Αˊ ΕΒΔΟΜΑΔΟΣ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια

Ἦχος βˊ

Ἀγγελος μὲν τὸ Χαῖρε

Ἐγκρατείᾳ τὴν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τὸ θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας, καὶ εὐχαῖς καὶ δάκρυσι, Κύριον τὸν σῴζοντα ἡμᾶς ἐκζητήσωμεν, καὶ λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες. Ἡμάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστὲ Βασιλεῦ, καὶ κοινωνοὺς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε.

Ἦχος βˊ

Ἐμαυτὸν ἀπελπίζω, ἐννοῶν τὰ ἔργα μου Κύριε, τὰ πάσης τιμωρίας ἐπάξια· ἰδοὺ γὰρ παραβλέψας, τὰ σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τὸν βίον ἠνάλωσα· διὸ καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καὶ δεήσει, ὡς μόνος Ἐλεήμων ἐκλάμπρυνον, καὶ μὴ βδελύξῃ με Εὐεργέτα τῶν ἁπάντων, καὶ Ὑπεράγαθε.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος βˊ

Τῶν ὑπὲρ νοῦν δωρεῶν

Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν, νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους, τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος, ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.

Προκείμενον Ἦχος πλ. δˊ

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ.Ἡ σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου.

Στίχ.Ἰδέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Ἀπόστιχα, Ἦχος δˊ

Ἰδιόμελον

Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν· ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ἦχος δˊ

Μαρτυρικόν

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου Χριστὲ ὁ Θεός, ὑπˊ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Τῶν Ἀγγέλων αἱ τάξεις σε, Θεομῆτορ δοξάζουσι· τὸν Θεὸν γὰρ Πάναγνε ἀπεκύησας, τὸν σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχοντα, καὶ Ἀγγέλων στρατιάς, ἐκ μὴ ὄντος βουλήματι, ὑποστήσαντα, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, σὲ ἀνυμνούντων Πανάχραντε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος βˊ

Εὐσπλαγχνίας ὑπάρχουσα

Τῆς Νηστείας τῇ θείᾳ ἀπαρχῇ, κατάνυξιν κτησώμεθα ψυχῆς, ἐκβοῶντες· Δέσποτα Χριστέ, τὴν προσευχὴν ἡμῶν δέξαι, ἐκλεκτὸν ὥσπερ θυμίαμα, καὶ ῥῦσαι δεόμεθα δυσώδους φθορᾶς ἡμᾶς, καὶ κολάσεως φρικτῆς, ὁ μόνος ὑπάρχων εὐδιάλλακτος. (Δίς)

Σταυροθεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα

Ἦχος βˊ

Τὴν ἄχραντον Εἰκόνα σου

Τὴν πάνσεπτον ἐγκράτειαν, ἐναρξώμεθα φαιδρῶς, ἀκτῖνας ἀπολάμποντες, τῶν ἁγίων ἐντολῶν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἀγάπης τὴν λαμπρότητα, προσευχῆς τὴν ἀστραπήν, ἁγνείας καθαρότητα, εὐανδρείας τὴν ἰσχύν, ὅπως λαμπροφόροι προφθάσωμεν, εἰς τὴν ἁγίαν καὶ τριήμερον Ἀνάστασιν, τὴν καταλάμπουσαν ἀφθαρσίαν τῷ κόσμῳ. (Δίς)

Θεοτοκίον

Τὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι τῶν θλιβόντων με, παρˊ ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ ἡμῶν· προφθάνεις γὰρ σὺ πάντοτε, τοῖς αἰτοῦσί σε πιστῶς, τὸν ζόφον ἐκδιώκουσα, τῶν πολλῶν ἁμαρτιῶν. Ὅθεν εὐχαρίστως βοῶμέν σοι· Δέξαι Δέσποινα, βραχέα χαριστήρια, ἀνθˊ ὧν ὑπάρχεις μοι ἐν πᾶσι βοήθεια.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος βˊ

Δεῦτε λαοὶ

Πῶς τὴν ἐμήν, νῦν ἀποκλαύσομαι ἔκπτωσιν, ποίαν ἀρχὴν ποιήσομαι, τῆς σωτηρίας μου, ὁ ἀσώτως βιώσας; Οἰκτίρμον οἷς περ οἶδας, κρίμασι, σῶσόν με.

Ἴδε καιρός, ἴδε ἡμέρα σωτήριος, ἡ τῆς Νηστείας εἴσοδος, ψυχὴ γρηγόρησον, καὶ παθῶν τὰς εἰσόδους, ἀπόκλεισον Κυρίῳ, ἐνατενίζουσα.

Ἁμαρτιῶν, ἡ τρικυμία χειμάζουσα, ἐπὶ βυθὸν καθέλκει με τῆς ἀπογνώσεως, ἀλλὰ σοῦ τῷ πελάγει, προστρέχω τοῦ ἐλέους. Σῶσόν με Κύριε.

Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα, εὐδιάλλακτε Λόγε, ἐπίστρεψόν με, σῶσον, τῇ εὐσπλαγχνίᾳ σου.

Θεοτοκίον

Ἡ τὴν πηγήν, τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἐξάρπασόν με μόνη, θεοχαρίτωτε.

Κανών βˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος βˊ

Δεῦτε λαοὶ

Δεῦτε λαοί, σήμερον ὑποδεξώμεθα, τῶν Νηστειῶν τὸ χάρισμα, ὡς θεοδώρητον, καιρὸν τῆς μετανοίας, ἐν ταύτῃ τὸν Σωτῆρα, ἱλεωσόμεθα.

Ἔφθασε νῦν, εἰσῆκται ὁ τῶν ἀγώνων καιρός, τὸ τῆς Νηστείας στάδιον, προθύμως ἅπαντες, ἀπαρξώμεθα ταύτης, τὰς ἀρετὰς Κυρίῳ, ὡς δῶρα φέροντες.

Δόξα...

Μονὰς ἁπλή, τρίφωτε ἀρχικωτάτη Ἑνάς, πανσθενεστάτη πάνζωε, Θεὲ καὶ Κύριε, Πατὴρ ὁ παντοκράτωρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, σῷζε τοὺς σέβοντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ τοῦ Θεοῦ, ἅγιον ὄρος ὑμνήσωμεν, Μαρίαν τὴν ἀμίαντον, ἐξ ἧς ἀνέτειλεν, ὁ τῆς δικαιοσύνης, Ἥλιος τοῖς ἐν σκότει, Χριστὸς ἡ πάντων ζωή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἅρμα πυρός, ἔλαβεν Ἠλίαν τὸν θαυμαστὸν νηστείᾳ ὁπλισάμενον. Μωσῆν ἀνέδειξε θεατὴν τῶν ἀρρήτων, καὶ ἡμεῖς ταύτην ἑλόντες, ὀψόμεθα τὸν Χριστόν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Βρῶσιν Ἀδάμ, ἔφαγε, καὶ Παραδείσου αὐτόν, ἡ ἀκρασία ἔξωσεν, ἡμᾶς δὲ Κύριε, ἡ Νηστεία λαβοῦσα, ἀξίους μετανοίας, δείξει φιλάνθρωπε.

Ὁ Εἱρμὸς

Δεῦτε λαοί, ᾄσωμεν ἇσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Πυρποληθέντα ἡδοναῖς, καὶ ψυχῆς τὸ ὀπτικὸν ἀμαυρωθέντα, τῷ πυρὶ τοῦ σοῦ φόβου, ἀνακαινίσας Χριστέ, φωτί με σωτηρίας αὔγασον, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.

Κόρον μισήσασα παθῶν, ἑστιάθητι καλῶν τῇ καρυκείᾳ, καὶ ἡδύνθητι μᾶλλον, τῇ ἐκ νηστείας τρυφῇ, πικρίας ἡδονῶν ἐκκλίνουσα, ταπεινὴ ψυχή μου, καὶ ζῆθι εἰς αἰῶνας.

Πεπωρωμένος τὴν ψυχήν, καὶ τῇ μέθῃ τῶν παθῶν ἐσκοτισμένος, οὐδαμῶς ἀτενίζω, πρὸς σὲ τὸν μόνον Θεόν· διό με οἴκτειρον καὶ φώτισον, καὶ τῆς μετανοίας ὑπάνοιξόν μοι πύλας.

Θεοτοκίον

Ἡ οὐρανώσασα ἡμῶν, τὴν γεώδη καὶ φθαρτὴν Ἁγνὴ οὐσίαν, τῇ θερμῇ σου πρεσβείᾳ, κατευθυνθῆναι ἡμῶν, ἐντεύξεις καὶ δεήσεις ποίησον, πρὸς τὸν σὸν καὶ πάντων, Θεὸν καὶ Βασιλέα.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν πάλαι δροσίσαντα

Φαιδρῶς εἰσδεξώμεθα, τῆς Νηστείας τὴν εἴσοδον πιστοί, καὶ μὴ σκυθρωπάσωμεν, ἀλλὰ νίψωμεν τὰ πρόσωπα ἡμῶν, ἀπαθείας τῷ ὕδατι, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐλαίῳ ἀλείψαντες, συμπαθείας ψυχῆς τὴν κεφαλήν, μὴ βαττολογήσωμεν, τῷ Πατρὶ ἡμῶν τῷ ἐν τοῖς οὐρανοῖς, προσευχὰς ἀναπέμποντες, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἀΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ Πνεῦμα συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια Πρόσωπα, μιᾶς ὄντα, τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.

Καὶ νῦν... Θεοτοκίον

Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται τοῖς πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς, εὐμενιζομένη, ὑπέρ τῶν σὲ ὑμνούντων.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηστεύσας ὁ Κύριος, τεσσαράκοντα μέτρον ἡμερῶν, τὰς νῦν ἀφιέρωσε, καὶ ἡγίασεν ἡμέρας ἀδελφοί, ἐν αἷς φθάσαντες κράζομεν· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Ἡ τῆς Νηστείας ἡμέρα, ἀποχὴ ἁμαρτίας, γενέσθω σοι ψυχή, καὶ πρὸς Θεὸν νεῦσις ὁμοῦ καὶ οἰκείωσις, ὅπως φύγῃς κακίας τὰ βάραθρα, καὶ μόνας τὰς ὁδούς, τάς φερούσας ποθήσῃς, πρὸς τὴν ἐκεῖ κατάπαυσιν.

Καὶ λογισμοῖς ὀλισθήσας, καὶ σαρκὶ πλημμελήσας, ὀδύρομαι καὶ στένω καὶ βοῶ· Σῶσόν με Κύριε, σῶσόν με, ἀνεξίκακε μόνε, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, τῆς γεέννης ἐκείνης, τὸν καταδίκης ἄξιον.

Τὸν φωτεινὸν τῆς Νηστείας, ἐνδυθέντες χιτῶνα, κραιπάλης σκοτεινὸν καὶ δυσαχθές, ἀποδυσώμεθα ἔνδυμα, καὶ φαιδροὶ γεγονότες, ταῖς θείαις ἀρεταῖς τὰ φωταυγῆ, τοῦ Σωτῆρος ἐν πίστει, ὀψόμεθα παθήματα.

Θεοτοκίον

Ἐξασθενήσασαν πάσαις, προσβολαῖς τῶν κακίστων, δαιμόνων τὴν ἀθλίαν μου ψυχήν, ἴασαι ἄχραντε Δέσποινα, ἰατρὸν τετοκυῖα, Χριστὸν τὴν ἀπολύτρωσιν ἡμῶν, τῶν εἰδότων σε Κόρην, Παρθένον ἀδιάφθορον.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τὴν ὑπερφυῶς σαρκὶ

Νῦν ἐπέστη ὁ καιρός, τῶν ἁγίων Νηστειῶν, ἐναρξώμεθα ταύτης, ἐν καλαῖς ἀναστροφαῖς· εἰς κρίσεις γὰρ καὶ μάχας, μὴ νηστεύετε φησίν.

Ἐν τῷ ὄρει τῷ Χωρήβ, τῇ νηστείᾳ καθαρθείς, εἶδε Θεὸν Ἠλίας, καθαρθῶμεν καὶ ἡμεῖς, νηστείᾳ τὴν καρδίαν, καὶ ὀψόμεθα Χριστόν.

Δόξα...

Μίαν φύσιν προσκυνῶ, τρία Πρόσωπα ὑμνῶ, ἕνα Θεὸν τῶν ὅλων, τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἀΐδιον ἀρχήν.

Καὶ νῦν... Θεοτοκίον

Ἡ Ἁγνὴ παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐν ταὐτῷ τὰ δύο, παρθενεύεις τίκτουσα; Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τὸ πῶς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἡμέρα μία μὲν φησί, βίος ὅλος γηγενῶν, τοῖς κάμνουσιν ἐκ πόθου, τεσσαράκοντα εἰσίν, ἡμέραι τῆς Νηστείας, ἃς τελέσωμεν φαιδρῶς.

Ὁ Εἱρμὸς

«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνομεν πιστοί».

Ἀπόστιχα, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἐλήλυθεν ἡ Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης, ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων, καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς. (Δίς)

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. αˊ

Σὲ τὴν τοῦ Θεοῦ Μητέρα καὶ Παρθένον ἁγνήν, καὶ τῶν Χερουβὶμ ἁγιωτέραν, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι ψυχῇ καὶ σώματι, Θεοτόκον ὁμολογοῦμεν, ὡς κυρίως γεννήσασαν, Θεὸν σεσαρκωμένον· πρέσβευε Πάναγνε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. αˊ

Κύριε, Κύριε, ὃν πάντα φρίσσει καὶ τρέμει, ἀπὸ προσώπου τῆς δυνάμεώς σου, σοὶ προσπίπτομεν Ἀθάνατε, σοῦ δεόμεθα Ἅγιε. Σῶσον τὰς ψυχὰς ἡμῶν, πρεσβείαις τῶν Ἁγίων σου. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς αˊ

Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Στίχ.Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Αˊ, 1–20)

Ὅρασις, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τήν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι! ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. τί ἔτι πληγεῖτε, προστιθέντες ἀνομίαν, πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρίᾳ, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων, καὶ τράγων οὐ βούλομαι, ουδˊ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, πατεῖν τὴν αὐλήν μου, οὐ προσθήσεσθε, ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου, ἐγεννήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφˊ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν, αἵματος πλήρεις. Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος, ἐὰν ὦσιν αἱ ἁμαρτίαι ἡμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς βˊ

Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

Στίχ.Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

Τῌ ΤΡΙΤῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος βˊ

Πάντας ὑπερβάλλω

Πᾶσαν ἁμαρτίαν διεπραξάμην, πάντας ὑπερέβην τῇ ἀσωτίᾳ, ἐὰν θελήσω μετανοῆσαι, οὐκ ἔχω δακρύων ὀχετούς, ἐὰν ῥαθύμως καὶ νῦν βιώσω, κολάσει ὑπόδικός εἰμι. Ἀλλὰ δός μοι διόρθωσιν μόνε ἀγαθέ, ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος βˊ

Ὄμβρους μοι παράσχου Χριστὲ δακρύων, ἐν τῇ τῆς Νηστείας τερπνῇ ἡμέρᾳ, ὅπως πενθήσω καὶ ἀποπλύνω, τὸν ῥύπον τὸν ἐκ τῶν ἡδονῶν, καὶ ἐποφθῶ σοι κεκαθαρμένος, ἡνίκα Κριτὴς ἐξ οὐρανοῦ, μέλλῃς ἔρχεσθαι Κύριε, κρῖναι τοὺς βροτούς, ὡς κριτής, καὶ δίκαιος μόνος.

Ἕτερον τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. αˊ

Ὅσιε Πάτερ

Δεῦτε προθύμως, τὸ στερρὸν ὅπλον τῆς Νηστείας, ἔχοντες ὡς θυρεόν, πᾶσαν μεθοδείαν πλάνης τοῦ ἐχθροῦ, ἀποστρέψωμεν πιστοί, μὴ θελχθῶμεν ταῖς ἡδοναῖς τῶν παθῶν, μὴ τὸ πῦρ τῶν πειρασμῶν δειλιάσωμεν, διˊ ὧν Χριστὸς ὁ φιλάνθρωπος, βραβείοις τῆς ὑπομονῆς στεφανώσει ἡμᾶς· ὅθεν παρρησίᾳ προσευχόμενοι, προσπίπτομεν κραυγάζοντες, αἰτούμενοι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς γˊ

Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Στίχ.Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με;

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Αˊ, 1–13)

Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς, Ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε, Νύκτα, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεός, τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, οὐρανόν, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά, καὶ ἐγένετο οὕτω. Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, Γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε, θαλάσσας. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθˊ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθˊ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα τρίτη.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς δˊ

Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

Στίχ.Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Αˊ, 1–20)

Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ, γνῶναι σοφίαν καὶ παιδείαν, καὶ νοῆσαι λόγον φρονήσεως, δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρῖμα κατευθύνειν, ἵνα δῷ ἀκάκοις πανουργίαν. Παιδὶ δὲ νέῳ, αἴσθησίν τε καὶ ἔννοιαν. Τῶν τε γὰρ ἀκούσας σοφός, σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολήν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀρχὴ σοφίας, φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν, εὐσέβεια εἰς Θεόν, ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν, ἀσεβεῖς ἐξουθενήσουσιν. Ἄκουε, Υἱέ, νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Υἱέ, μὴ σὲ πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε, λέγοντες· ἐλθὲ μεθˊ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, καταπίωμεν δὲ αὐτόν, ὥσπερ ᾍδης ζῶντα, καὶ ἄρωμεν τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς, τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων, τὸν δὲ κλῆρόν σου βάλε ἐν μέσῳ ἡμῶν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· Υἱέ μου, μὴ πορευθῇς ἐν ὁδῷ μετˊ αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι, καὶ ταχινοί εἰσι τοῦ ἐκχέαι αἷμα. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, θησαυρίζουσιν ἑαυτόῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων, κακή. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἔχει.

Ἀπόστιχα

Ἦχος γˊ

Ἰδιόμελον

Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ εὐπρόσδεκτος. (Δίς)

Ἦχος γˊ

Μαρτυρικόν

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις! ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

Θεοτοκίον

Ἦχος γˊ

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝἘλέησόν με ὁ Θεός, ἐλέησόν με

Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνωδίᾳ; ἀλλˊ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.

Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.

Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου.

Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτη Εὔα; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.

Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητὴ μοὶ κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.

Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σε ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

ᾨδὴ βˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)

Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.

Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.

Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλˊ οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.

Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.

Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλˊ ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα Σῶτερ, ἔκτεινον.

Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατˊ εἰκόνα Σωτήρ, καὶ καθˊ ὁμοίωσιν.

Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.

Διέρρηξα, νῦν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.

Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.

Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.

Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατˊ ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.

Δόξα...

Ἕνα σε ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑμνῶ, τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον.

Καὶ νῦν... Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον».

Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.

Εἰς τὸ ὄρος φεῦγε ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος, καὶ εἰς Σηγὼρ προανασώθητι.

Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.

Ἥμαρτόν σοι μόνος ἐγώ, ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδῃς με.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς, σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.

Ἐξομολογοῦμαί σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλˊ ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.

Δόξα...

Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε θεοδόχε γαστήρ· χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.

ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

Τὰ ἔργα σου μὴ παρίδῃς, τὸ πλάσμα σου μὴ παρόψῃ Δικαιοκρῖτα, εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε· ἀλλˊ ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.

Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ. Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν, ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τί μάτην ταραττόμεθα;

Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου, καὶ ταύταις ἐπˊ ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου, εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.

Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον, καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμῃ, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.

Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας, ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον. Κριτὰ λυτρωτά μου καὶ γνῶστα, φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δείλαιον.

Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου, πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως, εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.

Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε διˊ ἔνδειαν ὁ Πατριάρχης καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθˊ ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.

Γυναῖκάς μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ, τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ, γνῶσιν ὡς πολύπονον· καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις, οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον, καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις διˊ ἀμφοτέρων φύσει Παρθένος. ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοὶ ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλˊ ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.

Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.

Ἐξομολογοῦμαί σοι Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.

Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.

Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταὶνου, ταῖς παραλόγοις ὁρμαῖς, ἀεὶ παρανομοῦσα.

Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλˊ εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου, ἐγὼ δὲ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε, ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῶ, τὴν τῶν ἀνθρώπων φύσιν.

ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.

Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ χάσμα, τῆς γῆς σε συγκαλύψῃ.

Ὡς δάμαλις ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῷ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.

Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.

Δόξα...

Τριάς εἰμι ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη, ὁ Πατήρ φησι καὶ Υἱός, καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἡ μήτρα σου Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθˊ ἡμᾶς, ἀλλˊ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις ταῖς σαῖς δικαιωθῶμεν.

Κοντάκιον

Ἦχος πλ. βˊ

Ἀυτόμελον

Ψυχή μου ψυχή μου,

ἀνάστα, τί καθεύδεις;

τὸ τέλος ἐγγίζει,

καὶ μέλλεις θορυβεῖσθαι.

Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,

ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

Ἡμάρτηκα, ἐπλημμέλησα, καὶ ἠθέτησα τὴν ἐντολήν σου, ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς μώλωψι τραῦμα ἐμοί, ἀλλˊ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος, ὁ τῶν Πατέρων Θεός.

Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου, ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψίν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν, καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.

Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους, πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν. Ἀλλˊ ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.

Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου, βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς. ἀλλˊ αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.

Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν· φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν. ἀλλˊ αὐτὴν πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.

Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι, ὕμνον, διˊ οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων· Ἐλέησόν με· σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.

Δόξα...

Τριὰς ἁπλὴ ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς· ἀλλˊ ἀνύμνησον, δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ὑμνοῦμέν σε εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν· καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

Ἡμαρτηκότα, Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν, πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα· Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.

Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν, ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.

Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἡλιοῦ, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος διˊ ἀκρασίαν.

Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, διˊ Ἐλισσαιέ, ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος διˊ ἀκρασίαν.

Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμῇ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυμφῶνος, ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.

Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή, οὗ τὴν φιλαργυρίαν, ἀπώθου κἂν ἐν γήρει, φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον· Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.

ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». (Δίς)

Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;

Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκεῖ νοῦ, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.

Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος· αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.

Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.

Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῴκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.

Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.

Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλˊ οὐαί σοι ἐν τῷ κρίνεσθαι!

Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν Τριάδα ἀχώριστον, Μονάδα κατˊ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν... Θεοτοκίον

Τὴν πόλιν σου φύλαττε, Θεογεννῆτορ Πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς, καὶ θλίψεως, καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Ὑπερευλογημένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας· Μωϋσῆς γὰρ διˊ αὐτῆς ἐδοξάσθη, καὶ Νόμον τὸν ἐν γράμματι, ἐν πλαξὶν ὑπεδέξατο, τοῦ πυρὸς δυνατώτεροι, Παῖδες νέοι ἀνεδείχθησαν. Ἐν αὐτῇ οὖν κατασβέσωμεν, τῆς σαρκὸς πάθη φλογίζοντα, Χριστῷ τῷ Σωτῆρι βοῶντες· Ἐπιστροφὴν ἡμῖν πᾶσι δώρησαι, καὶ ῥῦσαι τῆς γεέννης.

Δόξα...

Ἕτερον Εὐσπλαγχνίας

Μετανοίας ἐφέστηκε καιρός, ἐγκρατείας ἐπίδειξαι καρποὺς ὦ ψυχή μου, βλέψον πρὸς τοὺς πρὶν μετανοήσαντας, κράξον τῷ Χριστῷ· Ἥμαρτον σῶσόν με, ὡς ἔσωσας Δέσποτα, Τελώνην στενάξαντα, ἐκ καρδίας Ἀγαθέ, ὁ μόνος ὑπάρχων πολυέλεος.

Καὶ νῦν... Θεοτοκίον

Προστασία θερμὴ Χριστιανῶν, τὸν Υἱόν σου ἱκέτευε ἀεὶ Θεοτόκε, πάσης κακουργίας καὶ δεινότητος, ῥύσασθαι ἡμᾶς τοῦ πολεμήτορος, καὶ δοῦναι συγχώρησιν ἡμῖν, ὧν ἡμάρτομεν, διὰ σπλάγχνα οἰκτιρμῶν, ταῖς σαῖς ἱκεσίαις Μητροπάρθενε.

Εἰς τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Κύριε, τὴν σωτήριον ἐγκράτειαν δισημερεύοντες, βοῶμέν σοι· Κατάνυξον ἡμῶν τὰς καρδίας τῶν δούλων σου, καὶ πρόσδεξαι τὰς ἐν φόβῳ εὐχὰς ἡμῶν, παρέχων ἡμῖν εὔδρομον τὸ τῆς Νηστείας στάδιον, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. (Δίς)

Θεοτοκίον Τὸν συνάναρχον Λόγον

Ἡ τὸ Ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία, καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς, τὸν ἄρτον φέρουσα, ὡς Υἱόν σου καὶ Θεὸν ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.

Κανών αˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος βˊ

Ὁ Εἱρμὸς

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ κορέσας, Ἰσραηλίτην λαόν, καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοῖς βροτοῖς, ἵνα τὸν πάλαι τῇ φθορᾷ, πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν, διˊ ἄφατον ἔλεος».

Νῦψον, γρηγόρησον, στέναξον δάκρυσον, διὰ νηστείας, ὅλον τῆς ἁμαρτίας τὸν φόρτον ψυχὴ ἀπόρριψον, τῇ θερμῇ μετανοίᾳ, ἀπόφυγε τὸ πῦρ, καὶ διὰ πένθους τῶν παθῶν, τὸν πενθήρη χιτῶνα διάρρηξον, τὴν στολὴν τὴν θείαν λαμβάνουσα.

Ὄρει προσέλθωμεν, ἀρίστων πράξεων, διὰ νηστείας πάντες, τὰς χαμαιζήλους λιπόντες, τῶν ἡδονῶν προσβολάς, καὶ εἰς γνόφον εἰσδύντες, σεπτῶν θεωριῶν, μόνον ὀψώμεθα Χριστοῦ, τὸ ἐράσιμον κάλλος, θεούμενοι μυστικῶς, θείαις ἀναβάσεσιν.

Οἴμοι! τί γένωμαι; τί διαπράξωμαι; τὴν ἁμαρτίαν πράττων, καὶ τὸν Δεσπότην οὐ φρίττων, ὁ ἀσυνείδητος; διὰ τοῦτο πρὸ δίκης κατάδικός εἰμι. Δικαιοκρίτα Ἀγαθέ, ἐπιστρέψας με σῶσον, τὸν ὑπὲρ πάντας βροτούς, σὲ παραπικράναντα.

Θεοτοκίον

Ἡ αγεώργητος, γῆ ἡ βλαστήσασα, τὸν τοῦ παντὸς τροφέα, τὸν ὑπανοίγοντα χεῖρα, καὶ εὐδοκίᾳ τῇ αὐτοῦ, ἐμπιπλῶντα πᾶν ζῷον, ἰσχύϊ θεϊκῇ, στήριξον ἄρτῳ ζωτικῷ, παρειμένας καρδίας, τῷ κόρῳ τῶν δυσχερῶν, ἡμῶν παραπτώσεων.

Κανών βˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἴδετε, ἴδετε...

Δεῦτε συνέλθωμεν, ἐν τῷ ταμείῳ τῆς ψυχῆς, Κυρίῳ τὰς εὐχὰς ἀποδιδόντες, καὶ βοῶντες· Πάτερ ὁ ἐν οὐρανοῖς, τὰ ὀφειλήματα ἡμῶν, ἄνες καὶ ἄφες, ὡς μόνος εὔσπλαγχνος.

Τὸ τῆς ψυχῆς ἡμῶν, ἐν τῇ νηστείᾳ ἱλαρόν, δεικνύντες μὴ στυγνάσωμεν, τὴν τῶν πεποθημένων ἡμερῶν ἐναλλαγήν, ὡς ἐκλάμπουσαν ἡμῖν, τῆς εὐσεβείας τὰ κατορθώματα.

Δόξα...

Ἄναρχε ἄκτιστε, ἡ τρισυπόστατος Μονάς, Κυρία Βασιλεία τῶν αἰώνων, σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα φύσις βροτῶν.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὸ πανάρετον κλέος, τοῦ γένους ἡμῶν ὑμνοῦμεν· διὰ σοῦ γὰρ ἐθεώθημεν Παρθένε· καὶ γὰρ ἔτεκες ἡμῖν τὸν Σωτῆρα καὶ Θεόν, Χριστὸν τὸν λύσαντα, τῆς κατάρας ἡμᾶς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τίς πῦρ ἀπέσβεσε; τίς φράττει στόματα θηρίων; Νηστεία ἡ τοὺς Παῖδας, ἐκ καμίνου ῥυσαμένη, καὶ Προφήτην Δανιήλ, ἐκ λεόντων τῆς βορᾶς, ἣν ἀσπασώμεθα, καὶ ἡμεῖς ἀδελφοί.

Ὁ Εἱρμὸς

«Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Ὕπνον ἀπώθου ψυχή, τῆς δεινῆς ῥαθυμίας, καὶ προθύμως γρηγόρει, πρὸς τὰς θείας ἐντολάς, ἐγγίζει ὁ Νυμφίος, λαμπαδηφόρος σπεῦσον, αὐτῷ προσυπαντῆσαι.

Τραυματισθέντα δεινῶς, ἡδονῶν τῇ ῥομφαίᾳ, τῇ μοτώσει οἰκτίρμον, τῆς εὐσπλάγχνου σου ῥοπῆς, ἰάτρευσόν με Λόγε, ὅπως σε εὐχαρίστως, δοξάζω εἰς αἰῶνας.

Ἀπὸ παθῶν βλαβερῶν, ἀπὸ φθόνου καὶ μίσους, ἀπὸ πάσης κακίας, ἐγκρατεύθητι ψυχή, σιτίοις τρεφομένη, τοῖς τὴν τρυφὴν τὴν ἄνω, ἀΰλως προξενοῦσι.

Θεοτοκίον

Θεογεννῆτορ Ἁγνή, τῆς ψυχῆς μου τὰ ἕλκη, καὶ καρδίας τὰ πάθη, καὶ νοὸς τὰς ἐκτροπάς, θεράπευσον ὡς μόνη, ἁμαρτωλῶν βοηθός, καὶ πορθουμένων τεῖχος.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὸν Ποιητὴν τῆς Κτίσεως

Ἐν ἐγκρατείᾳ ἅπαντες, τὰς ψυχὰς πτερώσαντες, ἐν τοῖς οὐρανοῖς, εὐχὰς εὐπροσδέκτους, προσάξωμεν Κυρίῳ.

Πνεῦμα τῆς κατανύξεως, λαβόντες δακρύσωμεν, πρὸς λύτρον ψυχῶν ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τριὰς ἡ ὁμοούσιος, καὶ Μονὰς ἡ ἄκτιστος, καὶ πάντων Θεός, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν ὑμνούντων σε Πανάχραντε, ῥυσθῆναι παντοίων, πειρασμῶν καὶ κινδύνων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τρυφὴν πλουσίου πτύσαντες, δεῦτε τῷ Λαζάρῳ συννηστεύσωμεν, ἵνα ἡμᾶς θάλψῃ, τοῦ Ἀβραὰμ ὁ κόλπος.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τῶν γηγενῶν, τίς ἤκουσε

Τῶν γηγενῶν, τίς οὕτως ὀλισθήσας, Θεὸν παρώργισε ποτὲ; τίς ταῖς ὁρμαῖς τῆς κακίας ἐξηκολούθησε, καὶ καταγώγιον ὤφθη τῆς ἁμαρτίας, ὥσπερ ἐγὼ ὁ τάλας; Ἀλλˊ ὁ Θεός, ὁ θελητὴς τοῦ ἐλέους, σύ με οἴκτειρον.

Θεοειδῶν, Ἀγγέλων αἱ Δυνάμεις, τὸν εὐδιάλλακτον Θεόν, ἐκδυσωπήσατε, σῶσαι ψυχήν, εἰς πέλαγος, βιωτικῶν τε ἡδονῶν, καὶ τρικυμίαις παθῶν χειμαζομένην, καὶ προσβολαῖς τῶν ἐναντίων, πνευμάτων κινδυνεύουσαν.

Δεῦρο ψυχὴ πτεροῖς κουφιζομένη, διὰ νηστείας ἀρετῶν, τῆς χαμαιζήλου κακίας ὑπεξανάστηθι, καὶ θεωρίαις ἐντρύφα, ταῖς φανωτάταις τρυφὴν ταῖς προξενούσαις τῶν ἀρετῶν, θεοειδὴς γενομένη, διὰ πίστεως.

Θεοτοκίον

Τίς ἀκουστὰς ποιήσει τὰς αἰνέσεις, σοῦ τῆς τεκούσης ὑπὲρ νοῦν, τὸν αἰνετὸν καὶ Δεσπότην Ἁγνὴ καὶ Κύριον, ὃν ὑπεραινοῦσιν, Ἀγγέλων Ταξιαρχίαι. Αὐτὸν οὖν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἡμαρτηκότος, Παρθένε ἀπειρόγαμε.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Ὁ καιρὸς εὐπρόσδεκτος, ἡ ἡμέρα, τῶν σωτηριῶν, προσάξωμεν τῷ Θεῷ, δῶρα ἀρετῶν, ἐν ᾧ ἀποθέμενοι, τὰ τοῦ σκότους, ἔργα ἀδελφοί, ἐπενδυσώμεθα, ὅπλα φωτός, καθώς Παῦλος βοᾷ.

Δεῦτε ὡς ὁ Κύριος, ἐν νηστείᾳ, εἷλε τὸν ἐχθρόν, ἐν τούτῳ καὶ ἡμεῖς, θραύσωμεν αὐτοῦ, τὰ βέλη καὶ ἔνεδρα. Ὀπίσω μου ὕπαγε Σατάν, ἕκαστος λέγοντες, ἐν τῷ μέλλειν ἐκπειράζειν ἡμᾶς.

Δόξα...

Ὁμοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς. Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Ὑπὲρ νοῦν ὁ Τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός ἐστιν ὁ τεχθείς, ὂν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηστείᾳ προβάλλοντες, τῷ τῶν εὐχῶν, ὄρει καὶ ἡμεῖς, καρδίᾳ καθαρᾷ, ἴδωμεν Θεόν, τὰς πλάκας δεχόμενοι, τῶν ἐντολῶν, ἔνδον ὡς Μωσῆς, δόξῃ ἀστράπτοντες, τῷ προσώπῳ τῆς ἀγάπης αὐτοῦ.

Ὁ Εἱρμὸς

«Ἡσαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν».

Ἀπόστιχα, Ἦχος γˊ

Ἰδιόμελον

Ἀρξώμεθα λαοί, τῆς ἀμώμου Νηστείας, ἥτις ἐστὶ τῶν ψυχῶν σωτηρία, δουλεύσωμεν τῷ Κυρίῳ ἐν φόβῳ, ἐλαίῳ εὐποιΐας, τὰς κεφαλὰς ἀλείψωμεν, καὶ ὕδατι ἁγνείας τὰ πρόσωπα νιψώμεθα, μὴ βαττολογήσωμεν, ἐν ταῖς προσευχαῖς, ἀλλˊ ὡς ἐδιδάχθημεν, οὕτω βοήσωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἄφες ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος. (Δίς)

Ἦχος γˊ

Μαρτυρικόν

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως, αὐτὸν ὡμολόγησαν, τὸν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστί. Πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος αˊ

Ὅτι πάροικοι ἐσμὲν ἐν τῇ γῇ, καθὼς πάντες οἱ πατέρες ἡμῶν, τὸ βραχὺ τῆς ζωῆς ἡμῶν, ἀναμάρτητον φύλαξον Σωτὴρ ἡμῶν καὶ ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς εˊ

Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

Στίχ.Τὰ ῥήματά μου ἐνώτισαι Κύριε.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Αˊ, 19–31 Βˊ, 13)

Τάδε λέγει Κύριος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου σμίγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοὺς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Διὰ τοῦτο, τάδε λέγει Κύριος, ὁ Δεσπότης Σαβαώθ, ὁ Δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ! οὐ παύσεται γάρ μου ὁ θυμός ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ συμβούλους σου, ὡς τὸ ἀπˊ ἀρχῆς, καὶ μετὰ τούς ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ αἰσχυνθήσονται ἐν τοῖς γλυπτοῖς αὐτῶν, ἐφ’ οἷς αὐτοὶ ἐπεποίθησαν, καὶ αἰσχυνθήσονται ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐφ οἷς αὐτοὶ ἐβουλεύσαντο. Ἔσται γάρ, ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς· καὶ ὡς παράδεισος, ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν, ὡς καλάμη στυππείου, καὶ ἡ ἐργασία αὐτῶν, σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων, ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱον Ἀμώς, περὶ Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπˊ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπˊ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ςˊ

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.

Στίχ.Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος βˊ

Ὡς ὡράθης Χριστὲ

Βρώσει πάλαι πικρᾷ, ἐξοικισθέντες Παραδείσου, ἐγκρατείᾳ τῶν παθῶν, ἐπισπεύσωμεν εἰσοικισθῆναι, ἀνακράζοντες, τῷ Θεῷ ἡμῶν· ὁ Σταυρῷ τανύσας παλάμας σου, ὄξος πιών, χολῆς τε γευσάμενος, καὶ ὀδύνας καρτερήσας, τὰς ἐκ τῶν ἥλων, τὰς πικροτάτας ἡδονάς, πάσας ἐκ τῶν ψυχῶν ἡμῶν ἐξηλώσας, διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσον τοὺς δούλους σου.

Ἦχος βˊ

Ξύλου βρώσει ποτέ, ἀποικισθέντες Παραδείσου, τῷ Σταυρῷ σου πρὸς αὐτὸν εἰσῳκίσθημεν, ὃν εἰς πρεσβείαν σοι προσάγομεν, Πολυέλεε, καὶ πιστῶς σου πάντες δεόμεθα. Πηγὰς δακρύων, ὑμῖν νῦν κατάπεμψον, ἐν καιρῷ τῆς ἐγκρατείας, τὸν ῥύπον πάντα, ἐκκαθαιρούσας τῶν παθῶν, καὶ τῶν πταισμάτων ἡμῶν, ἵνα πάντες σοι βοῶμεν ἐκτενῶς· Κύριε δόξα σοι.

Ἦχος βˊ

Τῶν πεπραγμένων μοι

Τῆς ἐγκρατείας τὴν τρυφήν, κᾀμοὶ Λόγε χαρισαι, ὡς τῷ Ἀδάμ, τὸν Παράδεισον ποτέ, ἐκ πάσης σου γεύεσθαι, ἐντολῆς ὁ Θεὸς ἡμῶν, καὶ ἀπέχεσθαι ἀεὶ καρποῦ, ἧς ἀπέφηνας ἁμαρτίας, ἵνα τὸ ζωηφόρον Πάθος σου τοῦ Σταυροῦ, ἐν χαρᾷ προφθάσω.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς ζˊ

Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Στίχ.Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Αˊ, 14–23)

Εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, εἰς ἀρχάς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετώμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά, καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων. Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα πέμπτη.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς ηˊ

Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου!

Στίχ.Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ Αˊ, 20–33)

Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει. Ἐπˊ ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσι λέγει. Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐ καταισχυνθήσονται, οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν, καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. Ἰδού, προήσομαι ὑμῖν ἐμῆς βουλῆς ῥῆσιν, διδάξω δὲ τὸν ἐμὸν λόγον ὑμᾶς. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, τοιγαροῦν κᾀγὼ τῇ ἡμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· ἐπι χαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος. Καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θόρυβος ἄφνω, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ἡμῖν θλῖψις καὶ πολιορκία· ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν, ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσι. Ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον Κυρίου οὐ προείλοντο, οὐδὲ ἤθελον προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς αὐτῶν ἀτιμίας πλησθήσονται, καὶ τῆς ἐπιθυμίας. Ἀνθˊ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ὀλέσει ἀσεβεῖς. Ὁ δὲ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπˊ ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Ἀπόστιχα, Ἦχος πλ. δˊ

Ἰδιόμελον

Νηστείαν, οὐκ ἀποχὴν βρωμάτων μόνον τελέσωμεν, ἀλλὰ παντὸς ὑλικοῦ πάθους ἀλλοτρίωσιν, ἵνα τὴν καθˊ ἡμῶν τυραννοῦσαν, σάρκα δουλώσαντες, ἄξιοι γενώμεθα τῆς τοῦ Ἀμνοῦ μεταλήψεως, τοῦ ὑπὲρ τοῦ κόσμου σφαγέντος ἑκουσίως Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, εἰς ὕψος ἀρθέντες, ἀρετῶν ἐν φαιδρότητι, καὶ τῇ τρυφῇ τῶν ἀρίστων ἔργων, εὐφραίνοντες τὸν Φιλάνθρωπον. (Δίς)

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν· ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδύνως, φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσε;

Τῌ ΤΡΙΤῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝἘλέησόν με ὁ Θεός, ἐλέησόν με

Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατˊ αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.

Τὴ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ· δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.

Ὡς ὁ Κάϊν καὶ ἡμεῖς, ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ, πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.

Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλˊ ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.

Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην, καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἅς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.

Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλˊ οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

ᾨδὴ βˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)

Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.

Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.

Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ᾑμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.

Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.

Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.

Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.

Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.

Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλˊ ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι· μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.

Δόξα...

Ἕνα σε, ἐν τρισὶ τοῖς προσώποις, Θεὸν ἁπάντων ὑμνῶ, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα ἅγιον.

Καὶ νῦν... Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)

Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.

Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι, ἱλάσθητί μοι· οὐ γάρ ἐστιν ὃστις ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.

Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.

Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.

Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.

Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετˊ Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατˊ ἀξίαν τῶν πράξεων.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις, ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν, καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.

Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας, μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχή μου ἀναβάσεως, τοὺς παῖδας, ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.

Ἠσαῦ τὸν μεμισημένον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου, τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας, καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν μετανόησον.

Ἐδὼμ ὁ Ἠσαῦ ἐκλήθη, διˊ ἄκραν θηλυμανίας ἐπιμιξίαν· ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος. Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.

Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα, τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως, ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλˊ ὤφθης ἀκαρτέρητος.

Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος, ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον· παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἑλογίζετο.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς σοι τὸ ᾎσμα, τὸ ὑμνολογούμενον.

Καὶ νῦν... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις διˊ ἀμφοτέρων φύσει Παρθένος. ὁ τεχθεις καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα. Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

Τοῦ Μωσέως ἤκουσας τὴν θήβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.

Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν· νῦν ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.

Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;

Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο δὲ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἵνα καὶ τῆς ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.

Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, διˊ οὗ δυνήσῃ καὶ σύ, μεγάλα ἐκτελέσαι.

Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον, ἀλλˊ ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.

Ἀγνώμονα, ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.

Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.

Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.

Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.

Ἐρεύνησον, ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ διˊ εὐνομίας.

Δόξα...

Τριάς εἰμι, ἁπλῆ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη, ὁ Πατήρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθˊ ἡμᾶς, ἀλλˊ ὡς κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.

Κοντάκιον

Ἦχος πλ. βˊ

Ἀυτόμελον

Ψυχή μου ψυχή μου,

ἀνάστα, τί καθεύδεις;

τὸ τέλος ἐγγίζει,

καὶ μέλλεις θορυβεῖσθαι.

Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,

ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος, ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς, ἀλλˊ αὐτοῦ τὴν αὐθάδειαν, φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.

Ἀκήκοας, τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη, ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός, ἀλλˊ αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.

Ὑπέταξας, τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου· ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς. Ἀλλˊ αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.

Ὁ Σολομών, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης, οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ, ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.

Ταῖς ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι! ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ, ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.

Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν, ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή. Ἄλλά φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ· Ἥμαρτον οἴκτειρόν με.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς. Ἀλλˊ ἀνύμνησον δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ· ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.

Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ, τούτους οὐκ ἐμιμήσω, ἀλλˊ ὤφθης σκαιοτέρα, πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἐπταικότων.

Τὸν ἐν τῷ λάκκω, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών, θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα, μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.

Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν, τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν· ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.

Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή, στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες, οἱ περὶ Ἀζαρίαν, ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην.

Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή, πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις, ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱε συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμά τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σὲ τιμῶμεν.

ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». (Δίς)

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ. Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρώδης ἠνόμησε, σὺν τῇ Ἡρωδιάδι. Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλˊ ἀσπάζου τὴν μετάνοιαν.

Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.

Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος· ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ δὲ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς ὦ ψυχή.

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατˊ οὐσίαν, ὡς φῶς καὶ φῶτα, καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Ὁ εὐσχήμων Ἰωσὴφ

Ὁ τοῖς πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, Φιλάνθρωπε τὰ πάθη, τῆς σαρκός μου νεκρώσας τῷ σῷ Σταυρῷ, τὸ θεῖον καταξίωσον Πάθος ἰδεῖν, διὰ νηστείας εὐαρεστοῦντα τῇ δόξῃ σου, ἵνα λάβω πλουσίως τὸ μέγα ἔλεος. (Δίς)

Σταυροθεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα

Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε, νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς· Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο, ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον μυστήριον, ἑκουσίως ἐν Σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Τὸν ζωοποιὸν Σταυρὸν

Τὸν φωτοποιὸν καιρόν, ὃν νῦν ἀφιέρωσας, καὶ ἐδωρήσω ἡμῖν, τῆς ἐγκρατείας Κύριε, σὺ ἀξίωσον ἡμᾶς, ἐν κατανύξει πάντας, εἰλικρινῶς περαιώσασθαι, εἰρηνεύοντας τοῦ Σταυροῦ τῇ Ἰσχύϊ, μόνε Φιλάνθρωπε. (Δίς)

Σταυροθεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνῄ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε κατὰ χρέος μακαρίζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος βˊ

Ἐξήνθησεν ἡ ἔρημος

Σταυρώσωμεν τὰ μέλη διˊ ἐγκρατείας, νήψωμεν εἰς προσευχὰς ὡς γέγραπται, καὶ κατˊ ἴχνος πολιτευσώμεθα, τοῦ παθόντος, καὶ πάθη ἐκθανατώσαντος.

Ἐμέσαντες τὴν ἔμπικρον, ἁμαρτίαν σπεύσωμεν, τῷ τὴν χολὴν θελήματι, γευσαμένῳ εὐαρεστῆσαι Χριστῷ, τῷ Σταυρῷ καθελόντι τὸν ἀρχέκακον.

Συνήθειαν λαβοῦσα, ἡ ἁμαρτία ἕλκει με, εἰς παντελῆ ἀπώλειαν, ἀλλὰ σύ με ἐκ ταύτης λύτρωσαι, τῷ Σταυρῷ σου οἰκτίρμον πολυέλεε.

Θεοτοκίον

Δεσπόζουσα ἁπάντων, τῶν ποιημάτων Δέσποινα, ὡς τὸν Δεσπότην τέξασα, τῆς δουλείας με ἐλευθέρωσον, τοῦ δολίου καὶ μόνου πολεμήτορος.

Κανών βˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος βˊ

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε

Τὸ ξύλον τοῦ Σταυροῦ τὴν ἐγκράτειαν, τῷ Κόσμῳ ἐξήνθησεν, ἣν ἐκ πόθου, ἀσπασάμενοι τρυφήσωμεν, παγκαρπίαν τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ.

Ἐγκράτειαν παθῶν καὶ νῦν φέροντες, τὴν σάρκα σταυρώσωμεν τῷ Κυρίῳ, καὶ νεκρόν, αὐτῆς τὸ φρονημα, ἀποδείξωμεν πάντες τῇ ἐνθέῳ ζωῇ.

Δόξα...

Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα, δοξάζω Πατέρα Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων, καὶ λαμπρότητα.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ Τόκος σου Ἁγνὴ φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὴν Σταύρωσιν ὑμνῶ καὶ τὴν λόγχευσιν, τῆς θείας Πλευρᾶς σου, ἐξ ἧς τὸ πόμα, τὸ ἀθάνατον ἀρύομαι, καθ΄ ἑκάστην Χριστέ, καὶ ἁγιάζομαι.

Ὁ Εἱρμὸς

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Κάμινος ποτέ, πυρὸς

Κάμινος παθῶν, φλογίζει τὴν ψυχήν μου, ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου, ταύτην καταμάρανον, ὁ πηγάσας ἀπαθείας κρουνούς, Πλευρᾶς ἐξ ἀκηράτου σου, σταυρούμενος Εὐεργέτα, διὰ πολλὴν συγκατάβασιν.

Ὕψωσας ἡμᾶς, πεσόντας εἰς κακίαν, τῇ ἐν Σταυρῷ σου ἀνυψώσει Χριστέ· ὅθεν ὀλισθήσαντα, ἁμαρτίας εἰς τὰ βάραθρα, ἀνάγαγε καὶ στήριξον, πέτρᾳ με σωτηρίας, ὅπως δοξάζω τὸ κράτος σου.

Λόγχῃ σου Χριστέ, παθῶν τὴν σηπεδόνα, ἀποκαθάρας τῆς καρδίας μου, ὅλον με ὑγείωσον, ὃν ὁ ὄφις ἐτραυμάτισεν, ὁδοῦσιν ἰοβόλοις τε, καὶ δίδου μοι ἀκλονήτως, θείας πρὸς τρίβους πορεύεσθαι.

Θεοτοκίον

Σὲ τὴν φαεινήν, λαμπάδα καὶ λυχνίαν, ἐν ᾗ τὸ πῦρ τῆς Θεότητος, οἰκῆσαν ἐφώτισε, τοὺς νυκτώδει συσχεθέντας φθορᾷ, Ἀμίαντε γεραίρομεν, ἅπαντες, εὐλογοῦντες· Εὐλογημένη τὸν Τόκον σου.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Τὸν μεταξὺ τῶν λῃστῶν, σταυρωθέντα ἐν ξύλῳ, καὶ τῇ λόγχῃ νυγέντα, τὴν ζωήρρυτον πλευράν, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ κρίνων πᾶσαν τὴν γῆν, κριτηρίῳ παρέστης, ἐρραπίσθης ἐπαίχθης, ἐν Σταυρῷ ἀνηρτήθης, φθορᾶς με ἀπαλλάττων, τῆς πάλαι ἁμαρτίας, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις, μεριστὴ δὲ προσώποις, τὸ ἀνώλεθρον κράτος, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Θεοκυῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ Χριστοῦ ὁ Λῃστήν, ὁδηγήσας πρὸς πίστιν, καὶ ἐμὲ πρὸς τὸν δρόμον, εὐτόνως τῶν Νηστειῶν, ἀξίωσον προφθάσαι, εἰς τὴν προσκύνησίν σου, καὶ ζωοποιηθῆναι.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Ἀνάρχου Γεννήτορος

Ἡλίου φαιδρότερον, Νηστεία ἀναλάμψασα, ἡ πολύφωτος χάρις εὐαγγελίζεται, πᾶσι τοῦ Σταυροῦ τὰς ἀκτῖνας, καὶ τὰς αὐγάς, τοῦ τιμίου Πάθους, καὶ τῆς Ἀναστάσεως, τὴν ἡμέραν τὴν σωτήριον.

Ἁγνείαν ποθήσωμεν, πορνείαν ἀποφύγωμεν, τὴν ὀσφὺν σωφροσύνῃ περιζωσώμεθα, ὅπως καθαροὶ ἐποφθῶμεν, τῷ καθαρῷ, καὶ μόνῳ ἐκ πάντων, ζητοῦντι τὴν κάθαρσιν, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Χριστὲ ἐκ τοῦ φόβου σου, καθήλωσον τὰς σάρκας μου, ὁ Σταυρῷ προσηλώσας, τὴν ἁμαρτίαν Ἀδάμ, λῦσον τῶν κακῶν μου τὴν δέησιν· τοῦ πονηροῦ σύντριψον τὰ βέλη, τῇ λόγχῃ σου Δέσποτα, καὶ τῆς τούτου βλάβης ῥῦσαί με.

Θεοτοκίον

Κριτὴν δικαιότατον, καὶ μόνον εὐδιάλλακτον, ἡ τεκοῦσα Παρθένε, Χριστὸν τὸν Κύριον, ῥῦσαί με τῆς κρίσεως Κόρη, καὶ τοῦ πυρός, καὶ τῆς τιμωρίας, ἣν μοι προεξένησεν, ἁμαρτίας ἡ ἀπόλαυσις.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τὴν ἁγνὴν καὶ ἄχραντον

Ὢ τῆς εὐσπλαγχνίας σου! ὅτι Σταυρὸν ἠνέσχου, ἥλους καὶ λόγχην Κύριε, διˊ ἐμὲ τὸν κατάκριτον φθορᾷ· διὸ ὑμνῶ σε Χριστέ.

Τὸν Σταυρόν, τὸν κάλαμον, τοὺς ἥλους καὶ τὴν λόγχην, τὰ ζωηρά σου Πάθη, πᾶς ὁ λαὸς προσκυνοῦντες, ἐν ᾠδαῖς Χριστὲ ὑμνοῦμέν σε.

Δόξα...

Μονὰς τρισυποστατε, Τριὰς ἑνικωτάτη, Κυριαρχία φύσις, ἰσοκλεής, Πάτερ Υἱέ, καὶ θεῖον Πνεῦμα, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν ... Θεοτοκίον

Χαίροις ἱλαστήριον, τοῦ Κόσμου Θεοτόκε, ἐν ᾧ προσφεύγοντες πάντες ἁμαρτωλοί, πρὸς Θεὸν καταλλαγὰς ἀεὶ εὑρίσκομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῷ Σταυρῷ σου Κύριε, κᾀμὲ ἐνδυναμώσας, τῶν Νηστειῶν μοι δώρησαι Ἀγαθέ, εὐσθενῶς ἀποπληρῶσαι τὴν περίοδον.

Ὁ Εἱρμὸς

«Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, εὐσεβῶς ὡς Θεοτόκον μεγαλύνομεν».

Ἀπόστιχα, Ἦχος πλ. δˊ

Νηστείᾳ, τῶν λογισμῶν τὰ πάθη, δεῦτε δουλώσωμεν, πνευματικαῖς ἑαυτοὺς πτέρυξι περιστείλαντες, ἵνα τὴν τοῦ ἐχθροῦ, κινουμένην ζάλην, κοῦφοι περάσαντες, ἄξιοι γενώμεθα, τῆς τοῦ Σταυροῦ προσκυνήσεως, τοῦ ὑπὲρ τοῦ Κόσμου σφαγέντος ἑκουσίως, Υἱοῦ τοῦ Θεοῦ, καὶ πνευματικῶς ἑορτάσωμεν, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος Ἀνάστασιν, ἐπˊ ὄρους ἀρθέντες, Μαθηταῖς συνδοξάσωμεν, τὸν ἐξουσίαν λαβόντα πᾶσαν, Υἱὸν ἐκ Πατρὸς τὸν φιλάνθρωπον. (Δίς)

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Ὢ τοῦ παραδόξου θαύματος!

Τί τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται, ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, Κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσιν νέμων ζωήν, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ἡ πάναγνος, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος δˊ

Οἶδας τὸ πλάσμα ἡμῶν, οἶδας τὴν ἀσθένειαν ἡμῶν Φιλάνθρωπε, ἡμάρτομεν, ἀλλˊ οὐκ ἀπέστημέν σου ὁ Θεός, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν, πρὸς Θεὸν ἀλλότριον. Φεῖσαι ἡμῶν τῇ σῇ ἀγαθότητι, Εὔσπλαγχνε. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς θˊ

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Στίχ.Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ Βˊ, 3–11)

Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τάς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβήνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μάθωσιν ἔτι πολεμεῖν. Καὶ νῦν σύ, οἶκος τοῦ Ἰακώβ, δεῦτε, καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ, ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπαρχῆς, κλυδωνισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνοίσω αὐτούς. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ιˊ

Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.

Στίχ.Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου;

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος πλ. δˊ

Νηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς, λύσωμεν πάντα σύνδεσμον ἀδικίας, διαρρήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων· πᾶσαν συγγραφήν ἄδικον διασπάσωμεν, δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος.

Ἦχος πλ. δˊ

Νηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς, λύσωμεν πάντα σύνδεσμον ἀδικίας, διαρρήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων· πᾶσαν συγγραφήν ἄδικον διασπάσωμεν, δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα σαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ὁ Θεός, ἐλέησον ἡμᾶς.

Εἶτα, προσόμοια τοῦ Κυρίου Ἰωσὴφ

Ἦχος βˊ

Ὡς ὡράθης Χριστὲ

Φεγγοβόλους ὑμᾶς, ὡς ἀστραπὰς εἰς πάντα Κόσμον, Ἰησοῦς ὁ νοητὸς ὄντως ἥλιος ἐξαποστείλας, ἀπεμείωσε ταῖς λαμπρότησι, τοῦ ὑμῶν ἐνθέου κηρύγματος, πλάνης τὸ σκότος, θεόπται Ἀπόστολοι, καὶ ἐφώτισε τοὺς ἐν ζόφῳ, τῆς ἀγνωσίας κεκρατημένους πονηρῶς, ὅνπερ ἐκδυσωπήσατε, καταπέμψαι καὶ ἡμῖν τὸν φωτισμόν, καὶ τὸ μέγα ἔλεος.

Ἦχος βˊ

Ἀρετῶν Ἠλιού, προσεπιβὰς ἅρματι θείῳ, τῇ νηστείᾳ λαμπρυνθεὶς ἀνεφέρετο, ἐπὶ τὸ ὕψος τὸ οὐράνιον. Τοῦτον ζήλωσον, ταπεινὴ ψυχή μου καὶ νήστευσον, πάσης κακίας, καὶ φθόνου καὶ ἔριδος, καὶ τρυφῆς ἀπορρεούσης, καὶ ἐνηδόνου, ὅπως ὀδύνην χαλεπὴν ἐκφύγῃς, διαιωνίζουσαν, τῆς γεέννης ἐκβοῶσα τῷ Χριστῷ. Κύριε δόξα σοι.

Ἕτερον τοῦ Κυρίου Θεοδώρου

Ἦχος πλ. αˊ

Ὅσιε Πάτερ

Ἀπόστολοι θεῖοι, τοῦ Κόσμου θερμότατοι πρεσβευταί, καὶ τῶν ὀρθοδόξων προασπισταί, ἔχοντες παρρησίας τὸ κράτος, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ ἡμῶν αἰτήσασθε, δεόμεθα πανσεβάσμιοι, ἵνα τῶν Νηστειῶν, τὸν ἀγαθὸν καιρόν, εὐμαρῶς ποιησώμεθα, καὶ τῆς ὁμοουσίου Τριάδος, τὴν χάριν δεξώμεθα. Μεγαλοκήρυκες ἔνδοξοι, εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς ιαˊ

Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.

Στίχ.Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Αˊ, 24 – Βˊ, 3)

Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, καὶ ἑρπετά, καὶ θηρία τῆς γῆς, κατὰ γένος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς, κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη, κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς, κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, κατˊ εἰκόνα ἡμετέραν, καὶ καθˊ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἀνθρωπον, κατˊ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὃ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε. καὶ ἰδού, καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανός καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ιβˊ

Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου.

Στίχ.Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Βˊ, 1–22)

Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ, οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυρὸν ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις, ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξασθαι ὁδοὺς δικαιωμάτων. καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καὶ κρῖμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, βουλὴ καλὴ φυλάξει σε· ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους! Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῂ κακῂ! ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μή σε καταλάβῃ βουλὴ κακή, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾍδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας, αὐτῆς. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων, λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἀπˊ αὐτῆς.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝἘλέησόν με ὁ Θεός, ἐλέησόν με

Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

Ἐκ νεότητος Σωτήρ, τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν, ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἄν ἐν τῷ τέλει· Σῶσόν με.

Ἐρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἄν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.

Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον.

Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπˊ αὐτῶν τετραυμάτισμαι νῦν , ἐπλήσθην μωλώπων, ἀλλˊ αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.

Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς, ὑπερεῖδε γυμνόν, ἀλλˊ ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Σύ μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν· καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ᾆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

ᾨδὴ βˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Πρόσεχε, Οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστὸν τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα».

Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλˊ ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.

Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.

Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλˊ ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.

Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.

Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.

Θεοτοκίον

Ἄχραντε, Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς ἄλλος

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρῴην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.

Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.

Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλˊ ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.

Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἀβάτοις ταῖς ἐρήμοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον· σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι, καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα, καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος, Ἅγιος ὑπάρχεις καὶ Κύριος. (Δίς)

Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.

Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.

Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.

Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.

Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων· ἀλλˊ αὐτή με νῦν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἰκέσιον δέησιν, καὶ νῦν Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείαις σου, Θεοτόκον, ἄνοιξον τὰς θείας εἰσόδους μου.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα παρθένος θηλάζουσα.

ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε».

Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην, ἀλλˊ ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον, ἀπόλουσον, κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.

Τὸ Σῶμά σου καὶ τὸ Αἷμα, σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε, τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με, τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι.

Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν, ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι· ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο· τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.

Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα, τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι, χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.

Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου, τὴν ζωηφόρον, ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἀνέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως, εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα, Διαθηκῶν Σωτὴρ ἡμῶν.

Γυμνός εἰμι τοῦ Νυμφῶνος, γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου, ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι, τὸ δεῖπνον ἑβρώθη, ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἐκβέβλημαι.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις διˊ ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννῆς καὶ Ἰαμβρῆς τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.

Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλῦνόν με Δέσποτα, τῷ λουτῆρι τῶν ἐμῶν, δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.

Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.

Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.

Διˊ ἐμὲ Θεὸς ὢν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥῦσιν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῶ, τὴν τῶν ἀνθρώπων φύσιν.

ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

Ἀνάστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.

Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή· Θεὸς κελεύει.

Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρὸς με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.

Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα Δέσποτα Χριστέ, ἀλλˊ ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.

Δόξα...

Τριάς εἰμι, ἁπλῆ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη· ὁ Πατήρ φησι, καὶ Υἱός, καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθˊ ἡμᾶς, ἀλλˊ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ταῖς πρεσβείαις, ταῖς σαῖς ἵνα δικαιωθῶμεν.

Κοντάκιον

Ἦχος πλ. βˊ

Ἀυτόμελον

Ψυχή μου ψυχή μου,

ἀνάστα, τί καθεύδεις;

τὸ τέλος ἐγγίζει,

καὶ μέλλεις θορυβεῖσθαι.

Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,

ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει, στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα. Ἀλλˊ αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.

Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι! γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν. Ἀλλˊ ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.

Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε, ὅτε τοῖς Ἠλιοῦ τοῦ Θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ. Ἀλλὰ τῇ Σαραφθίᾳ ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.

Ἐνέπρησεν, Ἠλιοὺ ποτέ, δὶς πεντήκοντα τῆς Ἰεζάβελ, ὅτε τοὺς τῆς αἰσχύνης πρεσβύτας, κατηνάλωσεν, εἰς ἔλεγχον τοῦ Ἀχαάβ. Ἀλλὰ φεῦγε τὴν μίμησιν τῶν δύο, ψυχή, καὶ κραταιώθητι.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία φῶτα καὶ Φῶς, καὶ ἅγια τρία, καὶ ἓν ἅγιον, ὑμνεῖται Θεὸς ἡ Τριάς. Ἀλλˊ ἀνύμνησον, δόξασον, ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Δικαιοκρίτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς, ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι, ἄνες μοι πρὸ τέλους, διˊ ἀρετῆς καὶ μετανοίας.

Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς. Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη, δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.

Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς, μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον, ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.

Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ Υἱῷ Δαυΐδ, ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα, κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον ἐν ἀληθείᾳ σὲ τιμῶμεν.

ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστᾶσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με, ὁ δὲ ἐκόμπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

Ζακχαῖος Τελώνης ἦν, ἀλλˊ ὅμως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας· ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύντος αὐτῇ.

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν· φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

Μὴ χείρων ὦ ψυχή μου, φανῇς διˊ ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, διˊ ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατˊ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους, καὶ διέπει τὸ ὑπήκοον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Ὁ σοφίσας ὑπερ ῥήτορας

Ὁ φωστῆρας ἐν τοῖς πέρασι τοὺς Μαθητὰς ἀναδείξας, τῷ κηρύγματι Λόγε Θεοῦ, τὰς καρδίας ἡμῶν φώτισον, φωτὶ ἀρετῶν καὶ νηστείᾳ κάθαρον, διδοὺς μετάνοιαν ἐπιστροφῆς τοῖς δούλοις σου, εἰς τὸ δοξάζειν σε Σωτήρ, ὁ μόνος ὑπάρχων ὑπεράγαθος. (Δίς)

Θεοτοκίον

Θεοτόκε μὴ παρίδῃς με, δεόμενον ἀντιλήψεως τῆς ὑπὸ σοῦ· ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου· Ἐλέησόν με.

Εἰς τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἁγιωτέρα τῶν Χερουβὶμ

Τὴν φαιδροτέραν τῶν ἀρετῶν, τὴν συμπολῖτιν τῶν οὐρανῶν, ἐγκράτειαν, δυσωποῦμεν, σὲ τῶν Ἀποστόλων τὴν δωδεκάδα, πρέσβευε εἰρηνικῶς διανῦσαι, καὶ κομίσασθαι τοὺς καρποὺς τῆς σωτηρίας· ὑμεῖς γὰρ ὄντως τῶν γηγενῶν ὑπάρχετε, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν. (Δίς)

Θεοτοκίον

Ἁγιωτέρα τῶν Χερουβίμ, ὑψηλοτέρα τῶν οὐρανῶν, πανύμνητε Θεοτόκε, σὲ ἐν ἀληθείᾳ ὁμολογοῦντες, ἔχομεν ἁμαρτωλοὶ σωτηρίαν, καὶ εὑρίσκομεν ἐν πειρασμοῖς προστασίαν· διὸ μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος βˊ

Ἐλήλυθας

Ἐγκρατείας, τὰς αὐγὰς δεχομένη ἀστράφθητι, ψυχὴ καὶ ἀπόφυγε, τῆς ἁμαρτίας τὴν ζόφωσιν, ὅπως ἀνατείλῃ σοι, ἡ τῆς ἀφέσεως αἴγλη θείῳ Πνεύματι.

Ἀγκίστρῳ με, ἡδονῆς δελεάσας ὁ δόλιος, αἰχμάλωτον ἥρπασεν, ἀλλˊ οἱ τὸν κόσμον Ἀπόστολοι, λόγῳ σαγηνεύσαντες, ἐκ τῆς αὐτοῦ με κακίας ἐκλυτρώσατε.

Ἐδείχθητε, τοῦ Ἡλίου τῆς δόξης αὐγάσματα Ἀπόστολοι ἔνδοξοι, πλάνης αὐχμὸν ἀπελαύνοντες, κᾀμὲ οὖν φωτίσατε τὸν ὑπὸ πάσης κακίας σκοτιζόμενον.

Θεοτοκίον

Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ θλιβόμενος, πρὸς σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, τεῖχος καὶ βοήθεια, τῇ σῇ Παρθένε δυνάμει τειχιζόμενος.

Κανών βˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὰ ἔργα, τῆς οἰκονομίας

Τοῦ Ἡλίου, τῆς δικαιοσύνης ὑπάρχοντες, Ἀπόστολοι, λαμπηδόνες παμφαεῖς, φωτίζετε τὸν περίγειον κόσμον, τὸν ζόφον τῆς ἀπάτης διώκοντες.

Λύρα ὄντες, τοῦ Σωτῆρος πνευματοκίνητος, Ἀπόστολοι, γνωρισθέντες ἐπὶ γῆς, τὸ εὔηχον μελουργεῖτε ὑμῶν ἔπος, καὶ Κόσμον πρὸς Θεὸν ἐπιστρέφετε.

Δόξα...

Τὴν Τριάδα, ἐν μοναδικῇ οὐσιότητι, δοξάζοντες ἕνα Κύριον Θεόν, ὑμνήσωμεν τὸν ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννητόν, καὶ τὸ Πνεῦμα τὸ ζῶν.

Καὶ νῦν ... Θεοτοκίον

Παρθένος, ἐν γαστρὶ συνέλαβε Κύριε, καὶ ἔτεκε, σὲ τὸν Ἐμμανουήλ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου Φιλάνθρωπε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀποστόλων, δωδεκὰς ἡ θεία καὶ πάνσεπτος, ἱκέτευε, τὸν Χριστὸν ὑπὲρ ἡμῶν, δεόμεθα διελθεῖν ἡμᾶς εὐτόνως, τὸ τεσσαρακονθήμερον στάδιον.

Ὁ Εἱρμὸς

«Τὰ ἔργα, τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν, τὸν Προφήτην Ἀββακούμ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τῶ δόγματι, τῷ τυραννικῷ

Νηστεύσωμεν, πᾶσαν ἡδονήν, πιαίνοντες τὰς αἰσθήσεις νηστείᾳ, καὶ κατανύξεως πόμα θερμῶς, πιώμεθα ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τῆς στάσεως, τῆς ἐκ δεξιῶν, γενέσθαι με κοινωνὸν δυσωπεῖτε, ὅταν καθίσητε κρῖναι βροτούς, σὺν Χριστῷ Ἀπόστολοι, τὸν πολλαῖς ἁμαρτίαις, καὶ κρίσει ὑπεύθυνον.

Ἐν ἅρματι, θείων ἀρετῶν, νηστείᾳ καθαρθέντες ἐπιβῶμεν, καὶ πρὸς αἰθέριον ὕψος τὸν νοῦν, πτερώσωμεν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Διέμεινας, ἄφλεκτος τὸ πῦρ, τεκοῦσα τῆς Θεότητος Παρθένε, ἀλλὰ κατάφλεξον πάθη ψυχῶν, τῶν πίστει βοώντων σοι, τὴν φωνὴν τοῦ Ἀγγέλου, χαρᾶς μόνη πρόξενε.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Οἱ ὅσιοί σου

Τοῦ Πνεύματος τὰς σάλπιγγας, τοῦ Χριστοῦ τοὺς Μαθητάς, ἀνυμνοῦντες βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὡς πρεσβευτὰς τοῦ Κόσμου, καὶ πλάνης φυγαδευτάς, τοὺς Μαθητὰς ὑμνοῦμεν Χριστοῦ· Εὐλογεῖτε βοῶντες, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τριάδα παναγίαν, τὴν ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι, ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἄρρητόν σου Τόκον, πάντες ὑμνοῦμεν βροτοί, εὐσεβῶς ἐκβοῶντες Ἁγνή· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἀπόστολοι πρεσβεύσατε, ἐν εἰρήνῃ ἡμᾶς, τὰς ἱλαστηρίους ἡμέρας τελεῖν. Εὐλογεῖτε βοῶντας, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔλεγον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Ἡ τὸν ἀχώρητον Θεὸν

Ἀπερριμμένος ἡδονῶν, ἀχανὲς εἰς πέλαγος, τὴν τῆς σῆς εὐσπλαγχνίας ἄβυσσον, προσκαλοῦμαι· Κυβερνῆτά με σῶσον.

Τῆς εὐσπλαγχνίας ἡ πηγή, δός μοι νῦν κατάνυξιν, στεναγμόν, ὅπως ἀποκλαύσωμαι, τῶν κακῶν μου, τὰς ἀπείρους θαλάσσας.

Τῶν Μαθητῶν σου Ἰησοῦ, ταῖς σεπταῖς δεήσεσι, τὴν σεπτὴν δίδου μοι Ἀνάστασιν, προσκυνῆσαι, καὶ τὰ θεῖά σου Πάθη.

Θεοτοκίον

Ἡ οὐρανώσασα ἡμῶν, τὸ γεῶδες φύραμα, τῇ ἐν σοί, τοῦ Θεοῦ Πανάμωμε, ἐνοικήσει, ῥῦσαι πάντας κινδύνων.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Μεγαλύνομεν Χριστὲ

Ἐκ τῶν πηγῶν προφητικῶς, τῶν τοῦ Σωτῆρος ἐξαντλήσαντες, οἱ Ἀπόστολοι, ὕδωρ ἀθανασίας, τοῖς διψῶσι δόγματα ζωῆς, ποτίζουσι πάντοτε.

Τοῦ Βασιλέως οὐρανῶν, φανέντες ἄρχοντες Ἀπόστολοι, ὑπετάξατε, πᾶσαν τὴν οἰκουμένην, τοῦτον μόνον σέβειν, προσκυνεῖν, καὶ δοξολογεῖν ὡς Θεόν.

Δόξα...

Τριὰς ἀμέριστε Μονάς, ἡ παντουργὸς καὶ παντοδύναμος, ὁ Πατὴρ ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, σὺ Θεός μου Κύριος καὶ φῶς, καὶ σὲ ἀνυμνῶν προσκυνῶ.

Καὶ νῦν ... Θεοτοκίον

Σὲ Μητροπάρθενε ἁγνή, μακαριοῦμεν γενεαὶ γενεῶν, ὅτι γέγονας, ἱλαστήριον Κόσμου, τὸν Σωτῆρα καὶ Δημιουργόν, ἀρρήτως κυήσασα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῶν Ἀποστόλων ὁ χορός, τοὺς ἀνυμνοῦντάς σε περίσῳζε· καὶ ἀξίωσον, ἐν κατανύξει καρδίας, τὰς ἡμέρας πάσας διελθεῖν, τῶν φωτοποιῶν Νηστειῶν.

Ὁ Εἱρμὸς

Μεγαλύνομεν Χριστέ, τὴν σὴν πανάμωμον Μητέρα ἁγνήν, ὅτι ἔτεκέ σε, ὑπερφυῶς κατὰ σάρκα, πάσης πλάνης καὶ καταφθορᾶς, ἡμᾶς λυτρωσάμενον.

Ἀπόστιχα, Ἦχος γˊ

Κύριε, ἐμοὶ τῷ ἁμαρτωλῷ ἔθου μετάνοιαν, ἐμὲ τὸν ἀνάξιον, σῶσαι βουλόμενος, ἀμετρήτῳ ἐλέει σου, σοὶ προσπίπτω δεόμενος. Ἐν νηστείαις, τὴν ψυχήν μου σύγκαμψον, ὅτι πρὸς σὲ κατέφυγον, τὸν μόνον Πολυέλεον. (Δίς)

Ἦχος γˊ

Μαρτυρικόν

Ὡς φωστῆρες ἐν Κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἐλπὶς ἡμῶν ἐστι. Πρέσβευε τῷ ἐκ σοῦ Τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος αˊ

Ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ῥῦσαι ἡμᾶς Κύριε, μή ποτε εἴπωσι τὰ ἔθνη. Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν, γνώτωσαν Δέσποτα, ὅτι παρορᾷς ἁμαρτίας, λαοῦ σου μετανοοῦντος. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ιγˊ

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.

Στίχ.Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Βˊ, 11–21)

Ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τὴν ὑψηλὴν καὶ μετέωρον, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν, καὶ ἐπὶ πᾶν ὄρος ὑψηλόν, καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν, καὶ ἐπὶ πᾶν, πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτόῖς, εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις, καὶ ταῖς νυκτερίσι, τοῦ ἐλθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ιδˊ

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;

Στίχ.Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος βˊ

Τὸν φωτισμὸν ἡμῶν

Τὸν σκοτισθέντα με, ταῖς ἀπάταις τοῦ πολεμήτορος, Χριστέ μου φώτισον, ὁ σκοτίσας Σταυρῷ κρεμάμενος, Ἥλιον ποτέ, καὶ λάμψας τοῖς πιστοῖς φῶς ἀληθινόν, ἀφέσεως σαφῶς, ὅπως πορευόμενος ἐν τῷ φωτὶ τῶν προσταγμάτων σου, φθάσω καθαρῶς, τῆς Ἀναστάσεως τῆς σῆς, τὴν αὐγὴν τὴν σωτήριον.

Ἦχος βˊ

Καθάπερ ἄμπελος, ἐπὶ ξύλου Σωτὴρ κρεμάμενος, οἶνον ἐπότισας ἀφθαρσίας, Χριστὲ τὰ πέρατα, ὅθεν ἐκβοῶ· Τῇ μέθῃ με δεινῶς τῶν ἁμαρτιῶν, σκοτούμενον ἀεί, γλεῦκος κατανύξεως, ἀληθινῆς ποτίσας, νηστεύειν με ἐξ ἡδονῶν, νῦν ἐνδυνάμωσον Σωτήρ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἕτερον προσόμοιον Τοῦ κυρίου Θεοδώρου

Ἦχος βˊ

Ὢ τοῦ μεγίστου μυστηρίου!

Ὢ τοῦ Σταυροῦ σου τῇ δυνάμει! οὗτος ἐξήνθησε τῇ Ἐκκλησίᾳ τὴν ἐγκράτειαν, τὴν ἐν Ἐδὲμ ποτὲ Ἀδὰμ ἀκρασίαν, πρόρριζον ἐκτίλασαν· θάνατον μὲν ἐκείνῃ, ἐπεισήγαγε τοῖς βροτοῖς· ἀλλˊ οὗτος ἀφθάρτως ἐκβλύζει, τὴν ἀθανασίαν τῷ Κόσμῳ, ὡς ἐκ πηγῆς ἄλλης τῆς τοῦ Παραδείσου, τῇ κατακενώσει, τοῦ σοῦ ζωηρρύτου Αἵματος, ὁμοῦ τε καὶ ὕδατος· ὅθεν τὰ πάντα ἐζωοποιήθη. Διˊ οὗ ἡμῖν νηστείας τὴν τρυφήν, γλύκανον ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ιεˊ

Εὐλογήσω τὸν Κύριον, τὸν συνετίσαντά με.

Στίχ.Φυλαξόν με Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. Βˊ, 4–19)

Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο ἡμέρα, ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ ἐφύτευσεν ὁ Θεὸς Παράδεισον ἐν Ἐδέμ, κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς, ἐν μέσῳ τοῦ Παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ποταμὸς δὲ ἐκεπορεύεται ἐξ Ἐδέμ, ποτίζειν τὸν Παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, ὄνομα τῷ ἑνί, Φισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὖν ἐστι τὸ χρυσίον. Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης, καλόν, καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ, καὶ ὁ λίθος ὁ πράσινος. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων, ὁ δὲ ποταμὸς ὁ τέταρτος, Εὐφράτης. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ, λέγων· Ἀπὸ παντὸς ξύλου, τοῦ ἐν τῷ Παραδείσῳ, βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπˊ αὐτοῦ· ᾗ δˊ ἂν ἡμέρα φάγητε ἀπˊ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατˊ αὐτόν. Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ πᾶν, ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῶν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ιςˊ

Φύλαξόν με Κύριε, ὡς κόρην ὀφθαλμοῦ.

Στίχ.Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ, 1–19)

Υἱέ, ἐμῶν νόμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σῇ καρδίᾳ· μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σοι· ἄφαψαι δὲ αὐτὰς ἐπὶ τῷ σῷ τραχήλῳ, γράψον αὐτὰς ἐπὶ πλακὸς καρδίας σου, καὶ εὑρήσεις χάριν. Καὶ προνοοῦ καλὰ ἐνώπιον Θεοῦ, καὶ ἀνθρώπων. Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Ἐν πάσαις ταῖς ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου μὴ προσκόψῃ. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινον, ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πιμπλῶνται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ οἱ ληνοί σου ἐκβλύζωσιν. Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπˊ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα, ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλαιον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς, ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ αὐτήν, ὡς ἐπὶ Κύριον ἀσφαλής.

Ἀπόστιχα, Ἦχος δˊ

Οἱ ποθοῦντες τοῦ θείου Πάσχα μετασχεῖν, οὐκ ἀπˊ Αἰγύπτου, ἀλλˊ ἐκ Σιὼν ἀρχομένου, τὴν τῆς ἁμαρτίας ζύμην, ἐξάρωμεν τῇ μετανοίᾳ, περιζώσωμεν τὰς ὀσφύας ἡμῶν, τῇ νεκρώσει τῶν ἡδονῶν, καλλωπίσωμεν τοὺς πόδας, ὑποδήμασι κωλυτικοῖς, ἐκ πάσης ὁδοῦ πονηρᾶς, καὶ στηριχθῶμεν, τῇ βακτηρίᾳ τῆς πίστεως, μὴ ζηλώσωμεν τούς ἐχθρούς, τοῦ δεσποτικοῦ Σταυροῦ, θεοποιοῦντες τὴν γαστέρα, ἀλλˊ ἀκολουθήσωμεν, τῷ διὰ νηστείας ἡμῖν, τὴν κατὰ τοῦ διαβόλου νίκην ὑποδείξαντι, Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)

Ἦχος δˊ

Μαρτυρικόν

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Μαρτύρων σου, Χριστὲ ὁ Θεός, ὑπˊ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν, τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον

Ἦχος δˊ

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ Ἀμνὰς καὶ Μήτηρ σου, ἐξεπλήττετο. Καὶ τί τὸ ὅραμα ἔλεγεν, Υἱὲ ποθεινότατε; Ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας! Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝἘλέησόν με ὁ Θεός, ἐλέησόν με

Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ αˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς)

Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίας, ᾆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι ἱλάσθητί μοι, ᾆρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.

Μὴ εἰσέλθῃς μετˊ ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμὰς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου. ᾎρον τὸν κλοιὸν ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν, λιμώττων δὲ κράζω· ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμὰς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.

Δόξα...

Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ᾆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ᾆρον τὸν κλοιόν, ἀπˊ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.

ᾨδὴ βˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχὺϊ τῇ ἐμῇ. (Δίς)

Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα, Λάμεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου, ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν, κατασπιλώσασα.

Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι, ταῖς σαῖς ἐπιθυμίαις· εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου, καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.

Ὢ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρῴην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα, τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας, ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!

Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ, ἀνομίαν ὀργῶσαν, πυρπολήσας Σοδόμων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης, ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.

Τέτρωμαι, πέπληγμαι· ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου, τὴν ψυχὴν καὶ τὸ σῶμα· ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις, βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ, κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας, ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.

Δόξα...

Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον, σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν... Θεοτοκίον

Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ᾨδὴ γˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου ὅτι μόνος Ἅγιος, ὑπάρχεις καὶ Κύριος». (Δίς)

Τῇ Ἄγαρ πάλαι ψυχὴ, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα, νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.

Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;

Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.

Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος.

Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε, τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.

Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς, ἀλλˊ οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Δόξα...

Μονὰς ἁπλῆ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

ᾨδὴ δˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)

Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι μὴ γένωμαι κτῆμα, μὴ βρῶμα του ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος, πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν, ἐξαίφνης τὸν πλοῦτον, τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.

Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα, τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα, ψυχὴ τί ποιήσεις, ἐάν τί τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;

Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην· μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν, παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρίτα, καὶ τούτῳ συναρίθμησον.

Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.

Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου, ἀλλˊ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι, μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης, ἀλλˊ ἀνέδραμες λογισμῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως, σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.

Δόξα...

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Καὶ νῦν... Θεοτοκίον

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις διˊ ἀμφοτέρων, φύσει Παρθένος, ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα, Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.

ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου». (Δίς)

Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ· καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.

Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵνˊ ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.

Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.

Δόξα...

Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Πνεῦμα, ἁπλῆ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.

ᾨδὴ ςˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)

Ἐγώ εἰμι, Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλˊ ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.

Ἀντίστηθι, καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμοὺς ἀεὶ νικῶσα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἵνα παθῶν, φλογμὸν κατασβέσῃς, δακρύων ἔβλυζες ἀεί, ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάθειαν, ἐκτήσω οὐράνιον, διˊ ἀκροτάτης ἐπὶ γῆς, πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑμνοῦντας, ἐκ παθῶν ῥυσθῆναι, πρεσβείαις σου δυσώπει.

Δόξα...

Τριάς εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη. Ὁ Πατήρ φησι, καὶ Υἱὸς καὶ θεῖον Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον

Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθˊ ἡμᾶς, ἀλλˊ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.

Κοντάκιον

Ἦχος πλ. βˊ

Ἀυτόμελον

Ψυχή μου ψυχή μου,

ἀνάστα, τί καθεύδεις;

τὸ τέλος ἐγγίζει,

καὶ μέλλεις θορυβεῖσθαι.

Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,

ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ᾨδὴ ζˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός». (Δίς)

Ἐξέλιπον, αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου· ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς. Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰ μὴ ὁ πάντων Θεός;

Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς. Ἀλλˊ οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.

Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου, ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς· ἀλλˊ οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.

Ἐπίστρεψον, μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα, λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ, καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω, λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας, ἐχθρὸν τὸν πτερνίσαντα. Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ὃν ἔστερξας, ὃν ἐπόθησας, διˊ ὃν ἔτηξας σάρκας Ὁσία, αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πᾶσιν ἡμῖν, εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβομένοις αὐτόν.

Δόξα...

Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία, φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἕν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς, ἀλλˊ ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε Θεογεννῆτορ, ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν, καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.

ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτισις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν, ἐπὶ κεφαλῆς, κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα, δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.

Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ, ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ, φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα. Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.

Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν, τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου, ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.

Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ὦ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ, ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν, φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς· Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους, ὅλος ἐπληροῦτο, Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.

Δόξα...

Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές, Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε, Πνεῦμα ζῶν καὶ κτίζον, Τριὰς Μονὰς ἐλέησόν με.

Καὶ νῦν... Θεοτοκίον

Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ, ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη· ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.

ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». (Δίς)

Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυΐδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον. Ἀμήν σοι λέγω μετˊ ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξη μου.

Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλˊ ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.

Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.

Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.

Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα· καὶ φύσιν ὑπερβᾶσα, ἀνθˊ ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.

Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπερ ἡμῶν

Ἀνδρέα σεβάσμιε, καὶ Πάτερ τρισμακάριστε, Ποιμὴν τῆς Κρήτης, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως καὶ φθορᾶς, καὶ πταισμάτων λυτρωθῶμεν, οἱ τιμῶντές σου τὴν μνήμην ἀεί.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατˊ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Καὶ νῦν... Θεοτοκίον

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Ὁ εὐσχήμων Ἰωσὴφ

Ὁ τοῖς Πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, τὰ πάθη τῆς σαρκός μου, νεκρώσας τῷ Σταυρῷ, τῷ θείῳ, καταξίωσον, ἰδεῖν καὶ τὴν σεπτήν, Ἀνάστασίν σου Κύριε, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος. (Δίς)

Σταυροθεοτοκίον

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα, ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διὸ κατὰ χρέος σὲ ἀεὶ μακαρίζομεν, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Εὐσπλαγχνίας ὑπάρχουσα

Τῆς ἁγνείας ὑπάρχων ἡ πηγή, τῇ νηστείᾳ συντήρησον ἡμᾶς Ἐλεῆμον, βλέψον εἰς ἡμᾶς τοὺς σοὶ προσπίπτοντας, πρόσχες τῇ ἐπάρσει τῶν χειρῶν ἡμῶν, ὁ τείνας τάς παλάμας σου, ἐν ξύλῳ σταυρούμενος, ὑπὲρ πάντων γηγενῶν ὁ τῶν Ἀσωμάτων μόνος Κύριος. (Δίς)

Σταυροθεοτοκίον

Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος, ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον, ἐπονείδιστον;

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος βˊ

Ὁ φωτισμὸς τῶν ἐν σκότει

Τὴν ἐν ἐμοί, καθορῶν ἁμαρτίαν, ὁ δολιόφρων, σπεύδει καὶ συμπράττει τῇ ἁμαρτίᾳ· χαίρει γὰρ ὄντως τῇ ἐμῇ ἀπωλείᾳ. Ἀλλὰ σύ μοι δίδου διόρθωσιν, Σῶτερ εἰς ἐκείνου ἀναίρεσιν δέομαι.

Ὁ τὰς ἀρχάς, θριαμβεύσας τοῦ σκότους ἐν τῷ Σταυρῷ σου, τούτων ἐξελοῦ με τῆς κακουργίας, τὸν ἐμπεσόντα εἰς βυθὸν ἁμαρτίας, καὶ εἰς βόθρον ἀτόπων πράξεων, σοῦ δὲ τῷ ἐλέει, σωθῆναι ἐλπίζοντα.

Ὁ νεκρωθείς, ἐν Σταυρῷ ἡπλωμένος, τὴν νεκρωθεῖσαν, ζώωσον ψυχήν μου τῇ ἁμαρτίᾳ· καὶ τὴν σεπτήν σου Ἐξανάστασιν φθάσαι, ἐν εἰρήνῃ Χριστὲ ἀξίωσον, πράττοντα τὰ σά, ἐμμελῶς δικαιώματα.

Θεοτοκίον

Ὁ φωτισμός, τῆς ἐμῆς ἀσθενείας, ἡ σωτηρία, τῆς ἀμαυρωθείσης, Ἁγνὴ ψυχῆς μου, σῶσόν με σῶσον, ἀπολλύμενον Κόρη, καὶ χιτῶνα τῆς ἀφθαρσίας με, ἔνδυσον φθαρέντα, δεινοῖς πλημμελήμασι.

Κανών βˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος βˊ

Τῆς νυκτὸς διελθούσης

Σὺ ἐν τόπῳ Κρανίου, σαρκὶ σταυρωθῆναι, κατεδέξω μόνε Ἀθάνατε, τὸ ἀνθρώπινον γένος, ἀπαθανατίζων, καὶ ἀναμορφούμενος Κύριε.

Τὴν τοῦ Πάθους σου ὕβριν, ἡ Κτίσις ὁρῶσα, ὅλη μετεβάλλετο, Κύριε, Ἰουδαίων θρηνοῦσα, τὴν μιαιφονίαν, ἀλλˊ ἠνέσχου σῶσαι τὰ σύμπαντα.

Δόξα...

Ὦ Τριὰς παναγία, σὺ ἡμῶν λατρεία, σὺ καὶ προσφυγὴ καὶ κραταίωμα, τοῖς ἐν φύσει μιᾷ σε, ἀνυμνολογοῦσιν, ἱλασμὸν πταισμάτων κατάπεμψον.

Καὶ νῦν... Θεοτοκίον

Πολυώνυμε Κόρη, χαίροις Θεοτόκε, κιβωτὲ καὶ στάμνε καὶ τράπεζα, φωτοφόρε λυχνία, πυρίμορφε βάτε, ὄρος τοῦ Θεοῦ τὸ κατάσκιον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, χαίρειν προσειπόντες, νῦν ὡς τῷ Χριστῷ, συσταυρούμενοι, ὑπομείνωμεν ὕβριν, χλεύην καὶ τὰ ἄλλα, ἵνα σὺν αὐτῷ δοξασθῶμεν.

Ὁ Εἱρμὸς

«Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε, τάγματα Ἀγγέλων, καὶ δοξολογοῦσί σε, Κύριε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Ὁ ταπεινώσας σεαυτόν, ἀνυψώθης ἐν Σταυρῷ διˊ εὐσπλαγχνίαν, ἀνυψῶν τὸν πεσόντα, βρώσει τοῦ ξύλου ποτέ· διό σε μόνε ὑπεράγαθε, τὸν δεδοξασμένον, ὑμνοῦμεν εἰς αἰῶνας.

Ἀπροσεξίας νυσταγμῷ, ἁμαρτίας τὸν βαρὺν ὑπέστην ὕπνον, ἀλλὰ σὺ ὁ ὑπνώσας, ἐπὶ Σταυροῦ διˊ ἐμέ, Χριστέ μου, ἔγειρον πτωθέντα με, μή με καταλάβῃ, ἡ νὺξ ἡ τοῦ θανάτου.

Ἐκτυφλωθεὶς ταῖς ἡδοναῖς, περιφέρω τὴν ψυχὴν ἐσκοτισμένην, καὶ γελᾷ καθορῶν με, ὁ δολιόφρων ἐχθρός· διό με φώτισον καὶ λύτρωσαι, τούτου τῆς κακίας, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἐν ἀμελείᾳ τὴν ζωήν, δαπανήσας νυσταγμῷ τῆς ἁμαρτίας, τὴν ψυχὴν ἐβαρύνθην, τῇ ἀκοιμήτῳ δέ σου πρεσβείᾳ, προστρέχω. Μὴ δώσῃς με, εἰς θάνατον Κόρη, πανάχραντε ὑπνῶσαι.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Ἀκάνθαις στεφανωθείς, καὶ στολὴν ἐκ πορφύρας, ἐνδυσάμενος ὤφθης, ὡραιότατατος Χριστέ, τῷ κάλλει ὑπὲρ πάντας, τοὺς υἱοὺς τῶν ἀνθρώπων, τῇ δόξῃ ἀπαστράπτων.

Χολὴν καὶ ὄξος πιών, δύο ῥεῖθρα προχέεις, ζωῆς καὶ ἀφθαρσίας, ἐκ τῆς θείας Πλευρᾶς σου, τοῖς πίστει σε ὑμνοῦσι, καὶ δοξολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Θεότης μία Τριάς, ἡ ἀμέριστος φύσις, μεριστὴ δὲ προσώποις, τὸ ἀνώλεθρον κράτος, Πάτερ Υἱὲ καὶ Πνεῦμα, σὲ ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Θεογεννῆτορ Ἁγνή, ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, πάντων τῶν Χριστιανῶν, τὴν δέησιν προσδέχου, τῶν σὲ μακαριζόντων, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σταυρὲ τὸ σκῆπτρον Χριστοῦ, Ἐκκλησίας τὸ κέρας, Βασιλέων τὸ νῖκος, φύλαξ τῶν Χριστιανῶν, αὐτὸς εἶ φωτισμός μου, αὐτὸς καὶ καύχημά μου, εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ Προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Ἡ τὸν πρὸ ἡλίου

Τὴν λελεπρωμένην, ψυχήν μου ταῖς ἀτόποις ἐνθυμήσεσι, τῷ ῥαντισμῷ τοῦ Αἵματός σου κάθαρον, θεῖε Λόγε, καὶ κοινωνόν, τῆς δόξης σου μὲ ποίησον, ὁ διˊ ἐμὲ τήν ἄδοξον, καθυπομείνας Χριστὲ Σταύρωσιν.

Ὅλος κατεκάμφθην, τῷ βάρει τῶν ἀτόπων Χριστὲ πράξεων, καὶ σκυθρωπάζων κράζω σοι Φιλάνθρωπε. Τῆς ψυχῆς μου τοὺς ἀνιάτους, μώλωπας θεράπευσον, τῷ σῷ τιμίῳ Αἵματι, ἵνα ὑμνῶ σου τὴν Θεότητα.

Βρῶμα τὴν κακίαν, καὶ πόμα τὴν ἀμέλειαν ποιούμενος, ὁ κατὰ πάντα μένων ἀδιόρθωτος, τῶν βρωμάτων τῇ ἀποχῇ, ἀκαίρως ἐπαγάλλομαι· οὐ γὰρ τοιαύτην ἔφησε, νηστείαν ἔσεσθαι ὁ Κύριος.

Θεοτοκίον

Τὴν τῆς ἀποτόμου, ἀρχαίας ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεόν, αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τὴν ἁγνὴν καὶ ἄχραντον

Ξυλῳ σταυρωθέντος σου, ἡ Κτίσις ἐδονεῖτο, Θεὸς ὑπάρχων, πέπονθας σαρκικῶς, διὰ σπλάγχνα οἰκτιρμῶν, ἵνα σώσῃς ἡμᾶς.

Τοῦ Σταυροῦ σου Κύριε, ἡ δύναμις μεγάλη· καὶ γὰρ τυποῦντες τοῦτον ἐν αὐτοῖς εὐθὺς δαιμόνων τὴν ἰσχύν, ἀποκρουόμεθα.

Δόξα...

Μονὰς τρισυπόστατε, τριὰς ἑνικωτάτη, κυριαρχία, φύσις ἰσοκλεής, Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Χαίροις ἱλαστήριον, τοῦ κόσμου Θεοτόκε, ἐν ᾧ προστρέχοντες, πάντες ἁμαρτωλοί, πρὸς Θεὸν καταλλαγάς, ἀεὶ εὑρίσκομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῦ Σταυροῦ σου Κύριε, τῇ θείᾳ δυναστείᾳ ἐνίσχυσόν με, ἄμωμον καὶ ἁγνόν, τὸν καιρόν σοι τῆς νηστείας, προσενέγκασθαι.

Ὁ Εἱρμὸς

Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων, ἅπαντες οἱ πιστοί, ὡς Θεοτόκον μεγαλύνομεν.

Ἀπόστιχα, Ἦχος πλ. δˊ

Τὸ τῆς Νηστείας διάγγελμα, περιχαρῶς ὑποδεξώμεθα· εἰ γὰρ ταύτην ὁ Προπάτωρ διεφυλάξατο, τὴν τῆς Ἐδὲμ ἔκπτωσιν οὐκ ἂν ὑπέστημεν, ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, μὴ συναρπασθῶμεν τοῖς βλεφάροις, μηδὲ γλυκανθήτω ἡμῶν ὁ φάρυγξ, τοῖς τιμωμένοις βρώμασι, μετὰ δὲ τὴν μετάληψιν ἀτιμαζομένοις, φύγωμεν τὴν ἀκρασίαν, καὶ τοῖς μετὰ κόρον πάθεσιν, μὴ ὑποβληθῶμεν· ἐνσημανθῶμεν τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἀχθέντος εἰς θάνατον ἑκουσίως, καὶ οὐ μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρευτής, καὶ φάγοιμεν Πάσχα, Χριστοῦ τὸ ἱερώτατον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. (Δίς)

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Ὢ τοῦ παραδόξου θαύματος!

Ὡς ἔβλεψέ σε σταυρούμενον, ἐν τῷ Κρανίῳ Σωτήρ, ἠλλοιοῦτο ἡ σύμπασα, Κτίσις καὶ συνείχετο, δονουμένη μὴ φέρουσα· ἡ δὲ Παρθένος, ἁγνὴ καὶ Μήτηρ σου, ὀδυρομένη, σοὶ ἀνεβόησεν· Οἴμοι ὦ τέκνον μου, Σῶτέρ μου γλυκύτατε! τί τὸ καινόν, τοῦτο καὶ παράδοξον, καὶ ξένον θέαμα;

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. δˊ

Τὸν πολυαμάρτητον ἡμῶν βίον, καὶ τὸν ἀμετανόητον τρόπον, οἰκτιρμοῖς προκατάλαβε Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, ζωῆς καὶ θανάτου δεσπόζοντα, σῶσον ὡς φιλάνθρωπος. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ιζˊ

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου.

Στίχ.Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ΄ αυτόν.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ, 1–14)

Ἰδού, ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστήν, καὶ δικαστήν, καὶ προφήτην, καὶ στοχαστήν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ, προσκόψει τὸ παιδάριον πρὸς τὸν πρεσβύτην, καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδε ἱμάτιον, οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν, μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦσι, διότι ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς, τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων ἀνήγγειλαν, καὶ ἐνεφάνισαν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! διότι βεβούλευνται βουλὴν πονηρὰν καθˊ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, τοίνυν, τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγωνται, οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς γὰρ Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ιηˊ

Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

Στίχ.Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Αˊ ΕΒΔΟΜΑΔΟΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου

Ἦχος πλ. αˊ

Δεῦτε πιστοὶ ἐπεργασωμεθα, ἐν φωτὶ τὰ ἔργα τοῦ Θεοῦ, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, πᾶσαν ἄδικον συγγραφὴν ἀφ΄ ἑαυτῶν, τοῦ πλησίον ἀφελώμεθα, μὴ τιθέντες πρόσκομμα τούτῳ εἰς σκάνδαλον, ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν τῆς ψυχῆς τὰ χαρίσματα, δώσωμεν ἐνδεέσιν ἄρτον, καὶ προσέλθωμεν Χριστῷ, ἐν μετανοίᾳ βοῶντες· ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.(Δίς)

Ἰδιόμελα, τοῦ ἁγίου Θεοδώρου

Ἦχος βˊ

Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐφρανθῶμεν, καὶ πανηγυρίσωμεν· σήμερον γὰρ προτίθεται τράπεζαν μυστικήν, ὁ μάρτυς Θεόδωρος, εὐφραίνουσαν τοὺς φιλεόρτους ἡμᾶς, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις Ἀθλοφόρε ἀήττητε, ὁ τὰς ἀπειλὰς τῶν τυράννων, ἐπὶ γῆς καταστρεψάμενος, χαίροις, ὁ τὸ πήλινόν σου σῶμα, διὰ Χριστόν τὸν Θεόν, ἐκδεδωκὼς ταῖς βασάνοις, χαίροις, ὁ ἐν ποικίλοις κινδύνοις, δόκιμος στρατιώτης ἀναδειχθείς, τῆς οὐρανίου στρατιᾶς. Διὸ δυσωποῦμέν σε, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος βˊ

Τὴν Θεοδώρητον χάριν, τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς, τοῖς πίστει σοι προστρέχουσι· διˊ ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις τῆς ἁρπαγῆς ἀπέχεσθαι, νηπίοις χαρίζεις, συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης, τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθˊ ὧν καὶ ἡμῖν Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Ἦχος βˊ

Δῶρον Θεοῦ ὑπέρτατον, ἀνεδείχθης Μάρτυς Θεόδωρε, ὅτι καὶ μετὰ τέλος, ὡς ζῶν, τοῖς προστρέχουσι παρέχεις τὰς αἰτήσεις. Ὅθεν υἱὸν ἁρπαγέντα γυναίου ποτέ, δορυάλωτον ἐν ἀλλοπίστῳ στρατῷ, ἐπιστᾶσα ἡ χήρα, τοῖς δάκρυσι τὸν Ναόν σου κατέβρεχεν· αὐτὸς δὲ ὡς συμπαθής, ἐφ’ ἵππῳ λευκῷ ἐπιβάς, ταύτης τὸν παῖδα, ἀοράτως παρέστησας, καὶ μετὰ τοῦτο σὺν τούτῳ ἐνεργῶν, τοῖς θαύμασιν οὐκ ἔλιπες. Ἀλλˊ αἴτησαι Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος βˊ

Θείων δωρεῶν, ἐπώνυμόν σε γεραίρω, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν Κτίσιν, καὶ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθεὶς ἐστεφάνωσε τήν θείαν κάραν σου. Μεγαλομάρτυς Ἀθλητά, ὡς ἔχων παρρησίαν πρὸς Θεὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δοξαστικὸν

Ἦχος πλ. βˊ

Ὀργάνῳ χρησάμενος ὁ δυσμενής, τῷ συναποστάτῃ Τυράννῳ, διˊ ἐπινοίας χαλεπῆς, τὸν νηστείᾳ καθαγνιζόμενον λαὸν εὐσεβῆ, τοῖς ἐκ μιαρῶν θυσιῶν κεχραμένοις βρώμασιν, ἐπειρᾶτο καταμιαίνειν, ἀλλˊ αὐτὸς τὸ ἐκείνου μηχάνημα, σοφωτέρᾳ διέλυσας ἐπινοίᾳ, ὄναρ ἐπιστάς, τῷ τότε Ἀρχιερεῖ, καὶ τὸ βαθὺ τῆς γνώμης ἀνακαλύπτων, καὶ τὸ ἄτοπον τοῦ ἐγχειρήματος ὑποδηλῶν, καὶ δή σοι χαριστήρια θύοντες, σωτῆρα ἐπιγραφόμεθα, ἐτήσιον ἀνάμνησιν τοῦ γενομένου ποιούμενοι, καὶ τὸ λοιπὸν ἐξαιτούμενοι, τῶν ἐπινοιῶν τοῦ πονηροῦ, ἀβλαβεῖς περισῴζεσθαι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, μάρτυς Θεόδωρε.

Προκείμενον Ἦχος πλ. αˊ Ψαλμὸς ιθˊ

Ἐπακοῦσαι σου Κύριος ἐν ἡμέρα θλίψεως.

Στίχ.Ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κέφ. Βˊ, 20 – Γˊ, 20)

Ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθός, ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντˊ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τήν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σάρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται Γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἦσαν οἱ δύο γυμνοἰ, ὅτε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο, ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός· οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ Παραδείσῳ φαγώμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ Παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπˊ αὐτοῦ, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ θανάτῳ ἀποθανεῖσθε. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ, ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾖ δˊ ἂν ἡμέρα φάγητε ἀπˊ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοὶς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἡ γυνὴ ἀπὸ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετˊ αὐτῆς, καὶ ἔφαγον. Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτόῖς περιζώματα. Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, περιπατοῦντος ἐν τῷ Παραδείσῳ το δειλινόν, καὶ ἐκρύβησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ Παραδείσου. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδάμ, καὶ εἶπεν αὐτῷ· Ἀδάμ, ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ· Τῆς φωνῆς σου ἤκουσα, περιπατοῦντος ἐν τῷ Παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνον μὴ φαγεῖν, ἀπˊ αὐτοῦ ἔφαγες; Καὶ εἶπεν ὁ Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκας μετˊ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή, ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος εἶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς, ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς, αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτὸς σου κυριεύσει· τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπˊ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ, ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς κˊ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου.

Στίχ.Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ, 19–24)

Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσον. Υἱέ, μὴ παραρρυῇς· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾖ ἐπὶ σῷ τραχήλῳ, ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου, ἵνα πορεύῃ πεποιθώς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὐποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζηλώσῃς ταὰς ὁδοὺς αὐτῶν. Ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ

Ἀπολυτίκιον, Τριῳδίου

Ἦχος βˊ

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ἦχος βˊ

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Θεοδώρου Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

ᾨδὴ αˊ

Ἦχος πλ. δˊ

Ὑγρὰν διοδεύσας

Θεοῦ σε Θεόδωρε ἐραστήν, εἰδὼς καὶ τῷ πόθῳ, τῷ ἀφίκτῳ σου πεδηθείς, ψυχήν τε καὶ σῶμα καὶ τοὺς λόγους, τῶν ἐγκωμίων ἀνατίθημι.

Ἐγράφετο δόγμα θεοστυγές, θυσίαν εἰδώλοις, καὶ οὐ ζῶντι φέρειν Θεῷ, ἀλλˊ ἤχθης οὐ θήσων Ἀθλοφόρε, τῷ δὲ Θεῷ προσαχθησόμενος.

Ὁ ἔρωτι θείῳ καθηλωθείς, Θεοῦ τοῦ Ὑψίστου, τῷ Υἱῷ τῷ Μονογενεῖ, Θεόδωρε Μάρτυς ἐστρατεύθης, καὶ τῶν βραβείων οὐ διήμαρτες.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ᾨδὴ γˊ

Ἦχος πλ. δˊ

Σὺ εἶ τὸ στερέωμα

Ὕμνον ἐκ χειλέων μου, καὶ ἐξ ὀδυνηρᾶς δέησιν, φέρω ψυχῆς, ἣν κατοικτειρήσαις, ἀθλοφόρε Θεόδωρε.

Σάρκα καθυπέταξας, τῷ αὐτοκράτορι ἔνδοξε, Μάρτυς νοΐ, καὶ διˊ ἀμφοτέρων, θεραπεύεις τὸν Κτίσαντα.

Ἔστης ἐπὶ βήματος, τυραννικοῦ Χριστὸν ἄνακτα, θεολογῶν· θύειν γὰρ κιβδήλοις, ἀπηρνήσω Θεόδωρε.

Θεοτοκίον

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἀεί, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Ἀνύμφευτε.

ᾨδὴ δˊ

Ἦχος πλ. δˊ

Εἰσακήκοα Κύριε

Μυστηρίων γευσάμενος, θείων ἐν συνέσει Μάρτυς Θεόδωρε, ἀνεπαίσχυντον ἀνάρρυσιν, τῆς Θεοῦ γεννήσεως ὡμολόγησας.

Ἐμπαθῆ τὴν Θεότητα, ᾤ[τ1]οντο τοῖς πάθεσιν οἱ λατρεύοντες, οὓς ἐν Πνεύματι διήλεγξας, ἀθλητὰ Θεόδωρε φωτιζόμενος.

Λυτρωτὴν διˊ ἐντεύξεως, τῶν σὲ ἀνυμνούντων μάκαρ Θεόδωρε, ἐκ ποικίλων περιστάσεων, καὶ παθῶν γενέσθαι ἱκετεύομεν.

Θεοτοκίον

Ἡ τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήρωτος ἄρουρα, τὸν παρέχοντα τῷ Κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ εˊ

Ἦχος πλ. δˊ

Ὀρθρίζοντες βοῶμέν σοι

Ποθεῖτε τὸν ποθήσαντα Κύριον, ἐπεφώνεις, ἀθλητὰ Θεόδωρε, τοῖς συναθλοῦσί σοι Μάρτυσιν.

Ὡς ζήλῳ Ἀθλοφόρε πυρούμενος, τὴν καρδίαν, θεὰν τὴν ψευδώνυμον, σὺν τῷ τεμένει κατέφλεξας.

Δυνάμει ἀηττήτῳ Θεόδωρε, ἀθλοφόρε, βαρβάρων θρασύτητα, κᾀμοῦ τὰ πάθη ἀνάλωσον.

Θεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ Κόσμῳ ἐκύησας.

ᾨδὴ ςˊ

Ἦχος πλ. δˊ

Ἱλάσθητί μοι Σωτὴρ

Ὡς χαῦνον ὡς ἀσθενές, Θεῶν ματαίων τὸ φρύαγμα, πρὸς ἄμυναν ἑαυτῶν, ἀνθρώπων ἐδέετο, ἐνστάσει νικώμενον, ἀψευδῶν Μαρτύρων, κηρυττόντων τὴν ἀλήθειαν. (Δίς)

Ῥωσθεὶς δυνάμει Θεοῦ, Μαρτύρων κλέος Θεόδωρε, τὰς στρέβλας τῶν ἀσεβῶν, νηπίων τοξεύματα, ἑώρας μακάριε, τὸ διαιωνίζον, τῶν μελλόντων προορώμενος.

Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἑλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Κοντάκιον

Ἦχος πλ. δˊ

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

ᾨδὴ ζˊ

Ἦχος πλ. δˊ

Οἱ ἐκ τῆς Ἰουδαίας

Ἐμαστίχθης τὸ σῶμα, ὑπὲρ τοῦ μαστιχθέντος, Λόγου σαρκὶ διˊ ἡμᾶς, καὶ τούτῳ εὐχαρίστως, γηθόμενος ἐβόας, ἀθλοφόρε, Θεόδωρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὡς ἐν τάφῳ ἐτέθη, καὶ ἑκὼν ἐσφραγίσθη ὁ Λυτρωτὴς τοῦ παντός, εἱρκτῇ ἐσφραγισμένη, παρῴκησας κραυγάζων, ἀθλοφόρε Θεόδωρε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Νεκρωθεὶς καὶ τὰ πάθη, τῆς σαρκὸς προαιρέσει, ἐκτιναξάμενος, οὐ βρώσει Ἀθλοφόρε, τῷ πόθῳ δὲ τῷ θείω, ἐμελῴδεις τρεφόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἐν φρουρᾷ Ἀθλοφόρε, ὥσπερ ἐν τῇ καμίνῳ, τοὺς νεανίας ποτέ, ὁ εἷς τῆς ἀκηράτου, Τριάδος σὲ θαρρύνει, ὁραθεὶς ἀναμέλποντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ Κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ᾨδὴ ηˊ

Ἦχος πλ. δˊ

Ἑπταπλασίως κάμινον

Πεπηρωμένος ἔννοιαν, τῶν ἀνόμων ὁ ἔξαρχος τῷ θεοσεβεῖ σοι ἀσεβῶς ἐπέπληττε. τί μάτην εἰς ἄνθρωπον, βιοθανῆ ἀνόητε, ἔθου τὰς ἐλπίδας; ἀλλὰ σὺ ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τὸν αἰῶνας.

Ὡς νουνεχὴς καὶ φρόνιμος, οἰκονόμος τῆς χάριτος, τῇ δεδωρημένῃ ἐκ Θεοῦ σοι χάριτι, ἐβόας Θεόδωρε, τῷ ἀσεβῶς προστάσσοντι· Αὕτη μοι αἰσχύνη, καὶ τοῖς μέλπουσιν ἤτω· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νεανικῶς ἠγώνισαι, ἀποτόμως διήλεγξας. τί ἀνοηταίνεις, τῷ Τυράννῳ ἔκραζες· προστάττων τοῖς κτίσμασι, ψευδολατρεῖν τὸν Κτίσαντα, ἐγκαταλιπόντες; ἀλλˊ ἐγὼ ἀναμέλπω· Οἱ Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Σωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, καὶ συμβολικαῖς, καὶ τυπικαῖς ἐμφάσεσι, τὴν σὴν προεμήνυον, οἱ θεηγόροι Γέννησιν, τὴν ὑπερφυᾶ καὶ θαυμαστήν σου Παρθένε· διό σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Ἦχος πλ. δˊ

Σὲ τὴν ἀπειρόγαμον

Ὕλη μαρτυρίου σου, Θεοῦ Θεόδωρε ὁ πόθος· ὅθεν σοι καὶ γέγονε, τῷ ἐνύλῳ τὸ σῶμα πυρί, διˊ οὗ πρὸς τὸ θεῖον χαίρων, πῦρ ἐξεδήμησας, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε.

Μάρτυς παναοίδιμε, κατέφλεξας, οὐ κατεφλέχθης· σὺ γὰρ τὴν ἀπάτην ἔφλεξας, τῷ Θεῷ δὲ παρίστασαι, ζῶν καὶ ἐν αὐτῷ μαρτυρικῶς εὐφραινόμενος, ἀθλοφόρε θεραπευτὰ Θεοῦ Θεόδωρε.

Δόξα...

Ἕνα σε γινώσκομεν, Χριστὸν τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ τελείαις φύσεσι, τὸν λαόν σου διάσωσον, τοῦτον ὃν ἐκτήσω τῷ τιμίῳ σου Αἵματι, Θεοδώρου τοῦ ἀθλοφόρου ταῖς ἐντεύξεσι.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν τὸν ἀόρατον, Θεὸν βαστάσασαν ἀγκάλαις, τὸν ἐν οὐρανοῖς ὑμνούμενον, ὑπὸ πάσης, Δυνάμεως, καὶ διὰ σοῦ ἡμῖν δωρούμενον, πάντοτε σωτηρίαν, οἱ ἐν περιστάσει μεγαλύνομεν.

Ὁ Εἱρμὸς

«Σὲ τὴν ἀπειρόγαμον Θεοῦ Μητέρα καὶ Παρθένον, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν, τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν».

Ἀπολυτίκιον, Ἦχος βˊ

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Τὸ Κοντάκιον

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Καὶ νῦν... Θεοτοκίον, Ἦχος πλ. δˊ

Ὡς προστασίαν ἅπαντες, καὶ κραταιὰν ἀντίληψιν, οἱ ἑπταικότες κεκτήμεθα Πάναγνε, σοῦ τὴν θερμὴν βοήθειαν, Παρθενομῆτορ Μαρία, Χριστιανῶν σωτηρία· διὸ μὴ παύσῃ ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Σωτῆρα, δωρήσασθαι τὴν συγχώρησιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον, Τριῳδίου

Ἦχος βˊ

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο· πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ἦχος βˊ

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν βˊ Στιχολογίαν, Καθίσματα τοῦ ἁγίου Θεοδώρου, Τριῳδίου

Ἦχος γˊ

Θείας πίστεως

Ζέων πίστεως ὀρθοδοξία, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ὅμοιον

Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ἄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἡ τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως ἀνατείλαντα, Λόγον ἐνυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν. Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημάτων.

Κανών αˊ, ᾨδὴ αˊ, Τριωδίου

Ἦχος δˊ

Ἀνοίξω τὸ στόμα μου

Ὁ πάντων ἐπέκεινα, σὲ τὴν ἀρρήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν· ὅθεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν.

Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι, μέλψω Θεόδωρον.

Ἡμέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε, προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος.

Ῥαντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ.

Θεοτοκίον

Ὡραῖον κἄν ἄωρον, τὸ ἑορτάζειν νενόμισται· ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης διˊ αἵματος.

Κανών βˊ, ᾨδὴ αˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Ὡς ἐν ἠπείρῳ

Ὁ θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσαν, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δωρούμενος, ὡς ἄν, τὰ θαυμάσια τοῦ σοῦ, αἰνέσω Μάρτυρος.

Τὸ σταθερὸν ἐν τοῖς ἄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ, τὸ ταχὺ δὲ πάλιν ἐφ’ ἡμᾶς, βοηθείας φανερῶν, τῆς σῆς Θεόδωρε.

Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὐτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέλησε βουλήν, τῷ Θεῷ προσκεκρουκὼς, ἀεὶ πορεύεσθαι.

Θεοτοκίον

Θεορρημόνων προρρήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑπερφυῶς καὶ φρικτῶς.

Καταβασία

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Κανών αˊ, ᾨδὴ γˊ, Τριωδίου

Ἦχος δˊ

Τοὺς σοὺς ὑμνολόγους

Ἰδεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου.

Νικᾷ πᾶσι τρόποις τὰ βελτίω· ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν.

Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον· καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά· οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν.

Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος.

Λυττήσας ὁ νέος ἀποστάτης, κατˊ ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν, ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι.

Θεοτοκίον

Ἐπλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ Κόσμῳ φάναντα, ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, διˊ ἑαυτῶν τὴν ἀλήθειαν.

Κανών βˊ, ᾨδὴ γˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Οὐκ ἔστιν Ἅγιος

Ὁ πρὶν τῆς Εὔας τοῖς ὠσί, ψιθυρίσας δολίως, τὸν Ἀδὰμ διˊ αὐτῆς δέ, ἀπατήσας δολερῶς, αὐτὸς καὶ νῦν τὸν ἰόν, τῆς κακίας πρὸς ἀπάτην κέχυκε.

Τὸν δόλον εἶχε κατˊ αὐτοῦ, ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων, καιρὸν ἐζήτει εὐθῆ, καθˊ ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος.

Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, διˊ ἐγκρατείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος.

Θεοτοκίον

Ἐλπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί.

Καταβασία

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».

Κάθισμα

Ἦχος πλ. δˊ

Τὴν σοφίαν καὶ Λόγον

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στερρῶς κατεφρόνησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα...

Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, διˊ ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου.

Κανών αˊ, ᾨδὴ δˊ, Τριωδίου

Ἦχος δˊ

Ὁ καθήμενος ἐν δόξῃ

Ὢ καινὴς καὶ παραδόξου, μίξεώς τε, καὶ κράσεως! παρθενίᾳ τόκον, ἥνωσε τεχθεὶς ὁ θεάνθρωπος, ταῖς σκυθρωπαῖς δὲ ἡμέραις, τὴν εὐφρόσυνον, τὸν οἰκεῖον τιμῶν, Ἀθλητὴν ἐγκατέμιξεν.

Ἴδε πῶς Χριστὸν ἐφίλει, ὁ Χριστῷ στρατευόμενος· τοὺς ἐχθροὺς γὰρ τούτου, ζήλῳ καὶ πυρὶ κατηνάλωσε, καὶ ἑαυτὸν τελευταῖον καλλιέργημα, καὶ δεκτὸν αὐτῷ θῦμα, προθύμως ἀπέδωκε.

Νικηφόρος ἐκ τῶν ἄθλων, ὁ Γεννάδας ἀνέλυσε, παρρησίᾳ λόγων, καὶ ὑπεροψίᾳ κολάσεων, τοὺς θεατὰς καταπλήξας, καὶ γενόμενος, πάσῃ κτίσει καινόν, καὶ παράδοξον θέατρον.

Ὀστοῦν μὲν οὐ συνετρίβη, τοῦ Θεοῦ καὶ Δεσπότου μου, ὢ μακροθυμίας! καὶ μετὰ τὴν νέκρωσιν πάσχοντος, τὸν δὲ αὐτοῦ Στρατιώτην πῦρ δεξάμενον, καὶ τροχὸς ηὐλαβήθη, θανόντος προσάψασθαι.

Θεοτοκίον

Συνθανόντες τῷ Δεσπότῃ, τῆς ζωῆς οἱ θεράποντες, καὶ συναναστάντες, ζῶσι παρˊ αὐτῷ νῦν αἰώνια, καὶ τῷ Υἱῷ τὴν Μητέρα συνδοξάζουσιν, εὐλογοῦντες Πατέρα, Υἱόν, Πνεῦμα ἅγιον.

Κανών βˊ, ᾨδὴ δˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Χριστός μου δύναμις

Βουλὴν βουλεύεται, ὁ ἀσεβέστατος, καὶ σκοπεῖται, ὡς ὄντως ἐστὶ φρικτή· ἔγνω γὰρ ὁ δείλαιος, διὰ βρωμάτων μιαρῶν, τὸν λαὸν καταμολύνειν Χριστοῦ.

Εἰς ἔργον ἤνεγκε, βουλὴν τὴν ἄθεσμον, συσταλῆναι προστάξας τῶν καθαρῶν, ἐδεσμάτων ἔνθεσιν, καὶ προτεθῆναι ἃ αὐτός, κατεμόλυνε τοῖς αἵμασι.

Γέγονεν ἔκπυστον, καὶ διαβόητον, τὸ ἀνόμημα πᾶσι Χριστιανοῖς· ὅθεν ὡς ἐπέγνωσε, καὶ συνδρομὴ πάντων ὁμοῦ, εἰς Ναὸν Κυρίου ἅγιον.

Θεοτοκίον

Τὴν σὲ Κυήσασαν, τὸν προαιώνιον, ἐκ Πατρὸς γεννηθέντα νῦν οἱ πιστοί, πρέσβυν προβαλλόμεθα· ταύτης δεήσεσι καμφθείς, εὐμενὴς γενοῦ τοῖς δούλοις σου.

Καταβασία

«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

Κανών αˊ, ᾨδὴ εˊ, Τριωδίου

Ἦχος δˊ

Ἐξέστη τὰ σύμπαντα

Ἀνοίγεται σήμερον, τὰ πρόθυρα τῆς χάριτος, καὶ ἡ καταπαύσιμος νῦν αὕτη, προεικονίζει τὴν ἀναστάσιμον, οὕτω λαμπροφόρος τὴν λαμπράν, Δέσποιναν γεραίρουσα, καὶ τὸν ἔνδοξον Μάρτυρα.

Δωρεῖται φερώνυμον, δῶρον Θεὸς Θεόδωρον τοῖς ἠγαπηκόσι τοῦ φανέντος, ἠγαπημένου τὴν ἐπιφάνειαν, παραδόξων ἔργων ποιητὴν θείων τε δυνάμεων, αὐτουργὸν ἐργασάμενον.

Οὐδὲν πρὸς τὸν Μάρτυρα, τὰ τόξα καὶ τὰ βέλη σου, ἐχθρὲ τῆς ἀνθρώπων σωτηρίας, καὶ τεθνηκὼς γάρ, ζῇ καὶ ἐγρήγορε, καὶ τοῖς κακουργήμασι τοῖς σοῖς, ἀντικαθιστάμενος, σῴζει πάντα ὀρθόδοξον.

Θεοτοκίον

Ξενίζον ἦν πρότερον, τὸ θαῦμα τῆς θεόπαιδος, ταῖς τῶν Ἀθλητῶν δὲ μαρτυρίαις, εἴληφε πίστιν, τὴν ἀναμφίβολον, καὶ τὸ πιστευόμενον ἀεί, μένει θαυμαζόμενον, καὶ πιστῶς προσκυνούμενον.

Κανών βˊ, ᾨδὴ εˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ

Ὁ τότε τοίνυν Ἀρχιερεὺς ὅλος θαμβηθεὶς τοῦ ἀσεβοῦς, ὡς ἔγνω τὸ διαβούλιον, ὕμνοις ἐν παννύχοις Θεὸν ἱκέτευε, μὴ παριδεῖν εἰς τέλος, λαὸν τὸν κλῆρον αὐτοῦ.

Ἀλλˊ ὁ ταχὺς ὄντως βοηθός, τῶν ἐν ἀληθείᾳ καὶ θερμῇ, προσκαλουμένων δεήσει αὐτόν, οὐ παρεῖδεν ὅλως, ἀλλὰ ταχίστην αὐτοῖς ἐργάζεται τὴν λύσιν τοῦ ἐγχειρήματος.

Ἐκ τῶν ὑψίστων ὁ βοηθός, πέμπεται ὡς τάχιστα πρὸς γῆν, ὁ ἀθλοφόρος Θεόδωρος, καὶ τῷ Ἀρχιποίμενι ἐποπτάνεται, τὴν λύσιν ἐκδιδάσκων, τῆς παρανόμου βουλῆς.

Θεοτοκίον

Οὐδεὶς προστρέχων ἐπὶ τὴν σήν, Δέσποινα ἀντίληψιν θερμῶς, καταισχυνθήσεται πώποτε, ἀλλˊ αἰτεῖται χάριν, καὶ δῶρον δέχεται, πρὸς τὸ συμφέρον θᾶττον, τῆς ἐξαιτήσεως.

Καταβασία

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα».

Κανών αˊ, ᾨδὴ ςˊ, Τριωδίου

Ἦχος δˊ

Τὴν θείαν ταύτην καὶ πάντιμον

Νηστεύειν Σῶτερ οὐ δύνανται, οἱ φίλοι καὶ υἱοὶ τοῦ νυμφῶνός σου· σὲ τὸν Νυμφίον γάρ, σὺν τῇ Μητρὶ καὶ τῷ φίλῳ σου, ξενίζουσι παρόντα, καὶ θεραπεύουσιν.

Ἀπέστη Θεοῦ τοῦ σῴζοντος, ἀπέστη καὶ φρενῶν ὁ δυσώνυμος, καὶ πρὸς ἀπόνοιαν, κατεξανέστη τῆς πίστεως, ἀλλˊ ἀντὶ ταύτης εὗρε, τὸν μεγαλώνυμον.

Παθῶν κατέστη σοφώτερος, καὶ δράσας ὁ γενναῖος θερμότερος· τὴν πρὸς τυράννους γάρ, πάλην καὶ νίκην καλῶς ἀσκηθείς, οὐδὲ θανὼν ἀπέστη, τοῦ κατορθώματος.

Θεοτοκίον

Ῥυσθέντες σήμερον Δέσποινα, κινδύνου ψυχοφθόρου τῷ θαύματι, τοῦ Ἀθλοφόρου σου, κατὰ τὴν σὴν θείαν πρόνοιαν, τὴν χάριν ἀμφοτέροις, ἀντιτιθέαμεν.

Κανών βˊ, ᾨδὴ ςˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Τοῦ βίου τὴν θάλασσαν

Τὸν ξένον θαμβούμενος, τῆς ὁράσεως τῆς σῆς, Ἀρχιερεὺς ἀντέφησε. Σὺ τίς εἶ Κύριε, ὁ λαλῶν ἐμοί; γνώρισον καὶ δίδαξον, πῶς εὑρήσωμεν θᾶττον τὴν βοήθειαν.

Θεόδωρος ἔφησεν· Ἐγὼ πέφυκα σαφῶς, ὁ ἀθλητὴς καὶ ἄκουσον. Σῖτον ἑψήσας, μέρισον τοῖς λαοῖς, καὶ οὕτω σωθήσεσθε, κεχραμένων βρωμάτων τοῦ ἀλάστορος.

Ὡς μέγα τὸ θαῦμά σου, καὶ παράδοξος ἡ σή, ἀντίληψις Θεόδωρε! διὸ θαρροῦντες πάντες εἰλικρινῶς, πρὸς σὲ καταφεύγομεν, καὶ δεόμεθα· Σῶσον τοὺς οἰκέτας σου.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, καὶ δοχεῖον καθαρόν, τοῦ Λόγου ἐχρημάτισας, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ τῇ ἐν σοί, ἐπισκέψει Πνεύματος, τοῦ ἁγίου· διό με φωταγώγησον.

Καταβασία

«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες».

Κοντάκιον

Ἦχος πλ. δˊ

Αὐτόμελον

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Ὁ Οἶκος

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν.

Στίχοι

Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν,

Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, Τριωδίου

Ἦχος δˊ

Οὐκ ἐλάτρευσαν

Νόμον ἔφησας μὴ κεῖσθαι τοῖς δικαίοις σου, δίκαιε Δέσποτα· ὅθεν ἡ Μήτηρ ἡ σή, καὶ ὁ πολυθαύμαστος οὗτος θεράπων σου, τῇ φαιδρότητι, τῆς μνήμης τούτων σήμερον, νόμους λύουσι νηστείας.

Ὡς ἡδίστη καὶ μεγάλη καὶ χαρμόσυνος, ἡ νῦν πανήγυρις, ἣν ὁ Μαρτύρων ἡμῖν, κάλλιστος καὶ μέγιστος, νῦν ἐσχεδίασεν, ἑνὶ θαύματι, ἐξ ἀκαθάρτων ἄχραντον, τοῦ Χριστοῦ λαὸν τελέσας.

Τὸν πρὸς δράκοντας δεινοὺς ἀντιταξάμενον, καὶ κατισχύσαντα, τὸν ψυχοφθόρον τε νῦν, καὶ τὸν λυμαινόμενον, ἔμψυχα σώματα, ἀναδήσωμεν, ἐπινικίοις ᾄσμασι, καὶ στεφάνων ἐγκωμίοις.

Θεοτοκίον

Ὁ Γενάρχης μὲν προγνοὺς τὴν ψυχολέτειραν, βρῶσιν οὐκ ἔφυγεν, ὁ σὸς δὲ πιστὸς λαός, παρὰ τοῦ σοῦ μάρτυρος, προδιδαχθεὶς καὶ φυγών, τὴν ὀλέθριον, τροφὴν σύν τούτῳ Δέσποινα, τὰ σωτήριά σοι θύει.

Κανών βˊ, ᾨδὴ ζˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Δροσοβόλον μὲν τὴν κάμινον

Δροσοβόλος ἀθυμίας καὶ φλογώσεως, νεφέλη ὤφθης Ἔνδοξε, καὶ διέσωσας, ἐκ καμίνου τῆς τυραννικῆς, κραυγάζοντας πάντας τοὺς πιστούς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Βασιλεῦ παρανομώτατε αἰσχύνθητι, καὶ ἐμφραγείη στόμα τὸ σόν, τὸ μελετῆσαν, καθˊ ἡμῶν παράνομον βουλήν· κατέλυσε γάρ σου τὴν ἰσχύν, ὁ βασιλεύων Βασιλεύς, καὶ πάντων Κύριος.

Ἰουλιανὲ ἀνόητε, καρδία σου ὅλη κακίας πέπλησται· φαρμακοῦται δέ, παρὰ τοῦ σοφοῦ ἡμῶν Θεοῦ, σχεθεῖσα δολίως καθˊ ἡμῶν, τῶν ἐκβοώντων πρὸς αὐτόν, τὴν χάριν νέμει σαφῶς.

Θεοτοκίον

Ὑπὲρ λόγον σου ἡ σύλληψις γεγένηται, καὶ ὑπὲρ νοῦν ὁ τόκος σου, Παναμώμητε· Θεὸν γὰρ ἐγέννησας σαρκί, τὸν σώσαντα πάντας ἐκ φθορᾶς, εὐλογημένη· διὸ νῦν, Θεοτόκε σὲ δοξάζομεν.

Καταβασία

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριωδίου

Ἦχος δˊ

Λυτρωτὰ τοῦ παντὸς

Ἡ χαρᾶς τῇ γεννήσει πληρώσασα, τὰ οὐράνια καὶ τὰ ἐπίγεια, τῇ τοῦ καιροῦ στυγνότητι, χάριν εὔκαιρον νέμει, τῷ στεφανίτῃ, συγκροτοῦσα λαμπρῶς τὰ ἑόρτια.

Σαββατίσωμεν ἄνθρωποι σήμερον, ἐκ τῶν κόπων τῶν χθὲς καταπαύοντες, διὰ τὸν εὐλογήσαντα, τὴν παροῦσαν ἡμέραν, τῇ καταπαύσει, καὶ τῇ νῦν πανηγύρει τοῦ Μάρτυρος.

Ἀληθῶς τοῦτο πρῶτον ἐν Σάββασι, καὶ Σαββάτων ἂν λέγοιτο Σάββατον, μαρτυρικῆς τε χάριτος, καὶ δυνάμεως θείας ἐμπεπλησμένον, σωτηρίας μεγίστης ἀνάκλησις.

Βασιλέως Θεοῦ ἁγνοῖς βρώμασι, βασιλείας ἀθέσμου μιάσματα, ὁ καθαρὸς κατήργησε, παραδόξῳ τε τρόπῳ, θαυματουργίας, τὴν ἁγίαν ἑβδόμην ἡγίασε.

Θεοτοκίον

Βεβαιοῖ τὸ σὸν Κόρη μυστήριον, τῶν Μαρτύρων ὁ πρόθυμος θάνατος· ὡς γὰρ Θεῷ πιστεύσαντες, τῷ τεχθέντι, κἄν πάθος, ἑκὼν ὑπέστη, ἑαυτοὺς οἱ γενναῖοι κατέθυσαν.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Ἐκ φλογὸς ὡς ἐρρύσθης Μάρτυς Θεόδωρε, θεϊκῇ δυναστείᾳ, οὕτω καὶ νῦν ἡμᾶς ἔσωσας αὐτός, ἐπιστασίᾳ θείᾳ σου, τῆς τοῦ Παρανόμου, βουλῆς κακομηχάνου.

Τὸ ἑσπέρας ηὐλίσθη κλαυθμὸς τοῖς δούλοις σου, πονηρᾶς ἐξ ἐνέδρας τοῦ ἀποστάτου ἡμῶν· ἀλλ΄ εἰς τὸ πρωῒ ἀγαλλίασις ἔλαμψε, Μάρτυς καρτερόφρον, θερμῇ σου βοηθείᾳ.

Λυτρωτήν σε εὑρόντες οἱ ἐν κινδύνοις ἡμεῖς, ἐμπεσόντες, καὶ ῥύστην τῆς τοῦ ἐχθροῦ μηχανῆς, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Θεόδωρε, σὲ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἀπορεῖ νοῦς ἀνθρώπων τῆς σῆς λοχείας Ἁγνή, τὸ μυστήριον φράσαι, καὶ διὰ τοῦτό σε, πίστει εὐσεβῶς, ὡς Θεοτόκον σέβομεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Καταβασία

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριωδίου

Ἦχος δˊ

Ὁ τόκος σου ἄφθορος ἐδείχθη

Συντρέχει τὰ πλήθη πανταχόθεν, ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν ἔνοικον χάριν, τοῦ προλάμποντος, ἐν δόξῃ πάντων Μαρτύρων, σὺν τῇ Δεσποίνῃ τῶν ἁπάντων μεγαλύνομεν.

Ἀνδρίζου Χριστοῦ ἡ Ἐκκλησία, καὶ κράτει τῶν μάτην πολεμούντων· τοῦ Χριστοῦ γὰρ οἱ φίλοι, καὶ παρόντες σοῦ προκήδονται, καὶ ἀπόντες, ὡς ὁ Γενναῖος, ᾧ τελεῖς τὰ χαριστήρια.

Τὸν δόξαντα πάλαι τεθνηκέναι, τὰ πράγματα ζῇν καὶ μετὰ τέλος, καὶ τῆς πίστεως πάλιν, προστατεῖν μετὰ τοῦ ἴσου, δείκνυσι ζήλου, ὃν οἱ πλουτοῦντες, εὐεργέτην μεγαλύνομεν.

Θεοτοκίον

Ὡς θείαν σφραγῖδά σε τοῖς ὕμνοις, τὴν ἐσφραγισμένην Θεοῦ βίβλον, ἐπιτίθημι φέρων, καὶ συνάγω τοὺς ἐπαίνους εἰς σὲ Παρθένε, οὕτω δοξάζων, ἐπὶ πλέον τὸν σόν Μάρτυρα.

Κανών βˊ, ᾨδὴ θˊ, Τριωδίου

Ἦχος πλ. βˊ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον

Καλῶς ἐδείχθης πρόμαχος Ἔνδοξε, καὶ κραταιὰ ἀντίληψις ἡμῖν τοῖς τιμῶσί σου, τὴν σεπτὴν καὶ ἀοίδιμον μνήμην νῦν, καὶ τῶν σῶν ἀθλημάτων τὰ κατορθώματα, καὶ τὴν γενομένην εἰς ἡμᾶς, θείαν ἀντίληψιν.

Τὸ σὸν παμμάκαρ θαῦμα Θεόδωρε, τὸ τελεσθὲν ἁγίαις ἑπομβρίαις ἐξᾴδεται, εἰς τὸν σύμπαντα Κόσμον μακάριε· ὅθεν καὶ ἐτησίως συναθροιζόμενοι, δόξαν ἀναπέμπομεν Χριστῷ, τῷ σὲ δοξάσαντι.

Ὁρῶν τὸν πόθον τῶν εὐφημούντων σε, Μάρτυς Χριστοῦ, τὴν χάριν ἀντιδώρησαι μείζονα, καὶ τὴν πίστιν εἰδὼς ὅση πέφυκεν, ἔνδοξε μὴ ἐλλίπῃς, πρέσβυς θερμότατος, μάρτυς καὶ μεσίτης, πρὸς Θεὸν ἡμῶν δεικνύμενος.

Θεοτοκίον

Ὑμνεῖν Παρθένε σὲ οὐ παυόμεθα, τὴν βοηθόν, τὴν σκέπην, τὴν ταχεῖαν ἀντίληψιν, τὴν προστάτιν ἡμῶν, ἀκαταίσχυντον, τήρησον σοὺς ἱκέτας, πάσης κακώσεως, πάσης μηχανῆς τοῦ πονηροῦ, ἐκλυτρουμένη ἀεί.

Καταβασία

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

Ἐξαποστειλάριον, Τριῳδίου

Ἦχος βˊ

Τοῖς Μαθηταῖς

Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε.

Θεοτοκίον, Τριῳδίου

Ἦχος βˊ

Τοῖς Μαθηταῖς

Ἐν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον Κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι· Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένη· καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ.

Εἰς τοὺς Αἴνους,

Στιχηρὰ, Τριῳδίου

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος αˊ

Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ· πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μέτˊ εὐφροσύνης λαμβάνων τὰς ἀμοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν.

Ἦχος αˊ

Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄθλοις μετὰ σπουδῆς, Θεοδώρητόν σου πρόσκλησιν.

Ἦχος αˊ

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

Δοξαστικὸν

Ἦχος πλ. βˊ

Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ Κόσμῳ Θεόδωρε. Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν· ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν πόνων σου.

Θεοτοκίον

Ἦχος πλ. βˊ

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι, τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα, Ἦχος γˊ

Χορεύουσι στίφη Μαρτύρων χαρμονικῶς, νῦν ἐν τῷ τεμένει σου, ἀθλοφόρε Θεόδωρε, καὶ Ἀγγέλων τὰ τάγματα, τοὺς ἄθλους κροτοῦσι τῆς καρτερίας σου, καὶ αὐτός ὁ στεφοδότης Χριστὸς πάρεστι, πλουτοποιὰ χαρίσματα, τοῖς ὑμνῳδοῖς δεξιᾷ παρεχόμενος· ὃν ποθήσας ἐζήτεις, καὶ εὑρὼν ὡμίλησας, ὄνπερ ἐπόθησας. Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γˊ

Ἡ καθαρὰ καὶ πανάμωμος Νηστεία, ἐπιδημήσασα νῦν πρὸς ἡμᾶς, μαρτυρικῶν θαυμάτων, τελετὴν συνεισήγαγε· διὰ γὰρ νηστείας, τῶν ψυχικῶν μολυσμῶν, καὶ ῥύπων ἐκκαθαιρόμεθα, καὶ διὰ τῶν μαρτυρικῶν σημείων καὶ ἄθλων, γενναίως κατὰ τῶν παθῶν ἀνδριζόμεθα. Ὅθεν καὶ τῆς ἱερᾶς ἐγκρατείας τῇ χάριτι φωτιζόμενοι, καὶ ταῖς θαυματουργίαις, Θεοδώρου τοῦ Μάρτυρος, τῇ πρὸς Χριστὸν στηριζόμεθα πίστει, αἰτούμενοι αὐτόν, σωτηρίαν βραβεῦσαι ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος γˊ

Τῇ μαρτυρικῇ σου πρὸς Θεὸν παρρησίᾳ Θεόδωρε, τὸ τοῦ ἀποστάτου, κατὰ τῆς Χριστοῦ πίστεως μηχάνημα, μάταιον ἀπετέλεσας, ὑπέρμαχος, τῷ εὐσεβούντι χρηματίσας λαῷ, διˊ ἐπιστασίας φρικτῆς, τῶν μεμολυσμένων βρωμάτων, θυσίαις εἰδωλικαῖς, αὐτοὺς λυτρωσάμενος· ὅθεν σε καὶ ὡς εἰδώλων καθαιρέτην, καὶ ὡς τῆς ποίμνης Χριστοῦ σωτῆρα καὶ φύλακα, καὶ προστάτην ἡμῶν εὐεπήκοον, τιμῶντες, δεόμεθα ἐν ᾄσμασιν, ἱλασμὸν καὶ φωτισμόν, διὰ σοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Δοξαστικὸν

Ἦχος πλ. δˊ

Ἀθλητικὴν ἀνδρείαν, εὐσεβῶς καθοπλισθεὶς Ἀθλοφόρε Χριστοῦ, καὶ λογικὴν λατρείαν, μυστικῶς ὑπερμαχῶν τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός· ἀλλˊ ὢ θείων δωρεῶν, καὶ πρᾶγμα καὶ ὄνομα, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον

Ἦχος πλ. δˊ

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοῖς, ᾨδὴ γˊ καὶ ςˊ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου.

Προκείμενον Ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ.Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Ἀλληλούϊα Ἦχος δˊ

Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.

«Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρπούς εἰς ἀπόλαυσιν καὶ τροφήν ἡμετέραν, ὁ τοῖς σπέρμασι τοὺς Τρεῖς Παῖδας καὶ Δανιὴλ τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας, αὐτός, πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον∙ ὅτι εἰς δόξαν σήν, Κύριε, καὶ εἰς τιμήν καὶ μνήμην τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος,ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων. Παράσχου δὲ ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι,πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν· πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ Ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος,οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, και ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»

ΚΥΡΙΑΚΗ ΟΡΘΡΟΔΟΞΙΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, τὰ παρόντα Στιχηρὰ προσόμοια, εἰς δˊ. Ποίημα Νικολάου

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Νῦν εὐσεβείας τὸ σέλας, πᾶσιν ἐφήπλωται, διασκεδάζον πλάνην, ἀσεβείας ὡς νέφος, φωτίζον δὲ καρδίας, τῶν εὐσεβῶν. Δεῦτε πάντες προσπέσωμεν, εὐσεβοφρόνως Εἰκόνας Χριστοῦ σεπτάς, προσκυνοῦντες οἱ Ὀρθόδοξοι.

Ἦχος αˊ

Ἱεροτύποις Εἰκόσι, νῦν ὡραΐζεται, ὡς νύμφη κοσμηθεῖσα, ἡ Χριστοῦ Ἐκκλησία, καὶ πάντας συγκαλεῖται πνευματικῶς, ἑορτάσαι· συνέλθωμεν, ἐν ὁμονοίᾳ καὶ πίστει χαρμονικῶς, μεγαλύνοντες τὸν Κύριον.

Ἦχος αˊ

Κόσμος ὁ σύμπας εὐφραίνου· ἰδοὺ γὰρ Κύριος, καθεῖλεν ἀπὸ ὕψους, ἀσεβείας τὸ κράτος, ἀρρήτῳ προμηθείᾳ· καὶ ταπεινοί, ἀνυψώθημεν σήμερον, Ὀρθοδοξίας πρός πίστιν διˊ εὐσεβοῦς, Βασιλίδος ὁδηγούμενοι.

Ἦχος αˊ

Πρὸς τὸ πρωτότυπον φέρει, φησὶ Βασίλειος, τιμὴ ἡ τῆς εἰκόνος· διὰ τοῦτο ἐν σχέσει, τιμῶντες τὰς Εἰκόνας, Σωτῆρος Χριστοῦ, τῶν Ἁγίων ἁπάντων τε, ἵνα αὐτῶν δεδραγμένοι, μήποτε νῦν, δυσσεβείᾳ ὑπαχθείημεν.

Θεοτοκίον

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Ὁ τῇ ἀνάρχῳ, καὶ θείᾳ, φύσει ἀόρατος, βροτὸς ὡράθη Κόρη, ἐξ ἁγνῶν σου αἱμάτων, διˊ ἄκραν εὐσπλαγχνίαν, οὗ τῆς σαρκός, γεγραφότες τὴν μίμησιν, τιμητικῶς προσκυνοῦμεν πάντες πιστοί, εὐσεβῶς καὶ μεγαλύνομεν.

Ἀπόστιχα Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Εὐφραθᾶ

Λύμης φθοροποιοῦ, φυγόντες κακοδόξων, ὀρθοδοξίας φέγγει, καρδίας ἐλλαμφθῶμεν, πιστοὶ Θεὸν δοξάζοντες.

Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

Ἦχος βˊ

Ἀρείου θολερά, κατήργηται ἀπάτη, Μακεδονίου Πέτρου, Σεβήρου τε καὶ Πύρρου, καὶ λάμπει Φῶς τρισήλιον.

Στίχ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.

Ἦχος βˊ

Οὐκέτι δυσσεβῶν, αὐχεῖ τὸ νόθον δόγμα· Θεὸς γὰρ Ὀρθοδόξοις, τῇ νεύσει Θεοδώρας, ῥάβδον ἰσχύος δίδωσι.

Θεοτοκίον

Ἦχος βˊ

Οἶκος τοῦ Εὐφραθᾶ

Ὕψωσας ταπεινῶν, τὸ κέρας Θεοτόκε, τεκοῦσα Θεὸν Λόγον· ὅθεν πιστῶς σε πάντες, τιμῶντες μεγαλύνομεν.

Ἀπολυτίκιον τοῦ Τριῳδίου

Ἦχος βˊ

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Ἦχος βˊ

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Σὲ τὸν ἀκατάληπτον, πρὸ ἑωσφόρου ἀνάρχως, ἐξ ἀΰλου λάμψαντα, ἀσωμάτου τε γαστρὸς τοῦ Γεννήτορος, οἱ Προφῆται Κύριε, οἱ τῷ σῷ Πνεύματι, ἐμπνευσθέντες προηγόρευσαν, Παιδίον ἔσεσθαι, ἐξ Ἀπειρογάμου σαρκούμενον, ἀνθρώποις συναπτόμενον, καὶ τοῖς ἐπὶ γῆς καθορώμενον· διˊ ὧν ὡς Οἰκτίρμων, ἐλλάμψεως ἀξίωσον τῆς σῆς, τούς ἀνυμνοῦντας τὴν ἄφραστον, σοῦ σεπτὴν Ἀνάστασιν.

Ἦχος πλ. βˊ

Λόγῳ σε κηρύξαντες, οἱ θεηγόροι Προφῆται, καὶ ἔργοις τιμήσαντες, ἀτελεύτητον ζωὴν ἐκαρπώσαντο· τῇ γὰρ κτίσει Δέσποτα, παρὰ σὲ τὸν Κτίσαντα μὴ λατρεύειν καρτερήσαντες, τὸν Κόσμον ἅπαντα, εὐαγγελικῶς ἀπεστράφησαν, καὶ σύμμορφοι γεγόνασιν, οὗπερ προηγόρευσαν Πάθους σου· ὧν ταὶς ἱκεσίαις, ἀξίωσον ἀμέμπτως διελθεῖν, τῆς ἐγκρατείας τὸ στάδιον, μόνε Πολυέλεε.

Ἦχος πλ. βˊ

Φύσει ἀπερίγραπτος, τῇ θεϊκῇ σου ὑπάρχων, ἐπˊ ἐσχάτων Δέσποτα, σαρκωθεὶς ἠξίωσας περιγράφεσθαι· τῆς σαρκὸς προσλήψει γάρ, καὶ τὰ ἰδιώματα, ἀνελάβου ταύτης ἅπαντα· διὸ τὸ εἶδός σου, τὸ τῆς ἐμφερείας, ἐγγράφοντες, σχετικῶς ἀσπαζόμεθα, πρὸς τὴν σὴν ἀγάπην ὑψούμενοι, καὶ τῶν ἰαμάτων, τὴν χάριν ἀπαντλοῦμεν ἐξ αὐτοῦ, τῶν Ἀποστόλων ἑπόμενοι, θείαις παραδόσεσιν.

Ἦχος πλ. βˊ

Ὑπέρτιμον κόσμησιν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν σεπτῶν ἀπείληφε, καὶ ἁγίων Εἰκόνων, τοῦ Σωτῆρος Χριστοῦ, καὶ τῆς Θεομήτορος καὶ Ἁγίων πάντων, φαιδροτάτην ἀναστήλωσιν· διˊ ἧς φαιδρύνεται, καὶ καταγλαΐζεται χάριτι, καὶ στῖφος ἀποβάλλεται, τῶν αἱρετικῶν ἐκδιώκουσα, καὶ ἀγαλλομένη, δοξάζει τὸν φιλάνθρωπον Θεόν τὸν διˊ αὐτὴν ὑπομείναντα, πάθη τὰ ἑκούσια.

Δόξα... Ἦχος βˊ

Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας, τὰ προτυπούμενα πάλαι σκιωδῶς νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία, τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται, τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα, καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα, ἵνα ὃν σεβόμεθα, τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα. Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες· ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή, εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη. Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν· Ὁ Θεὸς σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Εἰς τὴν Λιτὴν

Δόξα... Ἰδιόμελον Ἦχος βˊ

Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς νέας Διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς Οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν Κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον Ἦχος ὁ αὐτὸς

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα

Δόξα... Ἦχος βˊ, Ἰδιόμελον

Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες, καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες, καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας, τῆς Πανάγνου, καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν, ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν· ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, ἐπὶ τὸ πρωτότυπον διαβαίνει, αἰτούμενοι ταῖς πρεσβείαις τῆς ἀχράντου σου Μητρός, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Ἦχος βˊ

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Τριῳδίου

Ἦχος βˊ

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Ἦχος βˊ

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Τριῳδίου, οὗ ἡ ἀκροστιχίς.

Σημερον εὐσεβίης θεοφεγγέος ἤλυθεν αἴγλη.

Ποίημα τοῦ κυρίου Θεοφάνους.

ᾨδὴ αˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Θαλάσσης τὸ ἐρυθραῖον

Σκιρτῶντες μετˊ εὐφροσύνης σήμερον, πιστοὶ βοήσωμεν· Ὡς θαυμαστὰ τὰ ἔργα σου Χριστέ, καὶ μεγάλη ἡ δύναμις, ὁ τὴν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν ἐργασάμενος!

Ἡμέραν χαρμονικὴν θεόφρονες, δεῦτε τελέσωμεν, νῦν οὐρανὸς εὐφραίνεται καὶ γῆ, καὶ Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν συστήματα, διαφερόντως ἑορτάζοντα.

Μεγίστην εὐεργεσίαν βλέποντες, χεῖρας κροτήσωμεν, τὰ διεστῶτα μέλη τοῦ Χριστοῦ, συνηγμένα πρὸς ἕνωσιν, καὶ τὸν Θεὸν αἰνέσωμεν, τὸν τὴν εἰρήνην πρυτανεύσαντα.

Ἐδόθη τῇ Ἐκκλησία σήμερον, τὰ νικητήρια θεοκινήτῳ νεύσει καὶ βουλῇ, Μιχαὴλ Θεοδώρας τε, τῶν εὐσεβῶς τῆς Πίστεως, ἀντεχομένων Βασιλέων ἡμῶν.

Θεοτοκίον

Ῥομφαῖαι τῶν δυσσεβῶν ἐξέλιπον, σαφῶς αἱρέσεων· τὸν γὰρ Ναόν σου Πάναγνε σεμνή, ἐν Εἰκόσι κοσμούμενον, πανευσεβῶς θεώμενοι, νῦν πανιέρως ἀγαλλόμεθα.

Καταβασία

«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

ᾨδὴ γˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Εὐφραίνεται ἐπὶ σοὶ

Οὐκέτι τῶν ἀσεβῶν, αἱρετικῶν νῦν ἡ ὀφρὺς αἴρεται· ἡ γὰρ Θεοῦ δύναμις, τὴν Ὀρθοδοξίαν ἐκράτυνε.

Νεφέλαι προφητικῶς, ζωοποιὸν ἐξ οὐρανοῦ σήμερον, δρόσον ἡμῖν ῥανάτωσαν, ἐπὶ τῇ ἐγέρσει τῆς Πίστεως.

Εὐήχως αἱ μυστικαί, τῶν Ἀποστόλων τοῦ Χριστοῦ σάλπιγγες, ὑπερφυῶς βοάτωσαν, τῶν σεπτῶν Εἰκόνων ἀνόρθωσιν.

Ὑμνήσωμεν τὸν Χριστόν, τὸν ἀναδείξαντα ἡμῖν Ἀνασσαν, θεοσεβῆ φιλόχριστον, σὺν τῷ θεοστέπτῳ βλαστήματι.

Θεοτοκίον

Σκηνήν σου τὴν ἱεράν, καταλαβόντες οἱ πιστοὶ Πάναγνε, φωτοειδεῖ χάριτι, νῦν καταυγασθῆναι δεόμεθα.

Καταβασία

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα

Ἦχος αˊ

Χορὸς Ἀγγελικὸς

Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι τυποῦντες, τὴν Γέννησιν Χριστέ, ἀριδήλως βοῶμεν, τὰ θαύματα τὰ ἄρρητα, τὴν ἑκούσιον Σταύρωσιν· ὅθεν Δαίμονες, ἀποδιώκονται φόβῳ, καὶ κακόδοξοι, ἐν κατηφείᾳ θρηνοῦσιν, ὡς τούτων συμμέτοχοι.

Δόξα... Ὅμοιον

Μορφὰς τῶν Προφητῶν, Ἀποστόλων τὰ εἴδη, Μαρτύρων ἱερῶν, καὶ Ἁγίων ἁπάντων, Εἰκόνας καὶ μορφώματα, ἱερῶς ὡραΐζεται, τοῦ Νυμφίου δέ, τοῦ νοητοῦ καὶ τῆς Νύμφης, ἀγλαΐζεται, ταῖς νοεραῖς ἀγλαΐαις, ἡ μήτηρ ἡ ἄνω Σιών.

Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον

Τοῖς πόθῳ σου Σεμνή, τὴν ἁγίαν Εἰκόνα, τιμῶσι καὶ Θεοῦ, ἀληθῆ σε Μητέρα, συμφώνως καταγγέλλουσι, καὶ πιστῶς προσκυνοῦσί σε, φύλαξ φάνηθι, καὶ κραταιὰ προστασία, ἀποτρέπουσα, πᾶν δυσχερὲς πόρρω τούτων, ὡς πάντα ἰσχύουσα.

ᾨδὴ δˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἐπαρθέντα σε ἰδοῦσα

Ἐπιφοιτήσει τῇ θείᾳ τοῦ Παρακλήτου, τὸν σὸν Ναὸν ἁγίασον, καὶ τῇ παρουσίᾳ, τούτου τῆς αἱρέσεως, τὴν πλάνην ἀπέλασον, Λόγε τοῦ Θεοῦ πολυέλεε.

Βιαιοτάτης ῥυσάμενος δυσσεβείας, τὸν σὸν λαὸν ἀνάδειξον τῷ τῆς εὐσεβείας, ζήλῳ πυρπολούμενον, καὶ πίστει κραυγάζοντα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἱεροτύποις μορφώσεσι τῶν Εἰκόνων, τῶν τοῦ Χριστοῦ θεώμενοι, καὶ τῆς Θεοτόκου, τύποις καταλάμποντα, τὰ θεῖα σκηνώματα, ἱεροπρεπῶς ἀγαλλόμεθα.

Ἡ Βασίλισσα στεφάνῳ κεκοσμημένη, τὴν ἀληθῆ ποθήσασα, Χριστοῦ βασιλείαν, τούτου ἀνιστόρησεν Εἰκόνα τὴν ἄχραντον, καὶ τὰ τῶν Ἁγίων μορφώματα.

Θεοτοκίον

Σεσαρκωμένον τεκοῦσα τὸν Θεὸν Λόγον, θεοπρεπὲς ἁγίασμα, Κεχαριτωμένη, τούτου ἀναδέδειξαι· διό σου τὸ τέμενος, τὸ φωτοειδὲς ἐγκαινίζομεν.

Καταβασία

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

ᾨδὴ εˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Κύριέ μου φῶς

Θοῦ Κύριε τῇ σῇ, Ἐκκλησίᾳ, κραταίωμα, ἀκλόνητον διαμένειν, εἰς αἰῶνα αἰῶνος, τῷ σάλῳ τῶν αἱρέσεων.

Εἰς ἅπασαν τὴν γῆν, ἡ φαιδρότης ἐξέλαμψε, τῆς ἄνωθεν δεδομένης, τοῖς πιστοῖς εὐφροσύνης, καὶ θείας ἀντιλήψεως.

Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, σὺ ὕψωσον ὀρθοδόξων, Βασιλέων τὸ κέρας, τιμώντων τὴν Εἰκόνα σου.

Φῶς ἄδυτον ἡμῖν, εὐσεβείας ἀνέτειλε, θεσπίσματι θεοπνεύστῳ, τῶν πιστῶν Βασιλέων, καὶ νεύματι θεόφρονι.

Θεοτοκίον

Ἐγκαίνισον ἡμῖν, τὴν ἀρχαίαν εὐπρέπειαν, πανάχραντε Θεομῆτορ, καὶ τὸν Οἶκόν σου τοῦτον, ἁγίασον σῇ χάριτι.

Καταβασία

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

ᾨδὴ ςˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως

Γράφεται, καὶ τιμᾶται πιστῶς προσκυνούμενος, ὁ χαρακτὴρ τοῦ Δεσπότου, καὶ λαμβάνει πάλιν ἡ Ἐκκλησία, παρρησίαν, εὐσεβῶς τὸν Σωτῆρα δοξάζουσα.

Γυμνοῦται, κατηφείας καὶ σκότους αἱρέσεως, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ φορεῖ χιτῶνα τῆς εὐφροσύνης, καὶ τῇ θείᾳ, καὶ φωσφόρῳ πυκάζεται χάριτι.

Εὐκλείας, τῆς ἀρχαίας ἐλλάμψεως ἔτυχε, τῶν Ὀρθοδόξων ὁ δῆμος, Θεοδώρας νεύσει τῆς Βασιλίδος, καὶ τοῦ ταύτης, εὐσεβοῦς Μιχαὴλ Αὐτοκράτορος.

Θεοτοκίον

Ὁ πάλαι, μαρτυρίου προστάξας γενέσθαι σκηνήν, ὡς ἐν σκηνῇ λογικῇ σοι, κατοικεῖ ὁ μόνος δεδοξασμένος, ὁ δοξάζων, τὸν Ναόν σου Παρθένε τοῖς θαύμασι.

Καταβασία

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διˊ οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον

Ἦχος πλ. δˊ

Αὐτόμελον

Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλˊ ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.

Ὁ Οἶκος

Τοῦτο τὸ τῆς Οἰκονομίας μυστήριον, πάλαι Προφῆται θειωδῶς ἐμπνευσθέντες, διˊ ἡμᾶς, τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας, προκατήγγειλαν, τῆς τούτου τυχόντες ἐλλάμψεως. Γνῶσιν οὖν θείαν διˊ αὐτοῦ λαβόντες, ἕνα Κύριον τὸν Θεὸν γινώσκομεν, ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, καὶ αὐτῷ μόνῳ λατρεύοντες, μίαν Πίστιν, ἓν Βάπτισμα ἔχοντες, Χριστὸν ἐνδεδύμεθα. Ἀλλˊ ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.

Στίχοι

Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας,

Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων.

Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ᾨδὴ ζˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἐν τῇ καμίνῳ

Συγχορευέτω, τῆς Ἐκκλησίας τῇ φαιδρότητι, πόθῳ θεϊκῷ Ἀγγέλων ἡ στρατιά, θεοφρόνως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ἡ Ἐκκλησία, τῶν πρωτοτόκων καὶ πανήγυρις, χαίρει θεωμένη νῦν τὸν θεῖον λαόν, ὁμοφρόνως ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Λελυτρωμένοι, τῆς πρὶν ἀχλύος τῆς αἱρέσεως, νεύσει Θεοδώρας τῆς ἀξιοπρεποῦς, Βασιλίδος ἀναμέλπομεν· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

Ὑπὲρ τὰς ἄνω, χοροστασίας ἤρθης Πάναγνε, μόνη γενομένη Μήτηρ τοῦ Παντουργοῦ· γεγηθότες οὖν κραυγάζομεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

Καταβασία

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

ᾨδὴ ηˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Χεῖρας ἐκπετάσας Δανιὴλ

Ἐκκλησίας πατρικούς, διαφυλάττοντες, εἰκόνας γράφομεν, καὶ ἀσπαζόμεθα στόμασι, καὶ καρδίᾳ καὶ θελήματι, τῶν τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ Ἁγίων κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐπὶ τὸ πρωτότυπον σαφῶς, τὴν τῆς Εἰκόνος τιμήν, καὶ τὴν προσκύνησιν, ἀναβιβάζοντες σέβομεν, θεηγόρων τοῖς διδάγμασιν ἀκολουθοῦντες, τῷ Χριστῷ πίστει κραυγάζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νοῦν καταυγασθεῖσα φωτισμῷ, τοῦ θείου Πνεύματος, σεπτὴ Βασίλισσα, καρποὺς θεόφρονας ἔχουσα, τὴν εὐπρέπειαν ἠγάπησε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ ὡραιότητα, εὐλογοῦσα, ἅμα πιστοῖς Ἰησοῦν τὸν θεάνθρωπον.

Θεοτοκίον

Ἀκτῖσι φωτὸς τοῦ νοητοῦ, καταλαμπόμενος θεῖος Οἶκός σου, κατασκιάζει νῦν ἅπαντας, τῇ νεφέλῃ τῇ τοῦ Πνεύματος, καὶ ἁγιάζει τοὺς πιστούς, συμφώνως ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καταβασία

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

ᾨδὴ θˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Λίθος ἀχειρότμητος

Ἱερογραφίαις Εἰκόνων, κεκοσμημένην καθορῶντες, πάλιν τὴν σεπτὴν Ἐκκλησίαν, μέτˊ εὐλαβείας πάντες προσδράμωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

Γέρας καὶ τιμὴν κεκτημένη, ἡ Ἐκκλησία τὸν Σταυρόν σου, καὶ τὰς σεβασμίους Εἰκόνας, καὶ τῶν Ἁγίων τὰ ἐκτυπώματα, μετˊ εὐφροσύνης Δέσποτα, καὶ θυμηδίας μεγαλύνει σε.

Λάμπρυνον τῇ θείᾳ σου δόξῃ, τοὺς Βασιλεῖς ἡμῶν Οἰκτίρμον, καὶ παρεμβολαῖς ἀγγελικαῖς, καὶ πανοπλίαις τούτους περίφραξον, τὴν τῶν ἐθνῶν θρασύτητα, καθυποτάσσων αὐτοῖς Δέσποτα,

Θεοτοκίον

Ἤρθη τῆς προμήτορος Εὔας, ἡ καταδίκη Θεοτόκε, ὅτι σὺ τὸν πάντων Δεσπότην, ἀνερμηνεύτως Ἁγνὴ γεγέννηκας, οὗ νῦν τὴν ἐμφέρειαν, ἐν ταῖς Εἰκόσιν ἀσπαζόμεθα.

Καταβασία

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώτας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Τριῳδίου

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Σκιρτήσατε κροτήσατε, μετˊ εὐφροσύνης ᾄσατε· Ὡς θαυμαστά σου καὶ ξένα, Χριστὲ βοῶντες τὰ ἔργα! καὶ τίς ἰσχύσει ἐξειπεῖν, Σῶτερ τὰς δυναστείας σου, τοῦ τήν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν εἰς μίαν, ἑνώσαντος Ἐκκλησίαν.

Θεοτοκίον

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Ῥομφαῖαι νῦν ἐξέλιπον, τῆς δυσμενοῦς αἱρέσεως, καὶ τὸ μνημόσυνον ταύτης, ἐξηφανίσθη μετˊ ἤχου· τὸν γὰρ Ναόν σου Πάναγνε, πανευπρεπῶς θεώμενοι, κεκοσμημένον χάρισι, τῶν σεβασμίων Εἰκόνων, χαρᾶς πληρούμεθα πάντες.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δˊ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.

Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.

Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἔδωκας σημείωσιν

Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.

Ἦχος δˊ

Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες· οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλˊ ἀληθείᾳ καὶ φύσει σαρκός, διˊ αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα.

Ἦχος δˊ

Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι, καὶ ὁμόνοια γίνεται, τῶν Πιστῶν θεοβράβευτος.

Δόξα... Ἦχος πλ. βˊ

Ἰδιόμελον

Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Διˊ αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Μεγάλη Δοξολογία

Τα Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου, ἡ ςˊ ᾨδή.

Προκείμενον Ἦχος δˊ ᾨδὴ τῶν Πατέρων

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Στίχ.Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

Ἀλληλούϊα Ἦχος πλ. δˊ

Μωϋσῆς καὶ Ψαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.

Μεγαλυνάριον

Ἦχος πλ. αˊ

Ἀντὶ τὸ «Ἄξιον ἐστίν»

«Ἐπi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.»

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Προπορευομένων τῶν Ἱεροπαίδων μετὰ εἰκόνων καὶ θυμιατοῦ, ὁ Ἱερεὺς ἐξέρχεται τοῦ Ἱεροῦ μετὰ τοῦ Τιμίου Σταυροῦ καὶ γίνεται λιτανεία πέριξ τοῦ ἐσωτερικοῦ τοῦ Ναοῦ εἰς τέσσαρες στάσεις. Εἰς ἑκάστην γίνεται δέησις καὶ ψάλλεται τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς εἰς στάσεις τέσσαρες.

Λαός:Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

αˊἘν τῇ βορείᾳ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων.

Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα)καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός:Ἀμήν.

Λαός:Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

βˊἘν τῇ δυτικῇ πλευρᾷ, τελεῖται δέησις ὑπὲρ τῶν κεκοιμημένων, εὐσεβῶν Βασιλέων Ὀρθοδόξων πατριαρχῶν, Ἀρχιερέων κ.τ.λ.

Ἱερεύς:Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν τῶν κεκοιμημένων δούλων σου βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων ἱερομονάχων ἱεροδιακόνων μοναχῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν.

Λαός:Αἰωνία ἡ μνήμη αὐτῶν (3).

Ἱερεύς:Ὅτι σὺ εἶ ἡ ἀνάστασις ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός:Ἀμήν.

Λαός:Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

γˊἘν τῇ νοτίῳ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων.

Ἱερεύς:Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἐτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα)καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός:Ἀμήν.

Λαός:Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

δˊἘν δὲ τῇ ἀνατολικῇ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων.

Ἱερεύς:Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τοῦ ἵλεων εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ Φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθˊ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν , ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Λαός:Κύριε, ἐλέησον (3).

Ἱερεύς:Ὅτι ἐλεήμων καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαός:Ἀμήν.

(Ἐνταῦθα ἀναγινώσκει ὁ Ἱερεὺς τὰς ἑξῆς περικοπὰς ἐκ τοῦ Συνοδικοῦ τῆς Ζˊ Οἰκουμενικῆς Συνόδου.)

Ἱερεύς:Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἑβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστόν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὸ τὸν κοινὸν Δεσπότην ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμονες. Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.

Λαός:Αἰωνία ἡ μνήμη αὐτῶν (3).

Ἱερεύς:Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καΙ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες, καὶ μιμητός τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδεικνύσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ Μεγάλου καὶ Πρώτου Ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων.

Λαός:Ἀμήν.

Λαός:Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος (3).

Λαός:Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος.

Комментарии для сайта Cackle