Βˊ ΕΒΔΟΜΑΔΟΣ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Δίδου μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀλλοτρίωσιν, καὶ τελείαν διόρθωσιν, εἰς πάθη τοῦ σώματος, νῡν βεβυθισμένῳ, καὶ μεμακρυσμένῳ, ἐκ σοῦ Θεὲ Παμβασιλεῦ, καὶ μηδαμόθεν ἐλπίδα ἔχοντι, καὶ σῶσόν με τὸν ἄσωτον, διὰ πολλὴν ἀγαθότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δˊ

Μωσῆς ὁ θεσπέσιος, διὰ νηστείας τεθέαται, καθαρθεὶς τὸν ποθούμενον. Τοῦτον οὖν ζηλώσασα, ταπεινὴ ψυχή μου, σπεῦσον ἐν ἡμέρᾳ, τῆς ἐγκρατείας τῶν κακῶν, ἐκκαθαρθῆναι, ὅπως τὸν Κύριον, διδόντα σοι τὴν ἄφεσιν, νῡν θεωρήσῃς ὑπάρχοντα, ἀγαθὸν καὶ φιλάνθρωπον, παντοδύναμον Κύριον.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. βˊ

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν

Τὰ τῶν Νηστειῶν νῡν δισέβδομα φαιδρῶς, ἐναρξώμεθα τελοῦντες, ἡμέραν ἐξ ἡμέρας ἀδελφοί, ἅρμα πυρὸς ἐργασάμενοι ἡμῖν, ὡς Ἠλίας ὁ Θεσβίτης, τὰς τέσσαρας μεγάλας ἀρετάς, τὸν νοῦν ἀνυψώσωμεν ἀπαθείᾳ, τὴν σάρκα ὁπλίσωμεν τῇ ἁγνείᾳ, τρέποντες, καὶ νικῶντες τὸν ἐχθρόν.

Προκείμενον Ἦχος πλ. δˊ

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Στίχ.Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ.Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Ἀπόστιχα, Ἦχος πλ. δˊ

Ἰδιόμελον

Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλˊ ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλˊ ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῡν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Παραβάσεως καρπῷ, θανατωθέντα τὴν ψυχήν, ζωοποίησον Χριστέ, διὰ νηστείας ἀληθοῦς, καὶ μετανοίας μοι δέομαι ὡς Οἰκτίρμων, καὶ δίδου ἐν ὁδοῖς, ἀεὶ πορεύεσθαι, εὐθείαις καὶ καλαῖς, τῶν σῶν σεπτῶν ἐντολῶν, ὅπως τῆς θείας δόξης σου, σὺν πᾶσιν ἐπιτυχὼν τοῖς ποθοῦσί σε, δοξολογῶ σου, τὴν περὶ πάντας Ἰησοῦ ἀγαθότητα.

Θεοτοκίον

Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους, ἡ τέξασα· πλήν σου γὰρ ἐλπίδα, οὐ κέκτημαι, μὴ οὖν ἐχθροῖς ἐπίχαρμα, καὶ γέλως ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Κύριε ἐλέησον ἡμᾶς

Κύριε κατεύθυνον ἡμᾶς, τὴν νηστείαν δισσεύοντας, ἁγιασμὸν ἡμῖν λάμψον, καὶ φωτισμὸν τῶν δικαιωμάτων σου, καὶ ἀξίωσον ἡμᾶς προσφέρειν σοι, εὐπρόσδεκτον εὐχήν, τὸ γόνυ κλίνοντας· σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, καὶ ἡμεῖς υἱοί σου, καὶ σὲ φόβῳ ὑμνοῦμεν καὶ τὸ ὄνομά σου, ἐπικεκλήμεθα.

Θεοτοκίον

Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον ἐγένετο· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ· ἀλλˊ οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος δˊ

Τριστάτας κραταιοὺς

Ὁ μόνος ἀγαθός, ἡ πηγὴ τοῦ ἐλέους, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων ὡς Θεός, τὰ τοῦ Κόσμου ἐγκλήματα, σῶσόν με ἁμαρτημάτων, τρικυμίᾳ ποντούμενον, μετανοίας πρός ὅρμον ἰθύνων με.

Νηστεία καθαρά, μακρυσμὸς ἁμαρτίας, ἀλλοτρίωσις παθῶν, ἀγάπη πρὸς Θεόν, προσευχῆς ἐπιμέλεια, δάκρυα σὺν κατανύξει, καὶ πενήτων προμήθεια, ὡς ὁ Χριστὸς ἐν Γραφαῖς ἐπηγγείλατο.

Πληγέντα τὴν ψυχήν, ἁμαρτίας ῥομφαία, καὶ κατάστικτον πολλοῖς, ὑπάρχοντα κακοῖς, Ἰατρὲ τῶν ψυχῶν ἡμῶν, ἴασαι ὡς εὐεργέτης, ἐπιθείς μοι τὰ φάρμακα, τῶν σοφῶν ἐντολῶν σου φιλάνθρωπε.

Θεοτοκίον

Ἀμόλυντε σκηνή, Παναγία Παρθένε, μολυνθέντα με δεινῶν, παθῶν ἐπαγωγαῖς, τῇ πηγῇ τοῦ ἐλέους σου, κάθαρον, καὶ δός μοι ὄμβρους, κατανύξεως Δέσποινα, ἁμαρτίας βυθὸν ἀφανίζουσα.

Κανών βˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Βοηθὸς καὶ σκεπαστὴς

Ὡς μεθέορτον χαράν, καὶ δευτερεύουσαν Ἑβδομάδα, τῶν φωτοποιῶν, Νηστειῶν ἀδελφοί, δεξάμενοι πόθῳ, ἀνυμνήσωμεν Χριστόν, ἐνθέως εὐφραινόμενοι.

Κατανύξεως καιρόν, τὸν τῆς νηστείας νῡν εὑρηκότες, κλαύσωμεν σφοδρῶς, καὶ στενάξωμεν, πετάσωμεν χεῖρας, πρὸς τὸν μόνον Λυτρωτήν, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα...

Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελεταρχική, ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ πανάγιον.

Καὶ νῦν... Θεοτοκίον

Τίς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν μητρός, παράδοξον τέρας! σὺ γὰρ ἔτεκες Ἁγνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Πῶς σου οἴσω τὴν ὀργήν, Χριστέ μου ὅταν εἰς κρίσιν ἔλθῃς; ποῖον δὲ εὑρών, λόγον δώσω ἐκεῖ, μὴ πράξας μὴ δράσας, τὸ σὸν θέλημα Χριστὲ; διὸ πρὸ τέλους ἄνες μοι.

Ὁ Εἱρμὸς

Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Λυτρωτὰ τοῦ παντὸς

Παροδεύων τοῦ βίου τὸ ἄστατον, λῃστρικοῖς λογισμοῖς περιέπεσα, καὶ πληγωθεὶς προσώζεσα, ἰατρὲ τῶν νοσούντων, δίδου μοι χεῖρα, τῶν Ἁγίων σου πάντων δεήσεσι.

Χαλεπῆς ἁμαρτίας κλυδώνιον, τὴν ἐμὴν συνταράσσει διάνοιαν, ὥσπερ τὸν Πέτρον σῶσόν με, Ἰησοῦ μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ἐγκρατείᾳ τὰ πάθη νεκρώσωμεν, τῇ νηστείᾳ τὸ πνεῦμα πτερώσωμεν, πρὸς οὐρανὸν καὶ κράξωμεν, κατανύξει καρδίας. Ἡμάρτομέν σοι, ὁ Θεός, ὡς οἰκτίρμων συγχώρησον.

Θεοτοκίον

Ἐν γαστρί σου σκηνώσας ὁ Ὕψιστος, οὐρανῶν πλατυτέραν σε ἔδειξε, καὶ προστασίαν ἄμαχον, τῶν βοώντων Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ὃν Στρατιαί, οὐρανῶν

Τῆς τῶν παθῶν τυραννίδος Κύριε, ἀδούλωτον τὴν ψυχήν, δεῖξον τὴν ἐμήν, ἵνα ἐλευθερίως, ποιῶν τὸ θέλημά σου, χαίρω καὶ δοξάζω, τὸ κράτος σου εἰς τοὺς αἰῶνας.

Τὴν τοῦ Ἡσαῦ, ἀκρασίαν μίσησον, ψυχή μου, καὶ Ἰακώβ, ζήλου τὰ καλά, πτέρνισον τὸν Βελίαρ, διὰ τῆς ἐγκρατείας, πλούτισον τὰ θεῖα, καὶ ὕμνησον εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα

Ἕνα Θεόν, κατˊ οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας ἀλλˊ οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱὸς καὶ Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ φωτεινῆς, προελθὼν νηδύος σου, ὡς νυμφίος ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνὴ τόν Κόσμον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὑδροποτῶν, οὐδεὶς ἠφρονεύσατο, ὤφθη δὲ Νῶε γυμνός, οἴνου πειραθείς, σπέρματα δὲ κακίας, ὁ Λὼτ ἐντεῦθεν τίκτει· φεῦγε ὦ ψυχή μου, τὴν μίμησιν, Χριστὸν ὑμνοῦσα.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Εὔα μὲν τῷ τῆς παρακοῆς

Νηστεύσωμεν μήνιδος παθῶν, τρυφήσωμεν τὴν ἀγάπην τὴν ἀνόθευτον, θρέψωμεν πένητας τῷ ἄρτῳ, τῇ θείᾳ σιτιζόμενοι χάριτι, καὶ δάκρυσι τὰ δάκρυα σβέσωμεν, τὰ τῆς μελλούσης ἀποφάσεως.

Ταλαίπωρε στέναξον ψυχή, σκυθρώπασον, μετανοίας τρόπους ἔνδειξον, νῡν ἐπὶ θύραις ἡ ἡμέρα, ὁ κρίνων ἀποτόμως καθέζεται, ἑκάστῳ ἀπονέμων τὰ ἄξια, τῶν πεπραγμένων καθὼς γέγραπται.

Οὐ κέκτημαι πράξεις ἀγαθάς, ἐσπίλωσα τὸν χιτῶνα, ὄνπερ εἴληφα θείου Βαπτίσματος ἐνδύσει, ἐν σκότει ἀγνωσίας πορεύομαι, φωτί με τοῦ προσώπου σου Κύριε, ἀπεγνωσμένον νῡν ἀνόρθωσον.

Θεοτοκίον

Μαρία Κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα ἁμαρτήμασι, σὺ ἐλευθέρωσον Παρθένε, τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν· αὐτὴ γὰρ ὑπὲρ λόγον ἐκύησας, τὴν οὐσιώδη ἀγαθότητα.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀσπόρου συλλήψεως

Νῡν κακοπαθήσωμεν, ὡς στρατιῶται τοῦ Χριστοῦ· ὅσον γὰρ ὅσον, ὁ καιρὸς παρέρχεται, οἱ στέφανοι πλέκονται, τῶν ἀγωνιζομένων, οὓς ἀποδίδωσιν ὁ Χριστός, ὅταν ἥξῃ μετὰ δόξης, ἐπὶ γῆς τοῦ κρῖναι πᾶσαν τὴν γῆν.

Ὅλος τετραυμάτισμαι, ὅλος Χριστέ μου ἥλκωμαι, ἰάτρευσόν μου, τὰ ἕλκη τὰ τραύματα, τὰ πάθη τὰ δήγματα, τὰ ἐκ τῆς ἁμαρτίας, ἵνα ἀκούσω ὡς ὁ Λεπρός, τῆς φωνῆς σου τῆς ἁγίας, ὅτι θέλω καθαρίσθητι.

Δόξα...

Μόνου μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνος μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν· Ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηστεία τὸν Μωσέα, θεόπτην ἀπειργάσατο, Ἠλίαν πάλαι, φλογερὸν ἡνίοχον, τὸν Παῦλον δὲ ψυχή μου, φρικτὸν οὐρανοδρόμον· διὸ νηστεύσωμεν ἐκ κακῶν, καὶ εἰς ὕψος ἀπαθείας, καὶ ἡμεῖς ἁρπαγησόμεθα.

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Θαυμαστὸν ὅπλον, ἡ προσευχὴ καὶ νηστεία, αὕτη τὸν Μωσέα, νομογράφον ἔδειξε, καὶ Ἠλίαν ἐν θυσίαις ζηλωτήν, ταύτῃ προσκαρτερήσαντες πιστοί, τῷ Σωτῆρι βοήσωμεν· Σοὶ μόνῳ ἡμάρτομεν, ἐλέησον ἡμᾶς.

Ἦχος πλ. αˊ

Θαυμαστὸν ὅπλον, ἡ προσευχὴ καὶ νηστεία, αὕτη τὸν Μωσέα, νομογράφον ἔδειξε, καὶ Ἠλίαν ἐν θυσίαις ζηλωτήν, ταύτῃ προσκαρτερήσαντες πιστοί, τῷ Σωτῆρι βοήσωμεν· Σοὶ μόνῳ ἡμάρτομεν, ἐλέησον ἡμᾶς.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς· Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. αˊ

Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη· Πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. αˊ

Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, μνήσθητι ὅτι χοῦς ἑσμεν, μὴ καταδικάσῃς ἡμᾶς, ἐν τοῖς κατωτάτοις τῆς γῆς Ἀναμάρτητε. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς καˊ

Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν.

Στίχ.Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ Δˊ, 2–6 Εˊ, 1–7)

Τάδε λέγει Κύριος· Ἐπιλάμψει ὁ Θεὸς τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθέν ἐν Σιών, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, Ἅγιοι κληθήσονται πάντες, οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως. Καὶ ἥξει Κύριος, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιών, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνι μου, ἀμπελὼν ἐγενήθη τῶν ἠγαπημένων ἐν κέρατι, ἐν τόπῳ πίονι, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας. Καὶ νῡν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοί, καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἐνέμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Νῡν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου, ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, ουδˊ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσονται εἰς αὐτόν, ὡς εἰς χέρσον, ἄκανθαι, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς κβˊ

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Στίχ.Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Τῌ ΤΡΙΤῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Τὶ ὑμᾶς καλέσωμεν

Τίνι ὡμοιώθης ταλαίπωρε, ῥαθυμοῦσα, ὦ ψυχή, καὶ μὴ ποιοῦσα τὰ καλά, ἀλλὰ στέργουσα ἀεί, τῇ τῶν κακῶν ἐπιμονῆ; ἡ κρίσις ἐπὶ θύραις, μετανόησον, νηστείᾳ, καὶ δεήσει καθαγνίσθητι, καὶ τῷ Δεσπότῃ σου βόησον· Ἡμάρτηκά σοι, συγχώρησον, ὡς εὔσπλαγχνος, καὶ τὴν ἄφεσίν μοι δώρησαι.

Ἦχος πλ. δˊ

Ἔχων ἀγαθότητος πέλαγος, τὰ πελάγη τῶν ἐμῶν, ἁμαρτιῶν τὰ πονηρά, ἀποξήρανον Χριστέ, ὡς ἀναμάρτητος Θεός, καὶ δίδου, τῇ καρδίᾳ μου κατάνυξιν, χειμάρρους, ἀνομίας ἀναστέλλουσαν, ἵνα ὑμνῶ καὶ δοξάζω σου, τὴν εὐσπλαγχνίαν τὴν ἄφατον, μακρόθυμε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. δˊ

Ὁ ἐν Ἐδὲμ Παράδεισος

Ὁ ἀγαγὼν καὶ νῦν ἡμᾶς Θεός, τοῦ χρόνου περίοδον, τῶν πανσέπτων Νηστειῶν διατελεῖν, καὶ χαρισάμενος ἡμῖν, εἰς τὸ ἅγιον στάδιον, τῆς δευτέρας Ἑβδομάδος εἰσελθεῖν, αὐτὸς ἀξίωσον Κύριε, καὶ πρὸς τὸ μέλλον εὐδρομεῖν, τὸ σῶμα καὶ τὴν ψυχὴν ἡμῶν, καὶ χαριτῶν καὶ δυναμῶν, ὅπως προφθάσωμεν, ἐκτελέσαντες τὸν δρόμον ἀνδρικῶς, τὴν κυρίαν ἡμέραν, τῆς Ἀναστάσεώς σου πάντες ἐν χαρᾷ καὶ στεφανηφοροῦντες, ἀκαταπαύστως αἰνέσωμεν.

Προκείμενον Ἦχος αˊ Ψαλμὸς κγˊ

Κύριος κραταιὸς καὶ δυνατός.

Στίχ.Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ, 21 – Δˊ, 7)

Ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτόν Κύριος ὁ Θεὸς ἐκ τοῦ Παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ Παραδείσου τῆς τρυφῆς, καὶ ἔταξε τὰ Χερουβίμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθˊ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς κδˊ

Ἐπίβλεψον ἐπˊ ἐμέ, καὶ ἐλέησόν με.

Στίχ.Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ, 34 – Δˊ, 22)

Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. Ἀκούσατε παῖδες παιδείαν πατρός, καὶ προσέχετε γνῶναι ἔννοιαν. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν λόγον μὴ ἐγκαταλίπητε. Υἱὸς γὰρ ἐγενόμην κᾀγώ, πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. Οἳ ἐδίδασκόν με, καὶ ἔλεγον· Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν, φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ. Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ, μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, μηδὲ ἐκκλίνῃς ἀπὸ ῥημάτων στόματός μου. Μὴ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου, ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Ἀρχὴ σοφίας, κτῆσαι σοφίαν, καὶ ἐν πάσῃ κτήσει σου κτῆσαι σύνεσιν. Περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, καὶ ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Ἄκουε υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Ὁδοὺς γὰρ σοφίας διδάσκων σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις, Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπˊ αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος ἀπˊ αὐτῶν, καὶ οὐ κοιμῶνται. Οἳ δὲ γάρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς. Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαὶ σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ. Ζωὴ γάρ ἐστι πᾶσι τοῖς εὑρίσκουσιν αὐτάς, καὶ πάσῃ τῇ σαρκὶ αὐτῶν ἴασις.

Ἀπόστιχα, Ἦχος γˊ

Ἰδιόμελον

Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν, διάρρήξωμεν πᾶσαν στραγγαλιάν, ἐκφευξώμεθα δὲ καὶ τῶν σκανδάλων τῆς ἁμαρτίας, ἀφήσωμεν ἀδελφοῖς τὰ ὀφειλήματα, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ παραπτώματα ἡμῶν· οὕτω γὰρ βοῆσαι δυνησόμεθα. Κατευθυνθήτω ἡ προσευχὴ ἡμῶν, ὡς θυμίαμα, ἐνώπιόν σου Κύριε.

Ἦχος γˊ

Ἰδιόμελον

Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν, διάρρήξωμεν πᾶσαν στραγγαλιάν, ἐκφευξώμεθα δὲ καὶ τῶν σκανδάλων τῆς ἁμαρτίας, ἀφήσωμεν ἀδελφοῖς τὰ ὀφειλήματα, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ παραπτώματα ἡμῶν· οὕτω γὰρ βοῆσαι δυνησόμεθα. Κατευθυνθήτω ἡ προσευχὴ ἡμῶν, ὡς θυμίαμα, ἐνώπιόν σου Κύριε.

Ἦχος γˊ

Μαρτυρικόν

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τούς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος γˊ

Εἰς τέλος τῶν πενήτων σου, μὴ ἐπιλάθῃ Δέσποινα, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι ἀπειλῆς, καὶ ἐνεστώσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἀνέστης ἐκ νεκρῶν

Τὰ πάθη χαλινῷ, τῆς ἀμώμου Νηστείας, ἐπέχοντες τὸν νοῦν, πρὸς σεπτὰς θεωρίας, πίστει τελειοτάτῃ, ἀναπτερῶσαι πάντες σπουδάσωμεν, ὅπως τῆς χαμαιζήλου, τοῦ βίου τρυφῆς καταφρονήσωμεν, καὶ οὐρανίου τύχωμεν ζωῆς, καὶ θείας ἐλλάμψεως.

Θεοτοκίον

Εἰς πέλαγος δεινόν, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι, Δέσποινα Θεοτόκε, αὐτή με σῶσον, αὐτὴ βοήθησον· ἁμαρτωλῶν γὰρ σὺ ὁ ἱλασμός, καὶ κάθαρσις σωτήριος.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἀνέστης ἐκ νεκρῶν

Προθεῖσα μυστικήν, ἡ νηστεία τράπεζαν, προτρέπεται ἡμᾶς, δαψιλῶς ἐμφορηθῆναι, φάγωμεν ὥσπερ βρῶσιν, τὰ ἀείζῳα δῶρα τοῦ Πνεύματος, πίωμεν ὥσπερ πόμα, τὰ τῶν δακρύων ῥεῖθρα θεόρρυτα, καὶ εὐφρανθέντες αἶνον τῷ Θεῷ ἀπαύστως προσοίσωμεν.

Θεοτοκίον

Ἐκ πάσης ἀπειλῆς, καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σὲ γὰρ ἔχομεν σκέπην, καὶ προστασίαν οἱ καταφεύγοντες, ἐπὶ σοὶ Θεομῆτορ, καὶ τόν τεχθέντα ἐκ σοῦ Θεὸν ἡμῶν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων.

Κανών αˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπˊ ἐσχάτων, δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος».

Στέναξον δάκρυσον, ψυχὴ ἐπίστρεψον μετανόησον, ἤγγικεν ἡ ἡμέρα, ἐπὶ θύραις ὁ Κριτής, πρὸς ἀπολογίαν ἑτοιμάζου, καὶ βόησον· Ἡμάρτηκά σοι Οἰκτίρμον, ἐλεῆμον ἀγαθέ, σύ με οἴκτειρον.

Κόρον ἁμαρτίας, ψυχή μου μίσησον τὸν ὀλέθριον, τρύφησον τῷ κόρῳ τῆς νηστείας ἐμμελῶς, τὰς σωτηριώδεις ἐντολάς, βρῶμα ποίησον, ἀπόλαυσιν προξενούσας, αἰωνίων ἀγαθῶν διὰ πίστεως.

Ἄγγελοι, Δυνάμεις, Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, θρόνοι, Ἐξουσίαι, Χερουβίμ, καὶ Σεραφίμ, τὸν ἀγαθοδότην, καὶ Θεὸν ἱκετεύσατε, συγχώρησιν ὀφλημάτων, καὶ παθῶν ἀπαλλαγήν, δωρηθῆναι ἡμῖν.

Θεοτοκίον

Ἡ μόνη κυήσασα, τὸν ἄναρχον Λόγον Πανάμωμε, ἐκ σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα, ὅπερ ἦν, μείνασα παρθένος, μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων λυτρωθῆναι, ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Κανών βˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιερώσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν».

Ἴδομεν, ἔγνωμεν, ὡς ἀγαθὸς ἡμῖν εἰς μετάνοιαν, ὃν καιρὸν ὡρίσω, ἀλλˊ ἐν τούτῳ ὁ Θεὸς πρόσδεξαι ἡμῶν τὰς προσευχάς, καὶ κατεύθυνον ἐνώπιόν σου Οἰκτίρμον, ὡς θυμίαμα καλόν, ὥσπερ θυσίαν δεκτήν.

Φρίττω καὶ πτοοῦμαι, κατανοούμενος ὅσα ἥμαρτον· Πῶς σοι ὑπαντήσω; πῶς ὀφθῶ σοι φοβερὲ; πῶς δὲ παραστῶ τῷ ἀδεκάστῳ σου Βήματι; διὸ φεῖσαί μου Οἰκτίρμον ἐν τῇ ὥρᾳ, ὅταν μέλλῃς κρῖναι πᾶσαν τὴν γῆν.

Δόξα...

Ὑπερτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, διˊ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Ἄρρητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐνταυτῶ; πῶς παιδοτοκεῖς καὶ ἀγνοεῖς, πεῖραν ὅλως ἀνδρός; Ὡς οἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὺ τοὺς Νινευΐτας, μετανοήσαντας καὶ νηστεύσαντας, τῆς ἀπειλουμένης, ἐπανήγαγες ὀργῆς, τοὺς δὲ Σοδομίτας, ἐν πυρὶ ἀπετέφρωσας, ἐν πλησμονῇ ἀσελγοῦντας. Ἀλλὰ ῥῦσαί με Χριστέ, τῆς ἀπειλῆς αὐτῶν.

Ὁ Εἱρμὸς

«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιερώσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Οἱ θεορρήμονες Παῖδες

Ὁ δικαιώσας στενάξαντα τὸν Τελώνην, ὁ οἰκτειρήσας τὴν Πόρνην, ἀπὸ καρδίας δακρύσασαν, σῶσον οἴκτειρον Σῶτερ, ψυχὰς τῶν ὑμνούντων σε.

Καρποφορήσωμεν πράξεις ἐναρέτους, διὰ νηστείας Κυρίῳ, καὶ βλαβερῶν ἀποσχώμεθα, λογισμῶν, ἵνα ὅλως, τρυφῆς ἐπιτύχωμεν.

Οἱ τῶν Ἀγγέλων χοροί σε δυσωποῦσι, τῶν Ἀποστόλων οἱ δῆμοι, καὶ τῶν Μαρτύρων τὰ τάγματα, Ἰησοῦ τῷ λαῷ σου, συγχώρησιν δώρησαι.

Θεοτοκίον

Τὸ ἀλατόμητον ὄρος τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν, τὴν εὐδιάβατον κλίμακα, καὶ Θεοῦ τὸ χωρίον, πιστοὶ μακαρίσωμεν.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸν ἐν ὄρει, ἁγίῳ

Ἐν εὐσήμῳ, ἡμέρᾳ ἐγκρατείας, δεῦτε πάντες, σαλπίσωμεν τοῖς ὕμνοις, καὶ ὡς τρυφὴν τοῖς θείοις εὐωχούμενοι, Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Τὶς βιβρώσκει, Θεοῦ ἄνθρωπον πάλαι; θὴρ ὁ λέων, ἐκ πλάνης τοῦ Προφήτου, παρακοῆς τὰ βρώματα δεξάμενον. Βλέπε οὖν ψυχή μου, μή σε ἀπατήσῃ, γαστριμαργίας ὄφις.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σὲ σέβω, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Σὺ τὸ ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν Νηστείαν, ὡς φύλακα ἁγνείας, καὶ μητέρα, ἀπαθείας τιμῶντες, δεῦτε λαοὶ ἐκ πόθου ἀσπασώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸν προδηλωθέντα

Ἡ καλὴ νηστεία, πιαίνουσα τὴν καρδίαν, στάχυν ἀρετῶν ὥριμον, ἐνθέως ἐκβλαστάνει, ἣν ποθήσωμεν, ἐν ἁγίαις ἡμέραις, τὸν ἁγιασμὸν ὑποδεχόμενοι.

Τὸν ἐν ἁμαρτίαις, πολλαῖς κατεσπιλωμένον, τετραυματισμένον ὁρῶν καὶ κατακεκριμένον, τῷ σῷ ἐλέει οἰκτείρας, σῶσον ἱκεσίαις Ἐλεῆμον, τῶν Ἁγίων σου.

Οἴμοι παναθλία, ψυχὴ πῶς ἀπολογήσῃ; ποία φρίκη σε λήψεται, Κριτοῦ καθεζομένου, μυριάδων παρισταμένων Ἀγγέλων; Σπεῦσον οὖν πρὸ τέλους μετανόησον.

Θεοτοκίον

Τὸ βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, ὄρος τὸ πιώτατον, ὄρος τετυρωμένον, ἀπειρόγαμε δυσωποῦμεν Παρθένε. Ἴασαι τὰ πάθη τῶν ψυχῶν ἡμῶν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸν προδηλωθέντα

Ἀληθῆ νηστείαν, νηστεύσωμεν τῷ Κυρίῳ, ὡς βρωμάτων ἐγκράτειαν, γλώσσης θυμοῦ καὶ ψεύδους, καὶ παντὸς ἄλλου ἀλλοτρίωσιν πάθους, ἵνα καθαρῶς τὸ Πάσχα ἴδωμεν.

Σὺ τὸν Σαμουὴλ ἤνθησας, καρπὸν ἡ νηστεία, σὺ ἐτιθηνήσω Σαμψὼν τὸν μέγαν ἀριστέα, σὺ τελειοῖς Ἱερεῖς καὶ Προφήτας, σὺ ἡμᾶς ἁγίασον, νηστεία σεμνή.

Δόξα...

Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.

Καὶ νῦν... Θεοτοκίον

Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἔχοντες τὸ Πνεῦμα, τὸ ἅγιον τῆς νηστείας, ἑστιάτορα πλούσιον, τῶν αὐτοῦ χαρισμάτων, ἐμφορηθῶμεν καὶ δαψιλῶς ἐντρυφῶμεν, τοῦτο ἀνυμνοῦντες ὡς Θεὸν ἡμῶν.

Ὁ Εἱρμὸς

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον, τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

Τριῳδίου

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. αˊ

Μακαρίζομέν σε, Θεοτόκε, Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Ἀξίως ἀνυμνεῖν σε οὐκ ἔχομεν, ἀλλˊ αἰτοῦμεν δεόμενοι· Μὴ συναπολέσῃς ἡμᾶς, ταῖς ἀνομίαις ἡμῶν, εὐδιάλλακτε Κύριε. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς κεˊ

Κύριε, ἠγάπησα εὐπρέπειαν Οἴκου σου.

Στίχ.Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Εˊ 7–16)

Τάδε λέγει Κύριος, ὁ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν προσεγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι! Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα· Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία· οὐαί, οἱ ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὰ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ! ὁ γὰρ οἶνος αὐτοῦ συγκαύσει αὐτούς· μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν, τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τόν Κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψος ὕδατος. Καὶ ἐπλάτυνεν ὁ ᾍδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς, καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ.

Προκείμενον Ἦχος γˊ Ψαλμὸς κςˊ

Κύριος φωτισμός μου, καὶ Σωτήρ μου.

Στίχ.Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Σταυρῷ ἐξεπέτασας Χριστέ, τὰς ἀχράντους χεῖράς σου, ἐπισυνάγων τὰ πέρατα· διὸ κραυγάζω σοι· Τὸν ἐσκορπισμένον, νοῦν μου ἐπισύναξον, αἰχμάλωτον ἑλκόμενον πάθεσι, καὶ παθημάτων με, κοινωνὸν τῶν σῶν ἀνάδειξον, ἐγκρατείᾳ ὅλον καθαιρόμενον.

Ἦχος αˊ

Τοὺς Παῖδας στομώσασα ποτέ, ἡ νηστεία ἔδειξε, δυνατωτέρους ὡς γέγραπται, πυρὸς φλογίζοντος. Ταπεινὴ ψυχή μου, νήστευσον ἀνάπτουσα, ἐν σοὶ τὴν τοῦ Δεσπότου ἀγάπησιν, διˊ ἧς τὴν μέλλουσαν, ἐκφυγεῖν δυνήσῃ γέενναν, καὶ τὰ πάθη φλέξαι τὰ ὀλέθρια.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος γˊ

Γενναῖοι Μάρτυρες

Καιρὸς εὐφρόσυνος τῆς Νηστείας, διὰ ἁγνείας φωτοειδοῦς, καὶ ἀγάπης εἰλικρινοῦς, προσευχῆς φωταυγοῦς, καὶ πάσης ἄλλης ἀρετῆς, ἐμφορηθέντες πλουσίως, φαιδρῶς ἐκβοήσωμεν· Σταυρὲ τοῦ Χριστοῦ πανάγιε, ὁ βλαστήσας τὴν τρυφὴν τῆς ζωῆς, πάντας καθαρᾷ σε προσκυνῆσαι καρδίᾳ, ἀξίωσον ἡμᾶς, ἱλασμὸν ἡμῖν διδούς, καὶ τὸ μέγα ἔλεος.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς κζˊ

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Στίχ.Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Δˊ, 8–15)

Εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· Οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγὼ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με, καὶ εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτω, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτόν, πάντα τὸν εὑρίσκοντα αὐτόν.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς κηˊ

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ.Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Εˊ, 1–15)

Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξης ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρός καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου· τῆς γὰρ ἀφροσύνης πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾍδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς, καὶ οὐκ εὔγνωστοι. Νὺν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. Μακρὰν ποίησον ἀπˊ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, ἵνα μῄ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν, ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίους εἰσέλθωσι, καὶ μεταμεληθήσῃ ἐπˊ ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσι σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δικαίων ἐξέκλινεν ἡ καρδία μου. Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλον τὸ οὖς μου, παρˊ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.

Ἀπόστιχα, Ἦχος γˊ

Ἰδιόμελον

Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφˊ ὧν με ῥῦσαι φιλάνθρωπε.

Ἦχος γˊ

Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφˊ ὧν με ῥῦσαι φιλάνθρωπε.

Ἦχος γˊ

Μαρτυρικόν

Προφῆται, καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Σταυροθεοτοκίον

Ἦχος γˊ

Μεγάλη τοῦ Σταυροῦ σου

Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, ὃ ἐκαλλώπισε, τῶν ἀνθρώπων τήν φύσιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Τὸν τάφον σου Σωτὴρ

Χριστὲ ἐπὶ Σταυροῦ, ἁπλωθεὶς ἐνεκρώθης, νεκρώσας τὸν ἐχθρόν, καὶ ἀρχέκακον ὄφιν, ζωώσας δὲ τοὺς δήγματι, τῷ ἐκείνου τεθνήξαντας· ὅθεν δέομαι, τὴν νεκρωθεῖσαν ψυχήν μου, Σῶτερ ζώωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, πρὸς σὲ ἀτενίζουσαν.

Σταυροθεοτοκίον

Ὡς εἶδεν ἐν Σταυρῷ, ἡ, Ἀμνὰς σε τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὀλολύζουσα, τέκνον φίλτατον, τί τὸ ὁρώμενον θαῦμα; Μῆτερ ἄχραντε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης γνωσθήσεται.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Τὴν ὡραιότητα

ᾈσμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες· Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον, δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε.

Σταυροθεοτοκίον

Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ Τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον, καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος αˊ

Στερεωθήτω ἡ καρδία μου

Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδάμ, πρὸς τὸ τῆς γνώσεως φυτόν, ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε.

Στερέωσόν μου τὴν διάνοιαν, κλονουμένην φθόνῳ τοῦ ὄφεως, τὰς τῶν παθῶν ἐπαγωγάς, τῷ σῷ πάθει ἀνάστειλον, ὁ παθῶν καὶ τὴν ἀπάθειαν, πιστοῖς χαρισάμενος.

Ἡ τῆς Νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα. Ἰδοὺ εὐπρόσδεκτος καιρός, καὶ ἡμέρα σωτήριος, μετανοίας ἐνδειξώμεθα, καρποὺς καὶ ζησώμεθα.

Θεοτοκίον

Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνῷ συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς, ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν καθοδήγησον.

Κανών βˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος γˊ

Στερέωσον Κύριε, τὰς καρδίας

Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, τῷ σῷ Σταυρῷ, μὴ ἐκκλίνειν ἀπὸ σοῦ, ἐπὶ λόγους πονηρούς, ἢ εἰς πράξεις βδελυράς.

Τοῦ πάθους σου Δέσποτα, ὁ οὐρανὸς καὶ ἡ γῆ, αἰσθόμενοι ἠλλοιοῦντο ἐμφανῶς, Βασιλέα τοῦ παντός, σὲ δεικνύντες ἀληθῶς.

Δόξα...

Ἰσότιμε ἄναρχε, παναγία Τριάς, ζωοποιέ, καὶ ἀρχίφωτε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμά με σῶσον.

Καὶ νῦν... Θεοτοκίον

Μητρόθεε ἄνανδρε, τίκτεις μόνη Θεόν, μὴ φθαρεῖσα παρθενίας τὸ ἁγνόν, ἀλλὰ μείνασα σεμνή, ὥσπερ ἦς πρὸ τοῦ τόκου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν κόκκινον χλαῖνάν σου, ἥλους καὶ τὸν Σταυρόν, τὸν σπόγγον τε, καὶ τὴν λόγχην Ἰησοῦ, προσκυνῶ καὶ ἀνυμνῶ, τὰ ζωώσαντα τὸ πᾶν.

Ὁ Εἱρμὸς

«Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτήρ, εἰς τοὺς αἰῶνας ἅπαντας».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Τὸν τοὺς ὑμνολόγους

Ὁ μετὰ ἀνομων λογισθῆναι, διὰ πλήθους ἐλέους καταδεξάμενος, τὰς ἐμὰς ἁμαρτίας, ἐξάλειψον ἐν πίστει, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον, τῇ σῇ διάρρηξον λόγχῃ, καὶ τῆς καρδίας μου τὰς ὀδύνας, θεράπευσον Κύριε, πληγείσης βέλει τῆς κακίας, τῶν πονηρῶν δαιμόνων.

Μεμελανωμένην τὴν καρδίαν μου, τῆς ἁμαρτίας τῷ λύθρῳ, τῷ σῷ ἀπόπλυνον ἐκ πλευρᾶς ἀποστάζοντι, Αἵματι Χριστέ μου, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἡ ἀγεωργήτως βλαστήσασα, τὸν ἐπουράνιον Στάχυν, τὸν διατρέφοντα θεϊκῇ δυναστείᾳ τὰ σύμπαντα, Παρθένε, ἔμπλησον πεινῶσαν, τὴν ταπεινὴν ψυχήν μου.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ἐν φλογί, τοῖς Παισὶ

Χαίροις Σταυρέ, διˊ οὗ ἀνεγνωρίσθη, μιᾷ ῥοπῇ Λῃστὴς θεολόγος κραυγάζων· Μνήσθητί μου Κύριε ἐν τῇ σῇ Βασιλείᾳ, οὗπερ τῆς μερίδος, κοινωνοὺς ἡμᾶς δεῖξον.

Σὺ λογχευθείς, τῇ φλογίνῃ ῥομφαίᾳ, ἀνθυποστρέφεις Χριστέ, καὶ βροτοῖς ἐξανοίγεις, πάλιν τὸν Παράδεισον, ἐν ᾧ καὶ εἰσιόντες, σοῦ τῆς ἀθανάτου, ζωῆς ἀεὶ τρυφῶμεν.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Σὺν τῷ Πατρί, τὸν Υἱὸν προσκυνοῦμεν, καὶ Πνεῦμα ἅγιον, ἐν μιᾷ τῇ οὐσίᾳ, ἀσιγήτως κράζοντες, τοῖς πηλίνοις στόμασι· Δόξα ἐν ὑψίστοις, Θεῷ τῷ ἐν Τριάδι.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτοκεῖς παρθενεύουσα μόνη Θεοχαρίτωτε, τὸ Μυστήριον μέγα, φρικτὸν τὸ τεράστιον! Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον τὸν Σωτῆρα τοῦ Κόσμου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ Χριστοῦ, ἡ ἐλπὶς τῶν περάτων, διαπεράσαι ἡμᾶς ἐν τῇ σῇ κυβερνήσει, γαληνῶς τὸ πέλαγος, τῆς καλλίστης Νηστείας ἀξίωσον σώσας, ἐκ τρικυμίας πταισμάτων.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν ἐν φλογί, τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον· Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Τὴν ζωοδόχον πηγὴν

Νενηστευκὼς Ἐλισσαῖος ἀνέστησε, νενεκρωμένον τὸν παῖδα, ὡς γέγραπται, καὶ ἡμεῖς νηστεύοντες, σαρκικὰ φρονήματα ἀπονεκρῶσαι πιστοὶ κατεπειχθῶμεν, ἵνα ζωῆς τῆς ἐκεῖ ἐπιτύχωμεν.

Οἴμοι ψυχή! φοβερὸν τὸ κριτήριον, καὶ τοῦ Κριτοῦ ἡ φρικώδης ἀπόφασις, σπεῦσον μετανόησον, Χριστῷ διαλλάγηθι, τῷ διὰ σὲ ἐν Σταυρῷ ἀναρτηθέντι, καὶ ῥυσαμένῳ πιστοὺς κατακρίσεως.

Τῆς μετανοίας μοι πύλας διάνοιξον, τὰς τῶν παθῶν μου εἰσόδους ἀπόκλεισον, ὁ Λῃστῇ τὴν εἴσοδον δείξας εὐεπίβατον, τοῦ Παραδείσου Χριστέ, τῇ σῇ Σταυρώσει, ἵνα δοξάζω τὴν σὴν ἀγαθότητα.

Θεοτοκίον

Ὅτι εἰς βάθη κακίας ἀπέρριμμαι, καὶ λογισμοῖς ἐναντίοις χειμάζομαι, δαίμοσι πειθόμενος, ἡδοναῖς δουλούμενος, βοήθησόν μοι ἁγνὴ Παρθενομῆτορ, πρὸς σωτηρίας ὁδὸν ὁδηγοῦσά με.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Ἐν Σιναίῳ τῷ ὄρει

Παρεδόθης ἑκὼν καὶ ὑπήγαγες, ἑαυτὸν τοῖς φονευταῖς, κριτηρίῳ παρέστης τυπτόμενος, ἐξ ὧν ἔπλασας χειρῶν, ἐσταυρώθης ἐπαίχθης, ἑλογχεύθης Κύριε, ἔπαθες σώματι πάντα ἐνεγκὼν συμπαθῶς, ἵνα σώσῃς ἡμᾶς.

Τῶν Ἀγγέλων οἱ δῆμοι ἐτρόμαξαν, βλέποντές σε ἐν Σταυρῷ, οἱ φωστῆρες τὸ φέγγος ἀπέλιπον, καὶ ἐσείετο ἡ γῆ, ἐδονεῖτο τὰ πάντα τῇ ὕβρει σου Κύριε, θείοις σου Πάθεσιν, εἰργάσω ἡμῖν, ὁ Θεὸς τὸ σωτήριον.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μου τὸ Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς παιδοτοκίας μου, τοῦτο παναληθές, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῷ σῷ μώλωπι πάντες ἰάθημεν, ἐκ παθῶν ἁμαρτιῶν· ἐν Σταυρῷ γὰρ ἀρθεὶς ἐτραυμάτισας, τὸν ἀρχέκακον ἐχθρόν. Ἀλλὰ ἀκατακρίτως ἡμᾶς καταξίωσον, καὶ τὴν Ἀνάστασιν φθάσαι διανύσαντας, τὸν τῆς Νηστείας καιρόν.

Ὁ Εἱρμὸς

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος βαρὺς

Ἰδιόμελον

Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα.

Ἦχος βαρὺς

Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ, αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μένουσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα.

Ἦχος βαρὺς

Μαρτυρικόν

Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

Σταυροθεοτοκίον

Ἦχος βαρὺς

Οὐκέτι κωλυόμεθα

Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν ἡ Πανάμωμος, θρηνῳδοῦσα ὕμνει τὸ κράτος σου.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Ὕψιστε ὁ ἐν οὐρανοῖς κατοικῶν, ὁ κτίσας πᾶσαν πνοήν, σῶσον ἡμᾶς ὁ Θεός· ἐπὶ σοὶ γὰρ ἠλπίσαμεν Σωτὴρ ἡμῶν. (Δίς)

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς κθˊ

Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.

Στίχ.Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με.

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. Εˊ, 16–25)

Ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται, οὐαί, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν! οὐαὶ οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ Ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν, οὐαί, οἱ λέγοντες τὸ πονηρόν, καλόν, καὶ τὸ καλόν, πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν! οὐαί, οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες! οὐαί, οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραννύντες τὰ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτός ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπˊ αὐτούς, καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν, ὡς κοπρία ἐν μέσῳ ὁδοῦ, καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλˊ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς λˊ

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Στίχ.Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος αˊ

Ἰδιόμελον

Τὴν πνευματικὴν ἀδελφοί, ἀναλαβόντες Νηστείαν, τῇ γλώσσῃ μὴ λαλεῖτε τὰ δόλια, μηδὲ τίθεσθε πρόσκομμα, τῷ ἀδελφῷ εἰς σκάνδαλον, ἀλλὰ τῇ μετανοίᾳ φαιδρύναντες, τὴν τῆς ψυχῆς λαμπάδα τοῖς δάκρυσι, βοήσωμεν τῷ Χριστῷ· Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.

Ἦχος αˊ

Τὴν πνευματικὴν ἀδελφοί, ἀναλαβόντες Νηστείαν, τῇ γλώσσῃ μὴ λαλεῖτε τὰ δόλια, μηδὲ τίθεσθε πρόσκομμα, τῷ ἀδελφῷ εἰς σκάνδαλον, ἀλλὰ τῇ μετανοίᾳ φαιδρύναντες, τὴν τῆς ψυχῆς λαμπάδα τοῖς δάκρυσι, βοήσωμεν τῷ Χριστῷ· Ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.

Ἦχος αˊ

Μαρτυρικόν

Πανεύφημοι Μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλˊ οὐρανὸς ὑπεδέξατο, ἠνοίγησαν ὑμῖν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος γˊ

Μεγάλη τῶν Μαρτύρων σου

Τῶν θείων Ἀποστόλων, Κύριε δεήσεσι, τὸν τῆς Νηστείας χρόνον, καλῶς ἡμᾶς τελέσαι, κατανύξει διανοίας καταξίωσον, ὡς ἀγαθὸς εὔσπλαγχνε, ἵνα σῳζόμενοι, σὲ δοξάζωμεν πάντες.

Ἦχος γˊ

Μεγάλη καὶ φρικτή σου Κύριε ἡ ἔλευσις, ἐν ᾗ καθίσας κρίσιν, δικαίαν ἐκτελέσῃς! Μὴ οὖν κρίνῃς με, τὸν κατακεκριμένον, ἀλλˊ ὡς Θεὸς φεῖσαί μου, τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις πρεσβείαις.

Ἕτερον Ποίημα Θεοδώρου

Ἦχος πλ. βˊ

Ὁλην ἀποθέμενοι

Χριστοῦ οἱ Ἀπόστολοι, τῶν γηγενῶν οἱ φωστῆρες, θησαυροὶ κοσμόπλουτοι, τῆς πανσόφου γνώσεως, τοῦ Θεοῦ ἡμῶν, τοὺς ὑμᾶς μέλποντας, πειρασμῶν ῥύσατε, ταῖς ἁγίαις προσευχαῖς ὑμῶν, καὶ τὸν καιρὸν ἡμῖν, τὸν τῶν Νηστειῶν διεξάγετε, νεανικῶς βραβεύοντες, ἐν εἰρήνῃ νῦν τὴν ζωὴν ἡμῶν, ἵνα εὐαρέστως, προφθάσαντες τὸ Πάθος τοῦ Χριστοῦ, ἐν παρρησίᾳ προσφέρωμεν, ὕμνοις τῷ Θεῷ ἡμῶν.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς λὰˊ

Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ.Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Δˊ, 16–26)

Ἐξῆλθε Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναΐδ, κατέναντι Ἐδέμ. Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ. Ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ, Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ τόν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ, καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ, Νοεμά. Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλά· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ. Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Προκείμενον Ἦχος αˊ Ψαλμὸς λβˊ

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Παροιμιῶν τὸ Ἂ νάγνωσμα (Κεφ. Εˊ, 15 – ΣΤˊ, 3)

Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς, ὑπερεκχείσθω σοι τὰ σὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα. Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. Ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σου, καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις· ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Παρανομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη, καὶ ἀπώλετο διˊ ἀφροσύνην. Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. Ποίει υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σῴζου. Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Τὴν ὡραιότητα

Χριστὸς ἡ ἄμπελος, ὡραίους βότρυας, ὑμᾶς ἠνέγκατο, γλεῦκος σωτήριον, ἐναποστάζοντας τῇ γῇ, Ἀπόστολοι θεοφόροι· ὅθεν με λυτρώσατε, ἡδονῶν μέθης δέομαι, ῥεῖθρα κατανύξεως, τῇ ψυχῇ μου δωρούμενοι, τῇ θείᾳ τῆς Νηστείας ἡμέρᾳ, ὅπως σωθείς, ζωῆς ἐπιτύχω.

Θεοτοκίον

Τῆς συμπαθείας σου, πλοῦτον ἀμέτρητον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζω ἐκ βαθέων μου, τῆς καρδίας σὺν δάκρυσι, Παρθένε Θεοτόκε βοήθει μοι, ἡ μόνη τοῦ κόσμου προστασία.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Κύριε, παρίστατο

Κύριε, εὐΐλατος γενοῦ ἡμῖν, ἐν τούτῳ τῷ θείῳ καιρῷ, καὶ δάκρυα πηγάζειν σοι, ἐκ καρδίας ἀξίωσον πάντοτε, πρὸς ἔκπλυσιν μολυσμάτων ψυχικῶν, καὶ βλάστησιν τῶν ἁγίων ἐντολῶν, ὡς ἂν οὕτω νηστεύοντες, ἐπαξίως εὐαρεστῶμέν σοι, καὶ τὸ πάνσεπτόν σου ἅπαντας Πάθος ἰδεῖν εὐδόκησον, εὐχαῖς τῶν σῶν κοσμοσώστων Ἀποστόλων, δόξα σοι.

Θεοτοκίον Τῆς εὐσπλαγχνίας

Τῆς συμπαθείας τὴν πηγήν, ἄχραντε σεμνή, Παρθενομῆτορ Θεοτόκε, πλουσίως ἐν ἡμῖν ἁγνὴ ἐπίχεε, καὶ δώρησαι ἡμῖν πταισμάτων ἄφεσιν· σὺ γὰρ εἶ προστασια ἡμῶν, καὶ θεία σκέπη.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος γˊ

Μὴ ἐν ποταμοῖς

Μέθην ἡδονῶν, ψυχοφθόρων σβέσαντες, τὸ τῆς κατανύξεως πόμα, διὰ νηστείας ἐμφορηθῶμεν.

Νήστευσον, ψυχή, ἀκρασίαν βρώσεως, τρύφησον καλῶν θεωρίαις, ἵνα τῆς ἄνω τραπέζης τύχῃς.

Ἄνθρακες πυρός, τοῦ ἀΰλου πέλοντες, φλέξατε παθῶν μου τὴν ὕλην, θεῖοι Ἀπόστολοι τοῦ Σωτῆρος.

Θεοτοκίον

Σάρκα τῷ Χριστῷ, ἐκ τῆς σῆς δανείσασα, νέκρωσον σαρκός μου τὰ πάθη, Θεοκυῆτορ ἁγνὴ Παρθένε.

Κανών βˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀκήκοεν ὁ Προφήτης

Ἡ δωδεκὰς Ἀποστόλων, Πέτρε, Παῦλε, Ἰάκωβε, καὶ Ἰωάννη, Ἀνδρέα, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, καὶ Ματθαῖε, καὶ Ἰάκωβε, σὺν Σίμωνι, καὶ τῷ Ἰούδᾳ, λιτὰς ποιεῖτε, τῷ Χριστῷ σωθῆναι ἡμᾶς.

Τὰ δίκτυα τῶν δογμάτων, χαλάσαντες ἐν θαλάσσῃ τοῦ βίου ξένως, πρὸς τρισὶν ἑκατὸν καὶ πεντήκοντα, μυστικῶς τὰ ἔθνη, ὡς ἰχθύας τὸ πρίν, ἠγρεύσατε, ταῦτα Κυρίῳ προσαγαγόντες, ἅγιοι Ἀπόστολοι.

Δόξα...

Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα· τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα, συνάναρχον θείαν Τριάδα προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.

Καὶ νῦν... Θεοτοκίον

Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν τηροῦσα, Σεμνὴ σὺ ὤφθης, τὸ Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ, τὸ θαῦμα σου Παρθενομῆτορ ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὑμεῖς ἐστε φῶς τοῦ Κόσμου, καθὼς ὑμῖν Χριστὸς ἔφη, λάμψει τοῦ λόγου, ἀλλˊ ἱκετεύσατε Ἀπόστολοι, τοῦ μεγαλοψύχως διανύσαι ἡμᾶς, τὸ στάδιον τῆς ἐγκρατείας, καὶ προσκυνῆσαι, τὴν αὐτοῦ Ἀνάστασιν.

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ἐν φλογί, τοῖς Παισὶ

Θανατωθείς, ταῖς πολλαῖς ἁμαρτίαις, νεκρὰν προσφέρω τὴν ψυχὴν ἐν τῷ βίῳ· διό με οἰκτείρατε, ζωηφόροις πρεσβείαις ταῖς ὑμῶν, θεόπται, Μαθηταὶ τοῦ Σωτῆρος.

Περισχεθείς, ἁμαρτίας ὁμίχλῃ, ᾍδῃ προσήγγισα, ἀπογνώσεως ὄντως· διό με φωτίσατε, τοῦ Ἡλίου τῆς δόξης, μυστικαὶ ἀκτῖνες, ὑπάρχοντες θεόπται.

Ἀπὸ παθῶν ἐγκράτεύου καὶ σῴζου, ψυχὴ ταλαίπωρε· ἀποχὴ γὰρ βρωμάτων νηστεία ἀπρόσδεκτος, τοῖς ὀρθῶς ἐκζητοῦσιν, εἰ μὴ καὶ σφαλμάτων, διόρθωσις ὑπάρξῃ.

Θεοτοκίον

Βάτον πυρί, καιομένην Μωσῆς σε, προεθεώρει Θεομῆτορ Παρθένε· διό μου κατάσβεσον τῶν παθῶν τὰς καμίνους, καὶ πυρὸς γεέννης, ἐξάρπασον καὶ σῶσον.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ὃν Στρατιαί, οὐρανῶν

Ἐξ Ἰακώβ, ὡς τὸ δωδεκάφυλον, τῶν Ἀποστόλων ἐκ σοῦ, ἄλλη δωδεκάς, ὤφθη Χριστὲ ἐν Κόσμῳ, διˊ ἧς ἀπεγεννήθη, πᾶς πιστὸς ἐν λόγῳ, σὲ ἀνυμνῶν εἰς τοὺς αἰῶνας.

Τοῦ νοητοῦ, Φαραὼ τὰ ἅρματα, βυθίσαντες μυστικῶς, ὡς ἐν ἐρυθρᾷ, τὸν λαὸν τοῦ Κυρίου, πρὸς γῆν θεογνωσίας, ἥξατε ὑμνοῦντα, Ἀπόστολοι εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἕνα Θεόν, κατˊ οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας, ἀλλˊ οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱός, καὶ Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ φωτεινῆς, προελθὼν νηδύος σου, Νυμφίος ὡς ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνή, τόν Κόσμον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Οἱ τοῦ Χριστοῦ, μύσται καὶ συγκάθεδροι, ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν ἁμαρτωλῶν, πάντοτε δυσωποῦντες, καὶ νῦν παρακαλεῖτε, τὴν Νηστείαν πᾶσαν, εἰλικρινῶς ἀποπεράσαι.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Ἐν Σιναίῳ τῷ ὄρει

Ποταμοὶ γεγονότες Ἀπόστολοι, τῆς πηγῆς τῆς νοητῆς, καὶ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες, ἐν καρδίᾳ καθαρᾷ, τῆς ἐμῆς ἁμαρτίας τὰ ῥεῖθρα, ξηράνατε ταῖς προσευχαῖς ὑμῶν, καὶ πρὸς σωτηρίας ὁδοὺς ὁδηγήσατε.

Ἁμαρτίας χειμάζει κλυδώνιον, τὴν ἀθλίαν μου ψυχήν· δεξιὰν ὡς τῷ Πέτρῳ μοι ἔκτεινον, Κυβερνῆτα ἀγαθέ, μὴ βυθός με καλύψῃ ὁ τῆς ἀπογνώσεως, βρῶμα μὴ γένωμαι, κήτους ψυχοφθόρου, Χριστὲ πολυέλεε.

Ἀποστόλων χορὸς ἱκετεύει σε, Ἰησοῦ Παμβασιλεῦ, δυσωπεῖ σε Ἀγγέλων τὰ τάγματα, τῷ λαῷ σου παράσχου, διὰ πλῆθος οἰκτιρμῶν, κακῶν ἀπολύτρωαιν, βίου διόρθωσιν, καὶ τῆς Βασιλείας τῆς σῆς τὴν οἰκείωσιν.

Θεοτοκίον

Παρθενία καὶ τόκος συνέδραμον, ὑπὲρ φύσιν ἐπὶ σέ, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Μητροπάρθενε ἁγνή· διὸ πίστει βοῶ σοι· ὅλον με ἁγίασον, ὅλον ἐκλύτρωσαι, πάσης ἐνεργείας παθῶν τῶν θλιβόντων με.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀσπόρου συλλήψεως

Ἐν Κόσμῳ ὡς ἄσαρκοι, καὶ ἐν σαρκὶ ὡς Ἄγγελοι, τὸν Λόγον μόνον, ἐν καρδίᾳ φέροντες εἱλκύσατε τὰ ἔθνη, εἰς Χριστοῦ μίαν πίστιν, σοφοὺς καὶ ῥήτορας ὡς μωρούς, ἀπελέγξαντες τῇ γνώσει, παμμακάριστοι Ἀπόστολοι.

Ὁ Πέτρος της πίστεως, ἡ πέτρα καὶ θεμέλιος, Παῦλος ὁ κήρυξ, καὶ ἐθνῶν διδάσκαλος, Υἱοὶ τοῦ Ζεβεδαίου, σὺν τῇ λοιπῇ ὀκτάδι, Χριστῷ πρεσβεύσατε ἐκτενῶς, εὐσθενῶς ἡμᾶς περάσαι, τῆς Νηστείας τὸ διάστημα.

Δόξα...

Μόνε μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν· ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Δυνάμει τοῦ Πνεύματος, πρὸς βασιλεῖς καὶ ἄρχοντας, ἐκβεβηκότες, μηδόλως πτοούμενοι, οὐ πῦρ οὐδὲ μάχαιραν, τροποῦτε πᾶσαν πλάνην, καὶ διασῴζετε τοὺς βροτούς, στρατηγοὶ Κυρίου ὄντες, παμμακάριστοι Ἀπόστολοι.

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Μετανοίας ὁ καιρός, καὶ ζωῆς αἰωνίου πρόξενος ἡμῖν ὁ τῆς Νηστείας ἀγών, ἐὰν ἐκτείνωμεν χεῖρας εἰς εὐποιΐαν· οὐδὲν γὰρ οὕτω σῴζει ψυχήν, ὡς ἡ μετάδοσις τῶν ἐπιδεομένων, ἡ ἐλεημοσύνη συγκεκραμένη τῇ νηστείᾳ, ἐκ θανάτου ῥύεται τὸν ἄνθρωπον· Αὐτὴν ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανὴ γὰρ ὑπάρχει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δˊ

Μετανοίας ὁ καιρός, καὶ ζωῆς αἰωνίου πρόξενος ἡμῖν ὁ τῆς Νηστείας ἀγών, ἐὰν ἐκτείνωμεν χεῖρας εἰς εὐποιΐαν· οὐδὲν γὰρ οὕτω σῴζει ψυχήν, ὡς ἡ μετάδοσις τῶν ἐπιδεομένων, ἡ ἐλεημοσύνη συγκεκραμένη τῇ νηστείᾳ, ἐκ θανάτου ῥύεται τὸν ἄνθρωπον· Αὐτὴν ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανὴ γὰρ ὑπάρχει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε Χριστῷ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δˊ

Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γάρ, Ἁγνή, βοηθῆσαί μοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος αˊ

Πεπτωκότας ἀνάστησον ἡμᾶς, ἀποστραφέντας ἐπίστρεψον πρὸς σὲ ὁ Θεὸς ὡς φιλάνθρωπος, ὁ τῆς γῆς συνέχων τὰ πέρατα. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς λγˊ

Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου.

Στίχ.Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ςˊ, 1–12)

Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσί, κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσί, κατεκάλυπτον τούς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ εἶπον· Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπα· Ἰδού, ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Καὶ εἶπα· Ἕως πότε Κύριε; καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς λδˊ

Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου.

Στίχ.Δίκασον Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Πλευρὰν ἐκκεντούμενος, καὶ ἐπὶ ξύλου κρεμάμενος, τὴν ζωήν μοι ἐπήγασας, κακίᾳ τοῦ ὄφεως, τῇ τοῦ ξύλου βρώσει, τεθανατωμένῳ· ὅθεν δοξάζω σε Χριστέ, καὶ ἱκετεύω τὴν εὐσπλαγχνίαν σου. Παθῶν καὶ τῆς Ἐγέρσεως, προσκυνητήν με ἀνάδειξον, κατανύξει τελέσαντα, τῆς Νηστείας τὸ στάδιον.

Ἦχος δˊ

Ὀδύνην τρυγήσαντα, ἐκ τοῦ φυτοῦ τὸν Πρωτόπλαστον, Παραδείσου ἐξώρισας, παγεὶς δὲ ὡς ἄνθρωπος, ἐν τῷ ξύλῳ Σῶτερ, τοῦτον εἰσοικίζεις· διό σοι κράζω, Λυτρωτά. Τῶν ὀδυνῶν μου νῦν με ἐξάρπασον, νηστείᾳ καθαρίσας με, καὶ μετανοίᾳ καὶ δάκρυσιν, Ἰησοῦ ὑπεράγαθε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. αˊ

Κύριε ἐπὶ Μωϋσέως

Κύριε, τὸν ζωοποιόν σου Σταυρὸν ἀνυμνοῦμεν· οὗτος ζωὴν γὰρ ἐν τῷ Κόσμῳ ἐξήνθησε, τὸν θάνατον νεκρώσας, ὅν σοι καὶ νῦν εἰς πρεσβείαν προσάγομεν, ἐν ἡμέραις ἁγίαις, κράτυνον ἡμᾶς νηστεύοντας, καὶ δώρησαι κατὰ παθῶν τὴν ἰσχύν, καὶ τῆς εἰρήνης τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς λὲˊ

Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου.

Στίχ.Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Εˊ 1–24)

Αὕτὴ ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατˊ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Ἀδὰμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς, Ἔζησε δὲ Ἀδὰμ διακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱὸν κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τήν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη, ἑπτακόσια, καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησεν, ἐννακόσια τριάκοντα ἔτη, καὶ ἀπέθανεν. Ἔζησε δὲ Σήθ, πέντε καὶ διακόσια ἔτη, καὶ ἐγέννησε τὸν Ἐνώς. Καὶ ἔζησε Σήθ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σήθ, δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνᾶν. Καὶ ἔζησεν Ἐνώς, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώς, πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἔζησε Καϊνᾶν, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεήλ, τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν, δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἔζησε Μαλελεήλ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη ἑπτακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα, καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατόν, καὶ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἰάρεδ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώχ, ὀκτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ, δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώχ, πέντε καὶ ἑξήκοντα, καὶ τριακόσια ἔτη. Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς λςˊ

Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.

Στίχ.Μὴ παραζήλου ἐν πονηρευομένοις.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ςˊ, 3–20)

Ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον, ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐγγυήσω. Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος, Ἐκείνῳ γάρ, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, ἑτοιμάζεται θέρους τὴν τροφήν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινή δέ ἐστι πᾶσι, καὶ περίδοξος, καί περ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Ἕως τίνος, ὦ ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη, εἴτˊ ἐμπαραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία, καὶ ἡ ἔνδεια, ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ἦς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς, ὁ δˊ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύλων. Διεστραμμένη καρδία τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν, οἷς μισεῖ ὁ Κύριος, συντρίβεται δὲ διˊ ἀκαθαρσίαν ψυχῆς. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου, καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν, ἐξολοθρευθήσονται. Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.

Ἀπόστιχα, Ἦχος πλ. αˊ

Ἰδιόμελον

Μὴ νηστεύσαντες κατˊ ἐντολὴν τοῦ Κτίσαντος, ἀπὸ τοῦ φυτοῦ τῆς γνώσεως οἱ Πρωτόπλαστοι, τὸν ἐκ τῆς παρακοῆς θάνατον ἐκαρπώσαντο, τοῦ δὲ ξύλου τῆς ζωῆς, καὶ τοῦ Παραδείσου τῆς τρυφῆς ἀπεξενώθησαν. Διὸ νηστεύσωμεν πιστοί, ἀπὸ τροφῶν φθειρομένων, καὶ παθῶν ὀλεθρίων, ἵνα τὴν ἐκ τοῦ θείου Σταυροῦ ζωὴν τρυγήσωμεν, καὶ σὺν τῷ εὐγνώμονι Λῃστῇ, πρὸς τὴν ἀρχαίαν ἐπανέλθωμεν πατρίδα, κομιζόμενοι παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Μὴ νηστεύσαντες κατˊ ἐντολὴν τοῦ Κτίσαντος, ἀπὸ τοῦ φυτοῦ τῆς γνώσεως οἱ Πρωτόπλαστοι, τὸν ἐκ τῆς παρακοῆς θάνατον ἐκαρπώσαντο, τοῦ δὲ ξύλου τῆς ζωῆς, καὶ τοῦ Παραδείσου τῆς τρυφῆς ἀπεξενώθησαν. Διὸ νηστεύσωμεν πιστοί, ἀπὸ τροφῶν φθειρομένων, καὶ παθῶν ὀλεθρίων, ἵνα τὴν ἐκ τοῦ θείου Σταυροῦ ζωὴν τρυγήσωμεν, καὶ σὺν τῷ εὐγνώμονι Λῃστῇ, πρὸς τὴν ἀρχαίαν ἐπανέλθωμεν πατρίδα, κομιζόμενοι παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλˊ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ Κόσμῳ τὴν εἰρήνην αἰτήσατε, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον

Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα, πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ Τέκνον μου γλυκύτατον, Χριστέ, τίνος χάριν, τὸν ταχὺν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε, δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρίδῃς, Οἰκτίρμον, σιγῶν ἐμὲ τὴν τεκοῦσάν σε, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Νηστείᾳ ὑψούμενοι, τῶν χαμαιζήλων παθῶν, ὑψώσωμεν Κύριον, τὸν ὑψωθέντα σταυρῷ, καὶ Κόσμον ὑψώσαντα, πίωμεν ἐν αἰσθήσει, κατανύξεως πόμα, λάβωμεν τὴν ἡμέραν, κατὰ νοῦν καὶ τὴν ὥραν, ἐν ᾗ τῷ αἰωνίῳ Κριτῇ παραστησόμεθα.

Σταυροθεοτοκίον

Ἡ ἄνυμφος Μήτηρ σου, ὡς ἐθεάσατο, σταυρῷ σε ὑψούμενον, ὀδυρομένη θρηνοῦσα, τοιαῦτα ἐφθέγγετο. Τί τὸ καινὸν καὶ ξένον τοῦτο Υἱέ μου θαῦμα; πῶς σε ἄνομος δῆμος, τῷ σταυρῷ προσπηγνύει, τὴν τῶν ἁπάντων ζωήν, φῶς μου γλυκύτατον;

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Λάμπει σήμερον

Λάμπει Κύριε, ἡ χάρις ἡ τοῦ Σταυροῦ σου, ἅπασαν τὴν οἰκουμένην ἀστράπτουσα, τὴν ἰσχὺν τῶν δαιμόνων ἐξαφανίζει, καὶ νηστείας δρόμον νῦν εὐμαρίζει, ἐν αὐτῇ δυναμῶν, Ἐλέησον ἡμᾶς.

Σταυροθεοτοκίον Τὸν συνάναρχον Λόγον

Ὑψωθέντα ἐν ξύλῳ ὡς ἐθεάσατο, ἡ τεκοῦσά σε Μήτηρ ὠδίνων ἄνευθεν, ὠλοφύρετο κλαυθμῷ, καὶ ἀνεκραύγαζεν· Οἴμοι γλυκύτατε Υἱέ! τιτρώσκομαι νῦν την ψυχήν, ἐν τῷ σταυρῷ καθορῶσά σε, ἐν μέσῳ δύο κακούργων, δίκην κακούργου προσηλούμενον.

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος δˊ

Ἀσεβεῖς οὐκ ὄψονται

Ἑκουσίως Δέσποτα, ὑψώθης ἐν σταυρῷ, καὶ κατέρραξας τὸν ἐχθρόν, ἑκουσίως· ὅθεν κατερραγμένον με, ἡδονῶν εἰς βάραθρα, εὐσπλαγχνίᾳ σου ἀνόρθωσον.

Σκοτισθέντα πάθεσιν, ἀτόποις τὴν ψυχήν, φωταγώγησον Ἰησοῦ, ὁ σκοτίσας ἥλιον, σταυρῷ τεινόμενος, καὶ φωτίσας ἅπαντα, Οἰκουμένης τὰ πληρώματα.

Τὸ Νηστείας πέλαγος, ἐκπλεῦσαι γαληνῶς, καταξίωσόν με Χριστέ, κατευνάζων κύματα τῆς διανοίας μου, καὶ τῆς Ἀναστάσεως, εἰς λιμένας ἐγκαθόρμισον.

Θεοτοκίον

Τὴν Ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, ταῖς ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Κανών βˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε

Σὺ σταυρωθείς, φθορᾶς ἀπαλλάττεις με, καὶ λογχευθείς, ἀπαθανατίζεις με, δοξάζω σου τὸ ἄφραστον ἔλεος, ὅτι ἦλθες Χριστὲ; ἵνα σώσῃς με.

Ἐν τῷ σταυρῷ, τείνας τὰς παλάμας σου, τὸν νοητὸν Ἀμαλὴκ ἀπέκτεινας, τὸν λαόν σου ἀνασῴζων Κύριε, διὰ τοῦτο ὑμνοῦμεν τὸ κράτος σου.

Δόξα...

Τὴν ἐν τρισί, προσώποις Θεότητα, μίαν ἀρχήν, τὴν πανυπερούσιον ὑμνήσωμεν, τὸν Πατέρα ἄναρχον, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ἅγιον.

Καὶ νῦν... Θεοτοκίον

Ὃν οὐρανός, χωρεῖν οὐκ ἠδύνατο, σὺ ἐν γαστρὶ συλλαβοῦσα τέτοκας, ὢ τοῦ φρικτοῦ καὶ ἀρρήτου θαύματος! Διὸ πάντες, ὑμνοῦμέν σε Ἄχραντε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὁ διˊ ἐμέ, ὑπομείνας σταύρωσιν, ὄξος πιών, καὶ εἰπών· Τετέλεσται, τέλεσόν μου τὸ Νηστείας στάδιον, ἀξιῶν με ἰδεῖν σου τὴν Ἔγερσιν.

Ὁ Εἱρμὸς

«Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε Χριστὲ ἐλέησον, καὶ εἰρήνην δώρησαι, διότι φῶς καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα τοῖς δούλοις σου φιλάνθρωπε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Σταυρῷ προσπαγεὶς διˊ εὐσπλαγχνίαν, Λῃστῇ τὸν Παράδεισον ἠνέῳξας, νῦν δὲ λῃστευθέντα με, δαίμονος δεινότητι, καὶ τῇ ψυχῇ ὁλόσωμον, πληγὴν δεξάμενον, ἰάτρευσον ἀνοίξας μοι πύλας, τὰς τῆς μετανοίας, τῇ σῇ φιλανθρωπίᾳ.

Νηστείᾳ λαμπρύναντες τὴν σάρκα, ψυχὴν ἀρεταῖς καταπιάνωμεν, πένητας ἐκθρέψωμεν, πλοῦτον μὴ κενούμενον, ἐν οὐρανοῖς ὠνούμενοι, καὶ ἀνακράξωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τῷ Πάθει σου Κτίσις ἐκλονήθη, σταυρῷ σε θεασαμένη καθηλούμενον, Σῶτερ ὑπεράγαθε· ὅθεν ἱκετεύω σε, ταῖς προσβολαῖς κλονούμενον, ἀεὶ τοῦ ὄφεως, στερέωσον τὸν νοῦν μου, Οἰκτίρμον, σοῦ τῶν θελημάτων, ἐν ἀρραγεῖ τῇ πέτρᾳ.

Θεοτοκίον

Ἡ πύλη Θεοῦ ἡ κεκλεισμένη, ἣν μόνος διώδευσεν ὁ Κύριος, ἴθυνον πρὸς τρίβους με, θείας καὶ διάνοιξον, τῆς σωτηρίας πύλας μοι θεοχαρίτωτε! πρὸς σὲ γὰρ καταφεύγω Παρθένε, μόνη προστασία, τοῦ γένους τῶν ἀνθρώπων.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὸν Ποιητὴν τῆς Κτίσεως

Τὸ Ξύλον τὸ πανάγιον, ἐν ᾧ σὺ Χριστέ μου ἐσταυρώθης ὑμνῶν, ὑπερευλογῶ σε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν Γολγοθᾷ οἱ ἄνομοι, σὲ Χριστὲ σταυρώσαντες ἀπέκτειναν, ἀλλὰ ζῇς καὶ σῴζεις, ἡμᾶς εἰς τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν ὑμνούντων σε Πανάχραντε, ῥυσθῆναι παντοίων, πειρασμῶν καὶ κινδύνων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῇ τοῦ Σταυροῦ σου Κύριε, δυνάμει νευρώσας με ἀξίωσον, εὐψύχως ἀνύσαι, τὸν τῆς Νηστείας δρόμον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Λίθος ἀχειρότμητος

Λίθον σε τμηθέντα προεῖδεν, ὄρους Προφήτης τῆς Παρθένου, Σῶτερ διαρρήξαντα πέτρας, τῇ σῇ σταυρώσει· διὸ βαρούμενον, ἀναισθησίας λίθῳ με, ὡς πανοικτίρμων ἐλευθέρωσον.

Νήστευσον κακίας ψυχή μου, θείαν ἀγάπην ἐντρυφῶσα, θύραν ἀναπέτασον πάσαις, καλῶν ἰδέαις, ἐναποφράττουσα, τῆς πονηρίας εἴσοδον, διˊ ἐγκρατείας καὶ δεήσεως.

Ἐμὲ τὸν κατάκριτον σῶσον, ὁ κατακρίνας τῷ Σταυρῷ σου, Δέσποτα Σωτήρ μου τὴν ἔχθραν, καὶ μὴ γεέννης δείξῃ ὑπεύθυνον, τὸν σπιλωθέντα πάθεσι, καὶ ἁμαρτίαις ἀμαυρούμενον.

Θεοτοκίον

Φεῖσαί μου Χριστὲ ὅταν ἔλθῃς, κρῖναι τὸν Κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν κακῶν μου, ταῖς ἱκεσίαις τῆς Κυησάσης σε, καὶ κληρονόμον ποίησον, τῆς οὐρανίου Βασιλείας σου.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Πάλιν τὸν Παράδεισον, ὑπανοίγεις ἅπαξ σταυρωθείς, ἐν ᾧ μεταλαβών, χαίρω τῆς ζωῆς, θανάτου λυτρούμενος αἰωνίου, τῆς παρακοῆς· ὅθεν Φιλάνθρωπε, ὡς Θεόν μου μεγαλύνω σε.

Τὸ κατάρας ὄργανον, εὐλογίας δέδεικται σφραγίς, ὁ σὸς ζωοποιός, Κύριε Σταυρός, ἐν ᾧ καθορῶντές σε, ζωούμεθα θνήξαντες τὸ πρίν, καὶ ἀνυμνοῦντές σε, ὡς Δεσπότην μεγαλύνομεν.

Δόξα...

Ὁμοουσιότητι, ἀνυμνῶ σε ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεὸς, ἐστὶν ὁ τεχθείς. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὁ Σταυρὸς ὁ τίμιος, ἡ ἰσχύς μου καὶ καταφυγή, γενοῦ μοι φωτισμός, νῦν ἐγκρατευτῶς, εὐφραίνων καθαίρων με, ῥυόμενος ἀπὸ πειρασμῶν, ἵνα δοξάζων σε, τὸν Δεσπότην μεγαλύνω Χριστόν.

Ὁ Εἱρμὸς

«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ. Ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Ἡ παθοκτόνος Νηστεία παροῦσα, τοὺς κακωθέντας ὑπὸ τῆς ἁμαρτίας, ἰατρεύειν ἐπαγγέλλεται, ἣν ὡς θεόσδοτον βοηθὸν τιμήσωμεν, τὰς θεογράφους πλάκας, διὰ Μωσέως δεξάμενοι, μὴ προκρίνωμεν τὴν συντρίψασαν αὐτὰς ἀκρασίαν, μὴ γενώμεθα μέτοχοι, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, μὴ σκυθρωπάσωμεν Ἰουδαϊκῶς, ἀλλὰ Ἐκκλησιαστικῶς φαιδρυνθῶμεν, μὴ φαρισαϊκῶς ὑποκριθῶμεν, ἀλλˊ Εὐαγγελικῶς καλλωπισθῶμεν, ἐγκαυχώμενοι τῷ Σταυρῷ Χριστοῦ, τοῦ λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δˊ

Ἡ παθοκτόνος Νηστεία παροῦσα, τοὺς κακωθέντας ὑπὸ τῆς ἁμαρτίας, ἰατρεύειν ἐπαγγέλλεται, ἣν ὡς θεόσδοτον βοηθὸν τιμήσωμεν, τὰς θεογράφους πλάκας, διὰ Μωσέως δεξάμενοι, μὴ προκρίνωμεν τὴν συντρίψασαν αὐτὰς ἀκρασίαν, μὴ γενώμεθα μέτοχοι, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, μὴ σκυθρωπάσωμεν Ἰουδαϊκῶς, ἀλλὰ Ἐκκλησιαστικῶς φαιδρυνθῶμεν, μὴ φαρισαϊκῶς ὑποκριθῶμεν, ἀλλˊ Εὐαγγελικῶς καλλωπισθῶμεν, ἐγκαυχώμενοι τῷ Σταυρῷ Χριστοῦ, τοῦ λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι, πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Τὶ τὸ θαυμαστόν, καὶ ἐξαίσιον; ἡ Παρθένος τῷ Κυρίῳ, ἀνεβόα μητρικῶς. Αἱ ὠδῖνες, ἃς οὐκ ἔγνων ἐν τῷ τίκτειν σε, Υἱέ, δριμεῖαι, καθικνοῦνται τῆς καρδίας μου, οὐ φέρω, ἐν σταυρῷ προσηλωμένον σε, ὁρᾶν τό φῶς τῶν ὀμμάτων μου· σπεῦσον οὖν ἀνάστηθι, ὅπως δοξάσω σὺν τῷ Κόσμῳ, τὴν φρικτὴν Οἰκονομίαν σου.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος αˊ

Ἐν νυκτὶ καὶ ἡμέρᾳ, προσπίπτομέν σοι Κύριε, τοῦ δοῦναι ἄφεσιν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν, ἵνα ἐν εἰρήνῃ σε προσκυνῶμεν, καὶ δοξολογῶμεν φιλάνθρωπε. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς λςˊ

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Στίχ.Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπˊ ἐμὲ τὴν χεῖρά σου.

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. Ζˊ, 1–14)

Ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασείμ, βασιλεὺς Ἀράμ, καὶ Φακκεέ, υἱὸς Ῥωμελίου, βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλήμ, πολεμῆσαι αὐτήν, καὶ οὐκ ἡδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυΐδ, λέγων· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν τῷ Ἄχαζ σύ, καὶ ὁ καταλειφθείς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν δαυλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀράμ, καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν, Ἐφραΐμ περὶ σοῦ, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ, τάδε λέγει κύριος Σαβαώθ. Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, ἀλλˊ ἡ κεφαλὴ Ἀράμ, Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥαασείμ, ἀλλ ἐφ’ ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥωμελίου, καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Αἴτησον σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν· Ἀκούσατε δὴ οἶκος Δαυΐδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ληˊ

Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε.

Στίχ.Εἶπα, φυλάξω τὰς ὁδούς μου.

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Βˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος δˊ

Ἰδιόμελον

Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπίσκεψαί μου τὴν ψυχήν, καὶ τὸ φορτίον τῶν ἀνομιῶν μου, ἄνες μόνε Φιλάνθρωπε.

Ἦχος δˊ

Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπίσκεψαί μου τὴν ψυχήν, καὶ τὸ φορτίον τῶν ἀνομιῶν μου, ἄνες μόνε Φιλάνθρωπε.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς λθˊ

Τὸ ἔλεός σου, Κύριε, καὶ ἡ ἀλήθειά σου.

Στίχ.Ὑπομένων ὑπέμεινα τὸν Κύριον.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Εˊ, 32 – ΣΤˊ, 8)

Νῶε ἦν ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν, ἑκατόν εἴκοσιν ἔτη, οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ μετ΄ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτόῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπˊ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἰδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἁπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην, ὅτι ἐποίησα αὐτούς, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς μˊ

Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με.

Στίχ.Μακάριος ὁ συνιὼν ἐπὶ πτωχόν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ ΣΤˊ, 20 – Ζˊ, 1)

Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου, ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντός, καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω, ὡς δˊ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς, καὶ ἔλεγχος, καὶ παιδεία, τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. Υἱέ, μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· τιμὴ γὰρ πόρνης, ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπˊ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς, οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γάρ, ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν, ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δούς, ῥύσεται ἑαυτόν, ὁ δὲ μοιχὸς διˊ ἔνδειαν φρενῶν, ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τό τε ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ, μὴ φοβοῦ ἄλλον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον, Τριῳδίου

Ἦχος βˊ

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἦχος βˊ

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

Ἦχος βˊ

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Κάθισμα Ἀμώμου, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

Δόξα...

Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ Κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς διˊ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὴν δέησιν ἐκχεῶ

Οἱ Ἅγιοι διὰ πλείστων βασάνων, τὰς πολλὰς τῶν δυσμενῶν μυριάδας, καταβαλεῖν, ἠξιώθησαν Σῶτερ, καὶ τῶν πολλῶν ἀγαθῶν σου ἐπέτυχον, εὐχαῖς αὐτῶν ὡς ἀγαθός, τὰ πολλά μου ἐξάλειψον πταίσματα.

Ὑμνήσωμεν τοὺς Χριστοῦ Ἀθλοφόρους, καὶ βοήσωμεν αὐτοῖς ὁμοφρόνως, Δεσποτικῶν, μιμηταὶ παθημάτων, τὰ τῶν ψυχῶν ἡμῶν πάθη ἰάσατε, νηστεύειν τε ἀπὸ κακῆς, συνηθείας ἡμᾶς ἐνισχύσατε.

Μετέβαλες τοῦ θανάτου εἰς ὕπνον, τὸ ἐπίπονον ἐν τάφῳ ὑπνώσας, καὶ τοῖς νεκροῖς, τὴν ζωὴν ἐδωρήσω, τοὺς μεταστάντας οὖν Σῶτερ ἀξίωσον, τῆς στάσεως τῶν ἐκλεκτῶν, Ἀθλοφόρων ἁγίων δεήσεσι.

Θεοτοκίον

Νηστεύειν με καὶ ἀπέχεσθαι πάσης, ἁμαρτίας ἐνδυνάμωσον Κόρη, τὸν δυνατόν, ἀναμάρτητον Λόγον, σωματωθέντα ἀρρήτως κυήσασα, καὶ δίδου μοι καθαρτικόν, μολυσμάτων Πανάμωμε δάκρυον.

Κανών βˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος γˊ

Βυθός μοι τῶν παθῶν ἐπανέστη

Μαρτύρων μνήμην ἐπιτελοῦμεν ἐνθέως, φιλομάρτυρες δεῦτε, ἀγαλλιασώμεθα, ὕμνοις αὐτοὺς καταστέφοντες, τὸν ἀθλοθέτην Χριστὸν εὐλογοῦντες.

Μαστίγων πρῶτον πεῖραν λαβόντες, εἶθ οὕτω λιθασθέντες πρισθέντες, θηρσὶ βορὰ δίδοσθε, σφαγιάζεσθε ὡς ἄρνες Χριστοῦ, ἀλλὰ ζῆτε εἰς ἀεὶ Ἀθλοφόροι.

Δόξα...

Τὰ τρία μιᾷ φύσει συνάπτων, τὸ ἓν δέ, τρισὶ τέμνων προσώποις, ἃ ἡ Θεότης ἐστί, Σαβέλλιόν τε καὶ τὸν Ἄρειον, τοὺς ἰσομέτρους κρημνοὺς διαφεύγω.

Καὶ νῦν... Θεοτοκίον

Παρθένος ὤφθης, καὶ μετὰ τόκον ἁγνεύεις· ἄμφω γὰρ καὶ λοχεύεις, ξενοπρεπὲς θέαμα, λεγόμενον, καὶ νοούμενον, ἐν σοὶ Θεομῆτορ.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Μαρτυρικόν

Τὸ αἷμα τῆς ὑμῶν καρτερίας, Κυρίῳ ἱκετεύει ἀπαύστως, ὑπὲρ ὑμῶν Μάρτυρες· διὸ καὶ νῦν, ὑπερεύξασθε νηστεύειν ἡμᾶς, ἐκ παθῶν ἀτιμίας.

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρώσιμον

Ὁ πάντα μέλλων κρῖναι τὸν Κόσμον, παρόντων μυριάδων Ἀγγέλων, ἀκαταγνώστως τότε παραστῆναί σοι καταξίωσον, τοὺς κοιμηθέντας, πιστῶς Πανοικτίρμον.

Ὁ Εἱρμὸς

«Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην».

Κανών αˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Ὄμβροις ἐσβέσατε αἱμάτων, παναοίδιμοι τὴν φλόγα τῆς ἀπάτης, τοῦ πυρὸς οὖν ἡμᾶς, τοῦ μέλλοντος πρεσβείαις, ταῖς πρὸς Χριστὸν λυτρώσατε, τοῦ Κυρίου Ἀθλοφόροι.

Στόματα φράξαντες λεόντων, τῶν βασάνων τὴν πυρὰν ὑπενεγκόντες, Ἀθλοφόροι τρυφήν, τὴν κρείττονα κληροῦσθε, ἧς περ τυχεῖν δεήθητε, καὶ ἡμᾶς εἰς τοὺς αἰῶνας.

Ὅλῳ φωτὶ περιλαμφθέντες, τῷ τοῦ πνεύματος γενναῖοι Ἀθλοφόροι, μεταστᾶσι πιστοῖς, τὴν ἄνεσιν αἰτεῖτε, καὶ Παραδείσου εἴσοδον, καὶ ζωῆς τὴν μετουσίαν.

Θεοτοκίον

Ὕμνον προσάγω σοι Παρθένε, μὴ παρίδῃς με κακοῖς κεκρατημένον· ἀλλὰ δίδου Ἁγνή, διόρθωσιν τελείαν, διὰ νηστείας πάσης τε, ἀγωγῆς ἀγαθοτρόπου.

Κανών βˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος γˊ

Ὁ τὴν φλόγα δροσίσας

Πῦρ καὶ ξίφος καὶ θήρας Ἀθλοφόροι, ὡς τρυφὴν λογισθέντες κατεπλήξατε, τοὺς φονεῖς ὑμῶν, ἀνυμνοῦντες Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.

Μεληδὸν συγκοπέντες καὶ καέντες, τῷ Χριστῷ, ἀνηνέχθητε θυσία, εὐωδεστάτη Χριστοῦ Μάρτυρες, ἀλλˊ αὐτὸν ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύσατε.

Δόξα...

Ἐν Τριάδι ἕνα Θεὸν δοξάζω, τὸν Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Μονάδα ἁπλήν, Τριάδα σεπτήν, ἀρχὴν προάναρχον, καὶ ὁμοούσιον.

Καὶ νῦν... Θεοτοκίον

Παναγία Δέσποινα Θεοτόκε, τὰς εὐχὰς τῶν δούλων σου δεχομένη, προσένεγκε τῷ πάντων Θεῷ, ἵνα σώσῃ ἡμᾶς, ἀπὸ παντὸς πειρασμοῦ.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μαρτυρικόν

Τῶν Μαρτύρων οἱ δῆμοι οὐρανόθεν, τοὺς ὑμᾶς ἀνυμνοῦντας ἐπιστάντες, εὐλογήσατε, ἁγιάσατε προθύμως, τῶν Νηστειῶν, διατελεῖν τὸν καιρόν.

Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον

Τῶν ἐν πίστει πρὸς σὲ μετατεθέντων ὁ συνιὼν τὰ ἔργα τῶν ἀνθρώπων, τὰ ἑκούσια, καὶ ἀκούσια πταίσματα συγχωρῶν, ἀνάπαυσον ὡς Θεός.

Ὁ Εἱρμὸς

«Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Νικηταὶ τυράννου

Τῶν βασάνων εἴδη, ἀσθενείᾳ σώματος ὑπενεγκόντες, ἰατροὶ νοσούντων, Ἀθλοφόροι ὤφθητε· ὅθεν κραυγάζω. Τὴν ἐμὴν νοσοῦσαν ψυχὴν ἰατρεύσατε, χρόνῳ τῆς Νηστείας, διὰ τῆς μετανοίας.

Οἴμοι! πῶς παρῆλθον, πᾶσαι αἱ ἡμέραι μου ἐν ἀμελείᾳ, καὶ ἰδοὺ τὸ τέλος, φθάνει ἀτελείωτον, καλῶν λαβεῖν με. Οἱ καλῶς τὸν δρόμον, τελέσαντες Μάρτυρες, τέλος ἀγαθόν μοι, γενέσθαι δυσωπεῖτε.

Σταλαγμοῖς αἱμάτων, τὴν πυρὰν ἐσβέσατε τῆς ἀθεΐας, θεῖοι Ἀθλοφόροι, καὶ τοῖς ἐκδημήσασι τοῦδε τοῦ βίου, ἐξαιτεῖτε ὄντως, τὴν θείαν ἀνάπαυσιν, καὶ τῶν πεπραγμένων, τὴν λύσιν εἰς αἰῶνας.

Θεοτοκίον

Ἰεζεκιὴλ σε, πύλην ἀδιόδευτον Ἁγνὴ προεῖδε, μετανοίας πύλας, πᾶσιν ὑπανοίγουσαν ἀπεγνωσμένοις· ὅθεν δυσωπῶ σε, τρίβους μοι ὑπάνοιξον, τὰς πρὸς τὰς ἐκεῖθεν, φερούσας καταπαύσεις.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ἐξ ἀνάρχου

Τοὺς πολυάθλους αἰκισμούς, διαφόρως ὑπομείναντες, οἱ μὲν καέντες, ἕτεροι πρισθέντες, ἄλλοι δὲ τεμνόμενοι, εὐφραίνεσθε Ἀθληταί, ἀναμέλποντες Χριστῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐν τοῖς αἵμασιν ὑμῶν, ἁγιάζετε τὰ πέρατα, μικραῖς ῥανίσι, ῥεῖθρα ἰαμάτων πᾶσιν ἀναβλύζοντες, πανεύφημοι Μάρτυρες· διὸ βοᾶτε ἀεί· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἡ τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Ἰδοὺ πᾶσαι γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς Ποιητήν, Θεὸν ὄντα καὶ βροτόν· διό σε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Μαρτυρικόν

Τῶν Ἀθλοφόρων ὁ χορός, δυσωπήθητι τοῦ σῶσαι ἡμᾶς, πρὸς τὸν Σωτῆρα, τὰς ἱκετηρίας, καὶ τανῦν ποιούμενοι, λατρεύειν εἰλικρινῶς, διˊ ἐγκρατείας αὐτῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρώσιμον

Τοὺς Κοιμηθέντας εὐσεβῶς, ἐλπίδι ἀναστάσεως, πρὸς αἰωνίαν ζωὴν ἐγερθῆναι, Κύριε, ἀξίωσον αἰνεῖν σε εἰλικρινῶς, καὶ δοξάζειν ψαλμικῶς· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπˊ ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ὅρους παρῆλθες τῆς φύσεως

Ὤφθητε θεῖοι ὡς ἄνθρακες, ὕλην πονηρὰν ἀθεΐας συμφλέξαντες, καὶ στίφη τῶν δαιμόνων ξίφει συγκόψαντες, γενναῖοι Ἀθλοφόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.

Σκότος βασάνων διήλθετε, καὶ πρὸς φωτισμὸν νοητὸν μετοικίσθητε, γενναῖοι Ἀθλοφόροι· διὸ φωτίσατε τὴν ταπεινὴν ψυχήν μου, ἐσκοτισμένην πλημμελήμασιν.

Ἤλγησαν πόνους προσφέροντες, οἱ πανευκλεεῖς Ἀθλοφόροι τοῦ σώματος, καὶ νῦν τοῖς μεταστᾶσι πιστοῖς τὴν ἄπονον, ἀνάπαυσιν αἰτοῦνται, καὶ παραδείσου τὴν ἀπόλαυσιν.

Θεοτοκίον

Φάνηθι ἄχραντε Δέσποινα, θεῖος συνεργὸς τοῖς ἀχρείοις οἰκέταις σου, καιρῷ τῆς ἐγκρατείας, τὰς προσευχὰς ἡμῶν προσάγουσα Κυρίῳ, τῷ τῶν αἰώνων βασιλεύοντι.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Σὲ τὴν ἀθάνατον

Ὡς πῦρ ἐμβληθέντες ἐκ Θεοῦ, εἰς τὴν γῆν καταφλέξατε, πᾶσαν πλάνην εἰδώλων, ἀνάψαντες πυρσόν, εἰς τὰ πέρατα εὐσεβείας, Ἀθλοφόροι Χριστοῦ.

Ὑμᾶς οὔτε φλόγες οὐ σφαγαί, οὐ τροχοὶ οὐκ ἀρθρέμβολα, καταπέλται, πριστῆρες, οὐκ ἄλλη βάσανος πικρὰ διεχώρισε, τῆς ἀγάπης Χριστοῦ Ἀθληταί.

Δόξα...

Ἓν καὶ τρία ἀνυμνῶ, εὐσεβῶς τὴν Θεότητα, τῇ μορφὴ τοῖς προσώποις, συνάπτων καὶ διαιρῶν, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα· ταῦτα Ἓν εἰσι.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν ἐκ ῥίζης Ἱεσσαί, καὶ Δαυῒδ τοῦ προπάτορος, ἐκβλαστήσασαν ῥάβδον, πανάχραντε Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μαρτυρικόν

Πληθὺς Μαρτύρων ἡ σεπτή, τὸν Χριστὸν ἐκδυσώπησον, ἐν εἰρήνῃ πληροῦντας τὸν δρόμον τῶν Νηστειῶν, κατιδεῖν ἡμᾶς, καὶ προσκυνῆσαι καὶ τὰ Πάθη αὐτοῦ.

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον

Νεκρῶν καὶ ζώντων ὡς Θεός, ὁ νεκρώσας τὸν θάνατον, καὶ ζωὴν τῇ Ἐγέρσει σου πᾶσι παρασχών, Χριστὲ ἀνάπαυσον, καὶ τοὺς δούλους σου, οὓς μετέστησας.

Ὁ Εἱρμὸς

«Σὲ τὴν ἀθάνατον πηγήν, τὴν διˊ Ἁγίων ἰάματα, τῷ γένει τῶν ἀνθρώπων παρέχουσαν, Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν».

Προκείμενον Ἦχος πλ. βˊ

Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ.Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Κοινωνικὸν

Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις, Ἀλληλούϊα.

ΚΥΡΙΑΚΗ Βˊ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου

Ἦχος βˊ

Ποίοις εὐφημιῶν ᾄσμασιν

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τῆς θεολογίας τὴν σάλπιγγα τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στῦλον τῆς Ἐκκλησίας τὸν ἀκράδαντον τὸ μέγα, τῆς Οἰκουμένης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινὸν τὸν τὴν Κτίσιν καταλαμπρύνοντα.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου

Ἦχος βˊ

Ποίοις εὐφημιῶν ᾄσμασιν

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τῆς θεολογίας τὴν σάλπιγγα τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στῦλον τῆς Ἐκκλησίας τὸν ἀκράδαντον τὸ μέγα, τῆς Οἰκουμένης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινὸν τὸν τὴν Κτίσιν καταλαμπρύνοντα.

Ἦχος βˊ

Ποίοις ὑμνῳδιῶν ἄνθεσιν, στεφανώσωμεν τὸν Ἱεράρχην, τὸν τῆς εὐσεβείας ὑπέρμαχον καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν θερμὸν τῆς Πίστεως προστάτην τὸν μέγαν καθηγεμόνα καὶ διδάσκαλον, τὴν λύραν τὴν παναρμόνιον τοῦ Πνεύματος τὴν χρυσαυγίζουσαν γλῶσσαν, τὴν πηγὴν τὴν βρύουσαν, ἰαμάτων νάματα πιστοῖς τὸν μέγαν καὶ ἀξιάγαστον Γρηγόριον.

Ἦχος βˊ

Ποίοις οἱ γηγενεῖς χείλεσιν εὐφημήσωμεν τὸν Ἱεράρχην, τὸν τῆς Ἐκκλησίας διδάσκαλον τοῦ φωτὸς τοῦ θείου τὸν κήρυκα, τὸν οὐρανομύστην τῆς Τριάδος, τὸ μέγα τῶν μοναζόντων ἐγκαλλώπισμα τὸν πράξει, καὶ θεωρία διαλάμποντα Θεσσαλονίκης τὸ κλέος συμπολίτην ἔχοντα μυροβλύτην ἐν οὐρανοῖς, τὸν θεῖον καὶ ὑπερθαύμαστον Δημήτριον.

Δόξα... Ἦχος πλ. βˊ

Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλὸς καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητὴς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν Πατὴρ ἡμῶν θεοφόρε Γρηγόριε, αἴτησαι πρεσβείαις σου δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπόστιχα

Δόξα... Ἦχος πλ. δˊ

Ἡ γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι, καὶ θεοφθόγγοις λόγοις σου κλῖμαξ εὑρίσκεται, τοὺς ἐκ γῆς πρὸς Θεὸν ἀναφέρουσα· διὸ Γρηγόριε, Θετταλίας τὸ θαῦμα, μὴ παύσῃ πρεσβεύων Χριστῷ φωτισθῆναι τῷ θείῳ φωτὶ τοὺς τιμῶντάς σε.

Καὶ νῦν... Ἦχος πλ. δˊ

Ἀνύμφευτε Παρθένε ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκὶ Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος πλ. δˊ

Ὀρθοδοξίας ὁ φωστὴρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος· Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος· ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών αˊ, ᾨδὴ αˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Ἀνοίξω τὸ στόμα μου

Ῥητόρων οἱ ἔνθεοι καὶ θεολόγων οἱ πρόκριτοι καὶ γλῶσσαι θεόφθογγοι, δεῦτε συνέλθετε εἰς ἑνότητα ὑμνῆσαι κατ΄ ἀξίαν τὸν πνευματορρήτορα θεῖον Γρηγόριον.

Ὁ στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης, ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς.

Ἐκ βρέφους ἐπόθησας, κρείττονα βίον καὶ τέλειον Πάτερ ἐκ νεότητος, ἔστερξας φρόνημα καὶ ὁμότροπος καὶ σύμφρων ἀνεδείχθης, τοῦ συνωνυμοῦντός σοι, θεῖε Γρηγόριε.

Θεοτοκίον

Γενοῦ μοι Πανάμωμε, ζωῆς ὁδὸς ὁδηγοῦσά με, πρὸς θεῖα σκηνώματα· ἀπεπλανήθην γὰρ καὶ πρὸς βάραθρα κακίας ὀλισθαίνω, ἐξ ὧν με ἀνάγαγε τῇ μεσιτείᾳ σου.

Καταβασία

«Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Κανών αˊ, ᾨδὴ γˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

Τὰ ῥεῖθρα τῶν θείων διδαχῶν σου φυλάττοντες πᾶσαν μηχανὴν τῶν κακοδόξων φεύγομεν, καὶ πάσας ἐκκρουόμεθα, σοῖς ἱεροῖς συγγράμμασι, φάλαγγας τούτων Γρηγόριε.

Σοφίας μωρὰς τῶν κακοδόξων, διέλυσας Μάκαρ τοῦ Θεοῦ, σοφίαν ἐνυπόστατον, ἔχων ἐν τῇ καρδίᾳ σου διˊ ἧς μετˊ ἤχου ἔθραυσας, τὰ σαθρὰ τούτων φρυάγματα.

Νεκρώσας σαρκὸς τῆς φθειρομένης πᾶσαν ἡδυπάθειαν σοφὲ ἀσκητικῶς ἐζώωσας ψυχῆς σου τὰ κινήματα καὶ ταύτην θεῖον ὄργανον, θεολογίας ἀνέδειξας.

Θεοτοκίον

Ἐν γνώσει φρενῶν καὶ προαιρέσει αἰσχράν τε καὶ ἄσωτον ζωήν, ἐπιμελῶς ἠγάπησα, ἀλλὰ στοργῇ τῇ τοῦ Τόκου σου Παρθένε Θεονύμφευτε, δῆσόν με θείᾳ πρεσβείᾳ σου.

Καταβασία

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.»

Κάθισμα

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Τὴν πλάνην κατέφλεξας, τῶν κακοδόξων Σοφὲ τὴν πίστιν ἐτράνωσας, τῶν ὀρθοδόξων καλῶς, καὶ κόσμον ἐφώτισας· ὅθεν τροπαιοφόρος νικητὴς ἀνεδείχθης, στῦλος τῆς Ἐκκλησίας, ἀληθὴς Ἱεράρχης, πρεσβεύων μὴ ἐλλίπῃς Χριστῷ, σωθῆναι πάντας ἡμᾶς.

Δόξα... Τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ Κυρία Πανάμωμε, σβέσον τὰς περιστάσεις, τῶν δυσφήμων γλωσσάλγων πράϋνον μηχανίας, καὶ κατάβαλε θράσος τῶν ὁπλιζομένων ἀθέων, Ἄχραντε κατὰ τῶν δούλων σου.

Κανών αˊ, ᾨδὴ δˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν

Ἀνοίξας τὸ στόμα σου Πάτερ σοφὲ τοῦ Θεοῦ σοφίαν ἐκήρυξας, ἣν ἐμελέτας ἐν καρδίᾳ σου ἀεί, καὶ Βαρλαὰμ τὸν μάταιον ἄφρονα καὶ ἄνουν ἀπέδειξας.

Ἔδυς ὁ γλυκύτατος ἐπὶ τὴν γῆν Ἥλιος τῷ νόμῳ τῆς φύσεως, ἀνατελεῖς δέ, τῷ πρωῒ σὺν τῷ Χριστῷ, Ἥλιος ὁ ἀνέσπερος πάντας ἐποπτεύων πρεσβείαις σου.

Ἔδειξεν ἡ χάρις σε Μάκαρ Θεοῦ καύχημα καὶ στήριγμα μέγιστον, τῶν Ὀρθοδόξων καὶ Ποιμένα ἀγαθόν, καὶ θεολόγον δεύτερον, καὶ τῆς ποίμνης ἄγρυπνον φύλακα.

Θεοτοκίον

Ὦτά μοι διάνοιξον τὰ τῆς ψυχῆς, Μῆτερ τοῦ Θεοῦ ἡ γεννήσασα τὸν πρὶν τὰ ὦτα, διανοίξαντα κωφοῦ, καὶ θείους ἐνωτίζεσθαι λόγους, καὶ πληροῦν καταξίωσον.

Καταβασία

«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».

Κανών αˊ, ᾨδὴ εˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Ἐξέστη τὰ σύμπαντα

Δρεπάνῃ τῶν λόγων σου, καὶ ἱεροῖς συγγράμμασιν ἔτεμες αἱρέσεις ἀκανθώδεις, καὶ ζιζανίων νόθα βλαστήματα, τῆς Ὀρθοδοξίας δ΄ εὐσεβῆ κατεβάλου σπέρματα, Ἱεράρχα Γρηγόριε.

Οἱ λόγοι σου Πάνσοφε καὶ τὰ σεπτὰ συγγράμματα, δρόσος οὐρανία μέλι πέτρας ἄρτος Ἀγγέλων τοῖς ἐντυγχάνουσι, νέκταρ ἀμβροσία γλυκασμός, ἥδυσμα Γρηγόριε καὶ πηγὴ ζῶντος ὕδατος.

Κοινόν σε Διδάσκαλον, γνωρίζει γῆ καὶ θάλασσα στήλην ἱερὰν Ὀρθοδοξίας καὶ ὁπλοθήκην θείων δογμάτων σεπτὴν, σοφὸν θεολόγον ἱερόν, σύσκηνον συμμέτοχον Ἀποστόλων ὁμότροπον.

Θεοτοκίον

Ῥείθροις κατανύξεως, τοὺς ῥύπους τῆς καρδίας μου, ἄχραντε ἀπόπλυνον Παρθένε καὶ μετανοίας τρόπους μοι δώρησαι, σαῖς πρὸς τὸν οἰκτίρμονα Θεὸν ἱεραῖς δεήσεσιν, ὃν ἀρρήτως ἐγέννησας.

Καταβασία

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».

Κανών αˊ, ᾨδὴ ςˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Τὴν θείαν ταύτην καὶ πάντιμον

Ἐρράγη μάταιον φρύαγμα καὶ γλῶσσα Βαρλαὰμ τοῦ παράφρονος, λόγοις καὶ δόγμασι, καὶ διανοίας ὀξύτητι τοῦ σοφοῦ Βασιλέως καὶ σοῦ Γρηγόριε.

Τὴν θείαν λύραν τοῦ Πνεύματος τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν, Θεοῦ μυστήρια Θεσσαλονίκης τὸν Πρόεδρον, τὴν θεολόγον γλῶσσαν, ὕμνοις τιμήσωμεν.

Λαοῦ ποτὲ προηγούμενος ὡς στῦλος τοῦ πυρὸς τοὺς τῆς Πίστεως ἐχθροὺς κατέφλεξας, τῶν δὲ πιστῶν τὰ συστήματα, ἐφώτισας θεόφρον Πάτερ Γρηγόριε.

Θεοτοκίον

Γενοῦ μοι πάναγνε Δέσποινα γαλήνη καὶ λιμὴν παρακλήσεως, διαβιβάζουσα πρὸς θεῖον ὅρμον ἀκύμαντον τὴν ζάλην τῶν παθῶν μου, καταπραΰνουσα.

Καταβασία

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Κοντάκιον

Ἦχος πλ. δˊ

Τῇ ὑπερμάχῳ στρατηγῷ

Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλˊ ὡς νοῦς Νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος.

Ὁ Οἶκος

Πρὸς τό «Ἄγγελος πρωτοστάτης»

Ἄγγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοῒ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα·

Χαῖρε διˊ οὗ τὸ σκότος ἠλάθη, χαῖρε, διˊ οὗ τὸ φῶς ἀντεισῆλθε.

Χαῖρε τῆς ἀκτίστου Θεότητος Ἄγγελε, χαῖρε τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.

Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών, χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών.

Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας, χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.

Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον, χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε.

Χαῖρε, διˊ οὗ ἡ ἀλήθεια λάμπει, χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος.

Χαῖρε Κήρυξ τῆς χάριτος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ.

Στίχοι

Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,

Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ ζˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Οὐκ ἐλάτρευσαν τῇ Κτίσει

Οἱ τοῖς λόγοις ὁμιλοῦντες καὶ συγγράμμασι, τοῖς σοῖς Γρηγόριε, γνῶσιν μυοῦνται Θεοῦ καὶ ἔμπλεοι δείκνυνται σοφίας πνευματικῆς, καὶ τὴν ἄκτιστον χάριν καὶ τὴν ἐνέργειαν, τοῦ Θεοῦ θεολογοῦσι.

Τὴν ῥομφαίαν καὶ τὰ τόξα κακοδόξων τε, ὅλως συνέτριψας καὶ τὴν ὀφρὺν Βαρλαάμ, καὶ πᾶσαν τὴν δύναμιν αἱρετικῶν ὡς ἱστόν, διεσκόρπισας, οἷά περ λίθος μέγιστος τῆς ἀράχνης Ἱεράρχα.

Ἐσφραγίσθη σου τοῖς λόγοις καὶ τοῖς δόγμασι, καὶ τοῖς συγγράμμασιν, ἡ Πίστις τῶν εὐσεβῶν καὶ θράσος αἱρέσεως ἔστη Γρηγόριε καὶ ἀναίρεσις Ὀρθοδοξίας πέπαυται, καὶ ἰσχὺς τῶν κακοδόξων.

Θεοτοκίον

Ἰαμάτων σε πηγὴν οἱ ξηραινόμενοι, παθῶν νοσήμασι γινώσκοντες ἀληθῶς ἀντλοῦμεν σωτήρια, καὶ θεῖα νάματα, καὶ κραυγάζομεν· Εὐλογημένος, Πάναγνε ὁ καρπὸς τῆς σῆς κοιλίας.

Καταβασία

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Παρίστασαι νῦν τοῖς θεολόγοις τῷ θρόνῳ τοῦ Πανοικτίρμονος ὡς ὅμοιος τούτοις καὶ ὁμότροπος πάνσοφε Γρηγόριε Θεσσαλονίκης πρόεδρε, Ἱεραρχῶν καλλονή, λαμπρῶς ἠγλαϊσμένος τῇ δόξῃ, τῆς Ἱεραρχίας Θεῷ καὶ νῦν λατρεύων.

Εἰδώς σου τὸ καθαρὸν τῆς διανοίας Θεὸς καὶ πρὸ τῆς γαστρὸς καὶ πρὸ συλλήψεως τῷ πιστῷ λελάληκε θείῳ Βασιλεῖ τρανῶς, τῆς Ἐκκλησίας ἄμαχον, εἶναί σε πρόμαχον· διὸ κανονικῇ ἀσφαλείᾳ, μύρῳ ἐσφραγίσθης, τῆς Ἀρχιερωσύνης.

Ἡττᾶται τρανῶς καὶ κινδυνεύει, τὸ ἄθροισμα τοῦ Πολυκινδύνου τῇ παλάμῃ σου καὶ σοφοῖς σου ῥήμασιν ἔνδοξε Γρηγόριε, Θεσσαλονίκης Πρόεδρε καὶ ὡς ἐκλείπει καπνός ἐξέλιπε σαθρὰ συμμορία σοῦ τῇ βροντοφώνῳ, καὶ θεολόγῳ γλώσσῃ.

Θεοτοκίον

Λόγος Θεοῦ ἐν σοὶ Παρθένε, βροτῶν τὴν συγκεχωσμένην τοῖς παθήμασι, φύσιν ἀνεμόρφωσεν ἄκρα ἀγαθότητι καὶ ὅλην ἀνεκαίνισε καὶ καθηγίασε· διὸ οἱ διὰ σοῦ σεσωσμένοι, σὲ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία

«Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τοῦ Ἁγίου

Ἦχος δˊ

Ἅπας γηγενὴς

Ἔσοπτρον Θεοῦ, ἐγένου Γρηγόριε· τὸ κατ εἰκόνα γὰρ ἄσπιλον ἐτήρησας νοῦν δ΄ἡγεμόνα, κατὰ παθῶν σαρκικῶν ἀνδρικῶς ἐνστησάμενος, τὸ καθομοίωσιν, ἀνελάβου· ὅθεν οἶκος γέγονας τῆς ἁγίας Τριάδος λαμπρότατος.

Ἄναξ εὐσεβής, ὑπόπτερον δείκνυσιν ἀεροβάτην σε, τούτῳ συμιμαχήσαντα, ὡς ὅλον ἔμπλεων, θείου Πνεύματος, κατὰ τοῦ ματαιόφρονος καὶ μανικοῦ Βαρλαὰμ τοῦ λαλοῦντος εἰς τὸ ὕψος ἄδικα, τοῦ Θεοῦ ὃν ἐνδίκως ἐνίκησας.

Ὅλος γεγονὼς σοφίας τῆς κρείττονος ἔμπλεως ἔνδοξε φῶς τῷ κόσμῳ ἔλαμψας, Ὀρθοδοξίας πηγάσας δόγματα· φιλίᾳ γὰρ ἀμείνονος, φιλοσοφίας σοφὲ θεῖον φόβον, ἐν γαστρὶ συνέλαβες καὶ τοῦ Πνεύματος λόγους γεγέννηκας.

Θεοτοκίον

Ὕμνον σοι πιστοὶ συμφώνως προσφέρομεν εὐχαριστίας· σὺ γάρ, τὴν ἀρχαίαν ἔλυσας, ἡμῶν κατάραν Θεογεννήτρια, καὶ εὐλογίαν ἅπαντες, θείαν καρπούμεθα σωτηρίαν φωτισμὸν καὶ ἔλεος, διὰ σοῦ καὶ χαρὰν τὴν αἰώνιον.

Καταβασία

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Ἦχος βˊ

Τοῖς Μαθηταῖς συνέλθωμεν

Χαῖρε Πατέρων καύχημα θεολόγων τὸ στόμα, τῆς ἡσυχίας σκήνωμα, τῆς σοφίας ὁ οἶκος, τῶν Διδασκάλων ἀκρότης πέλαγος τὸ τοῦ λόγου, πράξεως χαῖρε ὄργανον θεωρίας ἀκρότης θεραπευτά, καὶ τῶν νόσων τῶν ἀνθρωπίνων, Πνεύματος χαῖρε τέμενος καὶ θανὼν καὶ ζῶν Πάτερ.

Θεοτοκίον

Ἦχος βˊ

Τοῖς Μαθηταῖς συνέλθωμεν

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις πρόφθασον ἐν ταῖς θλίψεσι πάρεσο ἐν ἀνάγκαις τῆς τελευταίας ἡμέρας μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης μὴ ἀπώλεια, Βήματι τοῦ Υἱοῦ σου τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα ποίησον σαῖς πρεσβείαις.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Τὴν μακαρίαν ἐν Κόσμῳ ζωὴν διήνυσας, καὶ νῦν τῶν μακαρίων συνευφραίνῃ τοῖς δήμοις, καὶ γῆν τὴν τῶν πραέων, ὡς πρᾶος οἰκεῖς Ἱεράρχα Γρηγόριε, χάριν θαυμάτων πλουτεῖς δὲ παρὰ Θεοῦ ἣν παρέχεις τοῖς τιμῶσί σε.

Ἦχος αˊ

Στίχ.Στόμα Δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Ὀρθοδοξίας τὰ δόγματα κατεφύτευσας, κακοδοξίας Μάκαρ ἐκτεμῶν τὰς ἀκάνθας, καὶ Πίστεως τὸν σπόρον πληθύνας καλῶς, τῇ ἑπομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στάχυν ὡς πρακτικὸς γεωργὸς Θεῷ προσήνεγκας.

Ἦχος αˊ

Στίχ.Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Τὴν τοῦ ἀμέμπτου σου βίου Μάκαρ λαμπρότητα, ἐθαύμασαν, Ἀγγέλων, καὶ ἀνθρώπων οἱ δῆμοι, καὶ γὰρ τῇ προαιρέσει, στερρὸς ἀθλητής, καὶ ἀσκητὴς ἀναδέδειξαι, καὶ Ἱεράρχης καὶ ἄξιος λειτουργός, τοῦ Θεοῦ καὶ φίλος γνήσιος.

Δόξα... Ἰδιόμελον τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρατείας, καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου δεῖξον ἡμῖν, ἵνα βοῶμέν σοι· Ἀνάστα ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου, ἡ ςˊ ᾨδή.

Προκείμενον Ἦχος πλ. αˊ

Σὺ Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

Στίχ.Σῶσόν με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Ἀλληλούϊα Ἦχος πλ. αˊ

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Μεγαλυνάριον

Ἦχος πλ. αˊ

Ἀντὶ τὸ «Ἄξιον ἐστίν»

«Ἐπi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.»

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Комментарии для сайта Cackle