καὶ τῶν κρυπτῶν γνώστης Κύριος, τὸν Φαρισαῖον τῇ κενοδοξίᾳ νικώμενον, καὶ ταῖς ἐξ ἔργων ἀρεταῖς, δικαιούμενον κατέκρινας, τόν δὲ Τελώνην κατανύξει προσευχόμενον, καὶ ὑπˊ ἐκείνου κατακριθέντα ἐδικαίωσας, οὗ καὶ ἡμᾶς, τῆς μετανοίας ζηλωτάς, ὁ σταυρωθεὶς ἀνάδειξον, καὶ τῆς ἀφέσεως ἀξίωσον ὡς φιλάνθρωπος.

Ἦχος δˊ

Μαρτυρικόν

Τὶς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρὸν ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, χολὴν καὶ ὄξος γεύεται, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι, χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον, τόν νῶτον φραγγελλοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, διˊ ἐμὲ τόν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα σώσῃ Κόσμον ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς οζˊ

Αὐτός ἐστιν οἰκτίρμων, καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις ἡμῶν.

Στίχ.Προσέχετε, λαός μου, τῷ νόμῳ σου

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΚΘˊ, 13–23)

Τάδε λέγει Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπˊ ἐμοῦ, μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Διὰ τοῦτο, ἰδοὺ ἐγὼ προσθήσω, τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω, οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου! οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες! καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι. τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό, οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, οὐ συνετῶς με ἐποίησας; οὐκέτι μικρόν, καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ, καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; Καὶ ἀκούσονται ἐν τῇ ἡμέρα ἐκείνη κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ, πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις, πρόσκομμα θήσουσιν, ὅτι ἐπλαγίασαν ἐπ ἀδίκοις δίκαιον. Διὰ τοῦτο, τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ, οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδέ, νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ, ἀλλˊ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, διˊ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν Ἅγιον Ἰακώβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς οηˊ

Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν.

Στίχ.Ὁ Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Δˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Τριῳδίου

Ἦχος βαρὺς

Τοῖς πάθεσι δουλώσας, τῆς ψυχῆς μου τὸ ἀξίωμα, κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς σὲ Ὕψιστε, ἀλλὰ κάτω νενευκὼς Χριστέ, ὡς ὁ Τελώνης, δέομαι κραυγάζων σοι

Ἦχος βαρὺς

Τοῖς πάθεσι δουλώσας, τῆς ψυχῆς μου τὸ ἀξίωμα, κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς σὲ Ὕψιστε, ἀλλὰ κάτω νενευκὼς Χριστέ, ὡς ὁ Τελώνης, δέομαι κραυγάζων σοι

Προκείμενον Ἦχος δˊ Ψαλμὸς οθˊ

Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.

Στίχ.Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΒˊ, 1–7)

Εἶπε Κύριος τῷ Ἄβραμ. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Καὶ ἐπορεύθη Ἄβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός, καὶ ᾤχετο μετˊ αὐτοῦ Λώτ, Ἄβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν. Καὶ ἔλαβεν Ἄβραμ Σάραν τὴν γυναίκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο, ἐν Χαρρὰν καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν. Καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν, οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστὴριον τῷ Κυρίῳ, τῷ ὀφθέντι αὐτῷ.

Προκείμενον Ἦχος βˊ Ψαλμὸς πˊ

Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν.

Στίχ.Λάβετε ψαλμόν, καὶ δότε τύμπανον.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΔˊ, 15–26)

Ἄκακος ἀνὴρ πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων, ἑαυτῷ πεποιθώς, μίγνυται ἀνόμῳ. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ὁ ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Πλανώμενοι ἄδικοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί, οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν. Ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. Στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. Ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψευδῆ δόλιος. Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείψει ἔρεισμα εἰρήνης.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον

Ἦχος βˊ

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος βˊ

Νεκρώσιμον

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

Θεοτοκίον, Ἦχος βˊ

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαίς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Δόξα...

Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς διˊ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος δˊ

Ἐν πελάγει τοῦ βίου

Ὑπερέβητε ὅρους, σαρκὸς Ἀθληταί, πολλῇ ὑπομονῇ, ὑπενεγκόντες τιμωρίας πόνους, διὸ ἅπαντα πόνον, καὶ θλίψιν κουφίζετε, τῶν ὑμᾶς ἀνυμνολογούντων.

Μυριάσιν Ἀγγέλων, στρατὸς ἡνώθη, ἁγίων Ἀθλητῶν, καὶ ἱκετεύει τὸν πανάγιον Θεόν, ἐγκλημάτων μυρίων, ἡμᾶς ἐκλυτρώσασθαι, ὡς Χριστῷ εὐηρεστηκότες.

Νεκρώσιμον

Νεκρωθεὶς καὶ ἐν τάφῳ, Χριστὲ ὑπνώσας, ἀνέστησας νεκρούς, καὶ τοῖς πίστει τεθνεῶσι νέμεις, ἀγαθότητος πλοῦτον, Χριστὲ τὴν ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων.

Θεοτοκίον

Ὁ Θεοῦ Θεὸς Λόγος, ζητῶν Θεῶσαι τὸν ἄνθρωπον Ἁγνή, ἐκ σοῦ σαρκοῦται, καὶ βροτὸς ὁρᾶται ὃν ἀπαύστως δυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν καιρῷ τῆς ἀπολογίας.

Κανών βˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος δˊ

Τῶν πταισμάτων τῇ ζάλῃ

Σαρκὸς καὶ αἵματος Ἅγιοι μὴ φεισάμενοι, πρὸς πᾶσαν βάσανον ἔστητε, ἀκατάπληκτοι, Χριστὸν μὴ ἐξαρνούμενοι, διὸ ἐκ τῶν οὐρανῶν κατέπεμψε Χριστός, τοὺς στεφάνους ἡμῖν.

Τῇ τῶν Μαρτύρων πανηγύρει ὑπαντήσωμεν, λαμπροφοροῦντες ταῖς πράξεσι, καὶ βοήσωμεν ἐν θεοπνεύστοις ᾄσμασιν. Ὑμεῖς ἐστε ἀληθῶς ἑωσφόροι, ἐπὶ γῆς Χριστομάρτυρες.

Δόξα...

Τριὰς ἁγία δοξάζω σε, φύσιν ἄναρχον, ἕνα Θεὸν ἕνα Κύριον, τρία πρόσωπα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἀγέννητον γεννητὸν ἐκπορευτόν, τὸν αὐτὸν καὶ ἀΐδιον.

Καὶ νῦν ... Θεοτοκίον

Ὦ μακαρία Θεόνυμφε, πῶς γεγέννηκας ἄνευ ἀνδρός, καὶ μεμένηκας ὡς τὸ πρότερον; Θεὸν γὰρ ἀπεκύησας, τεράστιον φοβερόν, ἀλλˊ αἴτησαι σῴζεσθαι, τοὺς ὑμνοῦντάς σε.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μαρτυρικόν

Τὰς συγκοπὰς τῶν μελῶν ὑμῶν διαβλέποντες, ἐνετρυφᾶτε τοῖς αἵμασιν ἀγαλλόμενοι, ἀλλὰ καθικετεύσατε, ὑπὲρ ἡμῶν ἐκτενῶς τῷ Κυρίῳ Μάρτυρες ἀεισέβαστοι.

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσιμον

Ὁ ἐκ γῆς πλαστουργήσας με καὶ ζωώσας με, καὶ εἰς γῆν ἐπιστρέφειν με πάλιν φάμενος, οὓς προσελάβου δούλους σου ἀνάπαυσον, καὶ ἐκ φθορᾶς τοῦ θανάτου ἀνάγαγε Κύριε.

Ὁ Εἱρμὸς

«Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, σὺν τῷ Προφήτῃ κραυγάζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, Κύριε, καὶ διάσωσόν με».

Κανών αˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος δˊ

Τὴ εἰκόνι τῇ χρυσῇ

Στολισθέντες Ἀθληταί, τὴν ἀφθαρσίαν ἐνθέως τῇ ἀπεκδύσει τῆς φθειρομένης σαρκός, τῷ διˊ ἡμᾶς σάρκα ἐξ ἀφθόρου, προσλαβόντι Γυναικός, νῦν παρίστασθε φαιδροί· διό με ἐνδύσατε, περιβολὴν Ἱεράν, γεγυμνωμένον κακῶς.

Ἐγκρατῶς πολιτευθείς, τῶν Ἀθλοφόρων ὁ δῆμος, τῆς ἐγκρατείας ἡμᾶς τὸ στάδιον, ἐνδυναμοῖ τρέχειν ἀκωλύτως, ὡς κηρύξας τὸν Χριστόν, ἐν σταδίῳ ἀνδρικῶς, καὶ παρεστὼς βήματι, στεφηφορῶν ἐντρυφᾷ, μετˊ Ἀγγέλων νοητῶς.

Νεκρώσιμον

Ἱκεσίαις ὁ Θεός, τῶν σῶν ἁγίων Μαρτύρων, τοὺς κοιμηθέντας πιστοὺς οἰκέτας σου, τοῦ Παραδείσου πολίτας δεῖξον, καὶ φωτὸς τοῦ νοητοῦ, καταξίωσον αὐτούς, ἀπαύστως βοῶντάς σοι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σε τὴν μόνην ἀγαθήν, ἐκδυσωποῦμεν Παρθένον, κεκακωμένους ἡμᾶς ἀγάθυνον, καὶ ἐκτενῶς τὸν Χριστὸν δυσώπει, φύσει ὄντα ἀγαθόν, ἐγκρατείας τὸν καιρόν, τὰ ἀγαθὰ πράττοντας, ἀποπληρῶσαι ἡμᾶς, ὑμνολογοῦντας αὐτόν.

Κανών βˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος δˊ

Ὁ ἐν τῷ ὄρει, Μωϋσῆ

Ὁ μεγαλύνας, τοὺς Ἁγίους σου πάντας, καὶ σημείοις, θαυμαστώσας αὐτοὺς ἐν Κόσμῳ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πᾶσαν ἰδέαν, αἰκισμῶν διελθόντες, καὶ γόνυ τῷ Βάαλ, μὴ πεισθέντες κλῖναι, στεφάνους δόξης ᾔρασθε, ἐκ Θεοῦ Χριστομάρτυρες.

Δόξα...

Ἡ ἓν Μονάδι, Τριὰς προσκυνουμένη οὐσία, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, τοὺς σὲ ὑμνοῦντας φύλαττε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον

Παρθενομῆτορ, ἡ ὁλόφωτος Κόρη, ἡ μόνη πρὸς Θεὸν μεσιτεία, μὴ διαλίπῃς Δέσποινα, δυσωπεῖν τοῦ σωθῆναι ἡμᾶς.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τῷ ἀθανάτῳ, Βασιλεῖ στρατευθέντες, καὶ πίστιν, πρὸς αὐτὸν δεικνύντες τελείαν, τὸ αἷμα ὑμῶν Μάρτυρες, ὑπὲρ αὐτοῦ ἐκενώσατε.

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὅπου τὸ φῶς σου, τῆς ζωῆς ἀναβλύζει, παράθου, οὓς μετέστησας ἐκ τῶν προσκαίρων, πιστούς σου δούλους, Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ Εἱρμὸς

«Ὁ ἐν τῷ ὄρει, Μωϋσῆ συλλαλήσας, καὶ τύπον, τῆς Παρθένου τὴν βάτον δείξας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Ἐν πυρὶ φλογὸς (Εν φλογί πυρός)

Μεγαλώνυμοι Χριστοῦ Ἀθληταί, καὶ σεπτοὶ ἐν Θεῷ, ἅπαντας τοὺς ἀνυμνοῦντας τὰ μνημόσυνα ὑμῶν, μεγάλων ἐγκλημάτων, καὶ τῶν ἐκεῖ βασάνων, λυτρώσατε ὑμῶν πρός αὐτόν, μεγίσταις ἱκεσίαις.

Ἁγιόλεκτον Χριστοῦ τοῦ Θεοῦ, καὶ στερρὸν ἀληθῶς, στράτευμα Μαρτύρων δῆμοι, ἁγιάσατε ἡμῶν, τὸν νοῦν καὶ τὴν καρδίαν, ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις τῆς Νηστείας, ὑμῶν ἁγίαις ἱκεσίαις.

Νεκρώσιμον

Ῥῦσαι σκώληκος κολάζοντος, καὶ ὀδόντων βρυγμοῦ Κύριε, καὶ ἐξωτέρου σκότους πάντας ἀφεγγοῦς, οὓς πίστει προσελάβου, καὶ τάξον τούτους, ἔνθα τὸ φῶς τοῦ σοῦ προσώπου Χριστέ, ἐκλάμπει εἰς αἰῶνας.

Θεοτοκίον

Τὸν Σταυρὸν Χριστοῦ τὸν τίμιον Θεοτόκε ἁγνή, βλέψαντας, καὶ ἐκ καρδίας προσκυνήσαντας ἡμᾶς, ταῖς σαῖς πρὸς τὸν Δεσπότην, ἀξίωσον πρεσβείαις, ἰδεῖν καὶ τὰ Πάθη τὰ σεπτά, παθῶν κεκαθαρμένους.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Γῆ καὶ πάντα

Ὢ καλλίστης συναλλαγῆς! ἧς εὕρατε θανάτῳ τὴν ζωήν, Ἱερομάρτυρες Χριστοῦ, πῦρ καὶ ξίφος, κρύη καὶ θῆρας, μηδαμῶς πτοηθέντες, καὶ βοῶντες· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἄνω χορὸς ἀγγελικός, κάτω δὲ ἡμεῖς οἱ ἐπὶ γῆς, αἰνοῦμεν Μάρτυρες Χριστοῦ, τὰ ξένα ἆθλα καὶ τοὺς ἀγῶνας, τῆς ὑμῶν εὐανδρείας, εὐλογοῦντες ὑμνοῦντες τόν Κύριον, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Φῶς ζωήν τε καὶ ζωάς, σέβω σὲ Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἐκπορευτόν, φύσιν μίαν, τρεῖς ὑποστάσεις, Θεὸν ἕνα μέλπων. Εὐλογῶ σε ὑμνῶ σε τὸν Κύριον, καὶ ὑπερυψῶ σε, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Τίς ὑμνήσει σε γηγενῶν, ἄσπιλε ἁγνὴ Περιστερὰ; σὺ γὰρ ἐκύησας ἡμῖν, φῶς τὸ μέγα ζωῆς τὸν πλοῦτον, Ἰησοῦν τὸν Σωτῆρα, ὃν ὑμνοῦμεν αἰνοῦντες ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τοὺς ἀγῶνας τοὺς θαυμαστούς, Μάρτυρες δοξάζοντες ὑμῶν, τὸν εὐεργέτην καὶ Θεόν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν, τὸν ἐν τῷ σταδίῳ, τῶν ἀγώνων ὑμᾶς ἐνισχύσαντα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σὺ θανάτου καὶ τῆς ζωῆς, Κύριος ὑπάρχων καὶ Θεός, τοὺς μεταστάντας εὐσεβῶς ἐξεγείρων, ἐκεῖ παράθου ἐν σκηναῖς τῶν Δικαίων, εὐλογοῦντας ὑμνοῦντάς σε Κύριε, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσαι καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Ὅτι ἐποίησέ μοι, μεγαλεῖα

Ὑπάρχοντες φωστῆρες, ἀπλανεῖς Χριστοῦ Ἀθληταί, φωτίσατε ἡμῶν τοὺς λογισμούς, καὶ νευρώσατε ποιεῖν, τὰ φωταυγῆ καὶ καθαρά, Θεοῦ θελήματα.

Ῥομφαῖαι καθορᾶσθε, κατασφάττουσαι δυσμενεῖς, γενναῖοι τοῦ Κυρίου Ἀθληταί, ἀλλὰ ῥύσατε ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ πονηροῦ ταῖς προστασίαις ὑμῶν.

Νεκρώσιμον

Ἀνάπαυσον Οἰκτίρμον, ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, τοὺς δούλους σου τοὺς πίστει ἐξ ἡμῶν, ἐκδημήσαντας πρὸς σέ, τὸν τοῦ παντὸς δημιουργὸν καὶ ὑπεράγαθον.

Θεοτοκίον

Σαρκός μου τὰς κινήσεις, ἀπονέκρωσον ἡ Θεόν, σαρκὶ ἀποτεκοῦσα ὑπὲρ νοῦν, καὶ παράσχου φωτισμόν, τῇ διανοίᾳ μου Ἁγνή, νεφέλη οὖσα φωτός.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Μεγαλύνομεν πάντες

Ἀναμέλπομεν πάντες, τὰ μνημόσυνα ὑμῶν, Μάρτυρες πανεύφημοι, βλέποντες τὰ σκάμματα, τῶν Ἱερῶν ὑμῶν ἄθλων, καὶ ἐκπλαγέντες, τὸν Χριστὸν μεγαλύνομεν.

Πρὸς ἀλλήλους ἀθλοῦντες, φασὶν οἱ Ἀθλοφόροι. Σαρκὸς μὴ φεισώμεθα, δεῦτε ἀποθάνωμεν ὑπὲρ Χριστοῦ, ἵνα ὅλον αἰῶνα ζήσωμεν, χορεύοντες ἄληκτα.

Δόξα...

Ἡ Τριὰς τοὺς ἐν μιᾷ, φύσει σε ἀνυμνοῦντας, Πατὴρ ὁ ἀγέννητος, καὶ ὁ γεννηθεὶς Υἱός, καὶ Πνεῦμα τὸ ἐκπορευτόν, τῷ σῷ ἐλέει ἀβλαβεῖς συντήρησον.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, μητέρων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, καὶ τοῦ Κόσμου ἡ χαρά, Μαρία Μήτηρ, καὶ δούλη τοῦ Θεοῦ ἡμῶν.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ὁ χορὸς τῶν Ἁγίων, δέξαι τὴν προσευχήν μου, καὶ ὡς κατηξίωμαι τὸν Σταυρὸν ἀσπάσασθαι, καὶ τὸ σωτήριον Πάθος συμπροσκυνῆσαί με, τὸν Χριστὸν αἰτήσατε.

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ἄνες ἄφες Οἰκτίρμον, τοῖς μεταστᾶσι πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ τούτους ἀνάπαυσον ἐν σκηναῖς τῶν ἐκλεκτῶν· σὺ γὰρ ὑπάρχεις ζωὴ καὶ ἀνάστασις.

Ὁ Εἱρμὸς

«Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς Τεκούσης σε».

Προκείμενον Ἦχος πλ. βˊ

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στίχ.Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.

ΚΥΡΙΑΚΗ Δˊ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ

Ἦχος πλ. δˊ

Ὢ του παραδόξου θαύματος

Πάτερ Ἰωάννη Ὅσιε, διαπαντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα, λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν, ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

Στιχηρὰ

Ἦχος πλ. δˊ

Ὢ του παραδόξου θαύματος

Πάτερ Ἰωάννη Ὅσιε, διαπαντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα, λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν, ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

Ἦχος πλ. δˊ

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν τὴν τούτου Μάκαρ, καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.

Ἦχος πλ. δˊ

Πάτερ Ἰωάννη Ὅσιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου, ἀναλαβόμενος τῷ Παντεπόπτῃ, κατηκολούθησας, σῶμα δυσήνιον ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος τοῦ θείου Πνεύματος.

Δόξα... Ἦχος πλ. αˊ

Ὅσιε Πάτερ τῆς φωνῆς τοῦ Εὐαγγελίου, τοῦ Κυρίου ἀκούσας, τὸν Κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσιν ἐβόας· Ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγιων, ὧν ταίς ἱκεσίαις Χριστὲ φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Τοῦ Ὁσίου

Ἦχος βˊ

Ἰδιόμελον

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα Ἰωάννην τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκω τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν Ὁσιότητι καὶ δικαιοσύνῃ.

Ἀπολυτίκιον τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ Οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών αˊ, ᾨδὴ αˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Τῷ σωτῆρι Θεῷ

Ὡμοιώθην Χριστέ, τῷ ἐν χερσὶ τῶν λῃστῶν περιπεσόντι, καὶ τυπτήμασιν ἡμιθανεῖ ὑπὸ τούτων, καταλειφθέντι Σωτήρ, κἀγὼ οὕτω πέπληγμαι, ταῖς ἁμαρτίαις μου.

Μὴ παρίδῃς ἐμέ, τὸν ἀσθενοῦντα δεινῶς, ἐβόα Σῶτερ ὀδυρόμενος, εἰς τοὺς λῃστὰς ὁ τὸν πλοῦτον ἀποσυλήσας σου, κᾀγὼ οὕτω δέομαι· οἴκτειρον σῶσόν με.

Ἰατρεύσας ἐμέ, τὸν μαστιχθέντα τὸν νοῦν, ταῖς ἁμαρτίαις ἐν ταῖς μάστιξιν, ὑπὸ λῃστῶν τῶν ἀδίκων καὶ πονηρῶν λογισμῶν, Χριστὲ Σωτὴρ σῶσόν με, ὡς πολυέλεος.

Θεοτοκίον

Ἄχραντε Μήτηρ Χριστοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως σῶσαι οὕς ἔπλασεν.

Κανών βˊ, ᾨδὴ αˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Ὑγρὰν διοδεύσας

Ἐν φωτὶ ἀΰλῳ καὶ νοητῷ, ἐκ τῆς κατηφείας, τῶν ἐνύλων ἀναδραμών, Ἰωάννη Ὅσιε λιταῖς σου, ταῖς πρὸς τὸν Κύριόν με φώτισον.

Ὡς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν πικρίαν τῶν ἡδονῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς αἰσθήσεις ἡμῶν.

Ἐπιβὰς τῷ ὕψει τῶν ἀρετῶν, καὶ τὰς χαμαιζήλους, διαπτύσας τῶν ἡδονῶν, γλυκασμὸς ἐδείχθης σωτηρίας, Ὅσιε Πάτερ τῷ ποιμνίῳ σου.

Θεοτοκίον

Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὸ χαλεπόν, θεράπευσον τραῦμα καὶ καρδίας, τὴν ἀλγηδόνα καταπράϋνον.

Καταβασία

«Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Κανών αˊ, ᾨδὴ γˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Στερέωσον ἡμᾶς

Ὁδῷ ἐν τῇ τοῦ βίου Χριστὲ δεινῶς ὁδεύων τετραυμάτισμαι, ὑπὸ λῃστῶν ἐν τοῖς πάθεσιν, ἀλλˊ ἀνάστησόν με δέομαι.

Ἐσύλησαν τὸν νοῦν μου λῃσταί, καὶ ἔλιπόν με ἐν τοῖς μώλωψιν, ἡμιθανῆ τῶν πταισμάτων μου ἀλλὰ ἴασαί με Κύριε.

Ἐγύμνωσάν με Σῶτερ Χριστέ, τῶν ἐντολῶν σου τὰ παθήματα, καὶ ἡδοναῖς μεμαστίγωμαι, ἀλλˊ ἐπίχεέ μοι ἔλεος.

Θεοτοκίον

Ἱκέτευε ἀπαύστως Ἁγνή, τον προελθόντα ἐκ λαγόνων σου ῥυσθῆναι πλάνης διαβόλου τοὺς ὑμνοῦντάς σε Θεόνυμφε.

Κανών βˊ, ᾨδὴ γˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Σὺ εἶ τὸ στερέωμα

Ἔφλεξας τῷ ἄνθρακι, τῷ τῆς ἀσκήσεως Ὅσιε, τὴν τῶν παθῶν, ἄκανθαν καὶ θάλπεις, Μοναστῶν τὰ συστήματα.

Μύρον ἁγιάσματος ἐκ τῶν ἀσκητικῶν Ὅσιε ἀρωμάτων, ὅλος συνετέθης, εἰς ὀσμὴν εὐωδίας Θεοῦ.

Νόμοις τοῖς ἀσκήσεως ἐμμελετῶν τὰ πάθη ἐβύθισας, ὥσπερ ἄλλους, πρὶν Φαραωνίτας, τῇ ῥοῇ τῶν δακρύων σου.

Θεοτοκίον

Στῆσόν μου τὸν ἄστατον, τῶν λογισμῶν ἁγνὴ τάραχον Μῆτερ Θεοῦ, τὴν πρὸς τὸν Υἱόν σου, κατευθύνουσα κίνησιν.

Καταβασία

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.»

Κάθισμα Τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Τὸ ξένον τῆς Παρθένου

Τὸν ἄχραντον Σταυρόν, σου Σωτὴρ ἡμῶν ὡς ὅπλον σωτηρίας κατέχοντες, ἐν αὐτῷ σοι βοῶμεν· Σῶσον ἡμᾶς, ὁ παθὼν ἑκουσίως ὑπὲρ ἡμῶν, ὁ πάντων Θεὸς ὡς πολυέλεος.

Δόξα... Κάθισμα τοῦ Ὁσίου Ἦχος δˊ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ταῖς ἀρεταῖς πρὸς οὐρανὸν ἀναλάμψας, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν Δαιμόνων ἐνέδρας, σκέπεις ἐκ τῆς λώβης δέ, τοὺς ἀνθρώπους τῆς τούτων, ὦ Ἰωάννη, κλῖμαξ ἀρετῶν· καὶ νῦν πρεσβεύεις σωθῆναι τοὺς δούλους σου.

Καὶ νῦν ... Θεοτοκίον Ὅμοιον

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ· Δέσποινα ἐν κόλποις σου σαρκικῶς ὁ Θεός γάρ, οὕτω βασιλεύσας τε, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

Κανών αˊ, ᾨδὴ δˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Εἰσακήκοα Κύριε

Λῃσταί μου ἐσύλησαν, τὴν ἐργασίαν τὴν ἔνθεον, καὶ κατέλιπόν με, ταῖς πληγαῖς τιμωρούμενον.

Ἐξέδυσάν Σῶτέρ με, τῶν ἐντολῶν σου, οἱ ἄστατοι λογισμοί μου· ὅθεν μεμαστίγωμαι πταίσμασι.

Λευΐτης τοῖς μώλωψι τραυματισθέντα ὡς εἶδέ με παρῆλθε Σωτήρ μου, ἀλλὰ σύ με διάσωσον.

Θεοτοκίον

Κυρίως δοξάζομεν σὲ Θεοτόκε ἀνύμφευτε, καὶ τῷ σῷ λιμένι, οἱ πιστοὶ καταφεύγομεν.

Κανών βˊ, ᾨδὴ δˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Εἰσακήκοα Κύριε

Ὡς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν Παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, δι΄ ἧς πάντας ἔθρεψας τοὺς τιμῶντάς σε.

Νομοθέτην ἀσκήσεως, καὶ τῶν μοναστῶν κανόνα πραότατον, ὡς Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι Πάτερ μακαρίζομεν.

Φυτευθεὶς ἐν τοῖς ὕδασι, τοῖς τῆς ἐγκρατείας, ὤφθης μακάριε, κλῆμα Πάτερ εὐθαλέστατον εὐσεβείας βότρυας προβαλλόμενον.

Θεοτοκίον

Ὑπὸ χρόνον γενόμενον, τὸν ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκλάψαντα Θεομῆτορ ἡμῖν τέτοκας, ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.

Καταβασία

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».

Κανών αˊ, ᾨδὴ εˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Ἐκ νυκτὸς ὀρθρίζοντες

Ἰησοῦ ἐπίσκεψαι, τοὺς μώλωπας ψυχῆς τῆς ἐμῆς, καθάπερ πάλαι, τὸν ἐν χερσὶ πεσόντα λῃστῶν, καὶ ἰάτρευσόν μου, Χριστέ, τὸ ἄλγος δέομαι.

Ἀλγεινῶς ταῖς μάστιξιν, ἠσθένησε ψυχή μου Χριστὲ ταῖς τῶν πταισμάτων, καὶ ἔνθεν γυμνὸς περίκειμαι, ἀρετῶν ἐνθέων, καθικετεύω, Σῶσόν με.

Ἱερεὺς ὡς εἶδέ με, καὶ Λευΐτης οὐκ ἴσχυσε σαφῶς· παρῆλθον γάρ με, ἀλλˊ αὐτὸς ὡς εὔσπλαγχνος, νῦν τὴν σωτηρίαν, παρέσχες καὶ διέσωσας.

Θεοτοκίον

Μὴ παρίδῃς Δέσποτα, τὸν δείλαιον ἐμὲ δυσωπῶ τὸν μαστιχθέντα τὸν νοῦν ἀλγεινῶς ὑπὸ λῃστῶν, ἀλλˊ οἰκτείρησον πρεσβείαις Σωτὴρ τῆς κυησάσης σε.

Κανών βˊ, ᾨδὴ εˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Ἵνα τί με ἀπώσω

Σβέσας πάντα τὰ πάθη δρόσῳ τῶν ἀγώνων σου, Πάτερ μακάριε, δαψιλῶς ἀνῆψας, τῷ πυρὶ τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνον, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας.

Τὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου, Πάτερ ἐξέθρεψας, καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας, πνευματικόν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου.

Ὑπομείνας γενναίως, προσβολὰς καὶ στίγματα, τῶν ἐναντίων ἐχθρῶν, ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ , ἐπὶ νομὰς τῆς ἐγκρατείας, καὶ ἐφ΄ ὕδωρ ἐκτρέφων Μακάριε.

Θεοτοκίον

Ῥήσεσι σῶν χειλέων, Πάναγνε ἑπόμενοι, σὲ μακαρίζομεν· μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν.

Καταβασία

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».

Κανών αˊ, ᾨδὴ ςˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Ἐκύκλωσέ με ἄβυσσος

Τοῖς πάθεσιν ἠνάλωσα, τὸν βίον τὸν ἔνθεον Δέσποτα, καὶ ὅλως τοῖς πταίσμασι, δεινῶς μαστιζόμενος, κατέφυγόν σοι, οἰκτείρησόν με δέομαι.

Ἀφήρπασαν τὸν πλοῦτόν μου, καὶ ὥσπερ νεκρόν με κατέλιπον, λῃσταὶ τοῖς παθήμασι, τὸν νοῦν μου μαστίξαντες, ἀλλˊ οἰκτειρήσας, διάσωσόν με Κύριε.

Ὡς εἶδεν ὁ Λευΐτης μου, μαστίγων τὸ ἄλγος, τοὺς μώλωπας μὴ φέρων παρῆλθέ με, αὐτὸς δὲ Φιλάνθρωπε, κατέχεάς μοι, το πλούσιόν σου ἔλεος.

Θεοτοκίον

Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, Ὀρθοδόξων καύχημα.

Κανών βˊ, ᾨδὴ ςˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Ἱλάσθητί μοι Σωτὴρ

Ἐδέξω ἐν τῇ ψυχῇ, τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, ἐγκρατείας πόνους, δι ὧν οἶκος ἐγνωρίσθης Θεοῦ.

Ὕλης τῆς κάτω Σοφὲ παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, ὤφθης κληρονόμος, διὰ βίου τελειότητα.

Ἱδρῶσιν ἀσκητικοῖς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ἀληθῶς, καὶ τὸ πῦρ τῆς πίστεως, ἐκλάμψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.

Θεοτοκίον

Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ΄ ἕνωσιν ἄρρητον, ἐκ σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν Κόσμον κατεφώτισε.

Καταβασία

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Κοντάκιον

Ἦχος δˊ

Ἐπεφάνης σήμερον

Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Ὁ Οἶκος

Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατείᾳ ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, διˊ ἧς ἀνυψώθης· διὸ καὶ ἐφωτίσθης εὐχαῖς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ τῶν Νηστειῶν, μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος.

Στίχοι

Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἰωάννης,

Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους.

Σύγγραμμα λιπὼν Κλίμακα τῇ ἀνόδῳ,

Δείκνυσιν αὐτοῦ πορείαν τῆς ἀνόδου.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Ὁ ὑπερυψούμενος

Λῃσταὶ περιέπεσαν ἐπˊ ἐμὲ τὸν δείλαιον, καὶ μάστιξιν ἔλιπον νεκρὸν ὥσπερ ἄπνουν με· διό σε ἱκετεύω, ὁ Θεὸς ἐπίσκεψαί με.

Τὸν νοῦν μου ἐσύλησαν λογισμοὶ οἱ ἄστατοι καὶ πλήξαντες πάθεσι, νεκρόν με ἔλιπον, τῷ πλήθει τῶν πταισμάτων, ἀλλὰ Σῶτερ ἴασαί με.

Ὡς εἶδε Λευΐτης με, ταῖς πληγαῖς ὀδυνώμενον, μὴ φέρων τοὺς μώλωπας, διὰ τὸ ἀνίατον παρῆλθέ με Σωτήρ μου, ἀλλˊ αὐτὸς ἰάτρευσόν με.

Θεοτοκίον

Σὺ ὁ ἐκ Παρθένου με σαρκωθεὶς διέσωσας, τοῖς μώλωψι χέας μου, τὸ πλούσιον ἔλεος Χριστὲ τῶν οἰκτιρμῶν σου, διὰ τοῦτό σε δοξάζω.

Κανών βˊ, ᾨδὴ ζˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Οἱ ἐκ τῆς Ἰουδαίας

Ἐν τῇ χλόῃ τῆς ἄνω, βασιλείας, τὴν ποίμνην Πάτερ ἐξέθρεψας καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἐν τῇ ἄνω εἰσῆλθες, νυμφικῇ εὐωχίᾳ, τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος ἀξίαν τοῦ καλοῦντος, ἐν ᾧ καὶ ἀνεκλίθης βοῶν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἀνεδείχθης, τῆς ἐγκρατείας Πάτερ λογισμοὺς κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἐκ γαστρός σου προῆλθε, σαρκωθεὶς ἐκ Παρθένου τῶν ὅλων Κύριος· διό σε Θεοτόκον, φρονοῦντες ὀρθοδόξως, τῷ Υἱῷ σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταβασία

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Σοὶ τῷ παντουργῷ

Ὑπὸ τῶν λῃστῶν τῶν λογισμῶν μου Σῶτερ διέφθειρα βίον μου πταισμάτων μάστιξιν· ὅθεν τῆς θείας γεγύμνωμαι εἰκόνος σοῦ τοῦ φιλανθρώπου Θεοῦ ἀλλˊ οἴκτειρόν με.

Ἦλθες ἐπὶ γῆς, ἐκ τῶν ὑψίστων Σῶτερ, οἰκτείρας τὸν μάστιξι, τραυματισθέντα με, ὅλον πταισμάτων τοῖς μώλωψιν οἰκτίρμον, καὶ ἐξέχεάς μοι, Χριστὲ τὸ ἔλεός σου.

Σῶμα καὶ ψυχήν, σὺ ὁ Δεσπότης Σῶτερ, ἀντίλυτρον δέδωκας ἐμοῦ καὶ ἔσωσας, ὅλου πταισμάτων, ἑσμῷ τραυματισθέντος, ἐν ταῖς ἀνιάτοις, πληγαῖς ὡς ἐλεήμων.

Θεοτοκίον

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῷ τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Τὸν Βασιλέα τῶν οὐρανῶν

Στήλην σε ἔμπνουν ὡς ἀληθῶς καὶ εἰκόνα ἐγκρατείας Πάτερ κεκτημένοι πάντες σου τὴν μνήμην τιμῶμεν Ἰωάννη.

Θίασος χαίρει τῶν Μοναστῶν, καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ Δικαίων· στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω.

Ὡραϊσμένος ταῖς ἀρεταῖς εἰς νυμφῶνα τῆς ἀρρήτου δόξης συνεισῆλθες, ὕμνον ἀναμέλπων, Χριστῷ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους μὴ παρίδῃς Παρθένε ὑμνοῦντας καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.

Καταβασία

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Ἐντολάς σου Δέσποτα μὴ φυλάξας, γνώμῃ ἐμαυτοῦ, τοῖς πάθεσιν ὑπελθών, τοῖς τῶν ἡδονῶν, γεγύμνωμαι χάριτος, καὶ ταῖς πληγαῖς ἔρριμμαι γυμνός· ὅθεν αἰτοῦμαί σε, τὸν Σωτῆρα διασῶσαί με.

Οὐ Λευΐτης ἴσχυσεν, ἀποσμῆξαι, μώλωπας ἐμούς, ἀλλˊ ἦλθες ὁ ἀγαθός, πρός με συμπαθῶς καὶ ἔχεας ἔλεος σῶν οἰκτιρμῶν, Σῶτερ ἐπ΄ ἐμὲ ὥσπερ πανάριστος, ἰατρός με ἰασάμενος.

Ὡς ὑπάρχων εὔσπλαγχνος, κατοικτείρας ἔσωσας Χριστὲ τὸν μάστιξιν ἀλγεινῶς, ὑπὸ τῶν λῃστῶν, Σωτὴρ μαστιχθέντα με καὶ τὴν ψυχὴν σῶμά τε σαυτοῦ ὥσπερ δηνάρια δύο δέδωκας ἀντίλυτρον.

Θεοτοκίον

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοὶ καὶ παρθενικῶς, ἡ κύησις γέγονεν· καὶ γὰρ Θεός, ἐστιν ὁ τεχθείς· Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Κανών βˊ, ᾨδὴ θˊ, τοῦ Ὁσίου

Ἦχος πλ. δˊ

Τὴν Ἁγνὴν ἐνδόξως

Ἰατὴρ νοσούντων ἐν πταίσμασι θεόθεν Μακάριε, ἐλατὴρ δὲ ἐδείχθης καὶ διώκτης τῶν πονηρῶν πνευμάτων· διό σε μακαρίζομεν.

Τὴν γῆν ὡς φθορᾶς οἰκητήριον, κατέλιπες Πάτερ, καὶ εἰς γῆν κατεσκήνωσας, τῶν πραέων, καὶ σὺν αὐτοῖς ἀγάλλῃ, τῆς θείας ἀπολαύων τρυφῆς.

Σήμερον ἡμέρα ἑόρτιος· πάντα συγκαλεῖ γὰρ τῶν μοναζόντων τὰ ποίμνια, εἰς χορείαν πνευματικήν, τράπεζαν, καὶ βρῶσιν ἀκηράτου ζωῆς.

Θεοτοκίον

Ὁ ἐν σοὶ σκηνωσας Πανάμωμε, τὸν πρὶν τοὺς γενάρχας κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλών, ἐτέχθη, καὶ πάντας ἡμᾶς ἔσωσε.

Καταβασία

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

Ἐξαποστειλάριον τοῦ Ὁσίου

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας, καὶ ἀτροφίᾳ τὴν σάρκα, μαράνας ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλούτησας, οὐράνιον ἀοίδιμε· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν Ἰωάννη.

Θεοτοκίον

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σοῦ σεσωσμένοι· καὶ γὰρ Θεὸν ἐκύησας, ἀπορρήτως τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς ἑαυτὸν δˊ ἑλκύσαντα, Ὁσίων δήμους, μεθˊ ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

Δόξα...Ἦχος αˊ

Ἰδιόμελον

Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλˊ ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

Μεγάλη Δοξολογία

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ ςˊ ᾨδή,

Προκείμενον Ἦχος βαρὺς

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ.Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

Ἀλληλούϊα Ἦχος βαρὺς

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Μεγαλυνάριον

Ἦχος πλ. αˊ

Ἀντὶ τὸ «Ἄξιον ἐστίν»

«Ἐπi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.»

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Комментарии для сайта Cackle