Γˊ ΕΒΔΟΜΑΔΟΣ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Ἀμέτρητος ὑπάρχει

Ἀμέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀπαράκλητον, γέενναν πυρός, καὶ σκότος καὶ τάρταρον. Κριτὰ δικαιότατε, δάκρυα οὖν μοι δώρησαι, διˊ ὧν εὕρω τὴν ἄφεσιν, καὶ κακῶν μου τὴν λύσιν, νηστεύων καὶ κράζων σοι· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος πλ. δˊ

Ἐμὲ τὸν πλανηθέντα, ἐπὶ ὄρη δεινῶν παραβάσεων, ζήτησον Λόγε, καὶ πρὸς σὲ ἀνακάλεσαι, ἤθη πονηρὰ ἐκ τῆς διανοίας μου, μακρὰν ἀπωθούμενος, θνήξαντα πάλιν ζώωσον, καὶ νηστείᾳ καθάρισον, ἐν κλαυθμῷ διηνεκεῖ, βοῶντα καὶ λέγοντα· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. δˊ

Τὴν ἔνδοξον

Νηστείας ἐναρξάμενοι, Ἑβδομάδος τῆς τρίτης, τὴν Τριάδα τὴν σεπτήν, εὐφημήσωμεν οἱ πιστοί, τὸ ἑξῆς περιχαρῶς διανύοντες, τῆς σαρκὸς δὲ τὰ πάθη ἀπομαράναντες, ἐκ ψυχῆς ἡμῶν, ἄνθη θεῖα δρεψώμεθα, στεφάνους πλεξάμενοι τῆς κυρίας τῶν ἡμερῶν, ἵνα πάντες τὸν Χριστόν, ὡς νικητήν, στεφανηφοροῦντες ἀνυμνήσωμεν.

Προκείμενον Ἦχος πλ. δˊ

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ.Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ.Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Ἀπόστιχα

Ἦχος πλ. δˊ

Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλˊ ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.

Ἦχος πλ. δˊ

Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλˊ ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.

Ἦχος πλ. δˊ

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Τῆς ἐγκρατείας τῷ πυρὶ φλέξωμεν πάντες, τὰς φρυγανώδεις τῶν παθῶν ἐπαναστάσεις, καὶ τὴν φλόγα ἐκείνην τὴν μὴ σβεννυμένην, δακρύων νῦν κατασβέσωμεν ὀχετοῖς, βοῶντες τῷ κρῖναι μέλλοντι πᾶσαν τὴν γῆν. Σῶτερ εὔσπλαγχνε Κύριε, ἀκατακρίτους ἡμᾶς, συντήρησον, διδοὺς ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

Θεοτοκίον

Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν

Τριὰς ἁγία καὶ σεπτὴ τοὺς τὴν Νηστείαν, ἐν ἑβδομάδεσι τρισὶ διανύοντας, διαφύλαξον σῴους καὶ ἀκατακρίτους, ἀξίως διευδρομῆσαι πρὸς τὸ ἑξῆς, καὶ πάσας τάς ἐντολάς σου διατελεῖν, ἵνα οὕτω προφθάσωμεν, ἀκατακρίτως ἰδεῖν, τὴν ἔνδοξον Ἀνάστασιν, ὕμνον αἶνον προσάγοντες.

Θεοτοκίον

Ἡ προστασία τῶν πιστῶν Θεοκυῆτορ, τῶν θλιβομένων ἡ χαρὰ καὶ τῶν πενθούντων, ἡ μεγίστη παράκλησις, τὸν ἐκ τῆς γαστρός σου, Παρθένε τῆς παναγίας ὑπερφυῶς, τεχθέντα ἀδιαλείπτως ὑπὲρ ἡμῶν, σὺν Ἀγγέλοις καὶ ἄρχουσι, δυσώπει ῥύσασθαι ἡμᾶς, ἐν ὥρᾳ τῆς ἐτάσεως, τῆς δεινῆς κατακρίσεως.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

ᾎσμα ἀναπέμψωμεν

Ἔχων ὡς Θεὸς τὸ συμπαθές, μετανοοῦντα δέξαι με, τὸν δαπανήσαντα, τὸν βίον μου ἀσώτως, βοῶ σοι τό· Ἥμαρτον, κατηγόρων οὐ χρῄζω, τὴν αἰσχύνην τῶν ἔργων προσφέρων.

Βρῶσιν λελοιπὼς Ἀγγελικήν, παρωμοιώθην κτήνεσιν, ἐν τῷ σιτίζεσθαι τὴν μοχθηρὰν κακίαν, ἀλλˊ οὖν ἐπιστρέφοντα, δέξαι με ὥσπερ ἕνα τῶν μισθίων, οὐράνιε Πάτερ.

Νύκτα ἡδονῶν τὴν ἐκ τρυφῆς, προσγινομένην ἅπαντες, πιστοὶ ἀφέμενοι, φωτὶ τῆς ἀληθείας, σπουδαίως προσέλθωμεν, ἵνα τῆς φωτοφόρου εὐωχίας, καταξιωθῶμεν.

Θεοτοκίον

Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολεμίων, ἀπολιορκήτως.

Κανών βˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

ᾌσωμεν ᾠδὴν τῷ Θεῷ

Νῦν ἐν ἑβδομάσι τρισίν, ὡς πάλαι τριήμερος ὁ Ἰσραήλ, ἁγνισθέντες ἀδελφοί, ὄρει εὐχῶν φθάσωμεν, καὶ ἐκεῖθεν θείων φωνῶν ἀκούσαντες, Χριστὸν ὑμνήσωμεν.

Ὥσπερ Σαμψὼν νηστείᾳ, δυναμωθέντες δεῦτε, ὡς ἄλλον θῆρα πατάξωμεν λαοί, τὸν τῆς γαστρὸς δαίμονα, καὶ οὐ μὴ γελάσῃ ἡ Δαλιδὰ τῶν παθῶν, ἐξαπατῶσα ἡμᾶς.

Δόξα...

Τρία μέλπω χερουβικῶς, ἁγία σε Θεότης, φῶτα καὶ φῶς, καὶ ζωήν τε καὶ ζωάς, Θεὸν τὸν γεννήσαντα, Θεὸν τὸν γεννηθέντα, Θεὸν καὶ τὸ ἐκ Πατρὸς ἐκπορευθέν, Πνεῦμα τὸ ζῶν.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἡ τῆς Εὔας χαρά· ἡ γὰρ ἐκείνης λύπη, διὰ τοῦ τόκου σου, πέπαυται Ἁγνή, χαῖρε ἀδύτου φωτός, φωτεινὴ νεφέλη, ἐξ ἧς ἀνέτειλε Χριστὸς ὁ Θεός.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Πίστει ὡς Δαυῒδ καὶ ἡμεῖς, τῇ ταπεινοφροσύνῃ, καθοπλισθέντες, ὡς ἄλλον Γολιάθ, τὸν ὑπερήφανον νοῦν, καταβεβληκότες, συνδιακόψωμεν καὶ μυριάδας παθῶν.

Ὁ Εἱρμὸς

«ᾌσωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρᾶς δουλείας, τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλη καθοδηγήσαντι, ὅτι δεδόξασται».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Οἱ θεορρήμονες

Ἐκδαπανήσας οὐσίαν τὴν πατρῴαν, μετὰ πορνῶν ἐξεβλήθην, τῶν προαυλίων τῆς χάριτος, ἀλλὰ δέξαι με Πάτερ, διˊ ἄμετρον ἔλεος.

Ἐν φαιδροτάτῃ νηστείας φωταυγείᾳ, τῶν προσευχῶν λαμπρυνθέντες χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας, τὸ σκότος ἐκφύγωμεν.

Ἐκδυσωπεῖ σε χορὸς τῶν Ἀσωμάτων, τὰ Χερουβὶμ ἱκετεύει, καὶ τῶν Ἁγίων τὰ τάγματα, τὰς ψυχὰς ἡμῶν σῶσον, Χριστὲ πολυέλεε.

Θεοτοκίον

Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἐσκοτισμένον με μέθῃ, τῆς ἁμαρτίας σωφρόνισον, Θεοτόκε Παρθένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ στεγάζων ἐν ὕδασι

Τὸ πατρῷον κειμήλιον, τὸ χρῆμα τὸ θαυμαστόν, τὴν μητέρα πάντων τῶν λατρευσάντων τῷ Δεσπότῃ Χριστῷ, δεῦτε τρυφήσωμεν, ἀδελφοὶ τὴν Νηστείαν· καὶ γὰρ αὕτη ῥώννυσι τὸ σῶμα, καὶ καταφωτίζει τὸν νοῦν, καὶ τὴν καρδίαν.

Γεδεὼν τὸν θαυμάσιον, ἐκμιμουμένη ψυχή, ἀρετὰς φέρουσα, πίστιν ἐλπίδα, καὶ ἀγάπην Χριστοῦ, ἔξελθε κτείνουσα, τὰ ἀλλόφυλα πάθη, ὡς ἐκεῖνος, σὺν τριακοσίοις, τὸ Μαδινιαῖον ἔθνος ἀποκαθαίρων.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Καὶ Τριάδα δοξάζω σε, καὶ ὡς Μονάδα ὑμνῶ, σὲ Θεότης μία, Πάτερ παντοκράτορ, καὶ μονάρχα Υἱέ, Πνεῦμα τὸ ἅγιον, καὶ πανδέσποτον κράτος, μία φύσις, μία βασιλεία, ἐν δὲ χαρακτῆρσι, τρισὶ προσκυνουμένη.

Καὶ νῦν... Σταυροθεοτοκίον

ˊἊς ἐν τόκῳ διέφυγεν, ὠδῖνας ὑπερφυῶς ἐν τῷ σῷ τιμίῳ Πάθει, ἐπέγνω ἡ τεκοῦσά σε· ἤλγει γὰρ βλέπουσα, ἐν σταυρῷ σε παγέντα ἑκουσίως, ὑπὸ Ἰουδαίων, τὸν ἐπὶ ὑδάτων, τὴν γῆν θεμελιοῦντα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, σὺν ταῖς χιλιάσι, καὶ μυριάσι τῶν Δυνάμεων, τότε μου Κύριε φεῖσαι ἄνες, καὶ ῥῦσαι καταδίκης, μή με κατασχύνῃς, μή με κατακρίνῃς, πυρὶ τῷ αἰωνίῳ.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ, ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ, εἰς τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸν προδηλωθέντα ἐν ὄρει

Τὸν ἀπὸ τῆς σῆς μακρυνθέντα, Πάτερ ἀγάπης, καὶ ἐθελουσίοις ὁρμαῖς, ἡδονῶν δουλωθέντα, ἐπιστρέφοντα ὡς τὸν Ἄσωτον δέξαι· μόνος γὰρ ὑπάρχεις πολυέλεος.

Ἄκαρπος ἐδείχθην συκῇ, μόνην τὴν κακίαν γεωργῶν ὁ ἄθλιος, τὸ πῦρ μοι προξενοῦσαν. Σὺ οὖν Κύριε καρποφόρον με δεῖξον, πράξεις ἀγαθὰς καρποφοροῦντά σοι.

Νήστευσον ψυχή μου, κακίας καὶ πονηρίας, κράτησον ὀργῆς, καὶ θυμοῦ καὶ πάσης ἁμαρτίας. Ἰησοῦς γὰρ τοιαύτην θέλει νηστείαν, ὁ φιλανθρωπότατος Θεὸς ἡμῶν.

Θεοτοκίον

Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Μεγαλύνομέν σε

Καθαρὰν νηστείαν, τῶν κακῶν τὴν ἀποχήν, προσενέγκωμεν, ὡς δῶρα εὐπρόσδεκτα, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ἐλισσαῖος πάλαι, πῶς διέτρεφε Προφήτας, μαθοῦσα ψυχή, σχεδίως ἐκτράφηθι, ἀπευχαριστοῦσα Χριστῷ.

Δόξα...

Τρισσουμένην μίαν, σὲ Θεότης ἀνυμνῶ, τοῖς προσώποις μορφήν, Πατέρα τὸν ἄναρχον, Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν.

Καὶ νῦν... Θεοτοκίον

Θεομῆτορ Κόρη, ἡ παστὰς τοῦ οὐρανίου, Βασιλέως Χριστοῦ, σῷζε τῇ πρεσβείᾳ σου, τοὺς πόθῳ ὑμνοῦντάς σε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Δανιὴλ τοὺς θῆρας, ἐν τῷ λάκκῳ ἡμεροῖ, ἐγκρατείας κημῷ· καὶ ἡμεῖς δαμάσωμεν, τὰ πάθη νηστεύοντες.

Ὁ Εἱρμὸς

«Μεγαλύνομέν σε, τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα τὸ πανάγιον».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος δˊ

Ἰδιόμελον

Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος δˊ

Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος δˊ

Μαρτυρικόν

Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχας ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος δˊ

Ἡ λαμπὰς ἡ ἄσβεστος, ὁ θρόνος τῆς δικαιοσύνης, ἄχραντε Δέσποινα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος δˊ

Ὅτι ἀσθενεῖς ἡμεῖς, καὶ παρειμένοι ταῖς ἁμαρτίαις, ἴασαι τὰ συντρίμματα ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, Φιλάνθρωπε. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς μαˊ

Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ.

Στίχ.Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Ηˊ, 13 – Θˊ, 7)

Κύριον τὸν Θεὸν αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ ἐὰν ἐπˊ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμόν. Καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι, οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κυλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. Διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοί, καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσι, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπˊ αὐτῷ. Ἰδού, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραήλ, παρὰ Κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Καὶ ἥξει ἐφ’ ἡμᾶς σκληρὸς λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα, καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδού, ἀπορία στενή, θλίψις, καὶ στενοχωρία, καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ οὐκ ἀποκριθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὤν, ἕως καιροῦ, τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, γῆ Νεφθαλείμ, καὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Διότι ἀφῄρηται ὁ ζυγός, ὁ ἐπˊ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος, ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς μβˊ

Σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου.

Στίχ.Κρῖνόν μοι, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου.

Τῌ ΤΡΙΤῌ ΤΗΣ Γˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Νηστείαν ποθήσωμεν ψυχῆς, πάθη χαλεπώτατα τῇ συνεργείᾳ τοῦ Πνεύματος, καταμαραίνουσαν, καὶ ἐνθέους πράξεις, πράττειν ἐνισχύουσαν, καὶ νοῦν πρὸς οὐρανόν ἀναπέμπουσαν, καὶ τὴν συγχώρησιν, προξενοῦσαν ὧν ἡμάρτομεν, δωρουμένην ἐκ Θεοῦ οἰκτίρμονος.

Ἦχος αˊ

Ἅπαντα τὸν βίον μου αἰσχρῶς, δαπανήσας Κύριε, μετὰ πορνῶν ὁ ταλαίπωρος, ὥσπερ ὁ Ἄσωτος, κατανύξει κράζω· Πάτερ ἐπουράνιε, ἡμάρτηκα ἱλάσθητι σῶσόν με, καὶ μὴ ἀπώσῃ με, ἐμαυτὸν ἐκ σοῦ μακρύναντα, καὶ ἐνθέοις, ἔργοις νῦν πτωχεύσαντα.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος γˊ

Δεῦτε Ἅπαντα τὰ πέρατα

Δεῦτε ἅπαντες κυμβάλοις ψαλμικοῖς, τὴν σεπτὴν ἐγκράτειαν κατασπαζόμενοι διηχήσωμεν· ἐν αὐτῇ γὰρ νοητῶς, ὄφιν τὸν ἀρχέκακον καταράσσομεν· ὅθεν παρρησίᾳ βοῶμεν Χριστῷ· Παράσχου Σῶτερ ἀκατακρίτως, τὸν πανάγιόν σου Σταυρὸν κατιδέσθαι, καὶ καταπροσκυνῆσαι, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἑορτάζειν φαιδρῶς.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς μγˊ

Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν.

Στίχ.Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ςˊ, 9–22)

Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σάρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπˊ αὐτῶν, καὶ ἰδού, ἐγὼ καταφθείρω αὐτούς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων, τετραγώνων, νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν, τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. Καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ, εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σύ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σέ, τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι, καὶ ἐκείνοις φαγεῖν. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς μδˊ

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ.Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ηˊ, 1–21)

Υἱέ, σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε, καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν, μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. διˊ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Διˊ ἐμοῦ μεγιστάνες μεγαλύνονται, καὶ τύραννοι διˊ ἐμοῦ κρατοῦσι γῆς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον τρίβων ἀληθείας ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.

Ἀπόστιχα

Ἦχος βˊ

Ἰδιόμελον

Πάτερ ἀγαθέ, πάντων ὧν μοι δέδωκας, ἐγύμνωσέ με ἡ ἀφροσύνη, ἐμακρύνθην ἀπὸ σοῦ, καὶ ἐδούλευσα ξένῳ πολίτῃ, ζῷα μοχθηρὰ ἐβόσκησα, καὶ τῆς αὐτῶν τροφῆς οὐκ ἐνεπλησκόμην· διὸ ἕδραμον πρὸς σέ, γινώσκων σου τὴν εὐσπλαγχνίαν. Σκέπασόν μου τὴν γύμνωσιν, τῇ φιλανθρωπίᾳ σου καὶ σῶσόν με.

Ἦχος βˊ

Πάτερ ἀγαθέ, πάντων ὧν μοι δέδωκας, ἐγύμνωσέ με ἡ ἀφροσύνη, ἐμακρύνθην ἀπὸ σοῦ, καὶ ἐδούλευσα ξένῳ πολίτῃ, ζῷα μοχθηρὰ ἐβόσκησα, καὶ τῆς αὐτῶν τροφῆς οὐκ ἐνεπλησκόμην· διὸ ἕδραμον πρὸς σέ, γινώσκων σου τὴν εὐσπλαγχνίαν. Σκέπασόν μου τὴν γύμνωσιν, τῇ φιλανθρωπίᾳ σου καὶ σῶσόν με.

Ἦχος βˊ

Μαρτυρικόν

Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων, τὸ γένος πίστει διασῳζεται.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος δˊ

Ἐκ λαγόνων σου παρθενικῶν, φῶς τῷ Κόσμῳ ἔλαμψε, διὰ λόγου ὁ Λόγος. Αὐτὸν ἱκέτευε σεμνὴ Παναγία Παρθένε, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Του λίθου σφραγισθέντος

Νηστείᾳ καὶ δεήσει, ἑαυτοὺς καθαρίσωμεν, καὶ πενήτων προμηθείᾳ τὸν Θεὸν θεραπεύσωμεν, στενάξωμεν, πενθήσωμεν θερμῶς, ὡς ἔχωμεν καιρὸν ἐπιστροφῆς, ἵνα πένθους αἰωνίου, τοῦ ἐν φλογὶ γεέννης λυτρωθείημεν, δόξαν ἀναπέμποντες Χριστῷ, μετάνοιαν ὁρίσαντι βροτοῖς, πᾶσι τοῖς ἐπιστρέφουσι, γνώμης εὐθύτητι.

Θεοτοκίον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων τοὺς πόθῳ, ἀνευφημοὺντάς σε καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Εὐφραινέσθω τὰ οὐράνια

Τῇ νηστείᾳ εὐφραινόμενοι, ταῖς ὑμνῳδίαις ἀγαλλόμενοι, καὶ ταῖς ἐντεύξεσι κράτος, κατὰ πάντων τῶν παθῶν, φερόμενοι πατήσωμεν, τοῦ Βελίαρ τὰ ἔνεδρα, βοήσωμεν τῷ Χριστῷ συνεπόμενοι. Τὸν Σταυρόν σου βλέψαι ἀξίωσον ἡμᾶς, ὡς οἰκτίρμων παρέχων τὸ μέγα ἔλεος.

Θεοτοκίον Τὴν ὡραιότητα

Θεομακάριστε, Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασι Θεοτόκε· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου. Δέξαι με πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παρρησίᾳ βοῶ σοι· Χαῖρε Θεοῦ οἰκητήριον.

Κανών αˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἴδετε ἴδετε, ὅτι Θεὸς ἐγώ εἰμι, ὁ δουλωθέντα τὸν λαὸν τοῦ Ἰσραήλ, τῷ Μωϋσῇ δημαγωγεῖν, ἐν ἐρήμῳ προστάξας, καὶ σώσας ὡς δυνατὸς τῇ ἐξουσίᾳ μου».

Υἱοθετήσας με, διὰ λουτροῦ βαπτίσματος, ὁ ὑπεράγαθος Πατήρ, πλούτῳ παντοίων ἐκόσμησας καλῶν, ἀλλˊ ἐδούλευσα θέλων, τοῖς ἀκάρποις λογισμοῖς· ὅθεν ἑπτώχευσα.

Ἵλεως ἵλεως, ἵλεως ἔσο Κύριε· κρῖνον τὴν κρίσιν μου ἐμοί, Δικαιοκρῖτα τὸν μικρόν μου στεναγμόν, διὰ ἔλεος μέγα, προσδεχόμενος Χριστέ, καὶ μὴ παρίδῃς με.

Ἀποδυσάμενοι τὸ δυσαχθὲς χιτώνιον, τῆς ἀκρασίας, τὴν φαιδρὰν τῆς ἐγκρατείας, ἐνδυσώμεθα στολήν, καὶ λαμπροὶ γεγονότες τὴν λαμπρὰν τοῦ Λυτρωτοῦ, φθάσωμεν Ἔγερσιν.

Θεοτοκίον

Σῶσόν με σῶσόν με, ἡ τὸν Σωτῆρα τέξασα, ἴδε τὴν θλίψίν μου Ἁγνή, ἣν ἡ πληθὺς τῶν ἀμετρήτων μου κακῶν, ἐμποιεῖ καθˊ ἡμέραν, τῇ ἀθλίᾳ μου ψυχῇ, ἐξ ἀπογνώσεως.

Κανών βˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος γˊ

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ τὴν σωτηρίαν ὑμῖν πηγάσας ὡς Θεός, ἣν διὰ τῆς ἐγκρατείας, πάντες βροτοὶ ἀρύσασθε.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι· Ὁ καιρὸν ὁρίσας, ἱερὸν ἅγιον ὑμῖν, εἰς εὐωχίαν ψυχικήν, τὸ τῆς Νηστείας στάδιον.

Δόξα...

Τριάδα δοξάσωμεν, Μονάδα προσκυνήσωμεν, ἄναρχον ἀνάρχου, Πατρὸς Υἱὸν μονογενῆ, Πνεῦμα τὸ σύνθρονον Υἱῷ, καὶ Πατρὶ συναΐδιον.

Καὶ νῦν... Θεοτοκίον

Δυσώπησον ἀπαύστως, τὸν Σωτῆρα Πανάμωμε, τους σὲ Θεοτόκον, σώματί τε καὶ ψυχῇ, ὁμολογοῦντας ἐκ πάσης, ῥυσθῆναι περιστάσεως.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μέγας εἶ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, ὅτι ἐν τῷ λάκκῳ ἄβρωτον ἔδειξας ποτέ, τὸν Δανιὴλ ἐκ λεόντων, νηστείᾳ συμφραξάμενον.

Ὁ Εἱρμὸς

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι, Ὁ Σωτὴρ τοῦ Κόσμου, τὸ φῶς τὸ ἀληθινόν, ἡ πηγὴ τῆς ζωῆς, ὁ Υἱὸς τοῦ Θεοῦ».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Ὃν φρίττουσιν Ἄγγελοι

Θρηνῶ καὶ ὀδύρομαι, τὴν ὥραν ἐννοῶν, καθˊ ἣν παραστήσομαι, τῷ θρόνῳ τῷ φρικτῷ, εὐθύνας ὑφέξων, τῶν πολλῶν μου κακῶν, ὧν περ ἐν ἀγνοίᾳ, ἐτέλεσα καὶ γνώσει.

Μωσῆς καθαρτήριον, νηστείαν εὑρηκώς, Θεὸν κατενόησε, τὸν μόνον καθαρόν. Ψυχή μου νηστείᾳ καθαρίσθητι, ἵνα πλησιάσῃς, Θεῷ τῷ φιλανθρώπῳ.

Νηστείαν ποθήσωμεν, μητέρα ἀρετῶν, τρυφὴν βδελυξώμεθα, γεννήτριαν παθῶν, καὶ κράξωμεν· Πάτερ ὁ ἐν τοῖς οὐρανοῖς, σῶσον ἡμᾶς σῶσον, εὐχαῖς τῶν σῶν Ἁγίων.

Θεοτοκίον

Κριτὴν ὃν ἐγέννησας, Παρθένε Μαριὰμ δυσώπει ἐν ὥρᾳ με, τῆς κρίσεως Ἁγνή, οἰκτεῖραι καὶ σῶσαι, τὸν κατάκριτον, μόνη προστασία τοῦ γένους τῶν ἀνθρώπων.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ἐν φλογὶ τοῖς Παισὶ

Τῶν νηστειῶν τὴν ὑπέρλαμπρον, χάριν μεμυημένοι, ἀρεταῖς ἀστραφθῶμεν, γαληνὰ τὰ πρόσωπα, γαληνὰ καὶ τὰ ἤθη ἐναποδεικνύντες, τῆς ψυχῆς καταστάσει.

Νενηστευκὼς Ἐλισσαῖος τὸν παῖδα, τῇ Σωμανίτιδι, ἀποδίδωσι ζῶντα. Ἐν τούτῳ γνωρίσωμεν, ἀδελφοὶ τὴν νηστείαν, ὡς καλὸν μέγα, ὡς θεοδώρητον χάριν.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Πατρὶ τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν Τριάδι Μονάδα, σὺν Ἀγγέλοις κράζοντες, τοῖς πηλίνοις στόμασι. Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτοκεῖς παρθενεύουσα μόνη, θεοχαρίτωτε, τὸ μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας σεσωματωμένον, τὸν Σωτῆρα τοῦ Κόσμου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μηδεὶς ἡμῶν ῥαθυμίᾳ καὶ ὄκνῳ, βαλλέσθω ὦ ἀδελφοί. Ὁ καιρὸς ἐργασίας, ὥρα πανηγύρεως, τίς ὁ φρόνιμος ἄρα, ἐν μιᾷ ἡμέρᾳ, κερδῆσαι ὅλους αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Τὴν φωτοφόρον νεφέλην

Εἰς ἁμαρτίας πελάγη, εἰς ἀπογνώσεως βάθη, εἰς τρικυμίας λογισμῶν καὶ παθῶν καταιγίδας, περιπεσὼν ἀναβοῶ· Ἐλέους ἡ ἄβυσσος, βοήθει μοι, καὶ τῇ σῇ εὐσπλαγχνίᾳ, ὄμβρησόν μοι ἱλασμὸν ἁμαρτιῶν.

Διὰ νηστείας τὸ σῶμα, διˊ ἐγκρατείας τὸ πνεῦμα, διὰ δακρύων τὴν ψυχήν, ἐκκαθάρωμεν πιστοί, καὶ καθαροὶ τῷ καθαρῷ, λαμπρῶς ὑπαντήσωμεν, ὀψόμενοι τὰ σωτήρια Πάθη, ἃ ὑπέστη διˊ ἡμᾶς ὁ Λυτρωτής.

Ὡς ὁ Τελώνης στενάζω, ὥσπερ ἡ Πόρνη δακρύω, ὡς ὁ Λῃστὴς ἀναβοῶ· Μνήσθητί μου Οἰκτίρμον, ὡς ὁ Τυφλός, Υἱὲ Θεοῦ, κραυγάζω σοι· Ἄνοιξον, τῆς ψυχῆς μου ὀφθαλμούς, πυρωθέντας τῇ κακίᾳ, τοῦ δολίου πτερνιστοῦ.

Θεοτοκίον

Τὸ ἀλατόμητον ὄρος, τὴν ἀδιόδευτον πύλην, τὴν ἀνωτέραν οὐρανοῦ, καὶ τῆς Κτίσεως πάσης, τὴν καλλονὴν τοῦ Ἰακώβ, τὴν στάμνον τὴν πάγχρυσον, καὶ γέφυραν, καὶ Μητέρα τοῦ Κτίστου, τὴν Παρθένον, μακαρίσωμεν πιστοί.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Ἐν Σιναίῳ τῷ ὄρει

Τὰς παρούσας ἡμέρας γνωρίσαντες, ὑπὲρ πάσας Ἱεράς, προσευχὰς τῷ Θεῷ ἀναπέμψωμεν, συνειδήσει καθαρᾷ, συχνοτέρως τὸ γόνυ κλίνοντες, καὶ λέγοντες· Κύριε πρόσδεξαι, τὰς δεήσεις καὶ προσευχάς, τῶν σῶν δούλων ἀεί.

Ὁ λαὸς ὁ καθίσας ὡς γέγραπται, τοῦ φαγεῖν τε καὶ πιεῖν, ἐξανέστησαν παίζειν λατρεύοντες, τῷ γλυπτῷ Βεελφεγώρ. Βλέπε γαστριμαργίας τὰ δεινὰ κυήματα, ἡμεῖς δὲ νηστεύσωμεν, καὶ δοξασθησόμεθα, ὡς ὁ μέγας Μωσῆς.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μοι τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὅτι σου ἡ ὀργὴ ἀνυπόστατος ἐπὶ τοὺς ἁμαρτωλούς, τίς λοιπὸν ὑποστήσεται Κύριε, τὴν ἐκ ταύτης ἀπειλήν; Ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος σῶσόν με, τῇ εὐσπλαγχνίᾳ σου, οὐ κατὰ τὰ ἔργα μου, τὰ πολλὰ καὶ δεινά.

Ὁ Εἱρμὸς

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσα ἐν γαστρί. Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον τήν βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

Ἀπόστιχα τοῦ Τριῳδίου

Ἦχος βαρὺς

Ἰδιόμελον

Ἥμαρτον ὁμολογῶ σοι Κύριε, ὁ ἄσωτος ἐγώ, οὐ τολμῶ ἀτενίσαι εἰς οὐρανὸν τὸ ὄμμα· ἐκεῖθεν γὰρ ἐκπεσών, ἐγενόμην ἄθλιος. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ἐμαυτὸν ἀποκηρύττω, οὐ χρήζῳ κατηγόρων, οὐδὲ πάλιν μαρτύρων, ἔχω θριαμβεύουσάν μου τὴν ἀσωτίαν, ἔχω στηλιτεύουσαν τὴν φαύλην πολιτείαν, ἔχω καταισχύνουσαν τὴν παροῦσάν μου γύμνωσιν, πρὸς ἐντροπὴν δὲ τὰ ῥάκη, ἃ περιβέβλημαι. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, μετανοοῦντά με δέξαι, καὶ ἐλέησόν με.

Ἦχος βαρὺς

Ἥμαρτον ὁμολογῶ σοι Κύριε, ὁ ἄσωτος ἐγώ, οὐ τολμῶ ἀτενίσαι εἰς οὐρανὸν τὸ ὄμμα· ἐκεῖθεν γὰρ ἐκπεσών, ἐγενόμην ἄθλιος. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ἐμαυτὸν ἀποκηρύττω, οὐ χρήζῳ κατηγόρων, οὐδὲ πάλιν μαρτύρων, ἔχω θριαμβεύουσάν μου τὴν ἀσωτίαν, ἔχω στηλιτεύουσαν τὴν φαύλην πολιτείαν, ἔχω καταισχύνουσαν τὴν παροῦσάν μου γύμνωσιν, πρὸς ἐντροπὴν δὲ τὰ ῥάκη, ἃ περιβέβλημαι. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, μετανοοῦντά με δέξαι, καὶ ἐλέησόν με.

Ἦχος βαρὺς

Μαρτυρικόν

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι, ἀνεβόων οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος βαρὺς

Ἐτέχθης ἐκ Παρθένου ἀνερμηνεύτως, καὶ ἐφώτισας τοὺς ἐν σκότει, Χριστέ, βοῶντας· Κύριε δόξα σοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος βαρὺς

Σωτηρία ἡμῶν ὑπάρχεις Κύριε, καὶ ὑπερασπιστὴς ἐν ἡμέρᾳ θλίψεως, ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, φιλάνθρωπε. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς μὲˊ

Κύριος τῶν δυνάμεων μεθˊ ἡμῶν.

Στίχ.Ὁ Θεὸς ἡμῶν καταφυγή, καὶ δύναμις.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Θˊ, 9 – Ιˊ, 4)

Τάδε λέγει Κύριος· Γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραΐμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ΄ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες· Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτόῖς πύργον, καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπˊ ὅρους Σιὼν ἐπˊ αὐτόν, καὶ τοὺς ἐχθρούς αὐτοῦ διασκεδάσει. Συρίαν ἀφˊ ἡλίου ἀνατολῶν, καὶ τοὺς Ἕλληνας ἀφˊ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλˊ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραήλ, κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρόν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή, καὶ προφήτην διδάσκοντα ἄνομα οὗτος ἡ οὐρά. Καὶ ἔσονται, οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον, πλανῶντες, καὶ πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ Κύριος, καὶ τοὺς ὀρφανοὺς αὐτῶν, καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλˊ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος, ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραΐμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός· ἀλλˊ ἔτι ἡ χεὶρ ὑψηλή, οὐαὶ τοῖς γράφουσι πονηρίαν! γράφοντες γάρ, πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρῖμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγήν, καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη, ἡ ὀργὴ αὐτοῦ, ἀλλˊ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.

Προκείμενον Ἦχος γˊ Ψαλμὸς μςˊ

Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

Στίχ.Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Γˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος γˊ

Ἔστησαν τὰ τριάκοντα

Κύριε ὁ Σταυρῷ κτείνας τὸν δόλιον, τῆς αὐτοῦ ῥῦσαί με ἀπάτης, τὸν ἁμαρτάνοντα καὶ ἐξαπατώμενον, καὶ Νηστείᾳ ἐκκαθάρας με, δίδου μοι τὰ σὰ θελήματα τελεῖν, ὅπως βλέψω Δέσποτα, γεγηθὼς τὰ σεπτὰ Παθήματά σου.

Ἦχος γˊ

Τέτρωμαι, ἡδονῆς ῥομφαίᾳ Κύριε, καὶ δεινῶς ὅλως ἐνεκρώθην, ἴασαι, ζώωσον τὴν ταπεινήν μου ψυχήν, ὁ τῇ λόγχῃ τρωθεὶς Δέσποτα, καὶ τοὺς τετρωμένους βέλει τοῦ ἐχθροῦ, ὡς Σωτὴρ ἰασάμενος, καὶ σεπτῶν σου Παθῶν κοινωνὸν ἀνάδειξόν με.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος βˊ

Σταυρωθήτω ἔκραζον

Τῇ Νηστείᾳ Κύριε, τὰς ψυχὰς φωτισθέντες, καταξιωθῶμεν, τὸν Σταυρόν σου ἀκατακρίτως ἰδεῖν ἐν χαρᾷ, καὶ προσκυνῆσαι φοβερῶς· διαλάμπει γὰρ αὐτός, Πάθη τὰ σὰ τὰ ἑκούσια, ἃ εὐδόκησον φθάσαι, ἡμᾶς ὡς φιλάνθρωπος.

Προκείμενον Ἦχος γˊ Ψαλμὸς μζˊ

Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.

Στίχ.Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν ἐν ὄρει ἁγίῳ αὐτοῦ.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Ζˊ, 1–5)

Εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου, ἐν τῇ γενεᾷ ταύτῃ. Ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν, εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ. Καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν, ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἔτι γὰρ ἡμερῶν ἑπτά, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν, τεσσαράκοντα ἡμέρας. Καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.

Προκείμενον Ἦχος βˊ Ψαλμὸς μὴˊ

Τὸ στόμα μου λαλήσει σοφίαν.

Στίχ.Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ηˊ, 32 – Θˊ, 18)

Υἱέ, ἄκουέ μου, καὶ μακάριοι, οἳ ὁδούς μου φυλάξουσιν. Ἀκούσατε σοφίαν, καὶ σοφίσθητε, καὶ μὴ ἀποφραγῆτε. Μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει, ἀγρυπνῶν ἐπˊ ἐμαῖς θύραις καθˊ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμέ, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με, ἀγαπῶσι θάνατον. Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν, εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε, δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Ἀπόστιχα

Ἦχος βˊ

Ἰδιόμελον

Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολμῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς μετέχων εἰκόνος, κἂν τῆς υἱοθεσίας διήμαρτον, ἀσώτως βιώσας, καὶ τῇ λήθῃ τῶν σῶν δωρεῶν, ἐκδαπανήσας τὴν περιουσίαν. Μὴ οὖν ἀποκηρύξῃς με, ὁ τὸν σὸν εὐδοκήσας Υἱὸν μονογενῆ, Σταυρὸν ὑπὲρ ἐμοῦ σαρκί, καὶ θάνατον ὑπομεῖναι, ἀλλὰ βελτιώσας, οἰκείωσον σαυτῷ Φιλάνθρωπε.

Ἦχος βˊ

Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολμῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς μετέχων εἰκόνος, κἂν τῆς υἱοθεσίας διήμαρτον, ἀσώτως βιώσας, καὶ τῇ λήθῃ τῶν σῶν δωρεῶν, ἐκδαπανήσας τὴν περιουσίαν. Μὴ οὖν ἀποκηρύξῃς με, ὁ τὸν σὸν εὐδοκήσας Υἱὸν μονογενῆ, Σταυρὸν ὑπὲρ ἐμοῦ σαρκί, καὶ θάνατον ὑπομεῖναι, ἀλλὰ βελτιώσας, οἰκείωσον σαυτῷ Φιλάνθρωπε.

Ἦχος βˊ

Μαρτυρικόν

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς Τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν Δυνάμεων, εἰ καὶ πυρί, καὶ βασάνοις παραδώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε

Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε καὶ ἡ πάναγνος, ἁγνὴ καὶ Μήτηρ σου, παρεστῶσα ὠδύρετο, ὁλοφυρομένη· Τέκνον μου γλυκύτατον, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων ἐν μέσῳ ξύλῳ προσπαγῆναι ἠνέσχου, ὁ τὴν γῆν κρεμάσας ἐν τοῖς ὕδασι;

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Τὴν ὡραιότητα

Ξύλῳ ἐμάρανας, τὴν φλόγα Δέσποτα, τῆς παραβάσεως, Σταυρῷ ὑψούμενος καὶ ἀπενέκρωσας ἐχθρόν, νεκρούμενος θελήματι· ὅθεν ἱκετεύω σε, τῆς σαρκός μου θελήματα, νέκρωσον καὶ ζώωσον, τὴν ἀθλίαν καρδίαν μου, νηστείᾳ παθοκτόνῳ καθάρας με πάσης κηλῖδος ὡς εὔσπλαγχνος.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Τὸν ἐπονείδιστον, οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Ἀναστὰς ἐκ τοῦ μνήματος

Τὴν φαιδρὰν διανύοντες, τῶν Νηστειῶν εὐωχίαν βοῶμεν· Ἅπαντας διατήρησον ἐν εἰρήνῃ Κύριε, πάσης τῆς μηχανίας τοῦ ἐχθροῦ ῥυσάμενος, καὶ ἀξίωσον ἡμᾶς ὡς ὑπεράγαθος, τὸν Σταυρόν σου τὸν σεπτόν, φόβῳ ἀσπάσασθαι, ὁ διˊ αὐτοῦ τὰ ἐλέη σου, παρέχων τῇ οἰκουμένῃ, μόνε Πολυέλεε.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον Εὐσπλαγχνίας

Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρόν, ἡπλωμένον, κλαίουσα πικρῶς, βοῶσα ἔλεγε· τί τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος ζωήν τὴν αἰώνιον, ἑκουσίως ἐν σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον.

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸ στερέωμα

Συσταυρούμενοι, τῷ διˊ ἡμᾶς σταυρωθέντι, νεκρώσωμεν ἅπαντα, σαρκὸς τὰ μέλη ἐν νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσιν.

Ὁ τὴν ἄκανθαν, τῆς ἁμαρτίας ἐκτείλας, σταυρώσει σου Κύριε, τοὺς ἀκανθώδεις, λογισμοὺς τῆς διανοίας μου ἔκτιλον.

Καθοπλίσαντες, τὰς διανοίας νηστείᾳ τρεψώμεθα ἔκφυλα Δαιμόνων στίφη, τῇ δυνάμει τοῦ Σταυροῦ τειχιζόμενοι.

Θεοτοκίον

Σωματούμενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν Ἄχραντε, τῶν Προπατόρων, διὰ σπλάγχνα οἰκτιρμῶν διορθούμενος.

Κανών βˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος βˊ

Στερέωσον ἡμᾶς

Ὁ σὸς ζωοποιὸς Σταυρὸς Κύριε, σφραγίς μοι ὑπάρχεις εἰς σωτηρίαν· ἐν αὐτῷ γὰρ τὸν ἀντίπαλον καταργῶν ἀνυμνῶ σε ὡς Θεὸν δυνατόν.

Τὸ ξύλον τοῦ Σταυροῦ καρπὸν ἤνεγκε, τῷ Κόσμῷ ζωώσεως ἀϊδίου, οὗ ἡμεῖς ἀπογευόμενοι, ἐκ θανάτου Χριστὲ ἀπολυτρούμεθα.

Δόξα...

Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα δοξάζω Πατέρα, Υἱόν, καὶ Πνεῦμα, Ἓν τὸ κράτος τῆς Θεότητος· βασιλεύει γάρ, καὶ μοναρχεῖ ὡς Θεός.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ τόκος σου σεμνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπˊ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἡ χάρις τοῦ Σταυροῦ προεκλάμπουσα, τῷ Κόσμῳ πρὸς τὰ θεῖά σου Οἰκτίρμον, συγκαλεῖται Πάθη πάντας ἡμᾶς, ἃ πιστῶς προσκυνῆσαι καταξίωσον.

Ὁ Εἱρμὸς

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Ἀστέκτῳ πυρὶ ἑνωθέντες

ὅταν ἔλθῃς μετˊ ἐξουσίας, κρῖναι Κόσμον ἅπαντα, μὴ τὰ ἐμά, Λόγε θριαμβεύσῃς κρύφια, ἵνα τὴν πολλήν σου, δοξάζω εὐσπλαγχνίαν.

Κριτὸς ὁ κριτὴς πρὸ βημάτων, ἔστης κατακρίνων τὴν ἔχθραν τῷ Σταυρῷ σου, μακρόθυμε Δικαιοκρίτα· διὸ κατακρίσεως αἰωνίου ῥῦσαι, τοὺς φόβῳ κραυγάζοντας, καὶ ὑπερυψοῦντας τὴν σὴν φιλανθρωπίαν.

Νηστείας πυρὶ στομωθέντες, Παῖδες εὐσεβεῖς, τὴν ἐπηρμένην πάλαι φλόγα, θείᾳ δρόσῳ ἔσβεσαν ὄντως, καὶ ἡμεῖς νηστεύοντες τὰς καμίνους πάντων, παθῶν κατασβέσωμεν, ὅπως τῆς γεέννης ἐκφύγωμεν τὴν φλόγα.

Θεοτοκίον

Ἐκ σοῦ τοῦ Θεοῦ ἡ σοφία, οἶκον ἑαυτῇ δομησαμένη ἐσαρκώθη ἀπορρήτῳ συγκαταβάσει, Κόρη ἀπειρόγαμε· σὺ γὰρ μόνη, πασῶν γενεῶν ἐκλέλεξαι, ἄφθορος ἀφθάρτου εἰς κατοικίαν Λόγου.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Ὁ φέρων λόγῳ τὸ πᾶν, διˊ ἐμὲ πάντα φέρεις, ῥαπισμοὺς ἐμπτυσμούς τε, καὶ τὴν σταύρωσιν Χριστέ, αἰνῶ τὰ μεγαλεῖα, τῆς σῆς φιλανθρωπίας, εἰς πάντας τοὺς αἰῶνας.

Θύῃ Χριστὲ ὡς ἀμνός, λογχευθεὶς τὴν πλευράν σου, ἵνα με τὸ πρόβατον σώσῃς, τὸ ἀπολωλός, ἐκ θήρας διαβόλου, καὶ τῇ καλῇ σου μάνδρᾳ, συντάξῃς εἰς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις μεριστὴ δὲ προσώποις, τὸ ἀΐδιον κράτος, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἐν τῷ Σταυρῷ σου Χριστέ, Ἱερεῖς ἐγκαυχῶνται, Βασιλεῖς κραταιοῦνται, πᾶς φωτίζεται πιστός, ἀξίωσόν με τοῦτον, ἰδεῖν καὶ προσκυνῆσαι καὶ ἆσαι εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Ἐν νόμῳ σκιᾷ καὶ γράμματι

Τὸν ὄφιν Μωσῆς ἐν ξύλῳ ἀνυψῶν, σὲ προετύπου Χριστέ, Σταυρῷ ἐθελουσίως ὑψωθέντα,, καὶ τοῦ πονηροῦ τὴν ἰοβόλον κακίαν, ἀπορραπίσαντα, πρὸς σεαυτὸν δὲ τούς βροτούς, ἀνελκύσαντα φιλάνθρωπε.

Πυρί με τοῦ σοῦ καθάρισον φόβου, ἀνάπτων μου τῇ ψυχῇ, τὴν θείαν σου ἀγάπην, καὶ Σταυρῷ τειχίζων με τῷ σῷ, ἣν ἐξηπάτησε δόλῳ, ὁ παλαιὸς πτερνιστής, ταῖς ἡδοναῖς ἀμαυρώσας, τὴν ἐμὴν Χριστὲ διάνοιαν.

Αἰσχρῶν λογισμῶν, καὶ πράξεων φαύλων, νηστεύσωμεν ἀδελφοί, ἁγνίσωμεν καρδίας, πτερωθῶμεν θείαις ἀρεταῖς, καὶ χαμαιζήλου κακίας, ὁρμὰς ἐκκλίνωμεν, ἵνα τὸ Πάσχα τὸ μέγα, λαμπροφόροι θεασώμεθα.

Θεοτοκίον

Ἐκ σοῦ τὴν ἡμῶν, πτωχείαν Παρθένε, θέλων ἐφόρεσεν ὁ πλούσιος τῇ φύσει, ὁρατὸς δὲ γέγονεν ἡμῖν, ὁ ἀοράτως τοῖς ἄνω χοροῖς ὑμνούμενος, τὴν συντριβεῖσαν εἰκόνα, ἀναπλάττων ἀγαθότητι.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Σὲ τὴν νοητὴν

Σὲ τὸν ἐν Σταυρῷ, τὰς χεῖρας τανύσαντα, καὶ τὰ τετραπέρατα οἰκειούμενον, διˊ οὗ τὴν πρὸς τὸν Πατέρα, εὕρομεν εἴσοδον, Υἱὲ Θεοῦ πάντες μεγαλύνομεν.

Σὲ ἐξ ἀκανθῶν, Χριστὲ στεφανώσαντες, οἱ ἄνομοι ἔτυπτον, καὶ ἐσταύρωσαν, ἐν οἷς ἡ ὑπˊ οὐρανὸν ἐκλονεῖτο ἅπασα, ἡμεῖς δὲ σωθέντες, σὲ μεγαλύνομεν.

Δόξα...

Σὲ τὴν τριφεγγῆ, ἁγίαν Θεότητα, τὴν τὸ πᾶν συνέχουσαν, καὶ φυλάττουσαν ἀεί, τὸν Πατέρα, Υἱόν τε, καὶ Πνεῦμα τὸ ζῶν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ τὴν φωτεινήν, νεφέλην τοῦ Πνεύματος, ἐξ ἧς ἡμῖν ἔλαμψε φῶς τὸ ἀπρόσιτον, Χριστὸς τῆς δικαιοσύνης ὁ μέγας Ἥλιος, ὕμνοις Θεοτόκε μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὺ ἡμῶν τὸ φῶς, τὸ ἅγιον σύνθημα, τὸ τῆς νίκης τρόπαιον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, αὐτὸς τὴν ἐγκράτειαν ἡμῖν καταγλύκανον, καὶ σὲ προσκυνῆσαι καταξίωσον.

Ὁ Εἱρμὸς

«Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, διˊ οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος βˊ

Ἰδιόμελον

Ἐν τιμῇ ὢν υἱότητος, Πατρὸς ἀγαθοῦ, ὁ ἄνους ἐγὼ οὐ συνῆκα, ἀλλˊ ἐμαυτὸν τῆς δόξης ἐστέρησα, τὸν πλοῦτον κακῶς δαπανήσας τῆς χάριτος, λειπόμενος δὲ θείας τροφῆς, παράσιτος γέγονα μιαρῷ πολίτῃ, ὑπˊ αὐτοῦ δὲ πεμφθεὶς εἰς τὸν αὐτοῦ ψυχοφθόρον ἀγρόν, ζῶν ἀσώτως συνεβοσκόμην τοῖς κτήνεσι, καὶ ταῖς ἡδοναῖς δουλεύων, οὐκ ἐνεπλησκόμην. Ἀλλˊ ὑποστρέψας, βοήσω τῷ εὐσπλάγχνῳ, καὶ οἰκτίρμονι Πατρί. Εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, ἥμαρτον, ἐλέησόν με.

Ἦχος βˊ

Ἐν τιμῇ ὢν υἱότητος, Πατρὸς ἀγαθοῦ, ὁ ἄνους ἐγὼ οὐ συνῆκα, ἀλλˊ ἐμαυτὸν τῆς δόξης ἐστέρησα, τὸν πλοῦτον κακῶς δαπανήσας τῆς χάριτος, λειπόμενος δὲ θείας τροφῆς, παράσιτος γέγονα μιαρῷ πολίτῃ, ὑπˊ αὐτοῦ δὲ πεμφθεὶς εἰς τὸν αὐτοῦ ψυχοφθόρον ἀγρόν, ζῶν ἀσώτως συνεβοσκόμην τοῖς κτήνεσι, καὶ ταῖς ἡδοναῖς δουλεύων, οὐκ ἐνεπλησκόμην. Ἀλλˊ ὑποστρέψας, βοήσω τῷ εὐσπλάγχνῳ, καὶ οἰκτίρμονι Πατρί. Εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, ἥμαρτον, ἐλέησόν με.

Ἦχος βˊ

Μαρτυρικόν

Τῶν Μαρτύρων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ. Ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀνεβόας πικρῶς· Οἴμοι Τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. δˊ

Ὑπόστασις ἔργων, ἐν ἡμῖν οὐκ ἔστι Κύριε, ἐλεήμων ὑπάρχεις φιλάνθρωπε, τὰ ἔργα τῶν χειρῶν σου, μὴ παρίδῃς ἀναμάρτητε. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς μθˊ

Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως.

Στίχ.Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν.

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. Ιˊ, 12–20)

Ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιών, καὶ ἐν Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν Οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν, ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον, καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμήν, ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν, πῦρ καιόμενον καυθήσεται. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσονται τὰ ὄρη, καὶ οἱ βουνοί, καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν, καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἱ καταλειφθέντες ἀπˊ αὐτῶν, ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὧσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλˊ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεόν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς νˊ

Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου.

Στίχ.Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Γˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἰδιόμελον

Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος δˊ

Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος δˊ

Μαρτυρικόν

Ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος, πρεσβεύσατε, καὶ ἡμᾶς συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ἠλίου αὐγάσματα, τοῦ νοητοῦ δεδειγμένοι, θεόπται Ἀπόστολοι, φωτισμὸν αἰτήσατε, ταῖς ψυχαῖς ἡμῶν, καὶ παθῶν ῥύσατε, ἀχλυώδους σκότους, καὶ ἡμέραν τὴν σωτήριον, ἰδεῖν πρεσβεύσατε, διὰ πρεσβειῶν καὶ δεήσεων, καρδίας ἐκκαθάραντες, ἃς ὁ πονηρὸς ἐτραυμάτισεν, ὅπως ἡμᾶς πίστει, σῳζόμενοι γεραίρωμεν ἀεί, τοὺς τῷ πανσόφῳ κηρύγματι, Κόσμον διασώσαντας.

Ἦχος πλ. βˊ

Εἰς χώραν ὁ Ἄσωτος, ἀποδημήσας κακίας, κακῶς ἐδαπάνησα, ὅνπερ Πάτερ εὔσπλαγχνε, πλοῦτον δέδωκας, καὶ λιμῷ τήκομαι, ἀγαθῶν πράξεων, καὶ αἰσχύνην παραβάσεως, ἰδοὺ ἐνδέδυμαι, χάριτος ἐνθέου γυμνούμενος, καὶ κράζω σοι τὸ Ἥμαρτον· οἶδα γὰρ τὴν σὴν ἀγαθότητα, δέξαι με ὡς ἕνα, οἰκτίρμον τῶν μισθίων σου Χριστέ, τῶν Ἀποστόλων δεήσεσι, τῶν ἠγαπηκότων σε.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. βˊ

Ἐκ δεξιῶν τοῦ Σωτῆρος

Ἀπόστολοι τοῦ Σωτῆρος, φωστῆρες Οἰκουμένης, καὶ εὐεργέται καὶ σῶσται, οἱ Θεοῦ τῆς δόξης, ὡς οὐρανοὶ διηγήτορες, καὶ πεποικιλμένοι τοῖς ἄστροις τῶν θαυμάτων, καὶ τοῖς τέρασι τῶν ἰάσεων, ἐκτενῶς ὑπὲρ ἡμῶν, τὰς Ἱκετηρίας Κυρίῳ προσάγετε, εἰς ὀσμὴν ἄχραντον, τὰς εὐχὰς δεχθῆναι ἡμῶν, καὶ ἀξιωθῆναι τὸν ζωηφόρον Σταυρόν καὶ προσπτύξασθαι, καὶ βλέψαι φόβῳ ἅπαντας, αὐτοῦ τῇ προσκυνήσει, κατάπεμψον ἡμῖν τὰ ἐλέη σου, Σωτὴρ ὡς φιλάνθρωπος.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ναˊ

Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα.

Στίχ.τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός;

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Ζˊ, 6–9)

Νῶε ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετˊ αὐτοῦ εἰς τὴν κιβωτόν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν θηρίων, καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς, δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς νβˊ

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.

Στίχ.Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Θˊ, 12–18)

Υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου, ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις τὰ κακά. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται, ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δˊ αὐτὸς διώξεται ὄρνεα πετώμενα· ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. Διαπορεύεται δὲ διˊ ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην, ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις, προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. ˊὋς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· Ἄρτον κρυφίων ἡδέως ἄψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίετε. Ὁ δὲ οὐκ οἶδεν, ὅτι γηγενεῖς παρˊ αὐτῇ ὄλλυνται, καὶ ἐπί, πέταυρον ᾍδου συναντᾷ. Ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον, ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολὺν ζήσῃς χρόνον, προστεθήσεται δέ σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ

Φωστῆρες κόσμου ἀπλανεῖς, Μαθηταὶ τοῦ Σωτῆρος, φωτίσατέ μου τὴν ψυχήν, ἁμαρτίᾳ τυφλώττουσαν, καὶ δείξατε θείας ἡμέρας κοινωνόν, φυλάττοντα τὰς σωτηρίους ἐντολάς, καὶ σκότους με λυτρώσατε ἐκεῖ τοῦ ἀφεγγοῦς, ὅπως ἡμᾶς δοξάζω.

Θεοτοκίον

Ἁγία Δέσποινα Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν Μῆτερ, ὡς τῶν ἁπάντων ποιητὴν ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις Ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀγγελικαὶ δυνάμεις

Κοσμολαμπεῖς φωστῆρες, θεῖοι Ἀπόστολοι, καταφωτίσατε τοὺς ὑμνῳδοὺς ὑμῶν, ἀμείβοντες τὸν χρόνον τῆς Νηστείας, ἀξίως αἰτούμενοι, πάντας θεάσασθαι, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ, καὶ ἀσπάσασθαι ἀρρύποις χείλεσι, καὶ ὀφθαλμοῖς, ἐκβοῶντας ψαλμικῶς· Κύριε δόξα σοι.

Θεοτοκίον

Ἐλπὶς τοῦ Κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβεράν, προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι εἰς ἀπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Χριστός μου δύναμις

Νηστείαν δάκρυα, εὐχὰς συμπάθειαν, εὐκατάνυκτον ἦθος, γνώμην ὀρθήν, βίου καθαρότητα, ἐπιδειξώμεθα πιστοί, ὅπως δόξης ἀπολαύσωμεν.

Φωστῆρες φαίνοντες, τῷ στερεώματι, τῆς σεπτῆς Ἐκκλησίας περιφανῶς, ὤφθητε Ἀπόστολοι· διὸ φωτίσατε ἡμῶν, τὰς καρδίας θείῳ Πνεύματι.

Ὡς θεῖοι ἄνθρακες, προσαναπτόμενοι, τῷ πυρὶ τῷ ἀΰλῳ τὰς ἐμπαθεῖς, ὕλας καταφλέξατε, τῶν καρδιῶν ἡμῶν σοφοί, τοῦ Θεοῦ ἡμῶν Ἀπόστολοι.

Θεοτοκίον

Λυχνία ἄσβεστος, νυμφὼν ὁλόφωτε, Σεραφὶμ ὑπερτέρα καὶ Χερουβίμ, ὄχημα Πανάμωμε, ἁμαρτιῶν με χαλεπῶν, καὶ κινδύνων ἐλευθέρωσον.

Κανών βˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀκήκοεν ὁ προφήτης

Λαμπτῆρες θεοφανείας, Ἀπόστολοι τοῦ Σωτῆρος ἀναδειχθέντες, τῆς ἀγνοίας τὴν νύκτα ἐλύσατε, καὶ τὴν Ἐκκλησίαν αἰθριάσαντες φωτίζετε τὴν Οἰκουμένην ταῖς πυριφθόγγοις, θείαις διδαχαῖς ὑμῶν.

Τὸν Κόσμον διαδραμόντες, ἄλλος οὖν κατ΄ ἄλλο μέρος, εἰς μίαν πίστιν, πάντας συνηθροίσατε Ἀπόστολοι, καὶ μεταλαχόντες τὰ οὐράνια, χορεύετε, Χριστὸν ἀπαύστως ἐκδυσωποῦντες, τοῦ σωθῆναι πάντας ἡμᾶς.

Δόξα...

Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα συνάναρχον, μίαν οὐσίαν, προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.

Καὶ νῦν ... Θεοτοκίον

Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν φρουροῦσα, σεμνὴ σὺ ὤφθης, τὸν Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ, τὸ θαῦμα σου Παρθενομῆτορ, ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Πρεσβείαις ὑμῶν ἁγίαις, Ἀπόστολοι τοῦ Κυρίου ἀξιωθῶμεν, τὸν ζωοποιὸν Σταυρὸν προσπτύξασθαι, ἁγνοῖς καὶ τοῖς χείλεσι καὶ ὄμμασι, προκείμενον τοῖς ἐν τῷ Κόσμῳ, καὶ ὑπὸ πάντων καταπροσκυνούμενον.

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Δόξα τῇ δυνάμει σου Κύριε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Ἐκ φλογὸς τοῖς ὁσίοις

Μωϋσῆν ἡ νηστεία, θεόπτην ἔδειξε, καὶ Ἠλίαν πυρίνῳ ἅρματι ἔλαβε, σπεῦσον λογισμῶν βλαβερῶν ἐγκρατεύθητι, ὅπως χαμαιζήλου, ψυχὴ ῥυσθῇς ἀπάτης.

Ὀλισθαίνων τοῖς χείρω, προσεπεκτείνομαι, καὶ τῷ μώλωπι τραῦμα, προσεπιτίθημι, ἴασαι Χριστὲ τὴν λιθώδη μου πώρωσιν, ταῖς τῶν Ἀποστόλων, Οἰκτίρμον ἱκεσίαις.

Οἱ τοῦ Κόσμου φωστῆρες, οἱ θεαυγέστατοι, τῶν παθῶν ἡμῶν νέφη, διασκεδάσατε, καὶ προσκυνητάς, τῆς λαμπρᾶς Ἀναστάσεως, δείξατε ὑμνοῦντας, τὸν Ἥλιον τῆς Δόξης.

Θεοτοκίον

Γενεαὶ γενεῶν σου Θεομακάριστε μακαρίζουσι πάλαι, ὡς προεφήτευσας· μόνη γὰρ βροτοῖς τὸν μακάριον τέτοκας, Λόγον ἀπορρήτως, ἐκ σοῦ σωματωθέντα.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Οἱ ὅσιοί σου Παῖδες

Ἐν τῷ βυθῷ τῆς πλάνης τοὺς νηχομένους, ἀγρεύσαντες καλάμῳ τῆς πίστεως, Ἀπόστολοι Κυρίου φέρετε τούτους, εὐλογοῦντας, ὑμνοῦντας, καὶ ὑπερυψοῦντας τὸν Κύριον.

Μεγάλη ἡ ἰσχύς σου ἐν Ἀποστόλοις, ὅτι σκιαὶ καὶ σουδάρια αὐτῶν, ἰῶνται τοὺς ἀσθενοῦντας, εὐλογοῦντας, ὑμνοῦντας, καὶ ὑπερυψοῦντας τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

Ὃν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διαπαντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς δυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι

Ἡ δωδεκὰς ἁγία τῶν Ἀποστόλων, τὸν τίμιον Σταυρὸν καταξίωσον, ἀκατακρίτως με προσκυνῆσαι εὐλογοῦντα, ὑμνοῦντα, καὶ ὑπερυψοῦντα τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβὶμ ἐμιμήσαντο, τὸν Τρισάγιον ὕμνον ἀναβοῶντες. Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Θεὸν ἀνθρώποις ἰδεῖν

Θεὲ καὶ Κύριε, πολυέλεε, τὰ τῆς ἐμῆς καρδίας, ἀποκάθαρον τραύματα, μετανοίας προσπλάττων μοι φάρμακα, ἥμαρτον, ἥμαρτόν σοι, οἴκτειρον σῶσόν με, ταῖς τῶν Ἀποστόλων σου εὐχαῖς, ὡς πολυέλεος.

Ὁρμαῖς ἀτόποις ἐξηκολούθησα, φρενοβλαβῶς καὶ ἔξω, ἐμαυτοῦ ὅλως γέγονα, ἡδονῶν τὸ τραχὺ σιτιζόμενος, καὶ τῆς σωτηριώδους καθυστερούμενος, βρώσεως ὁ ἄσωτος Χριστέ, οἴκτειρον σῶσόν με.

Ψυχὴ κακίας μὴ καθαρεύουσα, καὶ ἡδονῶν σαυτήν, φθοροποιῶν μὴ μακρύνουσα, τί ἀκαίρως ἀγάλλῃ νηστεύουσα; ταύτην γὰρ τὴν νηστείαν οὐκ ἐξελέξατο, Κύριος ὁ μόνος, τὴν ἡμῶν θέλων διόρθωσιν.

Θεοτοκίον

Φωτὶ τῷ θείῳ με φωταγώγησον, ἡ τοῦ φωτὸς Παρθένε, Θεοτόκε λοχεύτρια, καὶ ψυχῆς μου τὸν ζόφον ἀπέλασον, ὅπως σε μακαρίζω, ἣν μακαρίζουσι, πᾶσαι τῶν ἀνθρώπων γενεαί, ὡς προεφήτευσας.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Ἀσπόρου συλλήψεως

Οἱ λόγῳ ἰδιῶται, σοφοὶ τῇ γνώσει ὤφθητε, πλοκὰς τῶν λόγων, φιλοσόφων λύσαντες, ῥητόρων τὰς διπλόας, καὶ ψήφους ἀστρονόμων· διὸ Ἀπόστολοι τοῦ Χριστοῦ, μόνοι πάσης οἰκουμένης, ἀνεδείχθητε Διδάσκαλοι.

Ὁ Πέτρος ῥητορεύει, καὶ Πλάτων κατεσίγησε, διδάσκει Παῦλος, Πυθαγόρας ἔδυσε, λοιπὸν τῶν Ἀποστόλων, θεολογῶν ὁ δῆμος, τὴν τῶν Ἑλλήνων νεκρὰν φθογγήν, καταθάπτει, καὶ τὸν Κόσμον, συνεγείρει πρὸς λατρείαν Χριστοῦ.

Δόξα...

Μόνου μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα Κυρίου Κύριον ὄντως ὂν· ὦ Τριάς μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν ... Θεοτοκίον

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον; εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὸν Σταυρὸν τὸν τίμιον, τὸ ξύλον τὸ πανάγιον, ὃ τὴν τοῦ Κόσμου, σωτηρίαν ἤνθησεν, ἰδεῖν καὶ προσκυνῆσαι, πάντες ἀξιωθῶμεν, ἁγνοῖς καὶ χείλεσι καὶ ψυχῇ ἱκεσίαις ὑμῶν πάντων, τῶν ἁγίων Ἀποστόλων Χριστοῦ.

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα ὀρθοδόξως μεγαλύνομεν».

Ἀπόστιχα τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Τῆς υἱοθεσίας ἐκπεσὼν ὁ ἄσωτος ἐγώ, δουλοπρεπῶς χοίροις συνδιαιτώμενος, καὶ μηδὲ τῆς αὐτῶν τροφῆς χορταζόμενος, ἐπανέρχομαι πρὸς σέ, τὸν Πατέρα τὸν εὔσπλαγχνον· ὅθεν ἐξῆλθον κακῶς, ὑποστρέφω καλῶς, ἐν μετανοίᾳ κραυγάζων· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου Πάτερ· Παράσχου μοι ἐν ἐπιστροφῇ τὸ μέγα ἔλεος.

Ἦχος πλ. βˊ

Τῆς υἱοθεσίας ἐκπεσὼν ὁ ἄσωτος ἐγώ, δουλοπρεπῶς χοίροις συνδιαιτώμενος, καὶ μηδὲ τῆς αὐτῶν τροφῆς χορταζόμενος, ἐπανέρχομαι πρὸς σέ, τὸν Πατέρα τὸν εὔσπλαγχνον· ὅθεν ἐξῆλθον κακῶς, ὑποστρέφω καλῶς, ἐν μετανοίᾳ κραυγάζων· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου Πάτερ· Παράσχου μοι ἐν ἐπιστροφῇ τὸ μέγα ἔλεος.

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν βασιλείαν αὐτοῦ. Ἀλλˊ αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθοισθε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. βˊ

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος βαρὺς

Ἐὰν ἀνομίας παρατηρήσῃς Φιλάνθρωπε, ποία σωτηρίας ἐλπὶς ἡμῖν, ἀλλὰ τὴν σὴν ἐξ ὕψους βοήθειαν, ὡς οἰκτίρμων τῷ λαῷ σου, κατάπεμψον Κύριε. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς νγˊ

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με.

Στίχ.Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΙΑˊ, 10 – ΙΒˊ, 2)

Τάδε λέγει Κύριος. Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἱεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ, τιμή. Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλῶνος, καὶ ἀπὸ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας. Καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραΐμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται. Καὶ ἔσται τῷ Ἰσραήλ, ὡς τῇ ἡμέρᾳ, ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρα ἐκείνη· Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Ἰδού, ὁ Θεός μου σωτήρ μου πεποιθὼς ἔσομαι ἐπˊ αὐτῷ, καὶ σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς νδˊ

Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου.

Στίχ.Πρόσχες μοι, καὶ εἰσάκουσόν μου.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Σῶτερ ὁ ἀληθὴς γλυκασμός, ὁ τὰ πικρότατα Μερρᾶς πάλαι ὕδατα, γλυκάνας, τυποῦντι τότε, ξύλῳ τοῦ θείου Σταυροῦ, ἁπλωθεὶς ἐν τούτῳ, ὡς εὐδόκησας, χολῆς ἀπεγεύσω δέ, τὴν πλευρὰν ἐκκεντούμενος, ἐξ ἧς τῷ Κόσμῳ, ὕδωρ βρύεις ἀφέσεως, εἰς ἀνάπλασιν, τοῦ βροτείου φυράματος· ὅθεν δοξολογοῦμέν σου, τὴν ἄφατον δύναμιν, καὶ δυσωποῦμεν. Παράσχου, ἡμῖν τὸν φόβον σου Κύριε, καιρῷ τῆς Νηστείας, καὶ συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Λόγε ὁ ἁπλωθεὶς ἐν σταυρῷ, ἐπισυνάγων τὰ μακρὰν διεστῶτά σου, ὑψώσας τὸν λογισμόν μου, ἀπὸ κοπρίας παθῶν, ἀρεταῖς παντοίαις, καταπλούτισον, διδοὺς τῇ καρδίᾳ μου, τὸν ἁγνότατον φόβον σου, καὶ τῇ ψυχῇ μου, τὴν τελείαν ἀγάπησιν, τῆς πρὸς σάρκα με, ἀγαπήσεως τέμνουσαν, ὅπως διˊ ἐγκρατείας σοι, εὐχῆς καὶ δεήσεως, ἐν ταῖς παρούσαις ἡμέραις, εὐαρεστήσω καὶ βλέψω σου, φαιδρῶς τὴν ἡμέραν, τῆς Ἐγέρσεως λαμβάνων, τὸ μέγα ἔλεος.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος αˊ

Νεφέλην σε φωτὸς

Τὴν τρίτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, Χριστὲ Λόγε περάσαντες, τὸ ξύλον τοῦ ζωηφόρου Σταυροῦ σου, κατιδεῖν ἀξίωσον ἡμᾶς καὶ σεπτῶς προσκυνῆσαι, καὶ ᾄδοντας ἀξίως, δοξάσαι τὸ κράτος σου, ὑμνῆσαι τὰ Πάθη σου, προφθάσαι τὴν ἔνδοξον καθαρῶς, καὶ ἁγίαν Ἀνάστασιν, τὸ Πάσχα τὸ μυστικόν, διˊ οὗ Ἀδὰμ ἐπανῆλθεν, εἰς τὸν Παράδεισον.

Προκείμενον Ἦχος πλ. δˊ Ψαλμὸς νεˊ

Ἐλέησόν με, ὁ Θεός, ὅτι κατεπάτησέ με ἄνθρωπος.

Στίχ.Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Ζˊ, 11 – Ηˊ, 3)

Ἐγένετο ἐν τῷ ἑξακοσιοστῷ ἔτει, ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. Καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας. Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μέτˊ αὐτοῦ εἰς τὴν κιβωτόν, καὶ πάντα τὰ θηρία κατὰ γένος, καὶ πάντα τὰ κτήνη κατὰ γένος, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ γῆς κατὰ γένος, καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ, εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. Καὶ τὰ εἰσπορευόμενα, ἄρσεν καὶ θῆλυ, ἀπὸ πάσης σαρκός, εἰσῆλθε, καθὰ ἐνετείλατο Κύριος ὁ Θεός τῷ Νῶε, καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος, τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. Καὶ ἀπέθανε πᾶσα σάρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν ὃ ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανε. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἑρπετῶν, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς, καὶ κατελείφθη Νῶε μόνος, καὶ οἱ μετˊ αὐτοῦ, ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς, ἡμέρας ἑκατὸν πεντήκοντα. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ΄ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐνεδίδου τὸ ὕδωρ, πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ, μετὰ ἑκατόν πεντήκοντα ἡμέρας.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νςˊ

Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου.

Στίχ.Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ιˊ, 1–22)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί, οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου, οὐ λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι. Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Μνήμη δικαίου μέτˊ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. Σοφός ἐν καρδίᾳ δέξεται ἐντολάς. Ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται, ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται, ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύψει φιλία. Ὃς ἐκ χειλέων προσφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβή. Κτῆσις πλουσίων, πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν, πενία. Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν, ἁμαρτίας. Ὁδούς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας, ἀφρονέστατοί εἰσιν. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. Χείλη δικαίων ἐπίστανται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

Ἀπόστιχα

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Ἡ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, κρεμασθεῖσα ζωὴ τῶν ἁπάντων, Χριστε ὁ Θεός, ζωοποίησόν μου τὴν ψυχήν, τεθανατωμένην τοῖς παραπτώμασι, καὶ μὴ παντελῶς ἀπολέσθαι, τὸ σὸν συγχωρήσῃς πρόβατον, ὁ Ποιμὴν ὁ καλός· ἀπεσκίρτησα γὰρ τῶν σῶν ἐντολῶν, καὶ τὸν τῆς ἀναμαρτησίας πλοῦτον, ὃν ἐδωρήσω μοι, διεσκόρπισα φιλαμαρτήμονι προαιρέσει, διεφθάρην τε, καὶ ἑβδελύχθην, ἐν τοῖς τῆς ἀσωτείας ἐπιτηδεύμασιν. Ἀλλˊ ἀνακαίνισόν με, πρὸς μετάνοιαν ἑλκύσας, ὁ μόνος πολυέλεος.

Ἦχος πλ. βˊ

Ἡ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, κρεμασθεῖσα ζωὴ τῶν ἁπάντων, Χριστε ὁ Θεός, ζωοποίησόν μου τὴν ψυχήν, τεθανατωμένην τοῖς παραπτώμασι, καὶ μὴ παντελῶς ἀπολέσθαι, τὸ σὸν συγχωρήσῃς πρόβατον, ὁ Ποιμὴν ὁ καλός· ἀπεσκίρτησα γὰρ τῶν σῶν ἐντολῶν, καὶ τὸν τῆς ἀναμαρτησίας πλοῦτον, ὃν ἐδωρήσω μοι, διεσκόρπισα φιλαμαρτήμονι προαιρέσει, διεφθάρην τε, καὶ ἑβδελύχθην, ἐν τοῖς τῆς ἀσωτείας ἐπιτηδεύμασιν. Ἀλλˊ ἀνακαίνισόν με, πρὸς μετάνοιαν ἑλκύσας, ὁ μόνος πολυέλεος.

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Οἱ Μάρτυρες σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπο τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

Σταυροθεοτοκίον

Ἦχος πλ. βˊ

Ὁρῶσά σε σταυρούμενον, Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοὶ τῷ Σταυρῷ σου οἰκτίρμον, ἀνεζωώθημεν· οὗ τῇ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον, τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν, ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν, τῆς λαμπροφόρου Ἀναστάσεως.

Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον

Ἐν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ, λῄστῶν κρεμάμενον, καὶ κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν σταυρῷ ὥσπερ κακοῦργος ἐπάγης, τὸ τῶν ἀνθρώπων ὁ θέλων, ζωῶσαι γένος ὡς εὔσπλαγχνος;

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας, καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡμῶν Κύριε, τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς, καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας· Δόξα τῷ ζωηφόρω σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου· ὅθεν ἀνεζωώθημεν, μόνε φιλάνθρωπε.

Δόξα... Τὸ αὐτὸ

Καὶ νῦν ... Σταυροθεοτοκίον

Τὸν Ἄρνα ἐπὶ ξύλου, ἡ Ἀμνὰς θεωροῦσα, μετὰ λῃστῶν μακρόθυμε, σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ ἐκκεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς· Τί τὸ ξένον καὶ φρικῶδες, Ἰησοῦ μου μυστήριον, πῶς καλύπτῃ τάφῳ, ὁ ἀπερίγραπτος Θεός; ἄφραστον τὸ τελούμενον! μή με τὴν τεκοῦσαν μόνην ἐάσῃς, Υἱέ μου γλυκύτατε.

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ὁ ἀναβαλλόμενος

Ἴασαί με Κύριε, καὶ ἰαθήσομαι, τῷ μώλωπί σου, τοὺς τῆς ψυχῆς μου, ἐκκαθάρας μώλωπας, ὁ σαρκὶ τὰ πάθη, Χριστὲ καταδεξάμενος.

Σὲ ὡς ἐθεάσατο, σαρκὶ κρεμάμενον, Χριστὲ ἐν ξύλῳ, τὸ φῶς εἰς σκότος, μετέβαλεν ἥλιος καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι διερράγησαν.

Ἀκανθοφορήσασαν, καὶ χερσωθεῖσάν μου, ψυχὴν παντοίων, παθῶν ἰδέαις, Κύριε καθάρισον, ὁ στεφθεὶς ἀκάνθας διˊ ἄκραν ἀγαθότητα.

Θεοτοκίον

Νέον ἀπεκύησας ὡς βρέφος Πάναγνε, τὸν Πλαστουργόν μου, ὃν δυσωποῦσα, πεπαλαιωμένον με ἐν πολλῇ κακίᾳ, ἀνακαινίσαι δέομαι.

Κανών βˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος αˊ

Ἐκ νυκτὸς ὀρθρίζοντες

Ἐν τῷ τόπῳ τοῦ Κρανίου, Ἰουδαῖοί σε σταυρώσαντες Χριστέ, ἐκίνουν κεφαλὰς αὐτῶν, γελῶντες μυκτηρίζοντες· Σὺ δὲ ἠνέσχου, εἰς τὸ σῶσαι ἡμᾶς.

Ἐν τῷ τίτλῳ τοῦ Σταυροῦ σου, ἐπιγράψας ὁ Πιλᾶτος, τρισσῶς τὸν ἕνα τῆς Τριάδος σε, ἑκὼν παθόντα ἐδήλου, ὑπὲρ τῆς πάντων σωτηρίας Χριστέ.

Δόξα...

Τῆς ὑπερφώτου Τριάδος, τὸ τρισήλιον ὑμνήσωμεν πιστοί, φῶς τὸν Πατέρα σέβοντες, φῶς τὸν Υἱὸν δοξάζοντες, φῶς καὶ τὸ Πνεῦμα καταγγέλλοντες.

Καὶ νῦν ... Θεοτοκίον

Τῶν Ἀγγέλων ἀνωτέραν, ὁ ἐκ σοῦ τεχθείς σε ἔδειξε Σεμνή· ὃν γὰρ ἐκεῖνοι τρέμουσιν, ὡς Θεῷ ἀτενίσαι, σὺ ἀγκαλίζῃ ὡς Υἱόν σου Ἁγνή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι

Ὁ Σταυρὸς ὁ Πάνσεπτος, ὁ σωτήριος τοῦ Κόσμου φυλακτήρ, φρούρησόν με νηστεύοντα, καὶ ἄξιον ἀνάδειξον, τῆς σῆς ἀχράντου προσκυνήσεως.

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Χριστὲ ὁ Θεός, τὸν διˊ ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Σοὶ τῷ παντουργῷ

Ἥπλωσας σταυρῷ, τὰς σὰς Χριστὲ παλάμας, χειρὸς τοῦ Προπάτορος, τὸ ἀκρατὲς ἀναιρῶν, ξύλῳ δὲ ξύλου ἰάσω τὴν κατάραν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σοὶ τῷ θελητῇ, τῆς σωτηρίας Λόγε, προσπίπτω, θελήματα τὰ πονηρότατα, παῦσον ἐν τάχει, ἐκ τῆς ἐμῆς καρδίας, ὁ σταυρὸν καὶ πάθη, θελήσει ὑπομείνας.

Ἄσωτον ζωήν, ῥερυπωμένον βίον, ποθήσας ἠμαύρωμαι, ἐγὼ ὁ ἄσωτος, λάμψον ἀκτῖνα, ἐπιστροφῆς μοι Λόγε, ὁ ἡλίου φέγγος, τῷ πάσχειν ἀμαυρώσας.

Θεοτοκίον

Παῦσον τῆς ἐμῆς, πολυωδύνου πᾶσαν, καρδίας τὴν κάκωσιν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, θραῦσον δαιμόνων, τὰ βέλη καὶ τὰ τόξα, τῶν ἐκπολεμούντων, τὴν ταπεινὴν ψυχήν μου.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Τὸν τοὺς ὑμνολόγους

Τί σοι παθόντι προσενέγκωμεν, τῷ τῶν ἁπάντων Δεσπότῃ, ἡμεῖς οἱ τάλανες; διˊ ἡμᾶς γὰρ σταυρὸν κατεδέξω Χριστέ, ὑμνοῦμεν τοῦ ὑπερμετρήτου, ἐλέους σου τήν χάριν.

Ἐπὶ ξύλου ἐπαράτου Χριστέ, Ἰουδαῖοί σε κτείναντες φθόνῳ, οὐκ ἐλυμήναντο, τὸ τῆς δόξης σου κράτος παράνομοι· ὑπάρχεις γὰρ πάντων Δεσπότης, παθῶν ἐθελουσίως.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τῆς ὑπερουσίου Θεότητος, τρία πρόσωπα σέβω, Πατέρα τὸν προάναρχον, τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῇ φύσει, ἄτμητον οὐσίαν, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Τὴν τῶν οὐρανῶν ὑψηλοτέραν, καὶ Χερουβὶμ ὑπερτέραν, τὴν ἁγιόπρωτον, καὶ ἀμίαντον Κόρην, τοῦ πάντων Θεοῦ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τρισμακάριστε Σταυρε τοῦ Χριστοῦ, τὸ οὐρανόγραφον νῖκος, ὁ ἐκ τῆς γῆς ἡμῖν ἐκβλαστήσας, τῆς σῆς προσκυνήσεως, ἀξίους δεῖξον ἡμᾶς πάντας, νηστείᾳ καθαρθέντας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Τὴν λιθώδη πώρωσιν, τῆς ψυχῆς μου, εὔσπλαγχνε Σωτήρ, ἀπόπλυνον καὶ πηγήν, δός μοι ἀγαθέ, θείας κατανύξεως, ὁ ἐκ πλευρᾶς, βλύσας μοι ζωήν, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε.

Ἐμαυτὸν ἀπέρριψα, εἰς τὰ βάθη, τῶν ἁμαρτιῶν, τὰ ὕψη καταλιπών, τὰ τῶν ἀρετῶν, ἀλλˊ ἕλκυσον, σῶσόν με, ὁ ἀνελθών, ἐπὶ τοῦ Σταυροῦ, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε.

Γλυκασμὸς ὢν Κύριε, καὶ ἡδύτης, ὡς Δημιουργός, χολῆς ἐγεύσω Χριστέ, τὴν ἐξ ἡδονῆς, ὑπάρξασαν ἔκπτωσιν, τοῖς ἐξ Ἀδάμ, σὺ ἐπανορθῶν· ὅθεν ὑμνοῦμέν σε, οἱ σωθέντες σου τοῖς πάθεσι.

Θεοτοκίον

Παναγία Δέσποινα, ἡ ἐλπίς μου καὶ καταφυγή, τὰ τραύματα τῆς ἐμῆς, ἴασαι ψυχῆς, τὸν νοῦν μου εἰρήνευσον, ἵνα κᾀγώ, χαίρων ἀνυμνῶ, τὰ μεγαλεῖά σου, Θεοτόκε ἀειπάρθενε.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Σὲ ἥν περ εἶδε Μωϋσῆς

Σὲ ὃν οἱ ἄνομοι Χριστέ, περιέβαλον παικτῶς, πορφύραν καὶ στέφανον, ὡς Βασιλέα παίοντες, καλάμῳ τὴν κάραν σου σταυροῦντες φθόνῳ, καὶ χολὴν ποτίζοντες, ὕμνοις πάντες πιστοὶ μεγαλύνομεν.

Σὲ ὅνπερ ἥλιος ἰδών, πεπονθότα ἐν σταυρῷ, τὸ φῶς ἐναπέκρυψε, πάσης ὁμοῦ τῆς κτίσεως, Δεσπότου ταῖς ὕβρεσι συγκλονουμένης, καὶ σχιζομένων τῶν πετρῶν, ὕμνοις Χριστὲ Σωτὴρ μεγαλύνομεν.

Δόξα...

Φῶς, καὶ ζωὴ καὶ παντουργός, ἡ τρισήλιος Μονάς, Θεός τε καὶ Κύριος, φωτὶ ἑνὶ λαμπόμενος, τρισὶ συναστράπτων τοῖς χαρακτῆρσιν, ἐν μιᾷ Θεότητι, ταύτην πάντες πιστοὶ μεγαλύνομεν.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ ἣν Δαυῒδ ὁ μελῳδός, προεκήρυξε Σιών, ἐν ᾗπερ κατῴκησεν, ὁ Οὐρανοῖς ἀχώρητος, καὶ ἀνεδομήσατο, ἐκ τῆς σαρκός σου. Κόσμου ἱλαστήριον, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σοῦ τὸν σωτήριον Σταυρόν, τὸν φωστῆρα τῶν πιστῶν, ἀξίωσον Κύριε, διˊ ἐγκρατείας τρέχοντας, προφθάσαι θεάσασθαι, καὶ προσκυνῆσαι, εἰς ἁγιασμὸν ἡμῶν, ἵνα σε διˊ αὐτοῦ μεγαλύνωμεν.

Ὁ Εἱρμὸς

«Σὲ ἥν περ εἶδε Μωϋσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἣν Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, διˊ ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλˊ ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, διˊ ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλˊ ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.

Ἦχος πλ. βˊ

Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλˊ ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, διˊ ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλˊ ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει. Οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν...

Σταυροθεοτοκίον

Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης

Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ σταυροῦ κρεμάμενον, θρηνῴδοῦσα ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. δˊ

Λόγῳ τὰ πάντα σῇ κατηρτίσω δυνάμει ὁ Θεός, καὶ εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος παρήγαγες ἡμᾶς. Μὴ παραδῴης ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀναμάρτητε Κύριε δεόμεθα. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς νζˊ

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.

Στίχ.Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΙΓˊ, 2–13)

Τάδε λέγει Κύριος· Ἐπˊ ὅρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί, ἀνοίξατε οἱ ἄρχοντες. Ἐγὼ συντάσσομαι, καὶ ἐγὼ ἄγω αὐτούς, γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Φωνὴ ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπˊ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν Οἰκουμένην. Ὀλολύζετε· ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης, καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν, ὡς φλὸξ μεταβαλοῦσιν. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν Οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ Οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται, ἢ ὁ λίθος ὁ ἐκ σαπφείρου. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαώθ, ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νηˊ

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Στίχ.Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου.

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Γˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος βαρὺς

Ἀσώτου δίκην ἀπέστην, τῆς χάριτός σου Κύριε, καὶ τὸν πλοῦτον δαπανήσας τῆς χρηστότητος, ἐπὶ σὲ ἔδραμον, εὔσπλαγχνε κραυγάζων σοι· ὁ Θεὸς ἥμαρτον ἐλέησόν με.

Ἦχος βαρὺς

Ἀσώτου δίκην ἀπέστην, τῆς χάριτός σου Κύριε, καὶ τὸν πλοῦτον δαπανήσας τῆς χρηστότητος, ἐπὶ σὲ ἔδραμον, εὔσπλαγχνε κραυγάζων σοι· ὁ Θεὸς ἥμαρτον ἐλέησόν με.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς νθˊ

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.

Στίχ.Ὁ Θεός, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Ηˊ, 4–21)

Ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός. Ἐν δὲ τῷ δεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας, ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε. Καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ, καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπέστειλε τὴν περιστεράν ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν. Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας, κάρφος ἐν τῷ στόματι αὐτῆς, καὶ ἔγνω Νῶε, ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς μιᾷ τοῦ μηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς Κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν, ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Ἐν δὲ τῷ δευτέρῳ μηνί, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐξηράνθη ἡ γῆ. Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε, λέγων· Ἔξελθε ἐκ τῆς κιβωτοῦ σύ, καὶ ἡ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ, καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σάρξ, ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Καὶ ἐξῆλθε Νῶε, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετˊ αὐτοῦ, καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, ἐν μιᾷ τοῦ μηνὸς τοῦ τρίτου. Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ξˊ

Εἰσάκουσον, ὁ Θεός, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.

Στίχ.Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ιˊ, 31 – ΙΑˊ, 12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντˊ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόμασι δὲ ἀσεβῶν κατεσκάφη. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τροπάρια

Ἦχος βˊ

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἦχος βˊ

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

Κάθισμα Ἀμώμου, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Δόξα...

Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ Κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς διˊ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος δˊ

Ἦλθον εἰς τὰ βάθη

Αἱμάτων ἠρδεύσατε σταγόσι, τῶν εὐσεβῶν καρδίας δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐταῖς ἐπνίξατε, Ἀθλοφόροι ἀξιάγαστοι.

Δοξάσαντες μέλεσιν οἰκείοις, τὸν τοῦ παντὸς Δεσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, Ἀθληταὶ ὑπάρχοντες καὶ μεγάλοι ἀντιλήπτορες.

Νεκρώσιμον

Ἐν λάκκῳ ἐτέθης κατωτάτῳ, τοῖς οὖν πιστῶς θανοῦσι τὴν ἀνάπαυσιν Λόγε, παράσχου, τῶν ἱερῶν Ἀθλητῶν δεήσεσι, καὶ πταισμάτων ἀπολύτρωσιν.

Θεοτοκίον

Ἵνα σε φωναῖς διαπρυσίοις, ἀνευφημῶμεν Κόρη, τὰς φωνὰς ἡμῶν ταύτας προσδέχου, καὶ ἱλασμὸν ὀφλημάτων λήψεσθαι, τὸν Υἱόν σου καθικέτευε.

Κανών βˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Συνεχόμενον δέξαι με

Νῦν Μαρτύρων πανήγυρις· συνδράμωμεν καὶ τὰ ἆθλα αὐτῶν, τὰ πανσέβαστα μακαριοῦντες, Χριστὸν τὸν τούτους στέψαντα ὑμνήσωμεν.

Ἐν τῇ θείᾳ πυρούμενοι ἀγάπῃ Χριστοῦ, ἐπˊ ἀνθράκων πυρὸς διαβαίνετε, ὡς ἐπὶ δρόσου, αὐτὸν ὑμνοῦντες Μάρτυρες μακάριοι.

Δόξα...

Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ ἀνασκίρτησον, ὁ σῴζων Κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Πῦρ καὶ ξίφος καὶ θάνατον οὐ πτήξαντες, τὴν ὁμολογίαν διεσώσατε τῆς σωτηρίας, ὑπὸ Χριστοῦ νευρούμενοι μακάριοι.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἐν νεκροῖς ὁ ἐλεύθερος, ὡς ὢν ἀρχηγός, ζωῆς καὶ θανάτου, σὺ ἀνάπαυσον, οὓς προσελάβου, καὶ ἐν αὐλαῖς σου, σκήνωσον Φιλάνθρωπε.

Ὁ Εἱρμὸς

«Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με».

Κανών αˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος δˊ

Νέοι τρεῖς ἐν Βαβυλῶνι

Τίνι στέργουσα τὰ πάθη, τῶν ἀλόγων ἀληθῶς, ψυχὴ ἐξωμοίωσαι; τίνα ὑπερβάλλοντα ἔσχες, ἐν ἁμαρτίαις; βόησον τῷ Χριστῷ. Σῶσόν με Ἀγαθέ.

Ἅγιοι τὸν ἐν Ἁγίοις, αἰτήσατε ἐκτενῶς, ἐπαναπαυόμενον, ταῖς ἁγίαις ταύταις ἡμέραις, καθαγιάσαι πάντων, τῶν εὐσεβῶν τὰ φρονήματα.

Νεκρώσιμον

Ὕψιστε ὁ ἐν ἐλέει, πλούσιος καὶ ἀγαθός, τοῖς δούλοις σου ἄφεσιν, τοῖς προκοιμηθεῖσι παράσχου, χοροῖς Ἁγίων τούτους, συναριθμῶν ὡς φιλάνθρωπος.

Θεοτοκίον

Τέτοκας νομίμων δίχα φύσεως τὸν Πλαστουργόν, γενόμενον ἄνθρωπον. Ἄχραντε αὐτὸν οὖν δυσώπει, πάντων τὰς ἀνομίας νῦν παριδεῖν, καὶ τὰ πταίσματα.

Κανών βˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ διˊ Ἀγγέλου Παῖδας

Ὁ τῶν σεπτῶν Μαρτύρων, δειξας τὰ μνημόσυνα, χαρὰν τῇ Ἐκκλησίᾳ σου, καὶ ψυχῆς θυμηδίαν, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Οὐ ψευδόμεθά σε Χριστέ, οὐδὲ ἀρνούμεθα οἱ Μάρτυρες ἐκραύγαζον ἐν μέσῳ τῶν βασάνων, τοὺς παρανόμους δικαστὰς καταπλήττοντες.

Δόξα...

Ἐν τρισὶ προσώποις, μίαν φύσιν σέβομεν, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, προφητικῶς βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Πῶς ὡς μήτηρ τίκτεις, καὶ παρθένος ἔμεινας; Ὅτι Θεὸν ἐγέννησα, μὴ ζήτει μοι τὸν τρόπον· ὅσα γὰρ βούλεται ποιεῖ, ἡ θεόπαις βοᾷ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...

Μαρτυρικὴ χορεία, ἡ θεοφάνωτος τοὺς δούλους σου ἀξίωσον, προσκυνητὰς γενέσθαι, τοῦ θείου καὶ ζωοποιοῦ τοῦ Σωτῆρος Σταυροῦ.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ τῆς ζωῆς ταμίας, Βασιλεῦ ἀθάνατε, οὓς ἐξελέξω δούλους σου ἐν πίστει καὶ ἐλπίδι, τῆς αἰωνίου σου ζωῆς, καταξίωσον.

Ὁ Εἱρμὸς

«Ὁ διˊ Ἀγγέλου Παῖδας, δροσίσας ἐν καμίνῳ, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Λυτρωτὰ τοῦ παντὸς

Ἀπτοήτῳ χοροῦντες φρονήματι, πρὸς ἐπίπονα σκάμματα Μάρτυρες, πόνους σαρκὸς ὑπέστητε, καὶ πρὸς ἄπονον λῆξιν μετατεθέντες, πάντα πόνον καρδίας κουφίζετε.

Οἱ τὰ ἄνω φθαρτοῖς ἀλλαξάμενοι, σαρκικοῖς με φθειρόμενον πάθεσι, διὰ νηστείας σώσατε, καὶ εὐχῶν ἐμμελείας, Μάρτυρες θεῖοι, τὸν τῶν ὅλων Θεὸν ἱκετεύοντες.

Νεκρώσιμον

Ἱκεσίαις Χριστὲ τῶν Μαρτύρων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον, καὶ τοῖς πρὸ σὲ τὸν εὔσπλαγχνον, μεταστᾶσι τοῦ βίου, λύσιν παράσχου, ὀφλημάτων καὶ θείαν ἀνάπαυσιν.

Θεοτοκίον

Ὡς τεκοῦσα Θεὸν ἀναμάρτητον, τὰς ἡμῶν ἁμαρτίας ἐξάλειψον, ταῖς μητρικαῖς πρεσβείαις σου, Θεοτόκε καὶ σῷζε, ἀναβοῶντας· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Οἱ θεορρήμονες Παῖδες

Τὰς πυριφλέκτους βασάνους ἐνεγκόντες, ὡς δροσισμῷ Ἀθλοφόροι, μετὰ χαρὰς ἀνεκράζετε· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ἡ θεοστράτευτος φάλαγξ τῶν Μαρτύρων, τροπωσαμένη τὴν πλάνην, νικητικῶς ἀνεκραύγαζεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦντες, καὶ τὸ πανάγιον Πνεῦμα, πάντες πιστῶς ἐκβοήσωμεν· Τριὰς ἡ ἐν Μονάδι, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Σὺ καὶ Παρθένος καὶ Μήτηρ ἀνεδείχθης, κυοφοροῦσα ἀνάνδρως, Θεὸν τῶν ὅλων ἡ πάναγνος· Ἀλλˊ αὐτὸν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τῶν Ἀθλοφόρων πρεσβείαις τοὺς σοὺς δούλους, καὶ προσκυνῆσαι καὶ βλέψαι, Χριστὲ Σωτὴρ καταξίωσον, τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὁ καταλύσας τὸ κράτος τοῦ θανάτου, τῇ ἐκ νεκρῶν σου Ἐγέρσει, τοὺς μεταστάντας ἀνάπαυσον, μετὰ τῶν ἐκλεκτῶν σου, αἰνεῖν σε τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Εὔα μὲν τῷ τῆς παρακοῆς

Στηρίξαντες πέτρᾳ νοητῇ, τὸ φρόνημα Ἀθλοφόροι, ἀπερίτρεπτοι, πάσαις ἐχθροῦ μηχανουργίαις ἐμείνατε· διό με τρεπόμενον, πρὸς πάθη ψυχοφθόρα στηρίξατε, ταῖς πρὸς τὸ θεῖον παρακλήσεσιν.

Ἡ θεία καὶ ὄντως φωταυγής, ὁμήγυρις τῶν Μαρτύρων, καθικέτευε, τὸν ὑπεράγαθον Δεσπότην, καιρῷ τῆς ἐγκρατείας, συγχώρησιν, πταισμάτων ἡμῖν πᾶσι δωρήσασθαι, καὶ αἰωνίαν ἀγαλλίασιν.

Νεκρώσιμον

Φιλάνθρωπε μόνε Ἀγαθέ, τοὺς δούλους σου ἐπ΄ ἐλπίδι, ἀναστάσεως, κεκοιμημένους αἰωνίου, φωτός σου ἀνεσπέρου ἀξίωσον, μετέχειν καὶ τροφῆς ἀπολαύσεως, ἵνα σε φόβῳ μεγαλύνωμεν.

Θεοτοκίον

Φωτὸς οἰκητήριον ἡ σή, γεγένηται παναγία, μήτρα, Πάναγνε· ὅθεν πιστῶς ἀναβοῶ σοι· Τὰς κόρας τῆς ψυχῆς μου καταύγασον, καὶ τρίβον τὴν εὐθεῖαν ὑπόδειξον, τῷ σὲ γνησίως μακαρίζοντι.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Μεγαλύνομέν σε, τὴν Μητέρα

Τῶν Μαρτύρων μνήμην, ἐκτελέσωμεν πιστοί, ἵνα τῆς ἐκείνων, κοινωνήσωμεν δόξης, εὐφημοῦντες τὰ ἆθλα, τῶν ἀγώνων αὐτῶν.

Τὴν ὑμῶν ἀνδρείαν, θῆρες ἔπτηξαν σφοδρῶς, ὑπεχώρησε πῦρ, συνετρίβησαν τόξα, ἐν ὑμῖν Ἀθλοφόροι, θαυμαστὸς ὁ Θεός.

Δόξα...

Ὑπεράρχιε φύσις, τρισυπόστατε Μονάς, Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον, φῶς καὶ ζωὴ θεαρχία, τοὺς σὲ δοξολογοῦντας, διαφύλαττε.

Καὶ νῦν... Θεοτοκίον

Εὐλογοῦμέν σε, τὸν Θεὸν τοῦ Ἰσραήλ, τὸν ἐκ τῆς Παρθένου, ἐπιφανέντα τῷ Κόσμῳ, καὶ ἐγείραντα κέρας, σωτηρίας ἡμῖν.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Πρεσβευταὶ τοῦ Κόσμου, Ἀθλοφόροι τοῦ Χριστοῦ, τὸν αὐτοῦ ἰδέσθαι Σταυρόν, καὶ προσκυνῆσαι, καταξιώσατε πάντας, ἱκεσίαις ὑμῶν.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Ὅπου ἀναβλύζει, πηγὴ ζωῆς Υἱὲ Θεοῦ, καὶ ἐπισκοπεῖ σου, ὁ τοῦ προσώπου φωτισμός, τοὺς πρὸς σὲ μεταστάντας ἐγκατάταξον.

Ὁ Εἱρμὸς

«Μεγαλύνομέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζομέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν».

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Προκείμενον Ἦχος πλ. βˊ

Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ.Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Ἀλληλούϊα Ἦχος πλ. βˊ

Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε, Ἀλληλούϊα,

ΚΥΡΙΑΚΗ Γˊ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, τὰ παρόντα Στιχηρὰ Προσόμοια, εἰς δˊ, δευτεροῦντες τὸ αˊ.

Ἦχος πλ. βˊ

Αἱ Ἀγγελικαὶ

Νῦν Ἀγγελικαί, στρατιαὶ δορυφοροῦσι, Ξύλον τὸ σεπτόν, εὐλαβῶς περικυκλοῦσαι, καὶ πάντας συγκαλοῦσαι, τοὺς πιστοὺς εἰς προσκύνησιν. Δεῦτε οὖν νηστεία φαιδρυνθέντες, προσπέσωμεν αὐτῷ χαρᾷ καὶ φόβῳ, πιστῶς κράζοντες· Χαίροις ὁ τίμιος Σταυρός, τοῦ Κόσμου ἀσφάλεια.

Ἦχος πλ. βˊ

Ἵνα τοῦ Ἀδάμ, ἀφανίσῃς τὴν κατάραν, σάρκα τὴν ἡμῶν, προσλαμβάνεις δίχα ῥύπου, σταυροῦσαι δὲ καὶ θνῄσκεις, Ἰησοῦ ὑπεράγαθε· ὅθεν τὸν Σταυρόν σου καὶ τήν λόγχην, σπόγγον τε καὶ τὸν κάλαμον, τοὺς ἥλους, πιστῶς σέβομεν, καὶ τὴν Ἀνάστασιν τὴν σήν, ἰδεῖν ἐξαιτούμεθα.

Ἦχος πλ. βˊ

Κλείει τὴν Ἐδὲμ διὰ ξύλου πάλαι ὄφις, ξύλον δὲ Σταυροῦ ὑπανοίγει ταύτην πᾶσι τοῖς θέλουσι νηστείᾳ καθαρθῆναι καὶ δάκρυσι. Δεῦτε οὖν προκείμενον ὁρῶντες αὐτῷ προσπέσωμεν ἐν φόβῳ, πιστοὶ κράζοντες· Ἄνοιξον πύλας οὐρανῶν Σταυρὲ τοῖς ποθοῦσί σε.

Θεοτοκίον

Ἦχος πλ. βˊ

Αἱ Ἀγγελικαὶ

Ὅτε τῷ σταυρῷ προσηλούμενον ἑώρα, Λόγε τοῦ Θεοῦ ἡ ἀσπόρως σε τεκοῦσα ἠλάλαζε βοῶσα· οἴμοι τέκνον γλυκύτατον! τίς σου ἡ ταπείνωσις Θεέ μου; πῶς ὁ ἀπαθής τὸ πάθος φέρεις ἀδίκῳ κρίματι; Ὑμνολογῶ σου τὴν φρικτὴν καὶ ἄκραν συγκατάβασιν.

Ἀπόστιχα Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Εὐφραθᾶ

Λυθέντες τῶν δεσμῶν, τῆς πάλαι καταδίκης, πιστοὶ Σταυροῦ τῷ ξύλῳ, τὸν ἐν αὐτῷ παγέντᾳ, Χριστὸν δοξολογήσωμεν.

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Ἦχος βˊ

Ἄγε νῦν σὺν ἡμῖν, Δαυῒδ τὴν λύραν κίνει, Χριστὸν ὑψοῦτε ψάλλων, πιστοὶ καὶ προσκυνεῖτε, αὐτοῦ τὸ ὑποπόδιον.

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ἦχος βˊ

Ὀψώμεθα λαοί, προκείμενον τὸ Ξύλον, διˊ οὗ τὴν σωτηρίαν, ἡμῖν Χριστὸς βραβεύει, καὶ πίστει ἀσπασώμεθα.

Σταυροθεοτοκίον

Ἦχος βˊ

Οἶκος τοῦ Εὐφραθᾶ

Ὑψούμενον Σταυρῷ, ὑπὲρ βροτῶν ὁρῶσα, τὸν σὸν Υἱὸν Παρθένε ἐβόας θρηνῳδοῦσα· Δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Ἀπολυτίκιον, Τριῳδίου

Ἦχος αˊ

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Λάμψον ὁ τοῦ Κυρίου Σταυρὸς τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος καρδίας τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων κοσμοπόθητε, διˊ οὗ τῶν δακρύων, ἐξηφανίσθη κατήφεια καὶ τοῦ θανάτου, τῶν παγίδων ἐρρύσθημεν, καὶ πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν, δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου πιστῶς αἰτουμένοις σὴν πλουσίαν προστασίαν καὶ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος τὸ ξύλον τῆς ἀφθαρσίας τὸ ἐξανθῆσαν ἡμῖν αἰωνίου δόξης τὴν ἀπόλαυσιν, διˊ οὗ τῶν δαιμόνων ἀποδιώκονται φάλαγγες καὶ τῶν Ἀγγέλων συνευφραίνονται τάγματα, καὶ συστήματα τῶν πιστῶν ἑορτάζουσιν, ὅπλον ἀκαταγώνιστον κραταίωμα ἄρρηκτον τῶν Βασιλέων τὸ νῖκος τῶν Ἱερέων τὸ καύχημα, Χριστοῦ νῦν τὰ πάθη καὶ ἡμῖν δίδου προφθάσαι, καὶ τὴν Ἀνάστασιν.

Ἦχος πλ. αˊ

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον ἡ θύρα τοῦ Παραδείσου ὁ τῶν πιστῶν στηριγμὸς τὸ τῆς Ἐκκλησίας περιτείχισμα, διˊ οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις καὶ ὑψώθημεν ἀπὸ γῆς πρὸς οὐράνια, ὅπλον ἀκαταμάχητον δαιμόνων ἀντίπαλε δόξα Μαρτύρων Ὁσίων ὡς ἀληθῶς ἐγκαλλώπισμα λιμὴν σωτηρίας ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Δεῦρο τῶν Πρωτοπλάστων δυὰς ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν, τῷ φθόνῳ τοῦ βροτοκτόνου διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως· ἰδοὺ τὸ πανσέβαστον ὄντως Ξύλον προσέρχεται· ᾧ προσδραμόντες, ἐν χαρᾷ περιπτύξασθε καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως. Σὺ ἡμῶν ἡ ἀντίληψις Σταυρὲ πανσεβάσμιε, οὗ τοῦ καρποῦ μετασχόντες τῆς ἀφθαρσίας ἐτύχομεν· Ἐδὲμ τὴν προτέραν κομισάμενοι βεβαίαν καὶ μέγα ἔλεος.

Δόξα... Ἦχος γˊ

Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ τὴν ἑκούσιον σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν, ἀλλˊ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς Παντοδύναμος.

Εἰς τὴν Λιτὴν

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. αˊ

Ὁρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ σταυροῦ γυμνὸν κρεμάμενον τὸν Δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς συνέστειλε, καὶ ἡ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων καὶ Ἀγγέλων αἱ δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

Δόξα... Καὶ νῦν... Ἦχος δˊ

Ὁ συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυῒδ ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς τὰ ἀρχαῖα ἐλέη σου καὶ γνώτωσαν ἀληθῶς ὅτι σὺ εἶ Θεὸς καὶ ἐν σοὶ πεποιθότες νικῶμεν πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρὸς δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον, Τριῳδίου

Ἦχος αˊ

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κάθισμα τοῦ Σταυροῦ, Πολυέλεος

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς, ὃν ὁρῶντες προσκυνούμενον, Θεῷ ἐν πίστει λαοὶ συμφώνως ἀνακράξωμεν, πλήρης δόξης ὁ οἶκος αὐτοῦ.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος αˊ

Ἀναστάσεως ἡμέρα

Πανηγύρεως ἡμέρα, τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ· διὸ ἀλαλάξωμεν ἐπινίκιον ᾄδοντες.

Προσκυνήσεως ἡμέρα τοῦ τιμίου Σταυροῦ δεῦτε πρὸς τοῦτον πάντες· τῆς γὰρ Ἐγέρσεως Χριστοῦ, τὰς αὐγὰς φωτοβολῶν, προτίθεται νῦν· Αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.

Ἐπιφάνηθι ὁ μέγας, τοῦ Κυρίου Σταυρός, δεῖξόν μοι ὄψιν θείαν, τῆς ὡραιότητός σου νῦν ἄξιον προσκυνητήν, αἰνέσεώς σου· καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.

Αἰνεσάτωσαν συμφώνως, οὐρανὸς καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν, ὁ παμμακάριστος Σταυρός, ᾧ παγεὶς σωματικῶς, ἐτύθη Χριστός· Αὐτὸν ἀσπασώμεθα, ψυχικῶς ἀγαλλόμενοι.

Δόξα...

Τριὰς τοῖς χαρακτῆρσιν, ὦ Μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνὰς ἐν βουλῇ καὶ θελήσει, καὶ κράτους ἀρχή, τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.

Καὶ νῦν... Θεοτοκίον

Πεῖραν ὅλως ἡ Παρθένος, μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητήν, Χριστὸν τὸν Θεόν· Αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα.

Καταβασία

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος αˊ

Δεῦτε πόμα πίωμεν καινὸν

Δεῦτε ᾆσμα ᾄσωμεν καινόν, τὴν κατάλυσιν ᾍδου πανηγυρίζοντες· ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.

Δεῦτε ἀρυσώμεθα πιστοὶ οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, Σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα.

Πάλαι ὅν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις Σταυρόν σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα Δέσποτα Χριστέ, διˊ οὗ καὶ σεσώσμεθα.

Ὄμμασι καὶ χείλεσιν ἁγνοῖς, ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοί, κροτοῦντες ἐν ᾄσμασι.

Δόξα...

Ἕνα ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ, Πατέρα, Υἱὸν καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθᾳ.

Καὶ νῦν... Θεοτοκίον

Ἐν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι Σεμνὴ ἑώρακεν· ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ τῆς Θεότητος τὴν σήν, νηδὺν οὐ κατέφλεξεν.

Καταβασία

«Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς· μόνος γὰρ εἶ ἅγιος».

Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. βˊ

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις· διˊ αὐτοῦ σοι προσπίπτομεν, Ἐλέησον ἡμᾶς.

Στίχ.Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Σήμερον τὸ Προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Δόξα...

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, Ἐλέησον ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε Παρθένε ἱκέτευε τὸν Υἱόν σου τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ καὶ ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν Θεὸν ἡμῶν σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος αˊ

Ἐπὶ τῆς θείας φυλακῆς

Ἰδοὺ ἀνέστη ὁ Χριστός, ταῖς Μυροφόροις Γυναιξίν, Ἄγγελος φησὶ μὴ θρηνεῖτε πορευθεῖσαι εἴπατε, τοῖς Ἀποστόλοις· Χαίρετε, σήμερον σωτηρία τῷ Κόσμῳ, ἡ τυραννίς τοῦ ἐχθροῦ, θανάτῳ λέλυται.

Τοῦ ζωηφόρου σου Σταυροῦ, τὴν προσκυνήσιμον χαρὰν σήμερον Χριστὲ ὑπαντῶντες προπομπὴν ποιούμεθα τοῦ παναγίου Πάθους σου, ὅπερ εἰς σωτηρίαν τοῦ Κόσμου, ἐναπειργάσω Σωτήρ, ὡς παντοδύναμος.

Σήμερον γίνεται χαρά, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ Σταυροῦ τὸ σημεῖον, Κόσμῳ ἐμφανίζεται, Σταυρὸς ὁ τρισμακάριστος· οὗτος γὰρ προτεθεὶς ἀναβλύζει, τοῖς προσκυνοῦσιν αὐτόν, χάριν ἀένναον.

Τί σοι προσάξωμεν Χριστὲ; ὅτι τὸν τίμιον Σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι ἐν ᾧ τὸ πανάγιον κατεκενώθη Αἷμά σου· ᾧ καὶ ἡ Σάρξ σου ἥλοις ἐπάγη, ὃν ἀσπαζόμενοι νῦν, εὐχαριστοῦμέν σοι.

Δόξα...

Μιᾶς Θεότητος ὑμνῶ τρεῖς ὑποστάσεις ἀμερῶς φύσεως ἁπλῆς δογματίζων, τὸν Πατέρα ἄναρχον, Υἱὸν καὶ Πνεῦμα ἅγιον, σύνθρονον Κυριότητα μίαν, ὁμοβασίλειον ἕν κράτος ἀΐδιον.

Καὶ νῦν... Θεοτοκίον

Μόνη ἐφάνης γυναικῶν, χρῆμα πανθαῦμαστον Ἁγνή, πρᾶγμα φοβερόν· τὴν γὰρ φύσιν, σὺ ἐκαινοτόμησας ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν Παρθένος· ὁ γεννηθείς γὰρ ἐκ σοῦ Θεός ἐστιν ἀληθής.

Καταβασία

«Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τὰς ἀκτῖνας συνέστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως».

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος αˊ

Ὀρθρίσωμεν ὄρθρου βαθέος

Ἀνέτειλας ἀπὸ τοῦ τάφου ἄδυτον φάος τῷ Κόσμῳ ἀστράπτων τὴν ἀφθαρσίαν, ἐκμειώσας Κύριε, θανάτου τὴν κατήφειαν, ἐκ τῶν περάτων ὡς εὔσπλαγχνος.

Προσέλθωμεν κεκαθαρμένοι τῇ ἐγκρατείᾳ θερμῶς, προσπτυσσόμενοι ἐν αἰνέσει, Ξύλον τὸ πανάγιον ἐν ᾧ Χριστὸς σταυρούμενος ἔσωσε Κόσμον ὡς εὔσπλαγχνος.

Χορεύουσιν ἐν εὐφροσύνῃ Ἀγγέλων τάξεις σήμερον Σταυροῦ σου τῇ προσκυνήσει· ἐν αὐτῷ γὰρ τέθραυκας, τὰς τῶν δαιμόνων φάλαγγας, σώσας Χριστὲ τὸ ἀνθρώπινον.

Παράδεισος ἄλλος ἐγνώσθη, ἡ Ἐκκλησία ὡς πρίν, ξύλον ἔχουσα ζωηφόρον, τὸν Σταυρόν σου Κύριε, ἐξ οὗ διὰ προσψαύσεως, ἀθανασίας μετέχομεν.

Δόξα...

Συνάναρχα τρία δοξάζω μιᾶς οὐσίας Θεὸν τὸν Πατέρα, Υἱὸν καὶ Πνεῦμα φῶς ἓν τριλαμπέστατον, ὁμοκρατὲς βασίλειον, ἐν ἀσυγχύτῳ ταυτότητι.

Καὶ νῦν... Θεοτοκίον

Ἐκύησας φύσεως νόμῳ, ἀλλˊ ὑπὲρ νόμον· σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία φρικτὸς καὶ νοούμενος, ὁ τρόπος καὶ λεγόμενος, τοῦ τοκετοῦ σου Πανάμωμε.

Καταβασία

«Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς».

Κανών αˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος αˊ

Κατῆλθες ἐν τοῖς κατωτάτοις

Ἀνέστης τὸν θάνατον θραύσας Χριστέ, ὥσπερ μέγας Βασιλεύς, ἐκ τῶν τοῦ ᾍδου ταμείων, ἀνακαλέσας ἡμᾶς, εἰς ἀπόλαυσιν Βασιλείας οὐρανῶν, εἰς γῆν ἀθανασίας.

Κροτοῦντες ἐν ᾄσμασι θείοις πιστοί, ἀλαλάξωμεν Θεῷ τὸν Σταυρὸν τοῦ Κυρίου κατασπαζόμενοι· ἁγιότητος ἀναβλύζει γὰρ πηγήν, πᾶσι τοῖς ἐν τῷ Κόσμῳ.

Πληροῦται ἡ ᾀσματογράφος φωνή· προσκυνοῦμεν γὰρ ἰδοὺ τῶν ἀχράντων ποδῶν σου, τὸ ὑποπόδιον Παντοδύναμε, τὸν Σταυρόν σου τὸν σεπτόν, τὸ τριπόθητον ξύλον.

Ὃ εἶδε ξύλον τῷ σῷ ἄρτῳ βληθὲν Προφητῶν ὁ θρηνητὴς τὸν Σταυρόν σου οἰκτίρμον, κατασπαζόμενοι, ἀνυμνοῦμέν σου τὰ δεσμὰ καὶ τὴν ταφήν, λόγχην τε καὶ τούς ἥλους.

Ἐπˊ ὤμων ὅνπερ κατεδέξω Χριστέ, φέρειν ἅγιον Σταυρόν, καὶ ἐν τούτῳ ἀρθῆναι, καὶ σταυρωθῆναι σαρκὶ προσπτυσσόμενοι, κομιζόμεθα ἰσχὺν κατ΄ ἐχθρῶν ἀοράτων.

Δόξα...

Μονάδα τρισὶ χαρακτῆρσιν ὑμνῶ, καὶ Τριάδα ἐν μιᾷ, φύσει προσκυνουμένην, Θεὸν τὰ τρία ὁμοῦ, φῶς τρισήλιον τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Θαυμάτων τὸ μέγιστον θαῦμα ἐν σοὶ ὤφθη ἄσπιλε Ἀμνάς· τὸν γὰρ αἴροντα Κόσμου τὴν ἁμαρτίαν, Ἀμνὸν ἀπεκύησας, ὃν δυσώπει ἐκτενῶς, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Καταβασία

«Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε».

Κοντάκιον

Ἦχος βαρὺς

Αὐτόμελον

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ· Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Ὁ Οἶκος

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Στίχοι

Τὸν Σταυρὸν γῆ σύμπασα προσκυνησάτω,

Διˊ οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.

Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Κανών αˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος αˊ

Ὁ Παῖδας ἐκ καμίνου

Ἀνέστης ἐκ τοῦ τάφου τριήμερος, ὡς ὁ ὑπνῶν Κύριε, ᾍδου πυλωρούς, πατάξας θείᾳ δυνάμει, καὶ τοὺς πάλαι ἐγείρας Προπάτορας, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Τῇ λύρᾳ τῶν ᾀσμάτων χορεύοντες, ἀγαλλιασώμεθα, σήμερον λαοὶ τῇ τοῦ Σταυροῦ προσκυνήσει, τὸν ἐν τούτῳ παγέντα Χριστὸν δοξάζοντες, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον.

Ὁ δείξας τὸ θνητότητος ὄργανον ζωῆς ἐργαστήριον, Κόσμῳ ἀσπαστόν, τὸν σὸν Σταυρὸν Πανοικτίρμον, τοὺς αὐτὸν προσκυνοῦντας ἁγίασον· ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Ὁ μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, φώτισον ἁγίασον, μόνε Ἰησοῦ, τοὺς προσκυνοῦντάς σου πιστῶς, τὸν Σταυρὸν καὶ τὰ θεῖα Παθήματα, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Δόξα...

Μονάδα ἐν τρισὶν ὑποστάσεσιν, ὑμνῶ τὴν Θεότητα· φῶς γὰρ ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα τοῦ φωτὸς ἀμεροῦς διαμένοντος ἑνότητι φυσικῇ, καὶ ἀκτῖσι τρισὶ προσώπων λάμποντος.

Καὶ νῦν... Θεοτοκίον

Τὸ πάντων Προφητῶν πολυώνυμον, σὺ ὑπάρχεις κήρυγμα· πύλη γὰρ Θεοῦ, στάμνος χρυσὴ γῆ ἁγία ἀνεδείχθης, Παρθένε Θεόνυμφε, κυήσασα ἐν σαρκὶ Ἰησοῦν τὸν Χριστόν, τῶν Πατέρων Θεὸν καὶ ὑπερένδοξον.

Καταβασία

«Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα

Μύρα ἐν χερσί, τί κατέχετε ὅλως; τίνα δὲ ἐκζητεῖτε; νῦν ὁ φανεῖς Νεανίας ἐν τῷ τάφῳ βοᾷ· Ἐξανέστη ὁ Χριστός, καὶ Θεὸς ἡμών, ἀναστήσας φύσιν βροτῶν ᾍδου κευθμώνων.

Χαίροις τὸ τρισόλβιον ξύλον καὶ θεῖον, Σταυρὲ φῶς τοῖς ἐν σκότει, ὁ τετραπέρατον Κόσμον, τῇ ἐλλάμψει τῇ σῇ, τῆς Ἐγέρσεως Χριστοῦ προδεικνὺς τὰς αὐγάς, ἀξίωσον πάντας πιστούς, φθάσαι τὸ Πάσχα.

Ταύτῃ τῇ ἡμέρᾳ, μυρίζει τὰ μύρα, τῆς θείας μυροθήκης, τὸ ζωομύριστον ξύλον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, ὀσφρανθῶμεν τῆς αὐτοῦ θεοπνεύστου ὀδμῆς, αὐτὸν προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Δεῦρο Ἐλισσαῖε, Προφῆτα εἰπὲ ἐμφανῶς· τί τὸ ξύλον ἐκεῖνο, ὃ εἰς τὸ ὕδωρ καθῆκες; ὁ Σταυρὸς τοῦ Χριστοῦ, διˊ οὗ βάθους τῆς φθορᾶς ἀνειλκύσθημεν αὐτὸν προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Πάλαι Ἰακώβ, προτυπῶν τὸν Σταυρόν σου Χριστέ, Ἰωσὴφ προσεκύνει, τῆς θείας ῥάβδου τὸ ἄκρον σκῆπτρον ταύτην φρικτόν, βασιλείας τε τῆς σῆς προορώμενος, ὅν νῦν προσκυνοῦμεν, πιστῶς εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Μίαν ἐν τρισί, χαρακτῆρσιν οὐσίαν, δοξάζω ἀσυγχύτως μονοπροσώπως τὰ τρία, οὐδὲ τέμνω μορφῇ τὸν Πατέρα καὶ Υἵόν σὺν τῷ Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων Θεός εἰς τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Μόνη ἐν μητράσιν ἐδείχθης παρθένος, Θεόνυμφε Μαρία, ἄνευ ἀνδρὸς τετοκυῖα τὸν Σωτῆρα Χριστόν, τῆς ἁγνείας τὴν σφραγῖδα φυλάξασα· Σὲ μακαριοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία

«Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτέ, ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν τὸν Θεὸν εἰς τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Φωτίζου φωτίζου

Ἐν τάφῳ κατῆλθες ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας. Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας· Χριστὲ Σωτὴρ παντοδύναμε.

Ὁ τάφος ζωήν μοι Χριστὲ ἀνέβλυσεν ὁ σός· ὁ κρατῶν τῆς ζωῆς γάρ, ἐπιστὰς ἐβόησας τοῖς κατοικοῦσιν ἐν μνήμασιν· οἱ ἐν δεσμοῖς, λύθητε· ἐγὼ γὰρ τοῦ Κόσμου λύτρον ἐλήλυθα.

Ἐν ὕμνοις σκιρτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ τὸ ὁμώνυμον ξύλον, τοῦ Σταυροῦ θεώμενα, κατασπαζόμενον σήμερον, οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν ὡς προφητεύει ὁ θεῖος Δαυΐδ.

Ἐν ξύλῳ τεθνήξας ξύλον σε, εὕρηκα ζωῆς, χριστοφόρε Σταυρέ μου φυλακτήρ μου ἄρρηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά, σὲ προσκυνῶν σήμερον κραυγάζω· Ἁγίασόν με τῇ δόξῃ σου.

Εὐφραίνου ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Θεοῦ τὸ τρισόλβιον ξύλον προσκυνοῦσα σήμερον, τοῦ παναγίου Σταυροῦ τοῦ Χριστοῦ, ᾧ λει τουργεῖ, τάγματα Ἀγγέλων, καὶ μετὰ φόβου παρίστανται.

Δόξα...

Τριάδα προσώποις, Μονάδα φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα, καὶ τὸν Υἱὸν σὺν τῷ ἁγίῳ τε πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν τὴν τῶν ἁπάντων δεσπόζουσαν.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ὄρος τὸ μέγα, ἐν ᾧ κατῴκησε Χριστὸς σὺ ὑπάρχεις Παρθένε ὡς Δαυῒδ ὁ θεῖος βοᾷ, διˊ ἧς ἡμεῖς, ἀνυψώθημεν πρὸς οὐρανόν, υἱοθετηθέντες, τῷ Πνεύματι παμμακάριστε.

Καταβασία

«Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Σταυροῦ

Ἦχος βˊ

Τοῖς Μαθηταῖς

Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.

Θεοτοκίον, Τριῳδίου

Ἦχος βˊ

Τοῖς Μαθηταῖς

Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν, δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.

Ἱστῶμεν Στίχους ηˊ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, δˊ, καὶ τοῦ Σταυροῦ Προσόμοια, γˊ δευτεροῦντες τὸ αˊ.

Στιχηρὰ τοῦ Σταυροῦ Προσόμοια

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

Στιχηρὰ τοῦ Σταυροῦ Προσόμοια

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

Ἦχος δˊ

Στίχ.Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.

Ἦχος δˊ

Στίχ.Ὁ δὲ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ἐκκλησίας ἑδραίωμα, βασιλέων κραταίωμα μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε, διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος.

Δόξα... Ἰδιόμελον τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρˊ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία

Ψαλλομένης δὲ τῆς Δοξολογίας ταύτης ἀλλάσσει ὁ Ἱερεὺς τὴν στολὴν αὐτοῦ, καὶ λαβὼν θυμιατὸν θυμιᾷ τὴν ἁγίαν Τράπεζαν καὶ τὸν Σταυρόν· εἶθ΄ οὕτω λαμβάνει αὐτόν μετὰ δίσκου ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σὺν τῇ θήκῃ καὶ ἐξέρχεται ἐκ τοῦ ἀριστεροῦ Βήματος προπορευομένων αὐτοῦ λαμπάδων καὶ θυμιατοῦ καὶ ἀπέρχεται εἰς τὰς βασιλικάς πύλας, Τελεσθείσης δὲ τῆς Δοξολογίας, καὶ τοῦ Τρισαγίου, λέγει ὁ Ἱερεύς·Σοφία, ὀρθοὶ καὶ ἡμεῖς ψάλλομεν τὸ Τροπάριον,Σῶσον Κύριε τὸν λαόν σου ... ἐκ τρίτου, καὶ εἰσοδεύει ὁ Ἱερεύς, φέρων τὸν τίμιον Σταυρὸν ἔμπροσθεν των ἁγίων θυρῶν. κἀκεῖσε προευτρεπισθέντος τοῦ τετραπόδου, τίθεται ἐπάνω αὐτοῦ ὁ τίμιος Σταυρός.

Εἶτα ψάλλομεν τὸ παρὸν Τροπάριον ἐκ γˊ Ἦχος πλ. βˊ

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Ἀνοιχθείσης δὲ τῆς θήκης, ἄρχεται προσκυνῶν ὁ Προεστὼς καὶ ὁ Ἱερεύς, βάλλοντες μετανοίας γˊ, κατενώπιον τοῦ τιμιου Σταυροῦ, καὶ μετὰ τὸ ἀσπάσασθαι, πάλιν βάλλουσι μετάνοιαν ὁμοίως καὶ εἰς τοὺς Χορούς, πρὸς μίαν. Εἶθ οὕτως ἄρχονται οἱ Ἀδελφοί, προσκυνοῦντες δύο δύο κατὰ τάξιν. Προσκυνούντων δὲ τῶν Ἀδελφῶν ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.

Ποίημα Λέοντος Δεσπότου Ἦχος βˊ

Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρὶν ὁ ἐχθρός, δι΄ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, διˊ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῷ Σταυρῷ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται· χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων οὐρανὸν τοῖς νέφεσι , χλαῖναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνῃ χειρὶ ὁ τῇ χειρὶ πλάσας τὸν ἄνθρωπον,τόν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμοὺς, καὶ πάντα ὑπομένει διˊ ἐμὲ τὸν κατάκριτον ὁ Λυτρωτής μου καὶ Θεὸς ἵνα σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος.

Δόξα ... Ἦχος ὁ αὐτὸς

Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ Ἁγνὴ καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα, ὀδυνηρῶς ἐφθέγγετο· οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος· οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε· τὰ σπλάγχνα τιτρώσκομαι καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.

Καὶ νῦν...

Ἦχος πλ. βˊ Εἱρμολογικὸν

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Εἶτα ἡ συνήθης Ἐκτενής, ἡ Λιτὴ μετὰ τοῦ Ἑωθινοῦ Ἰδιομελου, καὶ ἡ Αˊ Ὥρα, ἐν ᾗ ἀναγινώσκεται ἡ Κατήχησις τοῦ Στουδίτου.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Σταυροῦ ἡ ςˊ ᾨδή.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.

Προκείμενον Ἦχος πλ. βˊ

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Στίχ.Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.

Ἀλληλούϊα Ἦχος βˊ

Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπˊ ἀρχῆς.

Μεγαλυνάριον

Ἦχος πλ. αˊ

Ἀντὶ τὸ «Ἄξιον ἐστίν»

«Ἐπi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.»

Κοινωνικὸν

Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀλληλούϊα.

Τὴν αὐτὴν Σταυροπροσκύνησιν ποιοῦμεν ἡμέρας δˊ, τῇ Κυριακῇ, ἤτοι σήμερον, τῇ Δευτέρᾳ, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, ψάλλοντες εἰς τὴν Αˊ Ὥραν, ἀντὶ τοῦ,«Τὰ διαβήματά μου...» τό,«Τὸν Σταυρόν σου προσκυνοῦμεν...».

Комментарии для сайта Cackle