ΤΗΣ ΤΥΡΙΝΗΣ

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Ἀπόστιχα, Ἦχος πλ. δˊ

Λιχνευσάμενοι, τὴν πρώτην ὑπέστημεν γύμνωσιν, ἡττηθέντες τῆς πικρᾶς γεύσεως, καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν, ἀλλˊ ἐπανάγωμεν πρὸς μετάνοιαν, καὶ τὰς αἰσθήσεις ἐκκαθάρωμεν πρὸς ἃς ὁ πόλεμος, ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι, ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες, καὶ βρωθήσεται ἡμῖν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως, τὸ ὑπὲρ ἡμῶν ἀχθὲν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν, ἐν ἑσπέρᾳ τοῦ μυστηρίου, καὶ σκότους λύον τὴν ἀγνωσίαν, ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως. (Δίς)

Μαρτυρικόν

Ἦχος πλ. δˊ

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Θεοτοκίον

Ἦχος πλ. δˊ

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Ἠνέῳκται τῆς θείας, μετανοίας τὰ πρόθυρα, προσέλθωμεν προθύμως, ἁγνισθέντες τὰ σώματα, βρωμάτων, καὶ παθῶν τὴν ἀποχήν, ποιοῦντες ὡς ὑπήκοοι Χριστοῦ, τοῦ καλέσαντος τὸν κόσμον, εἰς βασιλείαν τὴν ἐπουράνιον, δεκάτας τοῦ παντὸς ἐνιαυτοῦ, προσφέροντες τῷ πάντων Βασιλεῖ, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, πόθῳ κατίδωμεν. (Δίς) Θεοτοκίον Ὅμοιον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία σαρκωθέντα Θεότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Κανών αˊ, ᾨδὴ αˊ, τοῦ Τριωδίου

Ἦχος αˊ

ᾨδὴν ἐπινίκιον ᾄσωμεν

Φαιδρὰ προεόρτια, τῆς ἐγκρατείας, λαμπρὰ τὰ προοίμια τῆς νηστείας σήμερον· διὸ συνδράμωμεν, ἐν πεποιθήσει ἀδελφοί, καὶ προθυμίᾳ πολλῇ.

Ἀδὰμ τὸν προπάτορα, τῇ παραβάσει, ζηλώσας ἐκβέβλημαι, τῆς τρυφῆς ὁ ἄθλιος· διὸ προσπίπτω σοι· ἐν μετανοίᾳ καὶ κλαυθμῷ, Κύριε σῶσόν με.

Ἀρχὴ κατανύξεως, καὶ μετανοίας, κακῶν ἀλλοτρίωσις, καὶ παθῶν ἐγκράτεια· διὸ σπουδάσωμεν, ἀποκοπὴν τῶν πονηρῶν, ἔργων ποιήσασθαι.

Θεοτοκίον

Νυκτὶ παραπτώσεων, ἠμαυρωμένος, πρὸς σὲ τὴν κυήσασαν, τοῖς ἐν σκότει Ἥλιον, δικαιοσύνης Χριστόν, νῦν καταφεύγω ἐκτενῶς, Δέσποινα σῶσόν με.

Κανών βˊ, ᾨδὴ αˊ, τοῦ Τριωδίου

Ἦχος αˊ

ᾨδὴν ἐπινίκιον ᾄσωμεν

Ἰδοὺ προηνέῳκται, τῆς μετανοίας, ἡ θύρα φιλόθεοι, δεῦτε οὖν σπουδάσωμεν, τοῦ εἰσελθεῖν διˊ αὐτῆς, πρὶν κλείσῃ ταύτην ὁ Χριστός, ὡς ἀναξίοις ἡμῖν.

Τὸ ἔαρ μηνύουσα, ἤγγικεν αὕτη, ἡ νῦν προκαθάρσιος, Ἑβδομὰς ἡ πάνσεπτος, τῶν ἱερῶν Νηστειῶν, τὰ σώματα καὶ τὰς ψυχάς, πάντων φωτίζουσα.

Δόξα...

Ἀσύγχυτε, ἄκτιστε, Τριὰς ἁγία, μονὰς ὑπεράγαθε, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ συγγενές, τοὺς προσκυνοῦντάς σε πιστῶς, ἀεὶ περίσῳζε.

Καὶ νῦν... Θεοτοκίον

Νενίκηνται πάναγνε, ἐν σοὶ οἱ ὅροι, Παρθένε τῆς φύσεως· μένεις γὰρ τέξασα, ἄνευ ἀνδρὸς τὸν Θεόν, ὡς πρὸ τοῦ τόκου σεμνή, πάλιν ἀπήμαντος.

Ὁ Εἱρμὸς

«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

Κανών αˊ, ᾨδὴ ηˊ, τοῦ Τριωδίου

Ἦχος αˊ

Ὂν φρίττουσιν Ἄγγελοι

Τὸν βίον μου ἅπαντα, ἀσώτως δαπανῶν, πολίταις ἐδούλευσα, πικροῖς καὶ πονηροῖς· ἀλλά με ποθοῦντα, πρὸς τοὺς σοὺς οἰκτιρμούς, νῦν ἐπαναστρέψαι, Χριστὲ μὴ ὑπερίδῃς.

Ὁ τρόπος τοῦ βίου μου, αἰσχρὸς καὶ χαλεπός, τὸ ἔλεος ἄμετρον, φιλάνθρωπε Σωτήρ, τῆς σῆς εὐσπλαγχνίας, μετανοίας καιρόν, δίδου μοι αἰτοῦντι, καὶ πόθῳ σε ὑμνοῦντι.

Τοῦ Κάϊν τὴν δύστηνον, ἐπόθησα ζωήν, τοῦ νοῦ τὸ ἀξίωμα, νεκρώσας ἀληθῶς, καὶ τρέμω τὴν κρίσιν, εὐεργέτα τὴν σήν, μή με κατακρίνῃς, σὺν τούτῳ εἰς αἰῶνας.

Θεοτοκίον

Παρθένε πανύμνητε, ἡ μόνη, πρὸς Θεόν, πιστῶν ἐνυπάρχουσα, βοήθεια στερρά, τοῦ σκότους με ῥῦσαι, καὶ κολάσεως, τῆς ἀποκειμένης, τοῖς πονηρῶς βιοῦσιν.

Κανών βˊ, ᾨδὴ ηˊ, τοῦ Τριωδίου

Ἦχος αˊ

Ὕμνον σοι προσφέρομεν

Οὗτος ὁ καιρός ἐστι, τῆς μετανοίας· διὸ εὐφρόνως ἐναρξώμεθα, ἀδελφοὶ ἐκβοῶντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σήμερον τοῖς βρώμασιν, ἀποταχθέντες, σπεύσωμεν ἔργῳ, καὶ τῶν πταισμάτων, τοῖς ἐπαξίως μετανοοῦσιν.

Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Δόξα σοι ἀόρατε Τριὰς ἁγία, ἡ ἐν Μονάδι προσκυνουμένη, ἣν πιστῶς δοξάζομεν, σῷζε τοὺς δούλους σου, ἐκ πάσης βλάβης.

Καὶ νῦν... Θεοτοκίον

Χαίροις παμμακάριστε, ἁγνὴ Παρθένε, χαῖρε Κυρίου δούλη, καὶ Μήτηρ, χαῖρε σκέπη τοῦ κόσμου, Θεοτόκε εὐλογημένη, Μαρία ὁλόφωτε.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Ὕμνον σοι προσφέρομεν τῶν Ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, τοῦ Τριωδίου

Ἦχος αˊ

Τὴν φωτοφόρον νεφέλην

Εἰρηνικῇ καταστάσει, εἰλικρινεῖ διαθέσει, τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, ὑποδεξώμεθα πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, ὧν ἕκαστος ἐπλημμέλησεν, ὅπως τῆς ἐκεῖθεν, ἐπιτύχωμεν χαρᾶς.

Ἰδοὺ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, τῶν Νηστειῶν εἰσαγωγή. Διανάστα ψυχή μου, τῷ εὐεργέτῃ καὶ Θεῷ, θερμῶς διαλλάγηθι, τῆς κρίσεως, ὅπως φύγῃς ἐκείνης τῆς δικαίας, καὶ φρικτῆς ὡς ἀληθῶς.

Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, μὴ καθαρίσωμεν κακῶς, ἀκρασίᾳ, καὶ μέθῃ, ἀλλˊ ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, ληψόμενοι ἀφθαρσίας στεφάνους, καὶ τῶν πόνων, ἐπαξίως τοὺς καρπούς.

Θεοτοκίον

Ὑπὲρ ἡμῶν δυσωποῦσα, τὸν ἀγαθὸν μὴ ἐλλείπῃς, τὸν τὴν ἀσθένειαν ἡμῶν, ἐπιστάμενον μόνον, λοιμοῦ λιμοῦ τε, καὶ σεισμοῦ, καὶ πάσης κακώσεως, λυτρώσασθαι, τήν τιμῶσάν σε πόλιν Θεοτόκε, ἡ ἐλπὶς τῶν γηγενῶν.

Κανών βˊ, ᾨδὴ θˊ, τοῦ Τριωδίου

Ἦχος αˊ

Σὲ τὴν ὁραθεῖσαν

Εἰσῆκται καιρὸς ψυχή μου, ὁ τῆς μετανοίας, μὴ ἀμέλει, πεινῶσι δίδου ἄρτον, προσεύχου τῷ Κυρίῳ, καθˊ ἡμέραν καὶ νύκτα, καὶ ὥραν ἵνα σώσῃ σε.

Κρεῶν καὶ λοιπῶν βρωμάτων, ὥσπερ ἀποχὴν ἐποιησάμεθα, οὕτω καὶ πᾶσαν ἔχθραν, πρὸς τοὺς πλησίον ἅμα, πορνείαν τε καὶ ψεῦδος, καὶ πᾶν κακὸν ἐκφύγωμεν.

Δόξα...

Μίαν προσκυνῶ τῇ φύσει, ἄναρχον Θεότητα, τρισὶ δὲ προσώποις, δοξάζω τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν Τριάδι μονάδα, ἀμέριστον καὶ σύνθρονον.

Καὶ νῦν... Θεοτοκίον

Σὺ εἶ τῶν πιστῶν Παρθένε, καύχημα ἐλπὶς καὶ προστασία, σὲ ᾠδαῖς ᾀσμάτων, δοξάζομεν ἀπαύστως, Θεοτόκε Μαρία, διάσωσον τοὺς δούλους σου.

Ὁ Εἱρμὸς

«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις μεγαλύνομεν».

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.

Ἦχος γˊ

Ἰδιόμελον

Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις. (Δίς)

Μαρτυρικόν

Ἦχος γˊ

Τῶν Ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Ἀσπόρως συνέλαβες, ἐκ Πνεύματος ἁγίου, καὶ δοξολογοῦντες ἀνυμνοῦμέν σε· Χαῖρε Παναγία Παρθένε.

ΤΡΙΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Ἀπόστιχα

Ἦχος πλ. δˊ

Διὰ νηστείας καθαρθῆναι σπεύσωμεν, τοῦ ῥύπου τῶν πταισμάτων ἡμῶν, καὶ διˊ ἐλέους καὶ φιλανθρωπίας, τῆς πρὸς τοὺς πένητας, εἰσελθεῖν εἰς τὸν νυμφῶνα τοῦ νυμφίου Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. (Δίς)

Μαρτυρικόν

Ἦχος πλ. δˊ

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσατε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Θεοτοκίον

Ἦχος πλ. δˊ

Τὴν ἔνδοξον καὶ ἄχραντον Θεοτόκον ἀληθῆ, ὡς Μητέρα τοῦ Θεοῦ, ἀνυμνήσωμεν εὐσεβῶς, χαιρετίζοντες αὐτὴν ὡς ὁ Ἄγγελος, Χαῖρε Μήτηρ ἁγία, τοῦ σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ, χαῖρε ἐνδιαίτημα τοῦ ἁγίου Πνεύματος, ἡ πρεσβεύουσα ἀεὶ ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα

Ἦχος πλ. δˊ

Τὴν Σοφίαν καὶ Λόγον

Ὑπεράγαθε Λόγε σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφίᾳ σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθείᾳ, εὐδόκησον εὔσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτῳ ψυχῇ, ἐν προθύμῳ τῷ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου. (Δίς) Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.

Κανών αˊ, ᾨδὴ βˊ, τοῦ Τριωδίου

Ἦχος γˊ

Ὡς ὄμβρος ἐπˊ ἄγρωστιν

Ὡς ὄρθρος ἐξέλαμψεν, ἡμῖν τῆς μετανοίας, ἀκτῖνας τὰ προπύλαια, λαμπρῶς τῆς ἐγκρατείας.

Τοῦ σκότους με λύτρωσαι, Χριστὲ τοῦ ἐξωτέρου τῷ πλήθει τοῦ ἐλέους σου, ὡς μόνος ἐλεήμων.

Πυρός με ἐξάρπασον, καὶ σκώληκος Σωτήρ, τοῦ ἀκοιμήτου, μετανοίας ἐμμελείᾳ καθαρθέντα.

Θεοτοκίον

Παρθένε πανύμνητε, ὁδὸς ἡμῖν γενοῦ, τῆς μετανοίας, σωτηρίας, ὁδηγοῦσα πρὸς τὰς πύλας.

Κανών βˊ, ᾨδὴ βˊ, τοῦ Τριωδίου

Ἦχος βˊ

Προσέχετε λαός μου τῷ νόμῳ μου

Καιρὸς μετανοίας ἐφέστηκε, σπεύσωμεν φιλόχριστοι, καθαρθῆναι πάντων τῶν πταισμάτων, καὶ ὀφθῆναι τῷ Δεσπότῃ μακάριοι.

Νηστείαν καθαρὰν ἀναμάρτητον, σπεύσωμεν τελέσωμεν, νῦν ἀδιαλείπτως, ἵνα εὕρωμεν πταισμάτων ἄφεσιν.

Ὑπάρχεις γὰρ Χριστὲ πολυέλεος, πάντας ἀγαθέ, ἀεὶ προσδεχόμενος, ἐν μετανοίᾳ· διὸ πάντες σε ἀεὶ δοξάζομεν.

Δόξα...

Τριάδα ἐν μονάδι δοξάσωμεν, ἄτμητον ἀσύγχυτον, ἀδιαίρετον, τῇ ὑποστάσει, διαιρετὴν δὲ τοῖς προσώποις Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ἁγνὴ Παρθενομῆτορ δυσώπησον, ὅνπερ ἐσωμάτωσας, ὡς βροτὸν Παρθένε καὶ Λόγον, ἵνα σώσῃ κινδύνων τοὺς δούλους σου.

Ὁ Εἱρμὸς

«Προσέχετε λαός μου τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου, ὅτι τὸ ὄνομά σου Κύριε ἐκάλεσα».

Κανών αˊ, ᾨδὴ ηˊ, τοῦ Τριωδίου

Ἦχος γˊ

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς

Μεταμελείας ὁ καιρός, μετανοίας ἐπιδείξασθαι, καρποὺς ἀξίους, τῷ Θεῷ ψυχῇ μου, σπεῦσον διανάστηθι, καὶ βόησον ἐκτενῶς, ἐν νηστείαις καὶ εὐχαῖς. Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Προκαθαρθῶμεν ἀδελφοί, τῆς ψυχῆς τὰ αἰσθητήρια, καὶ τῷ Κυρίῳ νῦν προσκολληθῶμεν, τρόποις κατανύξεως, βοῶντες εἰλικρινῶς, μετανοίᾳ καθαρᾷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐνεδρεύοντα ἐχθρόν, λιχνοτέραις ἐνθυμήσεσι, καὶ ἀκρασίᾳ ἡδονῆς βραχείας, θέλγοντα τὴν αἴσθησιν, νεκρῶσαι σπουδάσωμεν ἐπιμόνῳ προσευχῇ, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἡ οὐρανώσασα ἡμῶν, τὸ γεῶδες Κόρη φύραμα, τὴν γεωθεῖσαν καὶ καταφθαρεῖσαν, τῆς ψυχῆς μου αὔλακα, τῷ ὄμβρῳ σῶν οἰκτιρμῶν, καρποφόρον ἀρεταῖς, ἀνάδειξον βοῶσαν, καὶ ὑπερυψοῦσαν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, τοῦ Τριωδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Προκαθαρθῶμεν νυνί, μὴ τοῖς βρώμασι μόνον, ἀλλὰ καὶ ταῖς πράξεσι, καὶ ἀρξώμεθα πιστοὶ θερμῇ τῇ διανοίᾳ, ἵνα τῷ κτίστῃ φαιδροί, ὀφθῶμεν εἰς αἰῶνας.

Οὕτως ἡμᾶς νηστεύειν δεῖ, μὴ ἐν ἔχθρᾳ καὶ μάχῃ, μὴ ἐν φθόνῳ καὶ ἔριδι, μὴ ἐν κενοδοξίᾳ, καὶ δόλῳ κεκρυμμένῳ, ἀλλὰ καθὼς ὁ Χριστός, ἐν ταπεινοφροσύνῃ.

Οἱ ἐλεοῦντες φησί, τοὺς πτωχοὺς τῷ Σωτῆρι, δανειοῦσιν ἐμφρόνως, ὢ χαρᾶς ἀνεικάστου! παρέχει γὰρ πλουσίως, τὰς ἀμοιβὰς τῶν καλῶν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι· εἷς Θεὸς γὰρ τὰ τρία, σὺν Ἀγγέλοις ἀπαύστως, βροτοὶ ἀνευφημοῦμεν, σὲ παναγία Τριάς, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε Παρθένε ἁγνή, Θεοτόκε Μαρία, ἱλαστήριον κόσμου, ὀρθοδόξων τὸ κέρας, ἱκέτευε ῥυσθῆναι, ἐκ τοῦ ἀσβέστου πυρός, τοὺς σὲ δοξολογοῦντας, εἰς πάντας τούς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τοῦ Τριωδίου

Ἦχος γˊ

Σὲ τὴν ἀκατάφλεκτον βάτον

Ἄνοιξον ἡμῖν τοῦ ἐλέους σου, τὰ ἄχραντα σπλάγχνα, ὁ μετάνοιαν βροτοῖς εἰς σωτηρίαν, δωρησάμενος, μόνε Σωτὴρ πολυέλεε.

Οἴμοι! τί φρικῶδες ἐκεῖνο, τὸ ἀδέκαστον Βῆμα, ἐν ᾧ μέλλομεν γυμνοί, ποιεῖσθαι λόγον, ὧν ἐν τῷ βίῳ κακῶν διεπράξαμεν!

Ὄμβρησον ἡμῖν εὐσπλαγχνίας, Εὐεργέτα ῥανίδα, κατακλύζουσαν ἡμῶν, τὸν ῥύπον πάντα, ἀφορμὰς μετανοίας ἡμῖν παρεχόμενος.

Πάντες ἐν προθύμῳ καρδίᾳ, τῆς ἁγίας Νηστείας, τὰ προπύλαια λαμπρῶς συνεισελθόντες, εὐχαρίστους δὲ ᾠδάς, τῷ Χριστῷ προσενέγκωμεν.

Θεοτοκίον

Σὲ τὴν κραταιάν προστασίαν, καὶ βεβαίαν ἐλπίδα, ἀνυμνοῦντες εὐσεβῶς, ἐκδυσωποῦμεν· Τὸν Υἱόν σου δυσώπει, Παρθένε τοῦ σωθῆναι ἡμᾶς.

Κανών βˊ, ᾨδὴ θˊ, τοῦ Τριωδίου

Ἦχος βˊ

Τὴν παρθενίαν σου Θεοτόκε

Νῦν προκαθαιρώμεθα, ἐν νηστείᾳ, καὶ δάκρυσι, καὶ μεγίστοις κατορθώμασιν, ἵνα εὕρωμεν μέγα ἔλεος.

Νῦν μιμησώμεθα, τὰς φρονίμους Παρθένους φιλόχριστοι, καὶ σπεύσωμεν Χριστῷ ὑπαντῆσαι, μετὰ λαμπάδων φαιδρῶν.

Νῦν μιμησώμεθα, τὸν Ἠλίαν νηστεύοντα, καὶ φεύγοντα τὴν Ἰεζάβελ, τὴν πονηράν, ἵνα οὕτως ἀναληφθῶμεν ἐκ γῆς.

Δόξα...

Ἅγιος, Ἅγιος, Ἅγιος, τρισάγιε, Πάτερ παντοκράτορ, καὶ Υἱὲ ὁμοούσιε, σὺν τῷ Πνεύματι, μία Θεότης.

Καὶ νῦν... Θεοτοκίον

Εἰς σὲ καυχώμεθα, καὶ εἰς σὲ καταφεύγομεν, ἁγνὴ Ἀειπάρθενε, σεμνή, τῆς κολάσεως, ῥῦσαι πάντας ἡμᾶς.

Ὁ Εἱρμὸς

«Τὴν παρθενίαν σου, Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ταύτην ἀεὶ μεγαλύνομεν».

Ἀπόστιχα. Ἦχος γˊ

Ἰδιομελον

Ἀσμένως λαοί, τὴν Νηστείαν ἀσπασώμεθα· ἔφθασε γὰρ τῶν πνευματικῶν ἀγώνων ἡ ἀρχή, ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν τῆς ψυχῆς τὰ χαρίσματα, συγκακοπαθήσωμεν ὡς δοῦλοι Χριστοῦ, ἵνα καὶ συνδοξασθῶμεν ὡς τέκνα Θεοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν οἰκῆσαν, φωτίσῃ τὰς ψυχὰς ἡμῶν. (Δίς)

Μαρτυρικόν

Ἦχος γˊ

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὁμολόγησαν, τὸν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Θεοτόκε, προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Ἀπόστιχα

Ἦχος αˊ

Ἰδιόμελον

Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, διˊ ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε! (Δίς)

Μαρτυρικόν

Ἦχος αˊ

Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ προσκαίρως πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον.

Σταυροθεοτοκίον

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Παρθένος ἡ ἄσπιλος ποτέ, ἐπὶ ξύλου βλέπουσα· ὃν ἐξ ἀσπόρου γὰρ ἔτεκε, γαστρὸς μὴ φέρουσα, τὴν τῶν σπλάγχνων τρῶσιν, τρυχομένη ἔλεγεν· ὁ νεύματι κρατῶν κτίσιν ἅπασαν, πῶς ὡς κατάκριτος, ἐν Σταυρῷ ἐναπῃώρησαι; πάντως θέλων, σῶσαι τὸ ἀνθρώπινον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος βˊ

Εὐσπλαγχνίας ὑπάρχουσα

Μετˊ εἰρήνης διελθεῖν ἡμᾶς τοὺς ταπεινούς, τὴν προκαθάρσιμον εὐδόκησον τῶν Νηστειῶν, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός, κατάβαλε τοῦ ἐχθροῦ τὰ πανουργεύματα, καὶ τῷ Σταυρῷ σου πάντας διάσωσον, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. (Δίς)

Σταυροθεοτοκίον, Ὅμοιον

Παρεστῶσα τῷ Σταυρῷ σου, ἡ ἀσπόρως τεκοῦσά σε, καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱέ; Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανών αˊ, ᾨδὴ αˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

Νηστεύων ὁ Κύριος ἀνθρωπίνως, πρὸς ὑποτύπωσιν ἡμῶν, νικᾷ τὸν πειράζοντα, δεικνὺς τὸ ἡμέτερον, καὶ ὅρους ὑπογράφων ἡμῖν.

Μωσῆς ὁ θειότατος ἐν Σιναίῳ, διˊ ἐγκρατείας τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον, λαλεῖν κατηξίωται· Αὐτὸν πιστοὶ ζηλώσωμεν.

Ἱλάσθητι Κύριε τῷ λαῷ σου, καὶ ἐπιβλέψας ὡς Θεός, ἱλέῳ σου ὄμματι, ἐπίσκεψαι ἅπαντας, τῷ πλήθει τοῦ ἐλέους σου.

Θεοτοκίον

Σοὶ πάντες προστρέχομεν Θεοτόκε, ὡς ὑπερμάχῳ ἀσφαλεῖ, εἰς πρεσβείαν κινοῦντές σε, λυτρώσασθαι τὴν ποίμνην σου ἐκ πάσης περιστάσεως.

Κανών αˊ, ᾨδὴ γˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὁ Εἱρμὸς

Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

Ὁ θαυμάσιος Ἐνώχ, διˊ ἐγκρατείας μετετέθη ἐκ γῆς, αὐτὸν ζηλοτυποῦντες, μετατεθῶμεν ἐκ φθορᾶς πρὸς ζωήν.

Προσευχαῖς καὶ νηστείαις, τὸν Λυτρωτὴν ἱλεωσώμεθα· συγχαίρει γὰρ ὁ Κτίστης, τῇ μετανοίᾳ τῶν κτισμάτων αὐτοῦ.

Ἑτοιμάζου ὦ ψυχή, καὶ προκαθαίρου, πρὸ τοῦ πάθους Χριστοῦ, ἵνα τῇ ἀναστάσει, πνευματικῶς συνεορτάσῃς αὐτῷ.

Θεοτοκίον

Ὡς τεκοῦσα Θεόν, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε· πρὸς σὲ γὰρ Θεοτόκε, ἁμαρτωλοὶ καταφεύγομεν.

Κανών βˊ, ᾨδὴ γˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Ἐν πέτρᾳ με τῆς πίστεως

Ἐξέτεινας παλάμας ἐν τῷ Σταυρῷ σου, ἐνέκρωσας νεκρώσει σου τὴν κατάραν, ἐζώωσας τῷ πάθει σου τοὺς ἀνθρώπους· διὸ ὑμνοῦμέν σου, τὴν θείαν Σταύρωσιν, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν.

Τῇ βρώσει τῇ τοῦ ξύλου θανατωθέντες, τῷ ξύλῳ ἐζωώθημεν τοῦ Σταυροῦ σου. Αὐτὸν οὖν σοι προσάγομεν εἰς πρεσβείαν, χάριν καὶ ἔλεος, ἡμῖν κατάπεμψον, εὐεργέτα Δέσποτα πολυέλεε.

Τὰ πρόθυρα ἠνέῳκται τῆς νηστείας, τὸ στάδιον ἐγγίζει τῆς ἐγκρατείας, ζεούσῃ προθυμίᾳ διανιστῶμεν, ὑποδεξόμενοι, δῶρον θεόσδοτον, ἀναστέλλον καύσωνα παραπτώσεων.

Ὁ χρόνος ὁ μακάριος τῆς νηστείας, ἀκτῖνας ἀποστίλβων τῆς μετανοίας, ἀνέτειλε, προσέλθωμεν φιλοτίμως, ἐκτιναξάμενοι, σκότος βαθύτατον, ῥαθυμίας ἅπαντες ἀγαλλόμενοι.

Νηστείαν ἁγιάσωμεν φιλοφρόνως, κηρύξωμεν ἐγκράτειαν παθημάτων, βοήσωμεν ἐν δάκρυσι, τῷ Δεσπότῃ· Δὸς ἡμῖν Κύριε, χάριν συμπράττουσαν, εἰς τὰ σὰ θελήματα πολυέλεε.

Δεξάμενοι τὸ δώρημα τῆς νηστείας, δοξάσωμεν τὸν δόντα εἰς σωτηρίαν, καὶ τοῦτο ἐργασώμεθα ἐπιπόνως, ἵνα τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, ἐκ χειρὸς δεξώμεθα τοῦ ποιήσαντος.

Θεοτοκίον

Κατεύνασον τὸν τάραχον τῶν παθῶν μου, θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, ἐξέγειρον ἐξ ὕπνου με ῥαθυμίας, τῇ μεσιτείᾳ σου, τῇ προστασίᾳ σου, Παναγία Δέσποινα Μητροπάρθενε.

Κανών γˊ, ᾨδὴ γˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Στειρωθέντα μου τὸν νοῦν

Ὑψωθέντος σου Σωτήρ, ἑκουσίως ἐν Σταυρῷ, ἡ κτίσις πᾶσα, ἐδονήθη τῆς γῆς, καὶ ἐρράγη τοῦ Ναοῦ τὸ καταπέτασμα.

Ἐμαστίχθης ἐν Σταυρῷ ὦ Ἰησοῦ μου διˊ ἐμέ, καὶ ἐκεντήθης, τὴν πλευρὰν ἀγαθέ· ὅθεν πίστει προσκυνῶ, τὸ θεῖον κράτος σου.

Δόξα...

Κλίνας γόνυ ἐν τῇ γῇ, τὸν Πατέρα προσκυνῶ, Υἱὸν δοξάζω, καὶ τὸ πνεῦμα ἀνυμνῶ, τὴν μονόθελον ἀρχήν, καὶ τρισυπόστατον.

Καὶ νῦν... Θεοτοκίον

Ἀκατάληπτόν ἐστι τὸ μυστήριον σεμνή, τῆς σῆς λοχείας· τίκτεις γὰρ Μαριάμ, ἀπειράνδρως τὸν Θεόν, καὶ μένεις ἄφθορος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τῆς νηστείας τὸν καιρόν, τῇ δυνάμει σου Χριστέ, καθαγιάσας, σῶσον πάντας ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, τοὺς προσκυνοῦντάς σε.

Ὁ Εἱρμὸς

«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ἀρετῶν, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

Κανών αˊ, ᾨδὴ δˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Εἰσακήκοα τὴν ἀκοήν σου

Ὁ Ἀβραὰμ διˊ ἀρετῆς καὶ φιλοξενίας, τὴν Τριάδα ὑπεδέξατο, ἀγγελικῶς ἐνδημήσασαν.

Πλοῦτος ἄσυλος τῆς ἐγκρατείας ἐστί, τὸ δῶρον, καὶ ὁ τούτῳ πλουτιζόμενος, καταπλουτήσει Θεότητα.

Δεῦτε κλαύσωμεν ἅμα τῷ λόγῳ, πίστει βοῶντες· ὁ Θεὸς ἡμῖν Ἱλάσθητι, τοῖς πολλὰ πλημμελήσασι.

Θεοτοκίον

Μήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ὑπὲρ τοῦ κόσμου ἱκέτευε.

Κανών αˊ, ᾨδὴ εˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὁ ἀνατείλας τὸ φῶς

Νηστεύσας πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ ὄρει, θεόπτης ἀνεδείχθη, καὶ Ἠλίας ἔμπυρος, ἁρματηλάτης ἀνεφέρετο.

Διὰ νηστείας ποτέ, ὁ σοφὸς Ἡσαΐας τοῦ ἄνθρακος ἐκείνου, τῇ λαβίδι γεύεται, ὅτε χειλέων αὐτοῦ καθήψατο.

Νηστεύσας πρὶν ὁ Δανιήλ, καὶ οἱ τρεῖς Παῖδες ἅμα, τὰς μύλας τῶν λεόντων θλάσαντες, καιομένης φλογὸς κατεπάτησαν.

Θεοτοκίον

Θεογεννῆτορ Ἁγνή, Θεὸν ἐν γαστρί σου, βαστάσασα ἀφθόρως, φύλαττε τὴν ποίμνην σου, καὶ διατήρησον ἄτρωτον.

Κανών αˊ, ᾨδὴ ςˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὡς Ἰωνᾶν τὸν Προφήτην

Τὸν Ἰωνᾶν ἐν τῷ κήτει, ἡ σεμνὴ διασῴζει νηστεία ποτέ. Νηστεύσωμεν οὖν ἐκ καρδίας, καὶ φύγωμεν ἐκείνην, τὴν ἐν γεέννῃ φθοράν.

Οἱ Νινευῖται δὲ πάλιν, τὴν ὀργὴν τοῦ Θεοῦ μετεποίησαν, θερμῇ μετανοίᾳ καὶ πόθῳ, αὐτοὺς νῦν ἐκ πόθου, πάντες ζηλώσωμεν.

Ἡ ἐνεστῶσα νηστεία, συγκαλεῖται ἡμᾶς εἰς μετάνοιαν· προσδράμωμεν, οὖν ἐκ πόθου, καὶ γνῶμεν, τί τὸ δῶρον τῆς ἐγκρατείας ἐστίν.

Θεοτοκίον

Ἡ ἀφράστως τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν ἡμῶν, αὐτὸν δυσωποῦσα μὴ παύσῃ, τὸ γένος ἅπαν σῶσαι τῶν ἀνυμνούντων σε.

Ὁ Εἱρμὸς

«Ὡς Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κᾀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων ἀνάγαγε, καὶ σῶσόν με, μόνε φιλάνθρωπε».

Κανών αˊ, ᾨδὴ ζˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὁ τῶν Πατέρων Θεὸς

Γενώμεθα καὶ ἡμεῖς, ὡς Δανιὴλ ἐκεῖνος, ὁ τοὺς λέοντας ποτέ, διὰ νηστείας ἐν λάκκῳ, ἐξημερώσας βρύχοντας.

Τοὺς νεανίας τοὺς τρεῖς, ζηλώσωμεν ἐν φόβῳ, ἵνα φύγωμεν, καὶ τὸ πῦρ τῆς γεέννης, ὡς οὗτοι τὴν Βαβυλῶνος κάμινον.

Νηστεύσωμεν καὶ ἡμεῖς, ἐν καθαρᾷ καρδίᾳ, καὶ ἁγνίσωμεν σῶμα, καὶ ὅλον ὅλως τὸ πνεῦμα, Θεῷ καθιερώσωμεν.

Θεοτοκίον

Παρθενομῆτορ Ἁγνή, τὸν ἐκ σοῦ σαρκωθέντα, προαιώνιον Λόγον, ἐκδυσωποῦσα μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών αˊ, ᾨδὴ ηˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Τὸν Βασιλέα Χριστόν, ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ, λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».

Νηστεύσας πρὶν Ἰωσήφ, μίξιν ἔφυγε παρανόμου γυναίου, καὶ βασιλείας ἔτυχε· διὸ καὶ ἡμεῖς σβέσωμεν, διὰ νηστείας τὰ πεπυρωμένα βέλη, τοῦ ἐχθροῦ Βελίαρ.

Διὰ νηστείας Δαυΐδ, νίκην ἐστήσατο κατὰ τοῦ ἀλλοφύλου, καὶ βασιλείαν εὕρατο· διὸ καὶ ἡμεῖς λάβωμεν, διˊ ἐγκρατείας νίκην κατˊ ἐχθρῶν καὶ ἐν Κυρίῳ στεφανωθῶμεν.

Φυλάξωμεν καὶ ἡμεῖς, τὰς ἀρετὰς αὐτῶν, τοῦ Ἰὼβ τὴν ἀνδρείαν, τοῦ Ἰακὼβ τὸ ἄπλαστον, τὴν πίστιν Ἀβραάμ, τὴν σωφροσύνην τὴν τοῦ Ἰωσήφ, καὶ τοῦ Δαυῒδ τὰς ἀριστείας.

Θεοτοκίον

Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία καὶ μετὰ τόκον ἔμεινε παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανών βˊ, ᾨδὴ ηˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Σταυροφανῶς ὁ Μωϋσῆς, τὰς παλάμας ἀνυψῶν ἐπὶ τοῦ ὄρους, τοὺς ἐχθροὺς ἐτροποῦτο, σὺ δὲ Σωτὴρ ἐν Σταυρῷ, τὰς χεῖρας ἐκτείνας ἐνέκρωσας, τὴν ὀλεθροτόκον, τοῦ ᾍδου τυραννίδα.

Ἥλοις παγεὶς ἐπὶ Σταυροῦ, καὶ πλευρὰν διανυγείς, Χριστὲ Σωτήρ μου, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, καὶ χαρᾶς ἀλήκτου, μετόχους ἀνέδειξας· ὅθεν εὐλογοῦμεν, τὴν σὴν φιλανθρωπίαν.

Τῆς ἐγκρατείας ὁ καιρός, ἀνατείλας νοητῶς καταφωτίζει, τῆς ψυχῆς τὰς αἰσθήσεις, καὶ παθῶν τὴν ἀχλὺν ἐλαύνει· διὸ ἀσπασώμεθα, τοῦτον ἐκ καρδίας, Χριστόν ὑπερυψοῦντες.

Πάθη ὀλέθρια ψυχῆς, ἡδονὰς θανατηφόρους νηστεία θανατοῖ, καὶ τῷ ὄντι ἐν καταστάσει ποιεῖ, καρδίας ὁρμὰς καὶ κινήματα· ταύτην οὖν ἐν πίστει, δεξώμεθα προθύμως.

Οὐχὶ νηστείας ἀπαρχήν, τὴν παροῦσαν ἱερὰν πιστοὶ ἡμέραν, ἐπιστάμενοι, ταύτην εἰλικρινεῖ λογισμῷ, τιμῶμεν, ἀλλˊ εἴσοδον λέγοντες, καὶ τῶν τῆς νηστείας, παρείσβασιν προθύρων.

Προδεξιοῦται δεξιῶς, τὴν φιλόθεον ψυχὴν τοῖς προοιμίοις, ἡ καλλίστη νηστεία, προκαθαρσίων γερῶν, οἷα βαθμίσι καὶ κλίμακι, ταύτῃ προστεθεῖσα τὴν σήμερον ἡμέραν.

Θεοτοκίον

Ἄνοιξον κρούουσιν ἡμῖν, καὶ τὸ ἔλεος, τὸ σὸν προσκαλουμένοις, ταχινὴ τῶν ἀνθρώπων καταφυγὴ καὶ στερρά, ἐν πᾶσι Παρθένε βοήθεια, καὶ τῶν ἐν ἀνάγκαις βεβαία προστασία.

Κανών γˊ, ᾨδὴ ηˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσεῖ

Ἀναρτηθεὶς ἐν Σταυρῷ, ὁ τῶν ὅλων Δεσπότης, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, πάλιν ἀνεκαλέσω, καὶ ἐν τῷ Παραδείσῳ Χριστὲ Σωτὴρ εἰσῆξας, σὲ ἀνυμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ ὑψωθέντος Χριστέ, ἐν Σταυρῷ ἑκουσίως, αἱ αὐγαὶ τοῦ ἡλίου, συνεστάλησαν φόβῳ, καὶ ἔδυ ἡ ἡμέρα· ὅθεν ὁ Λῃστὴς σὲ Θεὸν καθωμολόγει, εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Ἴσον Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πεπιστεύκαμεν εἶναι, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, ἣν πίστει προσκυνοῦμεν, τὸ τοῦ Ἀρείου δόγμα, ἀεὶ καταπατοῦντες.

Καὶ νῦν... Θεοτοκίον

Πῶς σε ὑμνήσω ὡς δεῖ, Θεοτόκε Παρθένε, δυσωδῶν ἁμαρτιῶν ἐγὼ νῦν ὁ σκοτεινός; ἀλλˊ οὖν Ὑπεραγία, σύγγνωθί μοι τῇ τόλμῃ, τοῦ πενιχροῦ μου ἔπους.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σταυρὲ πιστῶν ἡ ἐλπίς, Βασιλέων τὸ ὅπλον, Ἱερέων ἡ δόξα, Μοναζόντων τὸ σθένος, τῇ σῇ δυνάμει πάντας, τοὺς σὲ δοξολογοῦντας, σῷζε εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Χριστὲ Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε».

Μωϋσῆς ἐν Αἰγύπτῳ, θάλασσαν διέρρηξε, καὶ λαὸν διήγαγε, καὶ τοῦτον ἔθρεψεν, ἐν ἐρήμῳ ἀβάτῳ, διὰ νηστείας ἐκτελῶν τεράστια.

Ἰησοῦς ὁ τοῦ Ναυῆ, διὰ τῆς ἐγκρατείας λαὸν καθηγίασε, καὶ ἐκληροδότησεν, εἰς γῆν ἐπαγγελίας, τὸν Ἰορδάνην διαβιβάσας τὸ πρότερον.

Ὁ Γεδεὼν ἐκεῖνος, μόνοις τριακοσίοις, ἀνδράσι τοῖς λάμψασι, νικᾷ τὸν ἀλλόφυλον, ἐγκρατείᾳ καὶ εὐχῇ, αὐτὸν ζηλοῦντες, καὶ ἡμεῖς μιμησώμεθα.

Θεοτοκίον

Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας τὸ καύχημα, Ἀγγέλων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, κόσμου ἡ χαρά, Μαρία, καὶ Μήτηρ, καὶ δούλη τοῦ Θεοῦ ἡμῶν.

Κανών βˊ, ᾨδὴ θˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Σταυρῷ τὰς θείας παλάμας ἐξαπλώσας, συνῆψας, τὰ πρῴην διεστῶτα Λυτρωτά, καὶ τῷ Πατρὶ τὴν κατάκριτον, μεσιτεύσας ὡς δῶρον, προσήγαγες οὐσίαν τῶν βροτῶν· διὰ τοῦτο ὑμνοῦμεν, τὴν ἄχραντόν σου Σταύρωσιν.

Ἡ τῆς ἁγίας Νηστείας, ἐπιλάμψασα χάρις, ἀκτῖνας ἐπαφίησιν ἡμῖν, προκαθαιρούσας παλίρροιαν λογισμῶν, καὶ τοῦ κόρου, τὸ σκότος ἐλαυνούσας· οἱ πιστοί, διὰ τοῦτο προθύμως, ταύτην ὑποδεξώμεθα.

Ἡ φωτοφόρος Νηστεία, χαρισμάτων ἐνθέων, κρατῆρα συγκεράσασα ἡμῖν, σήμερον πᾶσι προδείκνυσιν, ὡς βουλόμενοι τούτων μεθέξειν, εἰς ὠφέλειαν ψυχῆς, τῷ Δεσπότῃ τῶν ὅλων, συμπρᾶξαι δυσωπήσωμεν.

Ἥλοις τῶν θείων χειρῶν σου, προσηλώσας Οἰκτίρμον, ἡμῶν τὰς ἁμαρτίας ἐν Σταυρῷ, Λόγχῃ πλευράς σου διέρρηξας, πονηρὰ γραμματεῖα, σφαλμάτων καὶ πταισμάτων χαλεπῶν· διὰ τοῦτο ὑμνοῦμεν, τὴν ἄχραντόν σου Σταύρωσιν.

Τῶν ἀρετῶν ἡ καλλίστη, ἐξανοίγεται τρίβος, τὸ στάδιον τῶν θείων Νηστειῶν, πᾶσιν ἰδοὺ εὐτρεπίζεται· οἱ ἀθλῆσαι νομίμως, βουλόμενοι αἰτήσατε Χριστόν, εἰρηναῖον ἐξ ὕψους, καιρὸν ἡμῖν δωρήσασθαι.

Θεοτοκίον

Τῇ ὀξυτάτῃ πρεσβείᾳ, τῇ ἀγρύπνῳ σου σκέπῃ, τῇ κραταιᾷ σου Δέσποινα ἁγνή, νῦν βοηθείᾳ συντήρησον, τοὺς πιστούς σου οἰκέτας, ἐκ πάσης ἐναντίας προσβολῆς, καὶ παθῶν καὶ πταισμάτων, καὶ πειρασμῶν διάσωσον.

Κανών γˊ, ᾨδὴ θˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Τὴν ὑπερφυῶς σαρκὶ

Ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἑκουσίως προσπαγείς, πάντας ἡμᾶς ἐρρύσω, τῆς κατάρας τοῦ νόμου· διό σε κατὰ χρέος μεγαλύνομεν Χριστέ.

Πάντες προσκυνοῦμέν σου, τὰ παθήματα Σωτήρ, ἅπερ ἑκὼν ἐδέξω, ἵνα ἐλευθερώσῃς, τὸ γένος τῶν ἀνθρώπων, τῆς δουλείας τοῦ ἐχθροῦ.

Δόξα...

Ἀϊδίως ὁ Πατήρ, καὶ ἀρρεύστως τὸν Υἱόν, ἐγέννησε, καὶ Πνεῦμα ἐκπεπόρευκεν· ὅθεν, ἀμέριστος πέλει, καὶ ὁμότιμος Τριάς.

Καὶ νῦν... Θεοτοκίον

Νέμειν τὴν συγχώρησιν, τῶν πταισμάτων Μαρία, ὑπερευλογημένη, τὸν ἐκ σοῦ σαρκωθέντα, ἱκέτευε Σωτῆρα, ἡμῖν τοῖς ἁμαρτωλοῖς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τοὺς ἀσπαζομένους σε, τῇ δυνάμει σου Σταυρέ, τὸν τῆς νηστείας χρόνον, διελθεῖν ἐν εἰρήνῃ, ἀξίωσον καὶ ῥῦσαι, τῆς δουλείας τοῦ ἐχθροῦ.

Ὁ Εἱρμὸς

«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, τὴν μόνον Θεοτόκον, μεγαλύνομεν πιστοί».

Ἀπόστιχα τῶν Αἴνων

Ἦχος αˊ

Ἰδιόμελον

Βρωμάτων νηστεύουσα ψυχή μου, καὶ παθῶν μὴ καθαρεύουσα, μάτην ἐπαγάλλῃ τῇ ἀτροφίᾳ· εἰ μὴ γὰρ ἀφορμή σοι γένηται πρὸς διόρθωσιν, ὡς ψευδὴς μισεῖσαι παρὰ Θεοῦ, καὶ τοῖς κακίστοις δαίμοσιν ὁμοιοῦσαι, τοῖς μηδέποτε σιτουμένοις· μὴ οὖν ἁμαρτάνουσα, τὴν νηστείαν ἀχρειώσῃς, ἀλλˊ ἀκίνητος, πρὸς ὁρμὰς ἀτόπους μένε, δοκοῦσα παρεστάναι ἐσταυρωμένῳ τῷ Σωτῆρι, μᾶλλον δὲ συσταυροῦσθαι, τῷ διὰ σὲ σταυρωθέντι, ἐκβοῶσα πρὸς αὐτόν· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. (Δίς)

Ἦχος αˊ

Μαρτυρικόν

Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ κίνδυνος, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τῶν πόνων ὑμῶν μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σταυροθεοτοκίον

Ἦχος αˊ

Τῶν οὐρανίων ταγμάτων

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος γˊ

Βασιλεῦ ἅγιε παντοδύναμε, ὃν φρίσσει καὶ τρέμει τὰ σύμπαντα, σῶσον ἡμᾶς· δύνασαι γὰρ συγχωρεῖν ἁμαρτίας, ὡς εὔσπλαγχνος. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ

Σῶσον Κύριε τὸν λαόν σου.

Στίχ.Πρὸς σὲ Κύριε, κεκράξομαι ὁ Θεός μου.

Προφητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα (Κεφ Βˊ 1–26)

Τάδε λέγει Κύριος· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν, εἰ ἐπιστρέψει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιών, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ Ἱερεῖς, οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῶ αὐτοῦ· Ἰδού, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι. Καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφˊ ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρῶμος αὐτοῦ, ὅτι ἐμεγάλυνε Κύριος τὰ ἔργα αὐτοῦ, θάρσει ἡ γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι, θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. Καὶ τὰ τέκνα Σιὼν χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι ἔδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται οἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἥν ἐξαπέστειλα εἰς ὑμᾶς. Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθˊ ὑμῶν θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τοὺς αἰῶνας.

Προκείμενον Ἦχος βαρὺς

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ.Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Προκείμενον Ἦχος πλ. αˊ

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

Στίχ.Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.

Προφητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ 12–21)

Τάδε λέγει Κύριος· Ἐξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ, ὅτι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν. Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός, εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ὁ ληνός, ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης, ὁ ἥλιος, καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες δύσουσι τὸ φέγγος αὐτῶν, ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει τοὺς υἱούς Ἰσραήλ. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου. Καὶ ἔσται Ἱερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται διˊ αὐτῆς οὐκέτι. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων, Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται, ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθˊ ὧν ἐξέχεον αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν. Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.

Προκείμενον Ἦχος πλ. βˊ

Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Στίχ.Κύριε οὐχ ὑψώθη ἡ καρδία μου.

Ἀπόστιχα

Ἦχος γˊ

Ἰδιόμελον

Ἀνέτειλε τὸ ἔαρ τῆς νηστείας, καὶ τὸ ἄνθος τῆς μετανοίας· ἁγνίσωμεν οὖν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, τῷ φωτοδότῃ ψάλλοντες, εἴπωμεν· Δόξα σοι, μόνε φιλάνθρωπε. (Δίς)

Ἦχος γˊ

Μαρτυρικόν

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι καὶ ἡμῶν τὰς δεήσεις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τὴν τεσσαρακονθήμερον, καὶ προκαθάρσιμον, οἱ Ἀπόστολοι πάντες, σήμερον στέφουσι, καὶ τῆς νηστείας τὸν καιρὸν ἁγιάζουσι, παρὰ Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ τήν Ἀνάστασιν αὐτοῦ προκαταγγέλλουσι πᾶσι, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

(Δίς) Θεοτοκίον Ὅμοιον

Τῶν ἐν σοὶ τὰς ἐλπίδας, Παρθένε ἄχραντε, ἀνενδότως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν, καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον αὐτούς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.

Κανών αˊ, Ποίημα τοῦ κυρίου Ἰωσήφ, ᾨδὴ δˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἀκήκοεν ὁ Προφήτης

Ἐξέλαμψαν ἐν τῷ κόσμῳ, ἀκτῖνα θεογνωσίας, οἱ Μαθηταί σου, καὶ τὴν πλάνην ἀπημαύρωσαν, τῆς ἀπάτης λύσαντες τὴν ζόφωσιν, αὐτῶν προσευχαῖς, σῶσον τοὺς ὑμνοῦντάς σε.

Τὰ πρόθυρα τῆς νηστείας, ἀγώνων στεφανωθέντα, ταῖς εὐκαρπίαις, δεξιοῦνται τοὺς προσῳδαῖς μυστικαῖς, τρέχοντας, νηφαλέως ὕμνοις καὶ σπουδαίως πιστοί, ἅπαντες συνδράμωμεν.

Νεκρώσεως τοὺς χιτῶνας, δεξάμενος προπετείᾳ τῆς ἀκρασίας, ἐνεδύθην ὁ ταλαίπωρος, ἀλλὰ σύ με ἔνδυσον Υἱὲ τοῦ Θεοῦ, στολὴν φωτεινήν, τῆς ἀναγεννήσεως.

Ὁ βίος μου πονηρίᾳ, καὶ πάσῃ ἀκαθαρσίᾳ συνετελέσθη, ἀλλὰ σοὶ τῷ πανοικτίρμονι, καταφεύγω, πρόφθασον οὖν σῶσόν με, Χριστὲ ὁ Θεός, τῇ σῇ ἀγαθότητι.

Θεοτοκίον

Συνέλαβες ὑπὲρ λόγον, καὶ ἔτεκες ὑπὲρ φύσιν, Θεογεννῆτορ, τὸν δεσπόζοντα τῆς κτίσεως, ὃν ἀπαύστως πρέσβευε, ῥυσθῆναι ἡμᾶς, ἐκ πάσης ὀργῆς, τοὺς σὲ μακαρίζοντας.

Ὁ Εἱρμὸς

«Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη, κατενόησε τὰ ἔργα σου, καὶ ἐξέστη· Δόξα τῇ δυνάμει σου, δόξα Χριστέ, τῇ συγκαταβάσει σου».

Κανών βˊ, ᾨδὴ δˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Ἐλήλυθας ἐκ Παρθένου

Σκεδάσαντες, ἀκρασίας τὸν ζόφον Ἀπόστολοι, ταῖς τῶν διδαχῶν ὑμῶν μαρμαρυγαῖς ἐκλαμπρύνατε, ἐγκρατείᾳ ἅπαντας, ἁμαρτωλοὺς καὶ δικαίους ὡς πανεύφημοι.

Ὡς διαυγεῖς, μαργαρῖται τοῦ Λόγου Ἀπόστολοι, πάντα ἐκοσμήσατε, διˊ ἐγκρατείας τὰ πέρατα, καὶ καλλιεργήσαντες, τὴν τῶν ψυχῶν ἡμῶν, ὄντως νῦν εὐγένειαν.

Τὴν κάμινον, διὰ δροσου νηστείας Ἀπόστολοι, τῶν παθῶν μαράναντες, πᾶσι βροτοῖς ἐδιδάξατε, πόλιν ταύτην ἄσυλον, καὶ οἰκητήριον, ἔχειν ἁγιάσματος.

Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους ὁ ἄθλιος, καὶ ἀμετανόητα, ὡς Μανασσῆς ἐπλημμέλησα· τρόπους μετανοίας μοι, ποίησον Κύριε, πρίν με λύσῃ θάνατος.

Θεοτοκίον

Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκραδάντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα. Σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι, τὰς ψυχάς ἡμῶν.

Ὁ Εἱρμὸς

«Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς οὐκ Ἀγγελος, ἀλλˊ αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε»

Κανών αˊ, ᾨδὴ ηˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Τὰ σύμπαντα Δέσποτα

Γῆ σύμπασα Κύριε, τῆς σῆς αἰνέσεως ἐπλήσθη· πᾶσαν γὰρ διέδραμε, τῶν θείων Μαθητῶν σου, ὁ φθόγγος ὁ ἔνθεος, ἐκ βυθοῦ ἀγνωσίας μεταστρέφων πρὸς γνῶσιν, ἀναμέλπουσαν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ἡ χάρις ἡ ἔνθεος, τῆς μετανοίας ἐπεφάνη, σωτηρίαν φέρουσα, τοῖς ταύτης ἐντρυφῶσι, τὰ ἆθλα καὶ σκάμματα, τῶν ἱδρώτων καὶ κόπων· διὸ τρέχε ψυχή μου τῷ Δεσπότῃ σου, τῶν πολλῶν σου πταισμάτων ζητοῦσα, λαβεῖν τὴν συγχώρησιν.

Τὸ στάδιον ἤνοικται, τῆς θεοσδότου ἐγκρατείας, φαιδρῶς ὑπαντήσωμεν, οἱ χρῄζοντες ἐλέους· διψᾷ γὰρ ὁ εὔσπλαγχνος, τὴν ἡμῶν σωτηρίαν, καὶ τοῦ δοῦναι συγγνώμην, ἐπεκτείνεται, τοῖς αὐτὸν ἐκζητοῦσι προθύμως, καὶ πόθῳ δουλεύουσι.

Νηστείᾳ στομώθητι, εἰρηνευούσῃ διανοίᾳ, θρέψον δὴ τὸν Κύριον, ψυχὴ τῇ εὐπραξίᾳ, ἀρετῆς ἐδέσματα, ὡς εὐώδεις θυσίας, προσκομίζουσα τούτῳ, καὶ κραυγάζουσα· Εὐλογεῖτε τὰ ἔργα, ἀπαύστως τὸν Κύριον.

Θεοτοκίον

Ἡ πάντων δεσπόζουσα, τὰς ἱκεσίας δεχομένη, Δέσποινα τῶν δούλων σου, ἁγία Θεοτόκε, τοῦ σκότους με λύτρωσαι, καὶ πυρὸς τοῦ ἀσβέστου, τῶν κακῶν μου τὰ πλήθη ἐξαλείψασα, ἐν τῇ σῇ μεσιτείᾳ, καὶ μόνῃ τῇ θείᾳ σου πρεσβείᾳ.

Κανών βˊ, ᾨδὴ ηˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Ἔφριξε Παίδων εὐαγῶν

Ὑμᾶς φῶς ὥσπερ ὁ Χριστός, εἰς τὰ πέρατα τῆς οἰκουμένης πάσης, Ἀπόστολοι διδούς, ἀπελθόντες ἔφη διδάξατε, ἐν τοῖς ἔθνεσιν, ἵνˊ ἐν σαρκί με ὄντα, εἰδῆτε ἐγκρατείᾳ διαιτώμενον, καὶ τοῦ ἐχθροῦ ὅλον τὸ σθένος πατοῦντα, καὶ ὁδὸν ἀνθρώποις, δεικνύοντα εὐθεῖαν.

Ἔδειξας βαίνουσαν Χριστέ, τὴν ἐγκράτειαν εἰς ἱλασμὸν τῶν βροτῶν, παθῶν τε χωρισμόν· διˊ αὐτῆς γάρ σου οἱ Ἀπόστολοι εὐηρέστησαν, καὶ φαεινοὶ φωστῆρες, ἐπὶ τῆς γῆς ἐδείχθησαν, κηρύττοντες τὸν Κύριον τρισὶ προσώποις, μιᾷ δὲ ἐν οὐσίᾳ πᾶσι τοῖς αὐτὸν ἀνυμνοῦσι.

Τῶν ἐθνῶν κήρυκες ὑμεῖς, ἀπεστάλητε ὑπὸ τοῦ Διδασκάλου Χριστοῦ, ὦ Μαθηταί, διδαχαῖς ἐνθέοις, φωτίζειν αὐτῶν τὰ νοήματα, παθῶν τε καὶ βρωμάτων ἀπέχεσθαι, παθῶν δὲ τὴν ἐγκράτειαν, καὶ Κύριον γινώσκειν τοῦτον καὶ κτίστην, καὶ δημιουργὸν τοῦ παντὸς καὶ εὐεργέτην.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.

Ὡς ποτὲ Κάϊν ὁ φονεύς, οὐ προσήγαγον τὸ τῆς ψυχῆς μου θῦμα, ἀμώμητον Χριστέ, ἀκαθάρτῳ γνώμῃ κρατούμενος, μὴ βδελύξῃ με, προσερχόμενον οὖν σοι, διὰ νηστείας Σῶτερ ὑπεράγαθε, ἀλλˊ ἔπιδε ἐπὶ τοῖς δώροις, οἷς πόθῳ ἄγω σοι Θεέ μου, ἐν καιρῷ τῆς νηστείας.

Θεοτοκίον

Ὄλβιος γέγονε γαστήρ, Θεομήτορος ὡς δεξαμένη Λόγον, παχύτητι σαρκός, ἐξ αὐτῆς μιγέντα βροτείᾳ μορφῇ καθˊ ὑπόστασιν, καὶ ὤφθη πόλις Θεοῦ, ἐν ᾗ οἰκεῖν ὁ Ὕψιστος εὐδόκησε, καὶ Κύριος Θεός, βοῶμεν τὸ Χαῖρε κεχαριτωμένη, ἁγνή σοι Θεοτόκε.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ· ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνοις ἀνεμέλπετο· Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τοῦ Τριῳδίου

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, τοῖς φοβουμένοις αὐτόν».

Ὅτι πυρσοὶ τῷ κόσμῳ, ἀπεστάλητε, ἀπλανεῖς, λυτρούμενοι βυθοῦ ἁμαρτιῶν, ἀνυμνοῦμεν ἐν χαρᾷ, τὸν ἐνισχύσαντα ὑμᾶς, ὡς Ἀποστόλους αὐτοῦ.

Ὅτι ὑμᾶς τῷ κόσμῳ, μωρανθέντι πάλαι Χριστός, ὡς ἅλας ἐξαπέστειλε σοφοί, συνετίζοντας αὐτόν, πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ, ἀνευφημοῦμεν πιστῶς.

Ὅτι πληθὺς πταισμάτων, περιέχει με χαλεπῶν, ἐν δάκρυσι προσπίπτω σοι Χριστέ, συγχωρήσεως αἰτῶν, τὰς ἀφορμάς μοι παρασχεῖν, ἐν τῷ τῆς νηστείας καιρῷ.

Ὅτι σειραῖς ἀλύτοις, πεπεδημένος μου τῶν παθῶν, στενάζω καὶ κραυγάζω σοι Σωτήρ· Ἐλευθέρωσον κᾀμέ, ὅπως ὑμνῶ περιχαρῶς τὴν εὐσπλαγχνίαν σου.

Θεοτοκίον

Ὅτι ἀνέδειξέ σε ὁ Θεός, Παρθένε ἁγνή, βοήθειαν τοῦ γένους τῶν βροτῶν, μὴ ἐλλίπῃς ἐκτενῶς, καθικετεύουσα αὐτόν, ὑπὲρ ἡμῶν τῶν πιστῶν.

Κανών βˊ, ᾨδὴ θˊ, τοῦ Τριῳδίου

Ἦχος βˊ

Ἡ τὸν ἀχώρητον Θεὸν

Τῶν Ἀποστόλων τὸν χορόν, ἡ νηστεία ἔδειξεν, οἰκουμένῃ πάσῃ ἐκλάμποντα, αἴγλῃ θείᾳ, καὶ φωτίζοντα κόσμον.

Τῶν Μαθητῶν σου ὁ χορός, Ἰησοῦ φιλάνθρωπε, τῶν ἐθνῶν τὰ γένη ἐδίδαξεν, ἐγκρατείας, θησαυρίζειν τὸν πλοῦτον.

Ἡ δωδεκάχορδος φθογγή, Μαθητῶν σου σύστημα, ἐγκρατείας πλοῦτον χαρίζεται, τοῖς ἀνθρώποις, καὶ πηγὴν σωτηρίας.

Τὴν τοῦ Ἀσώτου σοι φωνήν, ἀνακράζω Κύριε· Πάτερ ἥμαρτον, σῶσον οἴκτειρον, μή με δόξης, τῆς σῆς ἀποχωρίσῃς.

Θεοτοκίον

Ἡ ἐν γαστρί σου τὸν Θεόν, ὡς βροτὸν βαστάσασα, καὶ ζωὴν τῷ κόσμῳ πηγάσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

Ὁ Εἱρμὸς

«Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».

Ἀπόστιχα τῶν Αἴνων

Ἦχος γˊ

Ἰδιόμελον

Ἔλαμψε τῆς ἐγκρατείας ἡ εὐπρέπεια, τῶν δαιμόνων τὴν ἀχλὺν φυγαδεύουσα, ἐπεδήμησε τῆς νηστείας ἡ σεμνότης, τῶν ψυχικῶν παθῶν, τὴν ἰατρείαν φέρουσα, ταύτῃ ποτὲ Δανιήλ, καὶ οἱ ἐν Βαβυλῶνι Παῖδες φραξάμενοι, ὁ μέν, στόμα λεόντων ἐχαλίνωσεν, οἱ δέ, τὴν φλόγα τῆς καμίνου ἔσβεσαν, μεθˊ ὧν καὶ ἡμᾶς διˊ αὐτῆς σῶσον, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. (Δίς)

Ἦχος γˊ

Μαρτυρικόν

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον

Ἦχος γˊ

Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Ἀπόστιχα

Ἦχος βˊ

Ἰδιόμελον

Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόμος ἐγκρατείας· οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶμεν, τῷ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένῳ τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῷ ἔχοντι τὸ μέγα ἔλεος. (Δίς)

Ἦχος βˊ

Μαρτυρικόν

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σταυροθεοτοκίον

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε

Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, διˊ οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, διˊ ἐμοῦ τῆς σὲ τετοκυῖας, θείαις παρακλήσεσιν, ὡς εὔσπλαγχνος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος βαρὺς

Ὡς ἔχουσα τὸ συμπαθὲς

Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάμει τὴν ὀφρύν, καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθάσαι σου πάντας ἡμᾶς τὴν προπομπήν, καὶ καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ· ἐν σοὶ γὰρ ἐγκαυχώμεθα, Ξύλον εὐλογημένον. (Δίς)

Σταυροθεοτοκίον

Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν, σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.

Κανών αˊ, Ποίημα τοῦ κυρίου Ἰωσήφ, ᾨδὴ αˊ

Ἦχος πλ. δˊ

Ὑγρὰν διοδεύσας

Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος ἐξαίρων τῶν πταισμάτων, τοῦτον προθύμῳ καρδίᾳ δεξώμεθα.

Ἰδοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή· ταύτῃ νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν.

Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίμ, καὶ πᾶσαι δυνάμεις, δυσωπήσατε τὸν καιρόν, ἡμᾶς τῆς νηστείας ἐκτελέσαι, ἐν μετανοίᾳ καὶ πάσῃ σεμνότητι.

Θεοτοκίον

Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι.

Κανών αˊ, ᾨδὴ γˊ

Ἦχος πλ. δˊ

Οὐρανίας ἁψῖδος

Τὰ ὀλέθρια πάθη, τὰ τῆς ψυχῆς φύγωμεν, τῇ ὑποδοχῇ τῆς νηστείας καὶ κατανύξεως, ἐπιδειξώμεθα, καρποὺς οἱ πρὶν ἁμαρτίαις, τὸν Θεὸν τὸν εὔσπλαγχνον παραπικράναντες.

Τὰς λαμπάδας ἐλαίῳ, τῶν ἀγαθῶν πράξεων, πάντες νῦν ἐφάψαι σπουδαίως προθυμηθείημεν, ὅπως εἰσέλθωμεν, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰς τὸν φωτεινότατον νυμφῶνα χαίροντες.

Θεηγόροι Προφῆται, θεοειδεῖς Μάρτυρες, θεῖοι Μαθηταὶ τοῦ Σωτῆρος, τοῦτον αἰτήσασθε, καλῶς ἀπάρξασθαι, καὶ εὐαρέστως τελέσαι, τὸ νηστείας στάδιον πάντας δεόμεθα.

Θεοτοκίον

Ὡς αἰτίαν σε πάντων, τῶν ἀγαθῶν Δέσποινα, πάντες ἐκτενῶς δυσωποῦμεν, συνεισελθεῖν ἡμᾶς, τῇ μεσιτείᾳ σου, τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι, τούτου σωτήριον.

Ὁ Εἱρμὸς

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κανών αˊ, ᾨδὴ δˊ

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Ὥσπερ ὄρθρος προκύψασα, νῦν ἡ τῆς νηστείας χάρις προβάλλεται, μετανοίας τὸν καιρὸν ἡμῖν, ὀφλημάτων σκότος διαλύοντα.

Διαθρέψωμεν πένητας, ἔλεον ἐλέῳ ἀντιλαμβάνοντες, καὶ νηστείας θείῳ ὕδατι, ψυχικὰς κηλῖδας ἀποπλύνωμεν.

Ἐπουράνιοι Ἄγγελοι, τὸν ἀγαθοδότην ἐκδυσωπήσατε, τὴν οἰκτρὰν ἡμῶν μετάνοιαν, οἰκτιρμοῖς ἀμέτροις ὑποδέξασθαι.

Θεοτοκίον

Καθαρὸν ἱλαστήριον, τῶν ἁμαρτανόντων ἁγία Δέσποινα, μεσιτείᾳ σου διάρρηξον, τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον.

Κανών αˊ, ᾨδὴ εˊ

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλˊ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Τὴν παροῦσαν ἡμέραν, ἀπαρχὴν ποιούμενοι βίου σεμνότητος ἑαυτοὺς προθύμως, πρὸς ἀγῶνας πιστοὶ εὐτρεπίσωμεν, τῆς σαρκὸς τοὺς πόνους, καὶ τῆς ψυχῆς τὴν εὐκαρπίαν, τῷ τῶν ὅλων Δεσπότῃ προσάγοντες.

Μωϋσῆν ἡ νηστεία, θείας θεοπτίας ἀνέδειξε μέτοχον, τοῦτον οὖν ψυχή μου, μιμουμένη νηστείᾳ ἀνάλαβε, θείας ἀναβάσεις, ἐν σεαυτῇ διαθεμένη, ὅπως ἴδῃς Θεοῦ τὴν λαμπρότητα.

Ἱερῶν Ἀποστόλων, καὶ ἱερωνύμων Μαρτύρων δεήσεσι, τῆς νηστείας χρόνον, διανύσαι ἡμᾶς καταξίωσον, Ἰησοῦ οἰκτίρμον, ἐν μετανοίᾳ καὶ παντοίᾳ, ἀποχῇ ἁμαρτίας δεόμεθα.

Θεοτοκίον

Τῆς νηστείας τὴν πύλην, μέλλοντες εἰσέρχεσθαι ἐκδυσωποῦμέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν τοῖς οἰκέταις σου Δέσποινα, καὶ πλατύναι πάντως, τοὺς λογισμούς καὶ διανοίας, τὰ σωτήρια πράττειν θελήματα.

Κανών βˊ, Ποίημα τοῦ κυρίου Ἰωσήφ, ᾨδὴ εˊ

Ἦχος πλ. βˊ

Τῷ θείῳ φέγγει σου

Σταυρῷ τὰς χεῖρας προσηλωθείς, λόγχῃ τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰμ διέρρρηξας· διό σε Ζωοδότα ὕμνοις δοξάζομεν.

Δολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθείς μοι ψυχικά, τοῦ Παραδείσου ἐξώρισε, σὺ δὲ τὰς παλάμας, ἐν τῷ Σταυρῷ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας.

Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων μώλωπας, ἦλθε νῦν ἐπέστη, πιστοὶ συνδράμωμεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώμεθα.

Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἄπαν ἐνδύων τὸ πρόσωπον· δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα, νηστείᾳ καὶ δεήσει προκαθαιρόμενοι.

Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῷ διˊ ἡμᾶς, ταπεινωθέντι προσάξωμεν, ὅπως ἐν ἡμέρᾳ τῆς ἐγκρατείας, συγχώρησιν βραβεύσῃ τῶν ἐπταισμένων ἡμῖν.

Θεοτοκίον

Ταῖς φωτοβόλοις σου ἀστραπαῖς, Δέσποινα τοῦ κόσμου ἀγαθή, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω, καὶ μακαρίζω σε.

Κανών γˊ, ᾨδὴ εˊ

Ἦχος πλ. δˊ

Ἵνα τί με ἀπώσω

Τὸν Σταυρὸν προσκυνῶ σου, Κύριε φιλάνθρωπε, διˊ οὗ με ἔσωσας, καὶ ὑμνῶ τὰ πάθη, τὰ σωτήρια καὶ θεῖα Δέσποτα, διˊ ὧν τῶν παθῶν μου, τῶν ἀλγεινῶν ἐρρύσθην Λόγε, εἰς ζωὴν μετελθὼν τὴν ἀπήμονα.

Τῷ Σταυρῷ πεποιθότες, τὴν τῶν ἐναντίων ἀπάτην τρεπόμεθα, ἐν αὐτῷ παγέντες, οἱ πιστοὶ γνωρισθέντες ἐγνώσθημεν, τῷ Θεῷ ὡς ἄρνες, νεογενεῖς ἐκλελεγμένοι, καὶ τὸ ἄδολον γάλα πεπώκαμεν.

Δόξα...

Τὸν Πατέρα καὶ Λόγον, πάντες καὶ τὸ ἅγιον Πνεῦμα δοξάζομεν, ἐν μιᾷ τῇ φύσει, γνωρισμόν, τηλαυγῆ ἐκτιθέμενοι, προσκυνοῦντες ἄμφω, καὶ διαιροῦντες τοῖς προσώποις, ἀσυγχύτως ἀτρέπτως λατρεύοντες.

Καὶ νῦν... Θεοτοκίον

Ἡ ἐλπὶς τῶν περάτων, ἡ χαρὰ τῶν δούλων σου, σὺ εἶ Παρθένε ἁγνή, τοὺς τιμῶντας πόθῳ, τὴν Εἰκόνα σου φύλαττε Πάναγνε, καὶ ταῖς σαῖς πρεσβείαις, πάντας ἡμᾶς τοῦ ἀλλοτρίου, ἐλευθέρωσον ὡς συμπαθέστατος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν εὐθεῖαν ὁδόν σου, Κύριε κατεύθυνον, πᾶσι τοῖς δούλοις σου, τοῖς τιμῶσι πόθῳ, τῆς νηστείας τὸ στάδιον στήριξον, καὶ ταῖς εἰς τὸ κρεῖττον, ἐπαγωγαῖς τῆς σῆς ἁγίας, Βασιλείας ἡμᾶς καταξίωσον.

Ὁ Εἱρμὸς

«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλˊ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Κανών αˊ, ᾨδὴ ςˊ

Ἦχος πλ. δˊ

Ἱλάσθητί μοι Σωτὴρ

Νηστεύσας ὁ Λυτρωτής, τὸν ἐνεστῶτα καιρὸν ἡμῖν, ὡρίσατο ψυχικῶν, κηλίδων καθάρσιον, ζεούσῃ προσέλθωμεν, οἱ πιστοὶ καρδίᾳ, ὅπως λάβωμεν συγχώρησιν.

Ὁ τοῦ Τελώνου Χριστέ, τὸν στεναγμὸν προσδεξάμενος, καὶ Πόρνης τὸν ἐκ ψυχῆς, κλαυθμὸν προσαγόμενος, δέξαι ὡς φιλάνθρωπος, τὰς ἡμῶν δεήσεις, ἱλασμὸν ἡμῖν δωρούμενος.

Κηρύκων καὶ Προφητῶν, Μαρτύρων καὶ Ἀποστόλων σου, Ὁσίων, Ἱεραρχῶν, καὶ πάντων Δικαίων σου, Χριστὲ παρακλήσεσιν, ἱλασμὸν πταισμάτων, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον.

Θεοτοκίον

Ἡ μόνη τὸ ἀσθενές, τῆς ἀνθρωπίνης ὑπάρξεως, τῷ θείῳ σου τοκετῷ, Ἁγνὴ ἐπιρρώσασα, συνεργός μοι φάνηθι, πρὸς τὸ τῆς νηστείας, εἰσιόντι θεῖον στάδιον.

Ὁ Εἱρμὸς

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸ σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κανών αˊ, ᾨδὴ ζˊ

Ἦχος πλ. δˊ

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Πάλαι ἐν ἅρματι πυρίνῳ, ἀνεφέρετο Ἠλίας τῇ νηστείᾳ, λαμπρυνθείς, ὦ ψυχή, τοῦτον ἐκμιμουμένη, τὰς τῆς σαρκὸς θανάτωσον, ἀκρασίας ἐγκρατείᾳ.

Ἴδε καιρὸς τῆς ἐγκρατείας, ὑπεμφαίνων σοι τὸ φῶς τῆς σωτηρίας, μὴ ἀμέλει ψυχή, Θεοῦ μακροθυμοῦντος, ἀλλὰ προθύμως βόησον, Ἀγαθὲ οἰκτείρησόν με.

Παῖδας στομώσασα νηστεία, διετήρησε τὸ πῦρ ἀκαταφλέκτους, Ἰησοῦ ταῖς αὐτῶν δεήσεσι πυρός με, τοῦ αἰωνίου λύτρωσαι, τῇ πολλῇ σου εὐσπλαγχνίᾳ.

Θεοτοκίον

Μόνη βοήθεια ἀνθρώπων, βοηθὸς ἡμῖν καιρῷ τῆς ἐγκρατείας, τοῖς σοῖς δούλοις γενοῦ, ὅπως ἐν μετανοίᾳ, εὐαρεστοῦντες λάβωμεν, οὐρανῶν τὴν βασιλείαν.

Κανών αˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς μετανοίας κάμινον, προθυμίᾳ ἐκκαύσωμεν, καὶ τὰς ἡδονάς, ἐν αὐτῇ καταφλέξωμεν, ἁπάσας τοῦ σώματος, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος, πεῖραν μὴ λαβεῖν, τόν πλούσιον ἐν ἐλέει, αἰτήσωμεν βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ εἰσιὼν καιρὸς ἡμῖν, τῆς νηστείας γενήσεται, πάσης ἁμαρτίας, ἀποχῆς παραίτιος· μὴ οὖν κάτω κλίνωμεν, μηδὲ ῥαθύμως δράμωμεν, ὅπως ἐν βραχείαις, καὶ ὀλίγαις ἡμέραις, ἐτῶν πολλῶν κηλῖδας, κατανύξει καρδίας, ἐκπλύνωμεν τὸν μόνον, Θεὸν ἡμῶν ὑμνοῦντες.

Τὰ τῶν Ἀγγέλων τάγματα, τῶν Μαρτύρων ὁ σύλλογος, θείων Ἀποστόλων ὁ χορὸς ὁ ἅγιος, Ὁσίων ὁμήγυρις, Ἱεραρχῶν τε καὶ Προφητῶν, σὲ ἐκδυσωποῦσιν, Ἀγαθὲ πανοικτίρμον, μετάνοιαν γνησίαν, τοῖς σοῖς δούλοις παράσχου, καιρῷ τῆς ἐγκρατείας, τῆς νῦν εἰσαγομένης.

Θεοτοκίον

Θεοκυῆτορ πάναγνε, ἐπὶ σὲ καταφεύγομεν, οἴκτειρον ἡμᾶς, τῇ ἀγαθῇ πρεσβείᾳ σου, καὶ δίδου εὐΐλατον, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἅπασιν ἡμῖν ἐν τῷ καιρῷ τῆς νηστείας, τῆς νῦν, εἰσαγομένης, εἰς πιστῶν σωτηρίαν, τῶν σὲ ὑμνολογούντων, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. βˊ

Νόμων πατρῴων

Κλῆρον πατρῷον μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμῳ κατεδουλώθημεν, ἀλλˊ ἐκτείνας τὰς παλάμας σου, ἐν τῷ Σταυρῷ τῷ θείῳ, ἐλευθερίαν πᾶσιν, ἐδωρήσω διˊ αὐτοῦ, ὃν σοι πίστει προσάγομεν, ἐν ἡμέραις ἁγίαις. Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τῷ Σταυρῷ σου τὴν διάστασιν, καὶ τοῦ φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν, ἐγκαινίσας πλουσίαν, εἰρηνευούσῃ δίδου, διελθεῖν ἡμᾶς Χριστέ, καταστάσει τὴν μέλλουσαν νηστείαν, σὲ Κύριον ὑμνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως. Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλˊ ἐπὶ ξύλου, ἥλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς αὐτοῦ ἁμαρτίας· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,

Νόμον νηστείας ἀπωσάμενοι, τῆς ἁμαρτίας, βόθρῳ, κατωλισθήσαμεν, καὶ νηστείας ἐδεήθημεν, τῆς νῦν εἰσαγομένης, ἥν περ Οἰκτίρμον, χάριν διανύουσιν ἡμῖν, οὐρανόθεν κατάπεμψον, καὶ εἰρήνην πλουσίαν. Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις, Παναγία Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ Θεοῦ μοι δοθῆναι, δυσώπει μελῳδοῦντι προθύμως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς αἰῶνας.

Κανών γˊ, ᾨδὴ ηˊ

Ἦχος πλ. δˊ

Ἄγγελοι καὶ οὐρανοὶ

Καθηλούμενον σαρκί, ἐν τῷ Σταυρῷ Οἰκτίρμον, κατιδοῦσά σε, ἡ τῶν κτισμάτων φύσις, διεστρέφετο, φῶς ἡμέρας εἰς σκότος, ἐσαλεύετο ἡ γῆ, καὶ πάντα ἐκλονεῖτο.

Ἐν τῷ ὕψει τοῦ Σταυροῦ, τὴν τῶν ἀνθρώπων φύσιν, συνανύψωσας, καὶ ἐκ πλευρᾶς σου θείας, πλοῦτον ἔβλυσας σωτηρίας, τοῖς πίστει προσκυνοῦσι Σωτήρ, τὸ ἄχραντόν σου Πάθος.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλˊ ἴδια καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Πῶς ἐγέννησας, εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον; ἢ ὡς οἶδεν ὁ μόνος, εὐδοκήσας τεχθῆναι, ἐκ σοῦ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν μετάνοιαν ἡμῶν, ὡς ἀγαθὸς τῇ φύσει προσδεξάμενος, τῶν τοῦ ἐχθροῦ παγίδων ῥῦσαι Κύριε, ἵνα πίστει καὶ πόθῳ, σὴν νῦν ἀνυμνῶμεν, ἁγίαν δεσποτείαν.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον.

Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅνπερ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον.

Συνήθως τὰ ἐλέη σου ἐφ’ ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα μολυσμούς, καὶ λογισμοὺς ποθοῦντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον.

Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νῦν ἐκδυσωπήσατε ἐκτενῶς, ὅπως τὸ θεῖον στάδιον, τοῦτο τῆς νηστείας τὸ ἐνεστώς, δραμεῖν ἀνεμποδίστως, ἡμᾶς ἐνδυναμώσῃ, καὶ νικηφόρους ἀπεργάσηται.

Θεοτοκίον

Φιλάγαθε Παρθένε τὸν ἀγαθόν, ἡ τεκοῦσα Σωτῆρα ἀγάθυνον, πάντας ἡμᾶς, πάθεσιν ἀμέτροις καὶ λογισμοῖς, κεκακωμένους Δέσποινα, καὶ βεβαρημένους ἁμαρτιῶν, φορτίοις δυσβαστάκτοις, ἵνα σε κατὰ χρέος, ὡς Θεοτόκον μεγαλύνωμεν.

Κανών βˊ, ᾨδὴ θˊ

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς (Ἦχος βˊ γρήγορα)

Ἀτονεῖ πᾶσα φύσις, καὶ βροτῶν καὶ Ἀγγέλων, τὴν εὐσπλαγχνίαν σου, εὐχαριστεῖν Εὐεργέτα, ὅτι σάρκα θέλων, διˊ ἡμᾶς ἐπτώχευσας, καὶ ἐπὶ ξύλου ὑπὲρ ἡμῶν ἐτάθης, κατάρα γεγονώς, ἵνα τὴν πρὶν κατάραν ἀνέλῃς, τῆς ἀνθρωπότητος.

Φαιδρὰ ἡμέρα, ἡ τῆς ἐγκρατείας ἐπέστη, φαιδρῷ τῷ προσώπῳ, δεῦτε ὑπαντήσωμεν, ψυχή μου τῷ Δεσπότῃ, χάριν ἐκπεμφθῆναι ἄνωθεν, ἡμῖν αἰτοῦντες, καὶ τῶν πολλῶν σφαλμάτων διόρθωσιν εὑρεῖν, ὅπως φρικωδεστάτης γεέννης, μὴ πειραθῶμεν ἐκεῖ.

Τοῖς ἐν τῷ σκότει, τῶν ἁμαρτιῶν συσχεθεῖσι, τῆς μετανοίας νῦν τὰ ἱερά εἰσόδια ἐπέστη, πάντων τὰς ψυχὰς φωτίζοντα· διὸ ψυχή μου, τὸν σκοτασμὸν ἔκκλινον, τοῦ κόρου τῶν παθῶν, σπεῦσον ἵνα τρυφῆς αἰωνίου, ἐπαπολαύσῃς ἐκεῖ.

Ἐπὶ τοῦ ξύλου χεῖρας, ἑκουσίως ἁπλώσας, τὰ διεστῶτα πάντα συνηγάγου Ζωοδότα, τῇ δὲ λόγχῃ, σὴν διανυγεὶς μακρόθυμε πλευράν, τὴν ἥτταν τὴν ἐκ πλευρᾶς φυεῖσαν, ἠνώρθωσας ἡμῶν· ὅθεν εὐχαριστοῦντες, ὑμνοῦμεν τὴν εὐσπλαγχνίαν σου.

Ἡ φωτοφόρος, νῦν ἐπιδημοῦσα νηστεία, προσδεξιοῦται τράπεζαν ἀγώνων, προτιθεῖσα· διὰ τοῦτο, ταύτης νηφαλέως ἅπαντες, σεπτὸν κρατῆρα καθαρτικῶν δακρύων ληψώμεθα πιστοί, ἵνα τῶν ἀνηκέστων δακρύων, μὴ πειραθῶμεν ἐκεῖ.

Θεοτοκίον

Ἡ προστασία, πάντων τῶν εἰς σὲ πεποιθότων, ἡ ἐν ἀνάγκαις, ἄγρυπνος ὑπάρχουσα προστάτις Θεοτόκε, τῆς αἰωνιζούσης λύτρωσαι, ὑμᾶς γεέννης, καὶ τῶν ἀποκειμένων, κολάσεων πικρῶν, ὅπως χρεωστικῶς ὑμνῶμεν, τὰ μεγαλεῖά σου.

Ὁ Εἱρμὸς

«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ, δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

Ἀπόστιχα

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφˊ οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται· διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. (Δίς)

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Σταυροθεοτοκίον

Ἦχος πλ. βˊ

Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς·Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως Κύριε, καὶ σῶσον ἡμᾶς, ὁ τεχθεὶς ἐκ Παρθένου, φιλάνθρωπε.

Προκείμενον Ἦχος αˊ

Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα (Κεφ Ηˊ 7–17)

Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἰδού, ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ· Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους, ἐκ στόματος τῶν Προφητῶν, ἀφˊ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφˊ οὗ ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως, καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ, ἀλλˊ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ, θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε λέγει Κύριος Παντοκράτωρ. Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς, ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτω παρατέταγμαι καὶ διανενόημαι, ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήμ, καὶ τῷ οἴκῳ Ἰούδα, θαρσεῖτε. Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος Παντοκράτωρ.

Προκείμενον Ἦχος γˊ

Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.

Στίχ.Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ

Ἦχος πλ. δˊ

Δεῦτε ἅπαντες πιστοὶ

Δεῦτε ἅπαντες πιστοί, τὰς τῶν ὁσίων Πατέρων, χορείας ὑμνήσωμεν, Ἀντώνιον τὸν Κορυφαῖον, τὸν φαεινὸν Εὐθύμιον, καὶ ἕκαστον, καὶ πάντας ὁμοῦ, καὶ τούτων ὥσπερ Παράδεισον, ἄλλον τρυφῆς, τὰς πολιτείας νοητῶς διεξερχόμενοι, τερπνῶς ἀνακράξωμεν. Ταῦτα τὰ ξύλα, ἃ ἐφύτευσεν ὁ Θεὸς ἡμῶν, τὰ αὐτά, τοὺς ἀφθάρτους καρπούς τῆς ζωῆς ἐξανθήσαντα, προσήγαγον τῷ Χριστῷ, ἐκτρέφοντα ἡμῶν τὰς ψυχάς, πρὸς οὓς βοήσωμεν· θεοφόροι μακάριοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. (Δίς)

Ἦχος πλ. δˊ

Χαῖρε Αἴγυπτε πιστή, χαῖρε Λιβύη ὁσία, χαῖρε Θηβαῒς ἐκλεκτή, χαῖρε πᾶς τόπος, καὶ πόλις καὶ χώρα, ἡ τοὺς πολίτας θρέψασα, τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ τούτους ἐν ἐγκρατείᾳ, καὶ πόνοις αὐξήσασα, καὶ τῶν ἐπιθυμιῶν, τελείους ἄνδρας τῷ Θεῷ, ἀναδείξασα, οὗτοι, φωστῆρες τῶν ψυχῶν ἡμῶν ἀνεφάνησαν, οἱ αὐτοὶ τῶν θαυμάτων τῇ αἴγλῃ, καὶ τῶν ἔργων τοῖς τέρασιν, ἐξέλαμψαν νοητῶς, εἰς τὰ πέρατα ἅπαντα. Αὐτοῖς βοήσωμεν· Πατέρες παμμακάριστοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. (Δίς)

Ἦχος πλ. δˊ

Τίς ἐξείποι γηγενῶν, τοὺς θαυμαστοὺς ὑμῶν βίους, Πατέρες παγκόσμιοι; ποία δὲ γλῶσσα λαλήσει, τοὺς ἱεροὺς ἐν Πνεύματι ἀγῶνας, καὶ ἱδρῶτας ὑμῶν, τὰ ἆθλα τῶν ἀρετῶν, τὴν τῆξιν τοῦ σώματος, τὰς παλαίστρας τῶν παθῶν, ἐν ἀγρυπνίαις καὶ εὐχαῖς, καὶ τοῖς δάκρυσιν, ὑμεῖς ἐν κόσμῳ, ὥσπερ Ἄγγελοι ὄντως ὤφθητε, οἱ αὐτοί, τὰς δαιμόνων δυνάμεις, τελείως καθείλετε, τελέσαντες θαυμαστά, καὶ ἐξαίσια τέρατα. Διὸ πρεσβεύσατε, σὺν ἡμῖν παμμακάριστοι, τυχεῖν ἡμᾶς τῆς ἀλήκτου χαρᾶς. (Δίς)

Δοξαστικὸν

Ἦχος πλ. βˊ

Τὸ κατˊ εἰκόνα, τηρήσαντες ἀλώβητον, νοῦν ἡγεμόνα, κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενοι, εἰς τὸ καθˊ ὁμοίωσιν ὡς δυνατὸν ἀνεληλύθατε· ἀνδρικῶς γάρ τὴν φύσιν ἐκβιασάμενοι, ἐσπεύσατε τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ Πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθητε ἀκρότης, πολισταὶ τῆς ἐρήμου, εὐδρομούντων ἀλεῖπται, κανόνες ἀρετῆς ἀκριβέστατοι. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Πανόσιοι, καθαρῶς ἐποπτεύετε, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνοντες ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ὑμᾶς.

Προκείμενον Ἦχος βαρὺς

Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

Στίχ.Ἐξελοῦ με, ἐκ τῶν ἐχθρῶν μου ὁ Θεός.

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα (Κεφ Ηˊ 19–23)

Τάδε λέγει Κύριος Παντοκράτωρ· Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη, ἔσονται τῷ οἴκῳ Ἰούδα καὶ τῷ οἴκῳ Ἰσραήλ, εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν, καὶ τὴν εἰρήνην ἀγαπήσατε. Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἔτι ἥξουσι λαοὶ πολλοί, καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου, καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἱερουσαλήμ. Καὶ ἥξουσι λαοὶ πολλοί, καὶ ἔθνη πολλά, ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἱερουσαλήμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπιλήψονται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλήψονται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες· Πορευσώμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν, ὅτι ὁ Θεὸς μεθˊ ὑμῶν ἐστιν.

Προκείμενον Ἦχος πλ. βˊ

Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.

Στίχ.Κύριε οὐχ ὑψώθη ἡ καρδία μου.

Ἀπόστιχα

Ἦχος βˊ

Ἰδιόμελον

Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας, μὴ κατεσθίοντες ἀλλήλους τῇ συκοφαντίᾳ· ἔφθασε γὰρ ὁ καιρός, ὅταν ὁ Νυμφίος ἐλεύσεται, πᾶσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ. Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων, τὴν φωνήν ἐκείνην τοῦ Λῃστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες· Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. (Δίς)

Ἦχος βˊ

Μαρτυρικόν

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασῴζεται.

Δοξαστικὸν, Ἦχος πλ. δˊ

Τῶν Μοναστῶν τὰ πλήθη, τοὺς καθηγητὰς νῦν τιμῶμεν, Πατέρες ὅσιοι· διˊ ὑμῶν γὰρ τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν, μακάριοι ἐστὲ τῷ Χριστῷ δουλεύσαντες, καὶ ἐχθροῦ θριαμβεύσαντες τὴν δύναμιν, Ἀγγέλων συνόμιλοι, Δικαίων ὁμόσκηνοι, καὶ Ἁγίων, μεθˊ ὧν πρεσβεύσατε τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος πλ. δˊ

Ὢ τοῦ παραδόξου θαύματος

Χαῖρε ἁγνείας κειμήλιον, χαῖρε ἀΰλου φωτός, καθαρὸν ἐνδιαίτημα, χαῖρε τὸ κεφάλαιον, τῆς ἡμῶν σωτηρίας τε, τῶν Ἀποστόλων, χαῖρε τὸ κήρυγμα, καὶ τῶν, Μαρτύρων, χαῖρε τὸ καύχημα, χαῖρε τὸ πλήρωμα, Προφητῶν Πανάμωμε, καὶ Ἀσκητῶν, Μοναστῶν ἀγλάϊσμα, καὶ σωτηρία πιστῶν.

Ἀπολυτίκιον

Ἦχος δˊ

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθˊ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφˊ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον, Ἦχος δˊ

Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν αˊ Στιχολογίαν, Κάθισμα

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάρρου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἀμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες· Εὐχαῖς αὐτῶν ὁ Θεός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.

Δόξα... Ὅμοιον

Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίῳ τῷ σοφῷ καὶ Εὐθυμίῳ, ἀνυμνήσωμεν πάντες, σὺν τοῖς λοιποῖς Πατράσι, καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ᾄσμασι δοξάζοντες, τὸν Σωτῆρα καὶ Κύριον.

Καὶ νῦν... Θεοτοκίον Ὅμοιον

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή, καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ· ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος πλ. δˊ

Ἀνέστης ἐκ νεκρῶν

Ἀντώνιον ὁμοῦ, καὶ Εὐθύμιον πάντες, σὺν πᾶσι τοῖς λοιποῖς, θεοφόροις Πατράσιν, εὐφημήσωμεν ὕμνοις, αὐτῶν τὴν μνήμην πανηγυρίζοντες· οὗτοι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τοῦ κόσμου παντὸς πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν τῆς ἀρχαίας ἀρᾶς, λυτρωθέντες κολάσεως.

Δόξα...

Τὸ προσταχθὲν μυστικῶς

Ὡς εἰς λειμῶνα ἀρετῶν ἀνθηφοροῦντα, τῶν θεοφόρων Ἀσκητῶν περιπατοῦντες, τῆς ὀσμῆς πληρούμεθα τῆς ἡδυπνόου· τοῖς ἄθλοις γὰρ στομωθέντες τῶν πειρασμῶν, τὸ σῶμα τῇ ἐγκρατείᾳ δουλοπρεπῶς, καθυπέταξαν πνεύματι, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν βιώσαντες, δόξης οὖν ἠξιώθησαν.

Καὶ νῦν... Θεοτοκίον Ὅμοιον

Τῶν Ἀσωμάτων σου Χριστέ, καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν, τῶν Προφητῶν, καὶ τῶν Μαρτύρων, τῶν Ἁγίων ἁπάντων τε, καὶ τῶν Ὁσίων, πρεσβείαις τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός σου, ἐκδυσωπούμενος, δὸς ἡμῖν, τῷ φωτί σου πορεύεσθαι, καὶ καταξίωσον ἡμᾶς, τυχεῖν τῆς Βασιλείας σου, διὰ σπλάγχνα ἐλέους σου.

Κανών αˊ, ᾨδὴ αˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

ᾎσμα ἀναπέμψωμεν

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα.

Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος.

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλὰ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἀλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται.

Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος, τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος.

Ὄρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθˊ ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ.

Λάμπει ὡς ἀστὴρ ἐν οὐρανῷ, ἐν ἀσκηταῖς Ἀμμώνιος καὶ ὁ θεῖος Ἀνίνας· αὐγάζει δὲ σὺν τούτοις, καὶ ὁ μέγας Ἀντίοχος, Ἀγαπητὸς ὁ πάνυ, εἴς τις ἄλλος, σὺν τούτοις αὐγάζει.

Ὕμνοις εὐφημοῦμεν ἱεροῖς, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν τῷ ὄρει λαμπρῶς, ἀσκήσαντα τοῦ Ἄθω, φωστῆρα τὸν μέγιστον πάσης τῆς οἰκουμένης, οὗ πρεσβείαις σῳζόμεθα πάντες.

Βίοις θεοπνεύστοις ἀληθῶς, Παράδεισος ἐδείχθητε, τῆς Ἐκκλησίας σοφοὶ μακάριοι Πατέρες, οἳ πάντες κατˊ ὄνομα, ὑπὲρ ἡμῶν πρεσβείαν, τῷ Κυρίῳ ποιεῖτε ἀπαύστως.

Μαρτυρικόν

Δεῦτε φιλομάρτυρες πιστοί, τιμήσωμεν τοὺς Μάρτυρας, ἐν ἐτησίοις ᾠδαῖς, καὶ ᾄσμασιν ἐν πίστει, Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

Δόξα...

Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.

Καὶ νῦν... Θεοτοκίον

Χαίροις, ὁ πανάγιος Ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν πόλιν σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.

Ὁ Εἱρμὸς

«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντα καὶ βοῶντα· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».

Κανών αˊ, ᾨδὴ βˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπˊ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος».

Ὀσμῆς νῦν πληρούμεθα, ὡς εἰς Παράδεισον ἄλλον θέοντες, τῶν θεοφυτεύτων ἀρετῶν τῶν Ἀσκητῶν, ἃς ἐν ἐγκρατείᾳ, καὶ δάκρυσιν ἤνθησαν, ποικίλως καρποφοροῦντες, πολιτείας τῷ Θεῷ οἱ ὁσιώτατοι.

Μέγας Βησσαρίων, πτηνῶν τὸν βίον ζῶν, ἄλλος Ἄγγελος, νέος Ἰὼβ πάλιν, ὁ στερρὸς Βενιαμίν, ἀλλὰ καὶ Βιτάλιος λαμπτήρ, πόρνας σῴζων Θεῷ, Βυτίμιος δὲ ὁ θεῖος, καὶ ὁ κλεινὸς Βαβύλας, σὺν τούτοις ὑμνείσθωσαν.

Ὕψει πολιτείας, οὐράνιος γέγονας ὦ Βενέδικτε, οἶκος δὲ σοφίας, ὁ ποιμὴν Βασιανός, ἀλλὰ καὶ Βασίλειός τις, ἦρε στέφανον ὑπακοῆς· τῷ τάφῳ γὰρ ζῶν οἰκήσας, διαδείκνυσιν ἡμῖν ὑπακοῆς τὸ λαμπρόν.

Ὕμνος Γελασίῳ, οὗτος ἀοίδιμος βασιλεὺς παθῶν· αἶνος Γερασίμῳ, ᾧ δεδούλευκεν ὁ θήρ· εἶκε γὰρ αὐτῷ, διˊ ἀρετῆς τελειότητα, δόξα καὶ Γερμανῷ, τῷ πατρί, σύν Γαΐῳ τῷ σοφῷ θεραπευτῇ τοῦ Χριστοῦ.

Δαυῒδ Θεσσαλονίκης, γέρας καὶ καύχημα, ὁ θεόληπτος Δανιήλ, αἰνείσθω ὁ ἐν θαύμασι πολύς, ἔργῳ δὲ καὶ λόγῳ Δανιὴλ ὁ τῆς Σκήτεως Δῖός τε καὶ Δάλματος, ἀρχηγοὶ τῶν μοναστῶν, ἔρεισμα πίστεως.

Ἀστέρων διαυγείας, ὑποταγὴ πολλῷ κρείττους ἔδειξεν, ὡς δύο φωστῆρας καταλάμποντας ἡμᾶς, Δομετιανόν τε καὶ Δομέτιον τοὺς θεόφρονας, σὺν τούτοις καὶ οἱ ἀνώνυμοι, ἐνδόξως ἀνυμνείσθωσαν.

Μαρτυρικόν

Ὄλβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς· δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄσωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων διὰ πίστεως.

Δόξα...

Ὑπερτελεστάτη, Μονάς, ὑπέρθεε τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, διˊ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Μόνη εἰσήγαγες, τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐχ ὑπέστης, τὴν ἐκ φύσεως φθοράν, ἄσπορον ἀφθόρως, τοκετὸν ὑπομείνασα· διό σε ὡς Θεοτόκον, κατὰ χρέος οἱ πιστοί, Ἁγνὴ δοξάζομεν.

Καταβασία

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπˊ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος».

Κανών αˊ, ᾨδὴ γˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος

Εἰς ἄλλον Παράδεισον, εἰσιόντες ἀρετῶν, τῶν θεσπεσίων Πατέρων, τοῖς τούτου γευσώμεθα, ἀειζωοπαρόχου, ἐμψύχου τρυφήσεως, πιστῶς ἀνευφημοῦντες αὐτούς.

Τιμάσθω Εὐθύμιος, ὁ φανώτατος ἀστήρ, ὁ ἑωσφόρος Ἑλλάδιος, Ἐφραὶμ ὁ θεόπνευστος, σὺν Εὐλογίῳ τῷ πάνυ, οἱ ἔργοις καὶ θαύμασιν, ἀστράψαντες τοῖς πέρασιν.

Ὑμνείσθω ἐν ᾄσμασι, Ζωσιμᾶς ὁ θαυμαστός, καὶ Ζαχαρίας ὁ πάντιμος, καὶ Ζήνων, καὶ Ζώϊλος, Ἡσαΐας ὁ μέγας, Ἠλίας ὁ ἔνδοξος, σὺν τούτοις γεραιρέσθωσαν.

Τῆς Θέρμης Θεόδωρον, τὸν πανάγαστον ὑμνῶ, καὶ τοῦ Ἐννάτου τὸν πάνυμνον, μεθˊ ὧν καὶ Θεόδουλον, σὺν Θεωνᾷ ἀναμέλπω· τιμῶ τὸν θεσπέσιον, καὶ μέγαν Θεοδόσιον.

Αἰνείσθω Θεόκτιστος, ὁ πανάριστος ποιμήν, καὶ ὁ ὑψίνους Θαλάσσιος, ὁ μέγας Θεόδωρος, ὁ κληθεὶς Συκεώτης, σημείοις καὶ τέρασι, φανεὶς ἐπὶ τῆς γῆς ὑψηλός.

Ἀστέρες ἀνίσχουσιν, ἄλλοι πάλαι παμφαεῖς, ὁ κολοβὸς Ἰωάννης, σὺν τοῖς ἐν τῇ κλίμακι, τρισὶ φαεσφόροις, σὺν πλείοσιν ἄλλοις τε, ἐνδόξως καταλάμποντες.

Μαρτυρικόν

Τιμήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, οἱ συνελθόντες φιλέορτοι, Μαρτύρων τὴν πάνσεπτον, καὶ ἐτήσιον μνήμην· ἀεὶ γὰρ πρεσβεύουσι Χριστῷ, ὑπὲρ τοῦ γένους ἡμῶν.

Δόξα...

Τριὰς ὁμοούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον θέλημα τῶν σῶν ἐντολῶν.

Καὶ νῦν... Θεοτοκίον

Σκηνήν σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, Ἁγίων τὰ Ἅγια, προτυπῶν σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστὸν σαρκὶ τραφήσεσθαι.

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε».

Κάθισμα

Ἦχος πλ. δˊ

Τὴν σοφίαν καὶ Λόγον

Ἀντωνίου τὸ πρᾶον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Ὅμοιον

Τοὺς δεσμοὺς διαρρήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων κόπων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς· ὅθεν ἐπαξίως συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, Θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον Ὅμοιον

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς κατεπόντισε, καταιγὶς τῶν πταισμάτων μου, ἀλλˊ ὡς τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπˊ ἐμὲ τὸν δοῦλόν σου, ἐπίβλεψον δέομαι, ῥῦσαι ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ ἀλάστορος Δέσποινα, ἵνα ψάλλω γηθόμενος· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Κανών αˊ, ᾨδὴ δˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Ἐξ ὄρους κατασκίου

Λαμπτὴρ κοσμοφανής, ὁ θεῖος Ἱλαρίων, ὄρος γνωστικόν, ὁ μέγας Ἰουστῖνος· μεθˊ ὧν Ἱέραξ τιμάσθω, καὶ Ἰβηστίων, οἱ ἀριστόκλεοι, σὺν τῷ Ἰωσήφ.

Καὶ Ἱερεμίας, ἤστραψε τῷ βίω, ὤφθη δὲ καὶ σθένος μέγα Ἰσχυρίων· μεθˊ ὧν πυρσεύει Καρίων, Κόπρης καὶ Κάστωρ, Κασσιανὸς δὲ διˊ ἀμφοῖν παγκαλλής.

Ἄγαμαι Καλλίστου, τὰς χρηστολογίας, αἰνῶ τὰς Λαυρεντίου ἀγαθοεργίας, τὴν εὐπραξίαν Λογγίνου διαφημίζω, καταγεραίρω τὰς τοῦ Λὼτ ἀρετάς.

Λεόντιον ὑμνῶ, βυθὸν θεολογίας, Μάξιμον δὲ μέλπω, πέλαγος δογμάτων, Μαρκιανὸν ἐγκαλλώπισμά τε, καὶ Μᾶρκον, τὸν εὐπειθῆ καί, τὸν θεάκουστον.

Γέρας ἀρετῶν, Μακάριος ὁ μέγας, ὁ Πολιτικὸς δὲ χρῆμα εὐσεβείας, ἀνακηρύττεται τούτοις Μᾶρκος ὁ πάνυ, σὺν Δαλματώῃ, ὁ αἰθίοψ Μωσῆς.

Μαρτινιανοῦ, καὶ Μάλχου μεγαλύνω τοὺς ὑπὲρ ἁγνείας δρόμους τε καὶ ἄθλους, τὸ εὐπραγὲς δὲ Μαρκέλλου τοῦ ποιμενάρχου, τιμῶ καὶ Μίλλην τὸν νεκρέγερτον.

Μαρτυρικόν

Μάρτυρες Χριστοῦ, ἀπαύστους ἱκεσίας, τῷ Δημιουργῷ, προσάγετε καὶ κτίστου, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην ἐν τοῖς ᾄσμασι.

Δόξα...

Ξένον ὅτι ἕν, καὶ τρία ἡ Θεότης, ὅλη ἐν τρισί, προσώποις ἀμερίστως· Πατήρ, Υἱὸς γὰρ καὶ Πνεῦμα ἅγιόν ἐστι, τὰ προσκυνούμενα ἐν φύσει μιᾷ.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον, χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης, χαῖρε ἡ στάμνος, το μάννα ἐξ ἧς ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.

Ὁ Εἱρμὸς

«Ἐξ ὄρους κατασκίου Λόγε, ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ, ἐδοξολόγει σου τὴν δύναμιν».

Κανών αˊ, ᾨδὴ εˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Τῆς τῶν παθῶν με ἀχλύος

Τοῦ ἐν Ἐδὲμ Παραδείσου, δεῦτε ἴδωμεν ἄνθη ἀείζῳα, τὰ θεοβλαστούργητα, Πατέρων σπουδάσματα, ὧν ὑπάρχει μόνος γεωργὸς ὁ Κύριος.

Νείλου τοῖς ῥείθροις τῶν λόγων, καταρδεύεται πᾶσα, νοερὰ ψυχή, Ναυκρατίου Νίκωνος, τοῖς βίοις λαμπρύνεται, σὺν Ναθαναὴλ δέ, καὶ Νισθένωρ τέρπει αὐτήν.

Ὁ Ξενοφῶν σὺν υἱέσιν, ἀρεταῖς ἀπαστράπτων, φωτίζει ἡμᾶς, μέγας δὲ Ὀρσήσιος, ὑπὲρ δὲ Ὀνούφριος, τὸν Ποιμένα δέ, τίς ἀξιολογήσει βροτῶν;

Παμβὼ καὶ πράξει καὶ λόγῳ, μακαριζέσθω ἀξίως, ὡς ὑψηλός· εἴργων δὲ τοὺς δαίμονας Πούπλιος ὁ ἔνδοξος, δοξαζέσθω ἴσα, ὁ λαμπρὸς Πιννούφριος.

Ἀξιοχρέως τιμάσθω, ὁ περίδοξος ὄντως Παφνούτιος, Πίωρ, Πατερμούθιος Παῦλος ὁ ἁπλούστατος, Πιτυροὺν ὁ μέγας καὶ Πατέρων ἔξοχος.

Λαμπρῶς ἐγκωμιαζέσθω, ὁ φωστήρων φωστήρ, ὁ Παχώμιος, Παλάμων ὁ σύναθλος, ὁ θεῖος Πετρώνιος, Πασσαρίων σὺν τούτοις, θείαις ἐξυμνείσθω ᾠδαῖς.

Μαρτυρικόν

Ἀθλητικῶς ἐν σταδίῳ, τὸν Χριστὸν Θεὸν ἀνακηρύξαντες, ἀήττητοι Μάρτυρες, στεφάνους ἐλάβετε, καὶ χορεύετε σὺν τοῖς Ἀσωμάτοις χοροῖς.

Δόξα...

Ταῖς ὑποστάσεσι τρία, εἰ καὶ φύσει τὸ ἕν, Θεότης ἐστίν· εἰς ἃ βεβαπτίσμεθα, καὶ οἷς περ πιστεύομεν, ὁ Πατήρ, ὁ Λόγος, καὶ τὸ Πνεῦμα τὸ συμφυές.

Καὶ νῦν... Θεοτοκίον

Ἡ διὰ λόγου τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα Πανάχραντε, αὐτὴν ἱκετεύουσα, μὴ παύσῃ δεόμεθα, ἐκ κινδύνων ἀεὶ ῥύσασθαι τὴν ποίμνην σου.

Ὁ Εἱρμὸς

«Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ».

Κανών αˊ, ᾨδὴ ςˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Συνεχόμενον δέξαι με

Θαυμαστοὶ οἱ πανσέβαστοι, Πατέρες ἡμῶν, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ παλαίσματα, ὧν αἱ ἰάσεις· τίς γὰρ πλὴν τούτων, ἔδειξε τεράτων ἰσχύν;

Ῥαβουλᾶς ὁ θαυμάσιος, καὶ Ῥοῦφος ὁμοῦ, καὶ Σισώης ἅμα ὁ ἰσάγγελος ἀνευφημείσθω, μεθˊ ὧν ὁ θεῖος Σέριδος, καὶ Σιλουανός.

Οὐρανὸς τετραφώστηρος, ἐφάνη ἐν γῆ, ἡ δὶς δύο αὕτη, Συμεώνιος ὁμωνυμία· οἳ ἐν τοῖς στύλοις τρεῖς εἰσι, καὶ εἷς ὁ Σαλός.

Μέσον ἄστρων ὡς ἥλιος, ὧν ἦν ἀρχηγός, ὁ ἡγιασμένος Σάββας ἤστραψε, μεθˊ ὃν αὐγάζει καὶ Σεραπίων, πράξεσι, σὺν τῷ Σιλβανῷ.

Σαρματᾶς καὶ Τιμόθεος, Τιθόης ὁμοῦ, σὺν Ὑπερεχίῳ, καὶ Φαρμούθιος, Φωκᾶς, Χαρίτων, Χαιρήμων, Ψόης ὑμνείσθω, καὶ Ὢρ ὁ σοφός.

Ἡ ἁγία καὶ ἔνδοξος, Πατέρων πληθύς, ἡ μνημονευθεῖσα, καὶ ἀνώνυμος, ῥῦσαι κινδύνων, τοὺς πόθῳ τὰ μνημόσυνα τελοῦντας ὑμῶν.

Μαρτυρικόν

Θαυμαστὸς εἶ φιλάνθρωπε, ἐν σοῖς Ἀθληταῖς, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ θαύματα, ὧν αἱ ἰάσεις, ὧν ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.

Δόξα...

Σὲ τριὰς ὑπεράρχιε, καὶ θεία μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Καὶ νῦν... Θεοτοκίον

Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σῴζων κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Ὁ Εἱρμὸς

«Συνεχόμενον δέξαι με, φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα, τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην, Κύριε, σῶσόν με».

Κοντάκιον

Ἦχος πλ. δˊ

Ὡς ἀπαρχὰς

Ὡς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι, Ἀλληλούϊα.

Ὁ Οἶκος

Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα, ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ, Ἀλληλούϊα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῷ Σαββάτῳ τῆς Τυρινῆς, μνείαν ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων Ἀνδρῶν τε καὶ Γυναικῶν.

Στιχοι

Ψυχαῖς Δικαίων, ὧν ἀεὶ μνήμη μένει,

Χοὰς μενούσας, προσκομίζω τοὺς λόγους.

Ταῖς τῶν Ὁσίων σου πάντων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ ζˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Ὁ τοὺς Παῖδας δροσίσας

Δεῦτε προσοίσωμεν ὕμνους κατὰ χρέος, γυναιξὶ ταῖς ὁσίως βιωσάσαις, καὶ ἰσαγγέλως· Ὧν ἱκεσίαις, κράζομεν· Ὁ Θεὸς σῶσον πάντας ἡμᾶς.

Ἡ χρηστοφόρος Βρυαίνη, σὺν τῇ θείᾳ Φεβρωνίᾳ τιμάσθω, καὶ Θωμαΐιδι, καὶ Ἱερείᾳ, καὶ Πλατωνὶς δὲ ᾄδεται, σὺν αὐταῖς καὶ Μελανθία πιστῶς.

Ταῖς ἀγγελόφροσιν αἶνος Εὐπραξίαις, σὺν δυσὶ Θεοδώραις, Ἀναστασίαις ταῖς πανολβίαις, ὕμνος καὶ δόξα ἄπαυστος, θαυμαστῶς λατρευσάσαις Θεῷ.

Ἡ Αἰγυπτία Μαρία, φῶς ἐν κόσμῳ, καὶ ἡ Μαρῖνος κληθεῖσα, ἄστρον ὤφθη τῇ οἰκουμένῃ, ἡ Εὐφροσύνη ἥλιος, ἀρεταῖς ἀπαστράπτουσα.

Πυρσοφαὴς Θεοδούλη καὶ ἐν ἀσκήσει, σὺν ταύτῃ αὐγάζει, Θεοδότη καὶ Ἰουλίττα, καὶ συνεκλάμπει πράξεσιν, Ἰσιδώρα ἡ πανόλβιος.

Ἡ οὐρανόφρων Μαρίνη νῦν τιμάσθω, σὺν τῇ μεγάλη Ματρώνῃ· Συγκλητικὴ δὲ καὶ ἡ Σάρρα, σὺν τῇ Ἰούστῃ ᾄσμασιν, ὡς σοφαὶ ἀνυμνείσθωσαν.

Πελαγία ὁ Ἀγγελος Κυρίου, Ταϊσία, ὁ λύχνος τῆς μετανοίας, συναδέσθω, καὶ εἴ τις ἄλλη, ἔλαμψε Γυναικῶν ἐν ἀσκήσει.

Μαρτυρικόν

Τῶν Ἀθλοφόρων τὴν μνήμην ἐκτελοῦντες, δυσωποῦμεν τὸν μόνον Ζωοδότην, τοῦ καταπέμψαι τοῖς ἀνυμνοῦσιν ἔλεος, καὶ πταισμάτων συγχώρησιν.

Δόξα...

Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦμεν, καὶ τὸ ἅγιον Πνεῦμα ὁμοφρόνως, δοξολογοῦντες πιστῶς βοῶμεν· Δόξα σοι Τριὰς μονάς, ὁ Θεὸς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν τοῦ κόσμου Σωτῆρα καὶ Δεσπότην, εὐλογημένη, αὐτὸν δυσώπει πάντοτε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ Εἱρμὸς

«Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας τὴν Τεκοῦσάν σε μετὰ τόκον, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Κανών αˊ, ᾨδὴ ηˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα

Τοὺς ποιμένας, καὶ σοφοὺς Διδασκάλους, Ἱεράρχας, Χριστοῦ τῆς Ἐκκλησίας, σὺν τοῖς Ὁσίοις, πάντες ἀνυμνήσωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Κατὰ χρέος, Βασίλειος ὁ μέγας, καὶ σὺν τούτῳ, ὁ πολύαθλος ὄντως, ὑμνείσθω Ἀθανάσιος ἐν ᾄσμασι, μετὰ Γρηγορίου, τοῦ θεολογίαις, ἐξάρχοντος ἁπάντων.

Ἰωάννην, τὸ χρυσορρῆμον στόμα, σὺν Κυρίλλοις, τοῖς θεοσόφοις στύλοις, δοξάσωμεν ὡσαύτως καὶ Ἡσύχιον, ἄλλον θεολόγον, σὺν τῷ θεηγόρῳ, καὶ θείῳ Μελετίῳ.

Γρηγορίῳ, δόξα τῶν Νυσσαέων, σὺν τοῖς δύῳ, θαυματουργοῖς Πατράσι, καὶ ὁ σοφὸς τὰ θεῖα Ἐπιφάνιος, σὺν Ἀμφιλοχίῳ, τῷ λαμπρῷ φωστῆρι, ὑμνείσθω εἰς αἰῶνας.

Μητροφάνην, τῶν Ἱερέων κλέος, σὺν Νεκταρίῳ Ἀττικῷ Γενναδίῳ, μεθˊ ὧν καὶ Ἀνατόλιον ὑμνήσωμεν, τοὺς ζωολαμπτῆρας, ἅμα Εὐσεβείῳ καὶ Πρόκλῳ τοῖς πανσόφοις.

Νικολάῳ, τῷ ἱεροκηρύκῳ, Σωφρονίῳ, τῷ ὄντως μελιγλώττῳ, σὺν Εὐλαλίῳ ᾄδω καὶ Διάδοχον, ἅμα Εὐσταθίῳ, Ἰουβεναλίῳ, τοῖς πατροκορυφαίοις.

Μαρτυρικόν

Τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὡς ἐκ κρήνης, τῆς λάρνακος βρυούσης, τῶν Ἀθλοφόρων πίστει ἀρυσώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Σὺ τὸ Ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς

«Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τῶν Ἁγίων Πατέρων

Ἦχος πλ. δˊ

Τὸν προδηλωθέντα ἐν Ὄρει

Τὶς τὴν παρρησίαν, ἐρεύξεται Ἀμβροσίου; τοῦ Ἱεροθέου δέ, πῶς τὴν σοφίαν ἐξείποι; καὶ Ἀλεξάνδρων τῶν θεοσόφων Πατέρων, τὴν ὑπὲρ τῆς πίστεως στερρότητα;

Φαίδιμος ὁ θεῖος, Σπυρίδων ὁ θεοφόρος, σὺν τῷ Ἀντιπάτρῳ, Παμβῷ, Παλλαδίῳ, καὶ Νόννῳ, Ἱερωνύμῳ, καὶ Γερμανῷ τῷ παντίμῳ, ὡς θεοφωστῆρες ἀνυμνείσθωσαν.

Ὁ πολὺς τὰ θεῖα, Διονύσιος τιμάσθω, ὡς τῶν οὐρανίων μύστης, ὁ πολύαθλος Κλήμης, Φλαβιανός τε, καὶ Παῦλος ὁ μέγας, τῆς ὁμολογίας οἱ προκήρυκες.

Μιχαὴλ Συνάδων, ὑμνείσθω σὺν Ταρασίῳ, Νικηφόρος αὖθις, σὺν Θεοδώρῳ τῷ πάνυ, καὶ Θεοφάνης, ὁ Ἱερώνυμος ὄντως, οἱ ὑπασπισταὶ τῶν χαρακτήρων Χριστοῦ.

Πέτρος καὶ Ἰγνάτιος, οἱ ὄντως θεοφόροι, ὡς Χριστοῦ ἀπόστολοι, καὶ ἱερόαθλοι ὄντες, ἀνυμνείσθωσαν ἅμα σὺν Πολυκάρπῳ, καὶ Κυπριανῷ τῷ χριστομάρτυρι.

Ὅσιοι Πατέρες, καὶ Ἱεράρχαι Κυρίου, σὺν Ἱερομάρτυσι, καὶ Γυναιξὶν ἁγίαις, ὀνομαστοὶ καὶ ἀνώνυμοι πάντες, εὔξασθε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικόν

Ἐν ταῖς οὐρανίαις, μοναῖς τῆς δόξης Κυρίου, σὺν χοροῖς τῶν Μαρτύρων, καὶ Ἀποστόλων τρυφῶντες, ὑπὲρ ἡμῶν τῶν ἐν γῇ τὰς αἰτήσεις, Μάρτυρες τῷ κτίστῃ προσαγάγετε.

Δόξα...

Ὁ εἷς ἐν Τριάδι Θεός, δόξα σοι ἀπαύστως· εἰ γὰρ καὶ Θεὸς ἕκαστον, ἀλλˊ εἷς τῇ φύσει πέλεις, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ πνεῦμα, τοῖς τρισσοφαέσιν ἰδιώμασι.

Καὶ νῦν... Θεοτοκίον

Βάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, προεώρα πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ, ὄρει, σὴν θεόδεκτόν σου γαστέρα Παρθένε, ὑποδεχομένην τὸ ἀκήρατον πῦρ.

Ὁ Εἱρμὸς

«Τὸν προδηλωθέντα, ἐν Ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς, Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἐξαποστειλάριον

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.

Ἕτερον Ἐξαποστειλάριον

Ἦχος βˊ

Τοῖς Μαθηταῖς συνέλθωμεν

Τοὺς ἐν ἀσκήσει λάμψαντας, Θεοφόρους Πατέρας, καὶ Ἱεράρχας ἅμα τε, Γυναικῶν τὰς ὁσίας, καὶ τῶν Ἱερομαρτύρων, τὰς χορείας ἐν ὕμνοις, φαιδρῶς ἀνευφημήσωμεν, ὅπως ἁγιασθῶμεν, καὶ ταῖς εὐχαῖς τούτων, καὶ πρεσβείαις τῆς Θεοτόκου, τὸν δρόμον διανύσωμεν, εὐμαρῶς τῆς νηστείας.

Ἱστῶμεν Στιχηρὰ

Ἦχος πλ. δˊ

Ὁ ἐν Ἐδὲμ Παράδεισος

Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀσκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄσμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί· ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθˊ ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν.

Ἦχος πλ. δˊ

Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐκεῖ, διˊ ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων.

Ἦχος πλ. δˊ

Ἱεραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι· Ἱκετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ οἰκτειρῆσαι καὶ ἡμᾶς, καὶ τῆς ἐκεῖ κατακρίσεως, ῥυσθείημεν διαπαντός, ταῖς προσευχαῖς ὑμῶν σοφοί, καὶ μελλούσης ἀπολαύσεως, τρυφᾶν διηνεκῶς, εἰς αἰῶνας αἰώνων, ἀγαλλιώμενοί τε καὶ ἡμεῖς, αἶνον ὕμνοις ἀπαύστως, τῷ Ζωοδότῃ ἀνακράζοντες.

Ἦχος πλ. δˊ

Θεοπρεπῆ πανήγυριν πιστοί, κροτήσωμεν σήμερον, ἐν τῇ μνήμῃ τῶν Ἁγίων δαψιλῶς Ἱεραρχῶν, καὶ Ἀσκητῶν, καὶ Ἱερομαρτύρων, καὶ ὁσίων Γυναικῶν, καὶ εὐσεβῶν· τῶν γὰρ φθαρτῶν κατεφρόνησαν, καὶ τῶν προσκαίρων ἀληθῶς, καὶ ὡς ἀράχνην ἡγήσαντο, καὶ ὥσπερ σκύβαλα αὐτά, ἵνα κερδήσωσι, τὸν Χριστὸν καὶ τὰ βασίλεια αὐτοῦ, καὶ τὰ θεῖα ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὓς οὐδὲ ἤκουσε ποτέ, ὧν πρεσβείαις ὁ Θεός, ῥῦσαι φθορᾶς τὰς ψυχὰς ἡμῶν.

Δοξαστικὸν

Ἦχος πλ. βˊ

Ἰδιόμελον

Ὅσιοι Πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, τῶν κατορθωμάτων ὑμῶν, διˊ ὧν ἐν τοῖς οὐρανοῖς, εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, τῶν δαιμόνων ὠλέσατε τὰς φάλαγγας, τῶν Ἀγγέλων ἐφθάσατε τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζηλώσατε, παρρησίαν ἔχοντες πρὸς Κύριον, εἰρήνην αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. βˊ

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία

Τὰ Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γˊ καὶ ςˊ.

Προκείμενον Ἦχος βαρὺς

Καυχήσονται Ὅσιοι ἐν δόξῃ.

Στίχ.Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν.

Ἀλληλούϊα Ἦχος βˊ

Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλˊ ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι.

Ἦχος πλ. βˊ

Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλˊ ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον.

Ἦχος πλ. βˊ

Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, τοῦ ξύλου τῆς ζωῆς μεταλαβεῖν, καὶ τῆς χαρᾶς, ἧς τὸ πρότερον, ἐν σοὶ κατετρύφησα.

Ἦχος πλ. βˊ

Ἀδὰμ ἐξωστράκισται, παρακοῇ Παραδείσου, καὶ τρυφῆς ἐκβέβληται, γυναικὸς τοῖς ῥήμασιν ἀπατώμενος, καὶ γυμνὸς κάθηται, τοῦ χωρίου οἴμοι! ἐναντίον ὀδυρόμενος. Διὸ σπουδάσωμεν, πάντες τὸν καιρὸν ὑποδέξασθαι, νηστείας ὑπακούοντες, εὐαγγελικῶν παραδόσεων, ἵνα διὰ τούτων, εὐάρεστοι γενόμενοι Χριστῷ, τοῦ Παραδείσου τὴν οἴκησιν, πάλιν ἀπολάβωμεν.

Δόξα... Ἦχος πλ. βˊ

Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον, Οἰκτίρμον, βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.

Εἰς τὴν Λιτὴν Τὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς

Δόξα... Ἦχος πλ. βˊ

Ἥλιος ἀκτῖνας ἔκρυψεν, ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς αἷμα μετετράπη· ὄρη ἔφριξαν, βουνοὶ ἐτρόμαξαν, ὅτε Παράδεισος ἐκλείσθη. Ἐκβαίνων ὁ Ἀδάμ, χερσὶ τύπτων τὰς ὄψεις, ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον

Μυστικῶς ἀνυμνοῦμέν σε, Θεοτόκε Μαρία· ἀνεδείχθης γὰρ θρόνος τοῦ μεγάλου Βασιλέως, σκηνὴ παναγία, τῶν οὐρανῶν πλατυτέρα, Χερουβὶμ ἅρμα, ἀνωτέρα δὲ τῶν Σεραφίμ, νυμφὼν δόξης· ἐκ σοῦ γὰρ προῆλθε, σαρκωθεὶς ὁ πάντων Θεός. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ἈπόστιχαΔόξα... Ἦχος πλ. βˊ

Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ διˊ ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι΄ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.

Ὑπὸ πολλῆς εὐσπλαγχνίας, καὶ οἰκτιρμῶν, Πλαστουργὲ τῆς κτίσεως, καὶ τῶν ὅλων Ποιητά, ἐκ χοὸς ζωώσας με τὸ πρίν, ἐνετείλω σε ὑμνεῖν, σὺν τοῖς Ἀγγέλοις σου.

Διὰ χρηστότητος πλοῦτον, σὺ φυτουργεῖς, Πλαστουργὲ καὶ Κύριε, Παραδείσου τὴν τρυφήν, ἐν Ἐδὲμ κελεύων με τρυφᾷν, τῶν ὡραίων καὶ τερπνῶν, καὶ μὴ ῥεόντων καρπῶν.

Οἴμοι ψυχή μου ἀθλία! τῶν ἐν Ἐδέμ, ἀπολαύειν εἴληφας, ἐξουσίαν ἐκ Θεοῦ, μὴ φαγεῖν δὲ γνώσεως καρπόν, προσετάγης, ἵνα τί, παρέβης νόμον Θεοῦ;

Θεοτοκίον

Θεοκυῆτορ Παρθένε, ὡς τοῦ Ἀδάμ, κατὰ γένος θύγατερ, κατὰ χάριν δὲ Χριστοῦ, τοῦ Θεοῦ γεννήτρια ἐμέ, τὸν ἐξόριστον Ἐδέμ, νῦν ἀνακάλεσαι.

Καταβασία

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Οὐκ ἔστιν ἅγιος ὡς σὺ

Ὄφις ὁ δόλιος ποτέ, τὴν τιμήν μου φθονήσας, ἐψιθύρισε δόλον, τῆς Εὔας ἐν τοῖς ὠσίν, ἐξ ἧς ἐγώ, πλανηθεὶς ἐξωρίσθην, οἴμοι! τοῦ χοροῦ τῆς ζωῆς.

Τὴν χεῖρα τείνας προπετῶς, ἐγευσάμην τοῦ ξύλου, τοῦ τῆς γνώσεως, οὗπερ, προσέταξέ μοι Θεός, μηδόλως μεταλαβεῖν, καὶ τῆς θείας, δόξης ἀπερρίφθην πικρῶς.

Οἴμοι ἀθλία μου ψυχή! πῶς οὐκ ἔγνως τὸν δόλον; πῶς οὐκ ᾔσθου τῆς πλάνης, καὶ τοῦ φθόνου τοῦ ἐχθροῦ; ἀλλˊ ἐσκοτίσθης, τὸν νοῦν, καὶ παρέβης, ἐντολὴν τοῦ Κτίστου σου;

Θεοτοκίον

Ἐλπὶς καὶ σκέπη μου σεμνή, ἡ τὴν γύμνωσιν πάλαι, περιστείλασα μόνη, τὴν τοῦ πεσόντος Ἀδάμ, τῷ τοκετῷ σου Ἁγνή, ἀφθαρσίαν αὖθίς με ἀμφίασον.

Καταβασία

«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλˊ εἰς αὐτόν ἐλευσώμεθα.

Ἕτερον Ἦχος δˊ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλˊ ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.

Θεοτοκίον, Ὅμοιον

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Χριστός μου δύναμις

Τιμῆς ἠξίωμαι, ἐγὼ ὁ ἄθλιος, παρὰ σοῦ τοῦ Δεσπότου ἐν τῇ Ἐδέμ, οἴμοι πῶς πεπλάνημαι, καὶ διαβόλῳ, φθονηθείς, ἀπερρίφην τοῦ προσώπου σου!

Ἐμὲ θρηνήσατε, Ἀγγέλων τάγματα, Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν, τῶν ἐκεῖ εὐπρέπεια, τὸν πλανηθέντα δυστυχῶς καὶ Θεοῦ ἀποσκιρτήσαντα.

Λειμὼν μακάριε, φυτὰ θεόφυτα, Παραδείσου τερπνότης νῦν ἐπˊ ἐμέ, δάκρυα σταλάξατε, ἐκ φύλλων ὥσπερ ὀφθαλμῶν, τὸν γυμνόν, καὶ ξένον δόξης Θεοῦ.

Οὐκέτι βλέπω σε, οὐκ ἀπολαύω σου, τῆς ἡδίστης καὶ θείας μαρμαρυγῆς, πάντιμε Παράδεισε· γυμνὸς γὰρ ἔρριμαι εἰς γῆν, παροργίσας τὸν Ποιήσαντα.

Θεοτοκίον

Ἁγία Δέσποινα, ἡ διανοίξασα, Παραδείσου τὰς πύλας πᾶσι πιστοῖς, ἃς Ἀδὰμ ἀπέκλεισε διὰ παράβασιν ποτέ, πύλας ἐλέους μοι διάνοιξον.

Καταβασία

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Τῷ θείῳ φέγγει σου ἀγαθὲ

Φθονήσας πάλαι μοι ὁ ἐχθρός, τῆς ἐν Παραδείσῳ εὐτυχοῦς, ἀναστροφῆς ὁ μισάνθρωπος, ὄφεως ἐν εἴδει με ὑπεσκέλισε, καὶ δόξης ἀϊδίου ξένον με ἔδειξε.

Θρηνῶ καὶ κόπτομαι τὴν ψυχήν, καὶ τοῖς ὀφθαλμοῖς ἐπιζητῶ, πλήθη δακρύων προστίθεσθαι, ὅταν ἀποβλέψω, καὶ καταμάθω μου, τὴν γύμνωσιν ἣν ἔσχον, ἐκ παραβάσεως.

Ἐκ γῆς ἐπλάσθην χειρὶ Θεοῦ, αὖθις δˊ ἐπιστρέφειν πρὸς τὴν γῆν, ἐγὼ ὁ ἄθλιος ἤκουσα. τίς ἐμὲ μὴ κλαύσῃ, τὸν ἀπωσθέντα Θεοῦ, καὶ τῆς Ἐδὲμ τὸν ᾍδην ἀνταλλαξάμενον;

Θεοτοκίον

Νυμφῶνα δόξης σε μυστικόν, πάντες καταγγέλλομεν πιστοί, Θεοκυῆτορ, πανάμωμε· ὅθεν δυσωπῶ σε Ἁγνὴ πεσόντα με, νυμφῶνος Παραδείσου, οἰκεῖον ποίησον.

Καταβασία

«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Κανών αˊ, ᾨδὴ ςˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Τοῦ βίου τὴν θάλασσαν

Στολήν με ἐνέδυσας, θεοΰφαντον Σωτήρ, ἐν τῇ Ἐδὲμ ὡς εὔσπλαγχνος, ἐγὼ δέ σου παρεῖδον τὴν ἐντολήν, πεισθεὶς τῷ ἀλάστορι, καὶ γυμνὸς καθωράθην ὁ ταλαίπωρος.

Ψυχὴ παναθλία μου, ἐμακρύνθης ἐκ Θεοῦ, διὰ ἀπροσεξίας σου, Παραδείσου ἐστέρησαι τῆς τρυφῆς, Ἀγγέλων κεχώρισαι, εἰς φθορὰν κατηνέχθης, ὢ τοῦ πτώματος!

Ἐλέησον οἴκτειρον, Παντοκράτορ ὁ Θεός, τῶν σῶν χειρῶν τὸ ποίημα, μὴ παρίδῃς με δέομαι Ἀγαθέ, τὸν ἀποχωρίσαντα, ἐμαυτὸν τῆς χορείας τῶν Ἀγγέλων σου.

Θεοτοκίον

Μαρία Θεόκλητε, ἡ Κυρία τοῦ παντός, ὡς τετοκυῖα Κύριον, Βασιλέα τῶν ὅλων καὶ Λυτρωτήν, αἰχμάλωτον ὄντα με, Παραδείσου τῆς δόξης ἀνακάλεσαι.

Καταβασία

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον

Ἦχος πλ. βˊ

Αὐτόμελον

Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Ὁ Οἶκος

Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ διˊ Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.

Στίχοι

Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω.

Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Δροσοβόλον μὲν τὴν κάμινον

Ὁ δεσπόζων τῶν αἰώνων πάντων Κύριος, ὁ πλάσας με βουλήματι σῷ, φθονηθέντα με, τῷ δολίῳ δράκοντι ποτέ, καὶ σὲ παροργίσαντα Σωτήρ, μὴ ὑπερίδῃς ὁ Θεός, ἀλλˊ ἀνακάλεσαί με.

Τὰ τοῦ αἴσχους περικείμενος ἐνδύματα, οἴμοι! ἀντὶ στολῆς φωταυγοῦς, ἀποκλαίομαι τὴν ἐμὴν ἀπώλειαν Σωτήρ, καὶ πίστει βοῶ σοι Ἀγαθέ· Μὴ ὑπερίδῃς, ὁ Θεός, ἀλλˊ ἀνακάλεσαί με.

Ἐτραυμάτισεν ὁ ὄφις ὁ παμπόνηρος, ὅλην μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου δὲ τῆς τρυφῆς, ἐξόριστον ποιεῖ, ἀλλˊ ὦ εὐσυμπάθητε Σωτήρ, μὴ ὑπερίδῃς ὡς Θεός, ἀλλˊ ἀνακάλεσαί με.

Θεοτοκίον

Τὴν ἰκέσιόν μου δέησιν Πανάμωμε πρόσδεξαι συμπαθείᾳ τῇ σῇ, καὶ συγχώρησιν τῶν πταισμάτων, δίδου μοι Ἁγνή, ἐν θρήνοις βοῶντι ἐκτενῶς· Μὴ ὑπερίδῃς Ἀγαθή, ἀλλˊ ἀνακάλεσαί με.

Καταβασία

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Δωρεαῖς πολυτρόποις πάλαι τετίμηκας, τῶν χειρῶν σου τὸ ἔργον, μόνε φιλάνθρωπε· δράκων δὲ δεινὸς συριγμῷ ἐδελέασεν, οἴμοι! τῶν προσόντων, καλῶν ἀπογυμνώσας.

Ἵνα τί συμβουλίας πικρᾶς ἀκήκοας, καὶ τῆς θείας ἐγένου ψήφου παρήκοος; οἴμοι ταπεινὴ ψυχή, Θεὸν λυπήσασα, ὃν ἀεὶ δοξάζειν, ἐτάχθης σὺν Ἀγγέλοις.

Ἑρπετῶν καὶ θηρίων δεσπότης γέγονας, ἑρπετῷ ψυχοφθόρῳ, πῶς προσωμίλησας, σύμβουλον λαβών, ὡς εὐθῆ τὸν ἀλάστορα; ὢ τῆς σῆς ἀπάτης, ψυχή μου παναθλία!

Θεοτοκίον

Φωτοφόρον σκηνήν σε Θεοῦ σαρκώσεως, ἀνυμνοῦμεν Μαρία Θεοχαρίτωτε· ὅθεν με δεινῶς σκοτισθέντα τοῖς πάθεσι, λάμψον φῶς ἐλέους, ἐλπὶς ἀπηλπισμένων.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία

«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Θεὸν ἀνθρώποις ἰδεῖν

Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε;

Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα.

Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι.

Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι, διˊ οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.

Θεοτοκίον

Ζωῆς ἡ πύλη ἡ ἀδιόδευτος, ἡ νοητὴ Παρθένε Θεοτόκε ἀνύμφευτε, Παραδείσου πύλας μοι κλεισθείσας τὸ πρίν, ἄνοιξον σαῖς πρεσβείαις, ὅπως δοξάζω σε, τὴν μετὰ Θεόν μου βοηθόν, καὶ κραταιὰν προσφυγήν.

Καταβασία

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν».

Ἐξαποστειλάριον, Τριῳδίου

Ἦχος βˊ

Γυναῖκες ἀκουτίσθητε

Τῆς ἐντολῆς σου Κύριε, παρήκουσα ὁ ἄθλιος, καὶ γυμνωθεὶς τῆς σῆς δόξης, αἰσχύνης πέπλησμαι, οἴμοι! καὶ τῆς τρυφῆς ἐκβέβλημαι, τοῦ Παραδείσου εὔσπλαγχνε. Ἐλεῆμον ἐλέησον, τὸν στερηθέντα δικαίως, τῆς ἀγαθότητος τῆς σῆς.

Ἕτερον Ἐξαποστειλάριον, Τριῳδίου

Ἦχος βˊ

Τοῖς Μαθηταῖς συνέλθωμεν

Ἀποικισθέντες Κύριε, Παραδείσου τὸ πρῶτον, διὰ τῆς ξύλου βρώσεως, ἀντεισήγαγες πάλιν, διὰ Σταυροῦ καὶ τοῦ Πάθους, σοῦ Σωτὴρ καὶ Θεέ μου, διˊ οὗ ἡμᾶς ὀχύρωσον, τὴν Νηστείαν πληρῶσαι, ἁγνοπρεπῶς, καὶ τὴν θείαν Ἔγερσιν προσκυνῆσαι, τὸ Πάσχα τὸ σωτήριον, σὲ Τεκούσης πρεσβείαις.

Στιχηρὰ Ἰδιόμελα τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με.

Ἦχος πλ. αˊ

Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Ἦχος πλ. βˊ

Ἀδὰμ τοῦ Παραδείσου διώκεται, τροφῆς μεταλαβὼν ὡς παρήκοος, Μωσῆς θεόπτης ἐχρημάτισε, νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς καθηράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἀλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέμενοι, Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν, προσευχῇ καὶ τῇ δεήσει, εἰλικρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν τῆς σαρκὸς τὰ οἰδήματα, κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν Ἀγγέλων χορεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυμνοῦσι Τριάδα, καθορᾷν τὸ ἀμήχανον κάλλος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τούς ἐπὶ σοὶ πεποιθότας, συγχορεῦσαι ταῖς τῶν Ἀγγέλων στρατιαῖς, ταῖς τῆς τεκούσης σε Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων.

Δόξα...Ἦχος πλ. βˊ

Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· διˊ αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, διˊ αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Μεγάλη Δοξολογία

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳ δίου ἡ ςˊ ᾨδή. Ὁ Ἀπόστολος.

Προκείμενον Ἦχος πλ. δˊ

Εὔξασθε, καὶ ἀπόδοτε, Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Στίχ.Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

Ἀλληλούϊα Ἦχος δˊ

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Комментарии для сайта Cackle