ΤΩΝ ΒΑΪΩΝ

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΟ ΤΩΝ ΒΑΙΩΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

Ἦχος αˊ

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος αˊ

Νεφέλην σε φωτὸς

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.

Προκείμενον Ἦχος πλ. δˊ

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.

Στίχ.Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ.Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Ἀπόστιχα

Ἦχος αˊ

Ἰδιόμελον

Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ διˊ ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι.

Ἦχος αˊ

Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ διˊ ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι.

Ἦχος αˊ

Μαρτυρικόν

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος αˊ

Αὐτόμελον

Τῶν οὐρανίων ταγμάτων, τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Τὸν λίθον ἐκκυλίσας, τῆς πωρώσεως Κύριε, ἀπὸ τῆς ἐμῆς καρδίας, νεκρωθεῖσαν τοῖς πάθεσιν, ἐξέγειρον ψυχήν μου ἀγαθέ, καὶ φέρειν σοι βαΐα ἀρετῶν, ὡς νικητῇ τοῦ ᾍδου, ἐν κατανύξει Δέσποτα, ἀξίωσον, ὅπως τῆς αἰωνίου ζωῆς τύχω, ὑμνολογῶν σου τὸ κράτος, καὶ τὴν εὐσπλαγχνίαν σου, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ Κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτόν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Τὴν ἕκτην Ἑβδομάδα, τῆς Νηστείας ἐπέχοντες, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν, Χριστῷ τῷ ἐρχομένῳ διˊ ἡμᾶς, καθῖσαι ἐπὶ πώλου ὀνικοῦ, τὸ τῶν ἐθνῶν ὑποκλῖναι ὡς Βασιλεύς, ἀλόγιστον τῷ Γεννήτορι, τοὺς κλάδους αὐτῷ τῶν ἀρετῶν, πάντες προευτρεπίσωμεν, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, χαίροντες ἴδωμεν.

Θεοτοκίον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι προτείνασα δυσώπησον, λυτρώσασθαι ἡμᾶς, ἐκ πειρασμῶν καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντας καὶ πόθῳ βοῶντάς σοι. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Κανών αˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος αˊ

ᾨδὴν ἐπινίκιον

Τὰ πάθη νεκρώσωμεν, διˊ ἐγκρατείας, τὸ πνεῦμα ζωώσωμεν, διˊ ἐνθέων πράξεων, ὅπως ὀψώμεθα, Πάθος Χριστοῦ τὸ σεπτὸν καθαρωτάτῳ νοΐ.

Ἀσπλάγχνου ζηλώσαντα, Πλουσίου τρόπους, Χριστὲ πολυεύσπλαγχνε, ἱκετεύω σύνταξον, Λαζάρῳ πένητι, λυτρούμενός με τῆς φλογός, καὶ τοῦ ἀσβέστου πυρός.

Ἐκ πάντων ἐνήστευσα, κατορθωμάτων, εἰς κόρον ἀπήλαυσα, τῶν σφαλμάτων Κύριε· νῦν οὖν πεινῶντά με, σωτηριώδους καὶ σεπτῆς, ἔμπλησον βρώσεως.

Θεοτοκίον

Ἐμὲ τὸν κατάκριτον, ἐν καταδίκῃ, πανάχραντε Δέσποινα, ἐρριμμένον ἔργων μου, σῶσον οἰκτείρησον, τὸν πανοικτίρμονα Θεόν, ἀποκυήσασα.

Κανών βˊ, ᾨδὴ αˊ, Τριῳδίου

Ἦχος αˊ

Τῷ βοηθήσαντι Θεῷ

Τῇ τῶν Βαϊων Ἑορτῇ, ὑπαντήσωμεν πιστοί, προεορτάζοντες αὐτήν, ἀπὸ σήμερον φαιδρῶς, ἵνα τὸ ζωηφόρον, ἀξιωθῶμεν Πάθος ἰδεῖν.

Ἔρχεται ἥκει ὁ Χριστός, πρὸς τὴν Ἱερουσαλήμ, ὡς Βασιλεὺς κεκαθηκώς, ἐπὶ πώλου ὀνικοῦ, τὸ τῶν ἐθνῶν ὑποκλῖναι, ἀλόγιστον, ὑπὸ ζυγὸν τῷ Πατρί.

Δόξα...

Ἡ ἐν Θεότητι μιᾷ, τρισυπόστατος Μονάς, Πάτερ ἀγέννητε Θεέ, καὶ Υἱὲ μονογενές, καὶ μόνον ἅγιον Πνεῦμα, ὁμοβασίλειον κράτος, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε Μαρία, ἀνύμφευτε καὶ ἀπειρόγαμε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἰδοὺ ἀφίκετο Χριστός, πρὸς τὴν πόλιν Βηθσφαγῆ, Χαῖρε Λαζάρου ἡ πατρίς, Βηθανία, ὅτι σοί, δείξει θαυμάσιον μέγα, τὸν Λάζαρον, ἐξανιστῶν ἐκ νεκρῶν.

Ὁ Εἱρμὸς

«Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ, τῷ Μωσῇ, καὶ διˊ αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Ὂν φρίττουσιν

Ἀκάρπους ἐπλούτησα, ὁ τάλας λογισμούς, ψυχὴν κατεμόλυνα, ἀθέσμοις ἡδοναῖς, καὶ σκότος κυκλοῖ με ἀπογνώσεως, αὔγασόν μοι φέγγος, Θεέ μου μετανοίας.

Ὡς πάλαι ἐφώτισας, Τυφλὸν ἐκ γενετῆς, ψυχήν μου καταύγασον, μὴ βλέπουσαν τὸ φῶς, τὸ σὸν Ἐλεῆμον, ἀλλˊ ἐν σκότει δεινῆς, λήθης συγχωσθεῖσαν, καὶ μερίμναις τοῦ βίου.

Νηστεύσας ἠνέῳξεν, Ἠλίας οὐρανούς, καὶ ὄμβροις κατήρδευσε, διψήσασαν τὴν γῆν, Νηστεύσωμεν ῥείθροις, καταντλούμενοι, ψυχικῶν δακρύων, ὅπως ἐλεηθῶμεν.

Θεοτοκίον

Ὡς ἔμψυχος ἄμπελος, ἐξήνθησας ἡμῖν, τὸν βότρυν τὸν πέπειρον, πηγάσαντα Ἁγνή, Παρθένε τὸν οἶνον, τῆς ἀφέσεως, καὶ τῆς ἁμαρτίας, ξηράναντα τὴν μέθην.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος αˊ

Ὕμνον σοι προσφέρομεν

Ἤνοικται τὰ πρόθυρα, τῆς τοῦ Λαζάρου ζωοποιΐας· Χριστὸς γὰρ ἥκει, ὡς ἐξ ὕπνου ἐγεῖραι τὸν θανέντα, καὶ καταπαλαῖσαι, ζωὴ τὸν θάνατον.

Μέγα σου τὸ καύχημα, ὦ Βηθανία! ὅτι τὸν Κτίστην ξεναγωγῆσαι, ἀξιοῦσαι βοῶσα· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Σὲ τὴν ὑπερούσιον, τριπλῆν Μονάδα, τὴν ἑνουμένην ἐν διαιρέσει, τῇ μορφῇ τοῖς προσώποις, τὸν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα, θεῖον δοξολογήσωμεν.

Καὶ νῦν... Θεοτοκίον

Τὸ Χαῖρε φθεγγόμεθα, σὺν τῷ Ἀγγέλῳ, ὅτι ἀνῆψας χαρὰν τῷ Κόσμῳ, τὸν Σωτῆρα τοῦ Κόσμου, ὃν δυσώπει ὑπὲρ πάντων, Παρθένε πανύμνητε.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὕμνον σοι προσφέρομεν, ὅτι ἐν πώλῳ ὀχηματίζεις, ὁ ἐν ὑψίστοις, Χερουβὶμ ἐπιβαίνων, ἵνα πάντας καθυποτάξῃς, Χριστὲ τῷ κράτει σου.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Ὕμνον σοι προσφέρομεν, τῶν Ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Τὴν ζωοδόχον πηγὴν

Θανατωθεὶς τοῖς πολλοῖς πλημμελήμασι, τῆς ἀμελείας ἐν τάφῳ συνέχομαι, λίθον ἀπογνώσεως ἔχων ἐπικείμενον, ὅνπερ διάρας Χριστὲ τῷ σῷ ἐλέει, ὥσπερ τὸν Λάζαρον πρὶν ἐξανάστησον.

Τὴν τοῦ Πλουσίου ἐκφύγωμεν μίμησιν, κατακριθέντος εἰς φλόγα τὴν ἄσβεστον, καὶ Λαζάρου στέρξωμεν, τὸ ἐν πόνοις, ἔμμονον, ὅπως ἡμᾶς Ἰησοῦς παρακαλέσῃ, καὶ βασιλείας μετόχους ἐργάσηται.

Τὴν παθοκτόνον Νηστείαν ποθήσωμεν, ταῖς προσευχαῖς ἐπιμόνως σχολάσωμεν, κλαύσωμεν, πενθήσωμεν καὶ θερμῶς στενάξωμεν, ὅπως ἐντεῦθεν ἡμᾶς ἀποδημοῦντας, ὁ Ἀβραάμ, ἐν τοῖς κόλποις εἰσδέξηται.

Θεοτοκίον

Τῆς παρθενίας τὸ θεῖον κειμήλιον, τῶν Προπατόρων τὴν μόνην ἀνόρθωσιν, τὴν πηγὴν τὴν βρύουσαν, εὐσπλαγχνίας ἄβυσσον, τὴν καλλονὴν Ἰακώβ, τὴν Θεοτόκον, οἱ διˊ αὐτῆς σεσωσμένοι ὑμνήσωμεν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος αˊ

Σὲ τὴν ὁραθεῖσαν πύλην

Σήμερον Χριστῷ δηλοῦται, πέραν Ἰορδάνου διατρίβοντι, ἡ νόσος τοῦ Λαζάρου, καὶ ὡς προγνώστης λέγει· Ἡ ἀσθένεια αὕτη, οὐκ ἔστι πρὸς θάνατον.

Εὐτρεπίζου Βηθανία, κόσμησόν σου θείως τὰς εἰσόδους, πλάτυνον τὰς ἐπαύλεις· ἰδοὺ γὰρ ὁ Δεσπότης, ἥξει σὺν Ἀποστόλοις, τὸ θρέμμα σου ζωούμενος.

Δόξα...

Σὲ τὴν τρισυπόστατον Μονάδα, καὶ ἀδιαίρετον οὐσίαν, ἡ τῶν Ἑξαπτερύγων δοξολογεῖ στρατιά, καὶ ἀνθρώπων τὸ γένος, ἐν ὕμνοις μεγαλύνομεν.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὸν ἐκ Πατρὸς ἀχρόνως, καὶ ἐκ τῆς Μητρὸς ἀνερμηνεύτως, ἐν χρόνῳ γεννηθέντα εἰς πάντων σωτηρίαν, ὡς Ποιητὴν καὶ Δεσπότην, ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σὺν τοῖς εὐποιΐας κλάδοις, καὶ ἁγνείας φέροντες βαΐα, ἑτοιμασθῶμεν πάντες, Χριστῷ προσυπαντῆσαι, πρὸς τὴν Ἱερουσαλήμ, ἥκοντι, ὡς Θεῷ ἡμῶν.

Ὁ Εἱρμὸς

«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. αˊ

Μὴ καταδικάσῃς με Χριστέ, ἐν φλογὶ γεέννης, ὡς τὸν Πλούσιον διὰ Λάζαρον, ἀλλὰ δώρησαι κᾀμοί, ἐν κλαυθμῷ αἰτοῦντι, ῥανίδα φιλανθρωπίας, ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος πλ. αˊ

Μὴ καταδικάσῃς με Χριστέ, ἐν φλογὶ γεέννης, ὡς τὸν Πλούσιον διὰ Λάζαρον, ἀλλὰ δώρησαι κᾀμοί, ἐν κλαυθμῷ αἰτοῦντι, ῥανίδα φιλανθρωπίας, ὁ Θεός, καὶ ἐλέησόν με.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς, εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. αˊ

Ἡ Κεχαριτωμένη, μεσίτευσον σαῖς δεήσεσι, καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. βˊ

Αὕτη ἐστίν, ὁ Θεός, ἡ φοβερὰ ἡμέρα, ἧς φθάσαι τὴν ἑσπέραν οὐκ ἠλπίζομεν, καὶ ταύτην ἰδεῖν ἡμᾶς, φιλανθρώπως κατηξίωσας, Τρισάγιε δόξα σοι. (Δίς)

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ρδˊ

Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΗˊ, 17 – ΜΘˊ, 4)

Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Καί, εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου, ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. Ἔξελθε ἐκ Βαβυλῶνος, φεύγων ἀπὸ τῶν Χαλδαίων, φωνήν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς· λέγετε· Ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ, καὶ ἐὰν διψήσωσι, διˊ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου, οὐκ ἔστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος, ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ρεˊ

Εὐλογητὸς Κύριος, ὁ Θεὸς Ἰσραήλ.

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός.

Τῌ ΤΡΙΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Πολλοῖς παραπτώμασι, καὶ ἡδοναῖς ταῖς τοῦ βίου, ἀσθενοῦσαν κέκτημαι, τὴν ἰσχὺν ὁ δείλαιος, καὶ κατάκειμαι, ἐπὶ κλίνης πάντοτε, ῥαθυμίας Δέσποτα, καὶ βοῶ σοι· Συμπαθέστατε, ἐλθὼν ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καὶ ἔλεος, καὶ μὴ ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καὶ ἐπιχαρῇ μοι, ἐχθρὸς τῇ ἀπωλείᾳ, ὁ ζητῶν, εἰς ᾍδου βάραθρα πάνδεινα, Σῶτερ κατασπάσαι με.

Ἦχος πλ. βˊ

Τὸν ἄσπλαγχνον Πλούσιον, ἐν ἀφροσύνῃ ζηλώσας, ἡδέως εὐφραίνομαι, ἡδοναῖς καὶ πάθεσι βυθιζόμενος, καὶ ὁρῶν κείμενον, πρὸ πυλῶν πάντοτε, μετανοίας ὥσπερ Λάζαρον, τὸν νοῦν μου Κύριε, τοῦτον ἀναισθήτως παρέρχομαι λιμώττοντα νοσοῦντά τε, καὶ διηλκωμένον τοῖς πάθεσιν· ὅθεν τῆς γεέννης, ὑπόδικός εἰμι τῆς ἐν φλογί, ἐξ ἧς με λύτρωσαι Δέσποτα, μόνε πολυέλεε.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. αˊ

Κύριε ἐπὶ Μωϋσέως

Κύριε, πέραν Ἰορδάνου σαρκὶ διατρίβων, προαγορεύεις Λαζάρου τὴν νόσον, πρὸς θάνατον μὴ εἶναι, ἀλλˊ ὑπὲρ σοῦ τοῦ Θεοῦ ἡμῶν τῆς δόξης γεγενῆσθαι. Δόξα τῇ μεγαλουργίᾳ σου, καὶ παντοκρατορίᾳ σου, ὅτι καθεῖλες τὸν θάνατον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Προκείμενόν Ἦχος δˊ Ψαλμὸς ρςˊ

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ.Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΚΖˊ, 1–41)

Ἐγένετο μετὰ τὸ γηράσαι τὸν Ἰσαάκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου, νῦν οὖν λάβε τὸ σκεῦος σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με. Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον, θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακώβ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον. Ἴδε, ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με· νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς· καὶ ποιήσω ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος, μήποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπˊ ἐμαυτόν, κατάραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ αὐτῷ ἡ μήτηρ· Ἐπˊ ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ἐπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Πορευθεὶς δέ, ἔλαβε, καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ, καὶ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ἐποίησεν ἡ ὁ πατήρ αὐτοῦ. Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, τὴν καλήν, ἣ ἦν παρˊ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπε· Πάτερ· ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, τίς εἶ σύ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, πεποίηκα καθὰ ἐλάλησάς μοι, ἀναστάς, κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῶ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὁ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· Ἐγγισόν μοι, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ! Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτόν, καὶ εἶπεν· Ἡ μὲν φωνή, φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ. Καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι. Καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπε· Σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· Ἐγώ. Καὶ εἶπε· Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. Καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε, καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· Ἐγγισόν μοι καὶ φίλησόν με τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου, ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας, καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν. Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ. τίς εἶ σὺ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς ἐστιν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε, καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. Ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν· Εὐλόγησον δὴ κᾀμέ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφὸς σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Καὶ εἶπε· Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἑπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ. Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· Εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ. Μὴ εὐλογία μία σοι ἐστι, πάτερ; εὐλόγησον δὴ κᾀμέ, πάτερ. Κατανυχθέντος δὲ Ἰσαάκ, ἀνεβόησε φωνῇ μεγάλῃ Ἡσαῦ, καὶ ἔκλαυσεν· Ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς ρζˊ

Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός.

Στίχ.Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΘˊ, 16–25)

ˊὋς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται, ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ, κατὰ δὲ τὸ δόμα αὐτοῦ, ἀνταποδώσει αὐτῷ. Παίδευε υἱόν σου· οὕτω γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται, ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπˊ ἐσχάτων σου. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρεῖσσον δὲ πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης. Φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖ γνῶσις, ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. Λοιμοῦ μαστιγωμένου, ἄφρων πανουργότερος ἔσται, ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.

Ἀπόστιχα

Ἦχος δˊ

Ἰδιόμελον

Τῆς ψυχοβλαβοῦς πλεονεξίας, ἐλευθέρωσον Σωτήρ, καὶ μετὰ Λαζάρου τοῦ πένητος, ἐν τοῖς κόλποις Ἀβραὰμ ἀρίθμησον ἡμᾶς· σὺ γὰρ ἐν ἐλέει πλούσιος ὤν, ἑκουσίως διˊ ἡμᾶς ἑπτώχευσας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μετεπανήγαγες, ὡς συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος.

Ἦχος δˊ

Τῆς ψυχοβλαβοῦς πλεονεξίας, ἐλευθέρωσον Σωτήρ, καὶ μετὰ Λαζάρου τοῦ πένητος, ἐν τοῖς κόλποις Ἀβραὰμ ἀρίθμησον ἡμᾶς· σὺ γὰρ ἐν ἐλέει πλούσιος ὤν, ἑκουσίως διˊ ἡμᾶς ἑπτώχευσας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μετεπανήγαγες, ὡς συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος.

Ἦχος δˊ

Ἰδιόμελον

Ὁ τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρˊ ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἦχος δˊ

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντοτε κράζωμέν σοι· Χαῖρε ἡ προστασία τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀγγελικαὶ δυνάμεις

Ἁμαρτιῶν τῇ νόσῳ κατατηκόμενος, τῆς ἀπογνώσεως κλίνῃ κατάκειμαι· διό με Ἰατρὲ τῶν ἀσθενούντων, ἐπίσκεψαι σῇ φιλανθρωπίᾳ, καὶ μὴ παραχωρήσῃς, ἐναφυπνῶσαι δεινῶς, εἰς θάνατον πανοικτίρμον, ἵνα βοῶ σοι θερμῶς, ὁ τοῦ ἐλέους χορηγός, Κύριε δόξα σοι.

Θεοτοκίον

Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλˊ οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Λάμπει σήμερον

Χθὲς καὶ σήμερον, ἡ νόσος ἡ τοῦ Λαζάρου· ταύτην γὰρ Χριστῷ δηλοῦσιν αἱ σύγγονοι, ἐν χαρᾷ ἡ Βηθανία προευτρεπίζου, τὸν Δεσπότην ξεναγωγῆσαι καὶ Βασιλέα, σὺν ἡμῖν βοῆσαι, Κύριε δόξα σοι.

Θεοτοκίον

Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.

Κανών αˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ὁ Εἱρμὸς

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἐπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.

Θέλων ἑπτώχευσας, ὁ φύσει πλούσιος Χριστέ, ἐπείνασας θελήσει, ὁ ἐμπιπλῶν πᾶν ζῶον· διό με κόρεσον πεινῶντά σου τὴν χάριν, καὶ δεῖξον τῆς ἐκεῖ, τραπέζης Λόγε κοινωνόν.

Λάζαρον πτωχόν με, ἁμαρτιῶν δεῖξον Χριστέ, καὶ σκόρπισον τὸν πλοῦτον, ὅνπερ κακῶς συνῆξα, καὶ τὴν τελείαν σου ἀγάπησιν οἰκτίρμον, ἐμπλήσας τῆς ἐκεῖ, ῥῦσαι κολάσεως φρικτῆς.

Παῖδας στομώσασα, δυνατωτέρους τοῦ πυρός, εἰργάσατο νηστεία, ποτὲ ἐν Βαβυλῶνι, αὐτοὺς ζηλοῦσα ὦ ψυχή μου, μὴ ἀθύμει, καὶ πῦρ τῶν ἡδονῶν, πνεύματος σβέσεις δροσισμῷ.

Θεοτοκίον

Χαῖρέ σοι βοῶμεν, τῇ κυησάσῃ τὴν χαράν, ἡ Κεχαριτωμένη, Θεοτόκε Παρθένε, Θεὸν ὃν ἔτεκες, δυσώπει λυτρωθῆναι, κινδύνων καὶ φθορᾶς, τοὺς ἀνυμνοῦντάς σε ἀεί.

Κανών βˊ, ᾨδὴ βˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἴδετε ἴδετε

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ πέραν, Ἰορδάνου διατρίβων ἐπακούσας, ὅτι Λάζαρος νοσεῖ, καὶ φήσας ὅτι οὐ θνῄσκει, ἀλλˊ ἔστι τοῦτο ὑπὲρ τῆς δόξης μου.

Θρήνοις βαλλόμεναι, αἱ τοῦ Λαζάρου ἀδελφαί, τὸ πάθος, σοὶ τῷ Γνώστῃ τῶν ἁπάντων φανεροῦσιν, ἀλλὰ μένεις πρὸς μικρόν, ἵνα ἐπανάγῃς τὸ θαῦμα, καὶ ὑποδείξῃς τοῖς Μαθηταῖς σου φρικτά.

Δόξα...

Ὁμοβασίλειε, ἡ τρισυπόστατος Μονάς, κυρία, βασιλεία τῶν αἰώνων, σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα φύσις βροτῶν.

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ θαυμάσει, βλέπων ἐν σοὶ τὸν Πλαστουργόν, Παρθένε ἀναπλάσαντα Ἀδὰμ τὸν πεπτωκότα καὶ ἀφράστῳ ἑνώσει, ἐκ σοῦ σαρκὶ τεχθέντα, ἀναλλοιώτως εἰς σωτηρίαν ἡμῶν;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νῦν εὐτρεπίσθητι, ὦ Βηθανία ἐν χαρᾷ ποιοῦσα, τὴν δοχὴν τοῦ Βασιλέως τῶν ἁπάντων, ὅτι ἥξει ἐπὶ σέ, ἵνα τὸν Λάζαρον δείξῃ, παλινδρομοῦντα ἐκ τῆς φθορᾶς πρός ζωήν.

Ὁ Εἱρμὸς

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Ἐννοῶν μου τὰ πλήθη τῶν παραπτώσεων, καὶ πληττόμενος κέντρῳ τῆς συνειδήσεως, ὥσπερ ἐν φλογί, ὀδυνῶμαι ὁ ἄθλιος. Οἴκτειρόν με Λόγε, Θεοῦ τῷ σῷ ἐλέει.

Παραβλέψας Λαζάρου τὰ κατορθώματα, τοῦ ἀσπλάγχνου Πλουσίου τρόπους ἐζήλωσα, εὔσπλαγχνε Θεέ, ἐπιστρέψας με οἴκτειρον, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Ψυχικῇ ἀσθενείᾳ περικρατούμενος, καὶ τεθνήξεσθαι μέλλων διˊ ἀπογνώσεως, τῆς σῆς Ἰησοῦ, ἐπισκέψεως δέομαι, τῆς ζωοποιούσης, τοὺς σὲ προσκαλουμένους.

Θεοτοκίον

Παναγία Παρθένε σύ με διάσωσον, τῆς ἐμῆς ἀσθενείας γενοῦ βοήθεια, ἡ τὸν θελητὴν τοῦ ἐλέους κυήσασα ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Οἱ ὅσιοί σου Παῖδες

Ἀγάλλου Βηθανία, ἡ τοῦ Λαζάρου πατρίς· ἐπὶ σοὶ γὰρ Χριστὸς ἐπιστάς, μεγαλεῖον τελέσει, ζωώσας τὸν Λάζαρον.

Λάζαρος νοσηλεύεται, ἵνα σὺ δοξασθῇς, ὁ Υἱὸς τοῦ Θεοῦ ἐν αὐτῷ, καὶ ὑμνεῖ σε ἀπαύστως, τὰ ἔργα τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τριάδα παναγίαν, τὴν ἐν Πατρί, καὶ Υἱῷ, καὶ Πνεύματι, ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε, τὰ ἔργα τὸν Κύριον.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἄρρητόν σου τόκον, πάντες ὑμνοῦμεν Ἁγνή, καὶ σέβοντες αὐτὸν ὡς Θεόν, εὐλογοῦμεν ὑμνοῦμεν, ἀπαύστως τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῶν ἀρετῶν τοὺς κλάδους, πρὸς ὑπαντὴν τοῦ Χριστοῦ, εὐτρεπίζοντες νῦν κράζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔψαλλον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Θεὸν ἀνθρώποις

Τὸ πρὶν τὸν ἄνθρωπον τὸν Πρωτόπλαστον, γεῦσις πικρὰ δεινῶς τοῦ Παραδείσου ἐξώρισε, καὶ θανάτου τοῖς βρόχοις ὑπέζευξε. Νήστευσον ὦ ψυχή μου, φεῦγε τὴν μίμησιν, φεῦγε τῆς τροφῆς τὴν ἡδονήν, τὴν πολυώδυνον.

Εἰς νοῦν λαμβάνω σοῦ τὸ κριτήριον, τὸ τῆς φλογὸς τὸ ἄσβεστον, Κριτὰ δικαιότατε, ἐμαυτὸν κατακρίνω πρὸ κρίσεως· δέδοικα γὰρ καὶ τρέμω, ἄμετρα πταίσας σοι, ἄλλος ὡς οὐδεὶς ἐπὶ τῆς γῆς· διό με οἴκτειρον.

Παθῶν ἐκπλύνωμεν ἀμαυρότητα, φωτιστικαῖς εὐχαῖς, καὶ ἀρετῶν κλάδους φέροντες, ὑπαντῆσαι Χριστῷ ἐπισπεύσωμεν, πώλῳ προσδοκωμένῳ, νῦν ἐπιβήσεσθαι, ἑτοιμαζομένῳ τε παθεῖν, διὰ τὸ σῶσαι ἡμᾶς.

Θεοτοκίον

Ἐκ σοῦ Παρθένε θεοχαρίτωτε, τοῖς ἐκ νυκτὶ παθῶν κεκρατημένοις ἀνέτειλε, τοῦ φωτὸς καὶ εἰρήνης Χριστὸς χορηγός, τὴν ἐξ ἀπροσεξίας, λύων παράβασιν, καὶ τήν ἀπολύτρωσιν ἡμῖν, σαφῶς δωρούμενος.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Νῦν τὰ νεκροτάφια, ἑτοιμάζου, Λάζαρε σοφέ· ἐκλείπεις γὰρ τῆς ζωῆς, αὔριον θανών, τὸν τάφον ἐπίβλεψον, ὃν οἰκήσεις, ἀλλά σε Χριστός, πάλιν ζωώσεται, ἀναστήσας τετραήμερον.

Βηθανία χόρευε· ἐπὶ σὲ γάρ, ἥξει ὁ Χριστός, θαῦμά σοι ἐκτελῶν, μέγα καὶ φρικτόν, δεσμεύσας τὸν θάνατον, ἀναστήσει, πάντως ὡς Θεός, Λάζαρον θνήξαντα, καὶ τὸν Κτίστην μεγαλύνοντα.

Δόξα...

Ὁμοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονὰς Πατὴρ ὁ ἀγέννητος καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν...

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός ἐστιν ὁ τεχθεὶς ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Δεῦτε ἑτοιμάσωμεν, τῷ Κυρίῳ, τὰ πρὸς ὑπαντήν, βαΐα ἀρετῶν, φέροντες αὐτῷ· οὕτω γὰρ δεξόμεθα, ὡς εἰς πόλιν Ἱερουσαλὴμ ἐν τῇ ψυχῇ ἡμῶν, προσκυνοῦντες καὶ ὑμνοῦντες αὐτόν.

Ὁ Εἱρμὸς

«Ἡσαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱόν, τὸν Ἐμμανουὴλ Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Ὀλισθηρῶς τοῖς παραπτώμασι, καὶ ταῖς σειραῖς τῶν ἁμαρτημάτων, συνδεδεμένη ὦ ψυχή, τί ῥαθυμεῖς; τί ἀμελεῖς; φεῦγε ἀεὶ Σοδόμων καὶ Γομόρρας ὡς ὁ Λώτ, ἀσελγείας τὸν ἐμπρησμόν, μὴ στραφῇς εἰς τὰ ὀπίσω, καὶ γένῃ καθάπερ στήλη ἁλός, εἰς ὄρος ἀνασῴζου τῶν ἀρετῶν, φεῦγε ἀεὶ τοῦ ἀπηνοῦς Πλουσίου, ἀσπλαγχνίας τὴν φλεγμονήν, εἰς τοὺς κόλπους πρόβαινε τοῦ Ἀβραάμ, ὡς ὁ Λάζαρος, διὰ ταπεινοφροσύνης κράζουσα· Ἡ ἐλπίς μου καὶ καταφυγή, Κύριε δόξα σοι.

Ἦχος πλ. αˊ

Ὀλισθηρῶς τοῖς παραπτώμασι, καὶ ταῖς σειραῖς τῶν ἁμαρτημάτων, συνδεδεμένη ὦ ψυχή, τί ῥαθυμεῖς; τί ἀμελεῖς; φεῦγε ἀεὶ Σοδόμων καὶ Γομόρρας ὡς ὁ Λώτ, ἀσελγείας τὸν ἐμπρησμόν, μὴ στραφῇς εἰς τὰ ὀπίσω, καὶ γένῃ καθάπερ στήλη ἁλός, εἰς ὄρος ἀνασῴζου τῶν ἀρετῶν, φεῦγε ἀεὶ τοῦ ἀπηνοῦς Πλουσίου, ἀσπλαγχνίας τὴν φλεγμονήν, εἰς τοὺς κόλπους πρόβαινε τοῦ Ἀβραάμ, ὡς ὁ Λάζαρος, διὰ ταπεινοφροσύνης κράζουσα· Ἡ ἐλπίς μου καὶ καταφυγή, Κύριε δόξα σοι.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Οἱ Ἀθλοφόροι σου Κύριε, τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τήν ἀπόλαυσιν, ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. αˊ

Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα, εὐλογημένη, πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. αˊ

Ἀκαταμάχητον τεῖχος ἔδωκας τῇ πόλει ἡμῶν, τὴν τεκοῦσάν σε Παρθένον, διˊ αὐτῆς Σῶτερ, ἀπὸ τῶν κύκλῳ συνεπιτιθεμένων κακῶν, ἐξελοῦ δεόμεθα τὰς ψυχὰς ἡμῶν. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ρηˊ

Βοήθησόν μοι, Κύριε ὁ Θεός μου.

Στίχ.Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΘˊ, 6–10)

Τάδε λέγει Κύριος· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τὸν δοῦλον τῶν ἀρχόντων, Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ Ἅγιος τοῦ Ἰσραήλ, ὃς ἐξελέξατό σε. Οὕτω λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ μονὴ αὐτῶν, οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλˊ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ρθˊ

Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Στίχ.Εἶπεν ὁ Κύριος τῷ Κυρίω μου· Κάθου ἐκ δεξιῶν μου.

Τῌ ΤΕΤΑΡΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου σε

Πάσαις προσβολαῖς τοῦ πονηροῦ, ἡ πολυπαθής μου καρδία, ἐξασθενήσασα, τάφῳ κατενήνεκται, τῆς ῥαθυμίας δεινῶς, καὶ ὡς λίθῳ καλύπτεται, τῇ ἀναισθησίᾳ, Σῶτερ ὁ τῷ ξύλῳ σου, τοῦ ζωηφόρου Σταυροῦ, πάντας τοὺς ἐν ᾍδη ζωώσας, ἔγειρόν με ζώωσον, ὅπως, φόβῳ σου δοξάζω τὴν Θεότητα.

Ἦχος βˊ

Πλοῦτον ἡδονῶν φθοροποιῶν, τῇ τοῦ πονηροῦ συνεργείᾳ, πάντοτε ἔστερξα, μάτην εὐφραινόμενος, ὁ ἀσυνείδητος, τὸν δὲ νοῦν μου παρέβλεψα, ὡς Λάζαρον ἄλλον, στένοντα λιμώττοντα, ἐνθέου βρώσεως, Λόγε τῆς φλογὸς τῆς μελλούσης, ῥῦσαί με τῇ σῇ εὐσπλαγχνίᾳ, ὅπως σε δοξάζω τὸν φιλάνθρωπον.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος γˊ

Ἔστησαν τὰ τριάκοντα ἀργύρια

Σήμερον ἐναπέψυξεν ὁ Λάζαρος, καὶ θρηνεῖ τοῦτον Βηθανία, ὃν ὁ Σωτὴρ ἡμῶν, ἐγείρεις ἐκ τῶν νεκρῶν, προπιστοῦσαι ἐν τῷ φίλῳ σου, τὰ τῆς Ἀναστάσεώς σου τῆς φρικτῆς, τοῦ ᾍδου τὴν νέκρωσιν, καὶ Ἀδὰμ τὴν ζωήν· διὰ τοῦτό σε ὑμνοῦμεν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριˊ

Ἀρχὴ σοφίας, φόβος Κυρίου.

Στίχ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΛΑˊ, 3–16)

Εἶπε Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακώβ, ἐκάλεσε Λείαν, καὶ Ῥαχήλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια, καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμέ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν, ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετˊ ἐμοῦ, καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν, ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς τοῦ πατρός μου κακοποιῆσαί με. Ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα, ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά. Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, ἐν γαστρὶ λαμβάνοντα, εἶδον αὐτὰ τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι. Καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἴγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθˊ ὕπνον· Ἰακώβ, Ἰακώβ· Ἐγὼ δὲ εἶπα· Τί ἔστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα, καὶ τὰς αἴγας διαλεύκους καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Καὶ ἀποκριθεῖσαι Ῥαχήλ, καὶ Λεία, εἶπον αὐτῷ· Μή ἐστιν ἡμῖν ἔτι μερίς, ἢ κληρονομίαν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν, πάντα τὸν πλοῦτον, καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται, καὶ τοῖς τέκνοις ἡμῶν. Νῦν οὖν, ὅσα σοι εἴρηκεν ὁ Θεός σου, ποίει.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριαˊ

Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος.

Στίχ.Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΚΑˊ, 3–21)

Υἱέ, ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον, ἢ θυσιῶν αἷμα. Μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία, λογισμοὶ συντέμνοντος, πλὴν εἰς περίσσειαν, καὶ πᾶς μὴ ἐπισπουδάζων, πλὴν εἰς ὑστέρημα, ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. Ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. Πρὸς τοὺς σκολιούς, σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός· ἁγνά γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας, καὶ ἐν οἴκῳ κοινῷ. Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπˊ οὐδενὸς τῶν ἀνθρώπων. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος, συνιῶν δὲ σοφός, δέξεται γνῶσιν. Συνιεῖ δίκαιος ψυχὰς ἀσεβῶν, καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. ῞Ος φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Δόσις λάθριος, ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν. Εὐφροσύνη δικαίων ποιεῖν κρῖμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης, ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. Ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον, καὶ ἔλαιον, οὐ πλουτήσει, περικάθαρμα δὲ δικαίου ἄνομος, καὶ ἀντὶ εὐθέων, παράνομος. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου, καὶ γλωσσώδους, καὶ ὀργίλου, θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν, ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.

Ἀπόστιχα

Ἦχος αˊ

Ἰδιόμελον

Πορφύραν αὐτοκρατορίας θεότευκτον, καὶ βύσσον ἀφθαρσίας, ἐστολισμένη ψυχή μου, τὴν οἰκείαν ἀξίαν καθύβρισας, πλοῦτον καὶ τρυφὴν ἐπὶ ἁμαρτίᾳ ποιησαμένη, καὶ κατεπαιρομένη, τῶν ὁμοφύλων, ὡς ὁ τὸν πτωχὸν Λάζαρον, παριδὼν Πλούσιος. Ἀλλˊ ἵνα μὴ σὺν ἐκείνῳ κολασθῇς, πτώχευσον τῷ πνεύματι, καὶ τῷ διὰ σὲ πτωχεύσαντι Κυρίῳ κράξον, ὁ πορφύραν ὕβρεως πρὸ Σταυροῦ φορέσας, καὶ γυμνὸς ἐν Σταυρῷ παγεὶς διˊ ἐμέ, τῷ τῆς σῆς Βασιλείας ἐνδύματι, ἐξ αἰσχύνης αἰωνίου Χριστὲ ῥῦσαί με.

Ἦχος αˊ

Πορφύραν αὐτοκρατορίας θεότευκτον, καὶ βύσσον ἀφθαρσίας, ἐστολισμένη ψυχή μου, τὴν οἰκείαν ἀξίαν καθύβρισας, πλοῦτον καὶ τρυφὴν ἐπὶ ἁμαρτίᾳ ποιησαμένη, καὶ κατεπαιρομένη, τῶν ὁμοφύλων, ὡς ὁ τὸν πτωχὸν Λάζαρον, παριδὼν Πλούσιος. Ἀλλˊ ἵνα μὴ σὺν ἐκείνῳ κολασθῇς, πτώχευσον τῷ πνεύματι, καὶ τῷ διὰ σὲ πτωχεύσαντι Κυρίῳ κράξον, ὁ πορφύραν ὕβρεως πρὸ Σταυροῦ φορέσας, καὶ γυμνὸς ἐν Σταυρῷ παγεὶς διˊ ἐμέ, τῷ τῆς σῆς Βασιλείας ἐνδύματι, ἐξ αἰσχύνης αἰωνίου Χριστὲ ῥῦσαί με.

Ἦχος αˊ

Μαρτυρικόν

Ὢ τῆς καλὴς ὑμῶν, πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα Ὁμοούσιον.

Σταυροθεοτοκίον

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Ῥομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος βˊ

Τὸν λίθον τοῦ μνήματος

Ὡς λίθῳ βαρούμενος, ταῖς πολλαῖς ἁμαρτίαις, ἐν τάφῳ κατάκειμαι, ἀμελείας Οἰκτίρμον, ἐξ οὗ με ἀνάγαγε, εὔσπλαγχνε Κύριε.

Σταυροθεοτοκίον Εὐσπλαγχνίας ὑπάρχουσα

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνὴ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε καταχρέως δοξάζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος γˊ

Τὴν ὡραιότητα

Σήμερον Λάζαρος, θανὼν ἐνθάπτεται, καὶ θρῆνον ᾄδουσιν, αἱ τούτου σύγγονοι, ὡς δὲ προγνώστης καὶ Θεός, τὸ πάθος προηγόρευσας, Λάζαρος κεκοίμηται, τοῖς Μαθηταῖς προφθεγγόμενος· ἀλλὰ νῦν ἀπέρχομαι, ἀναστῆσαι ὃν ἔπλασα. Διό σοι πάντες βοῶμεν· Δόξα τῷ κράτει τῆς ἰσχύος σου.

Σταυροθεοτοκίον

Ἡ ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Κανών αˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος βˊ

Στειρωθέντα

Τῇ δυνάμει τοῦ Σταυροῦ, δυναμώσας μου τὸν νοῦν, ἐξασθενοῦντα, προσβολαῖς πονηραῖς, πρὸς τὸ θέλημα τὸ σόν, ἴθυνον Κύριε.

Ῥαθυμίας νυσταγμῷ, ἐπὶ κλίνης ἡδονῶν, καθεύδοντά με, διανάστησον Χριστέ, καὶ τῶν σῶν προσκυνητήν, Παθῶν ἀνάδειξον.

Λαμπρυνθέντες τὰς ψυχάς, τῇ νηστείᾳ καθαροί, προσυπαντῆσαι, ἐπειχθῶμεν Χριστῷ, πρὸς τὴν Ἱερουσαλήμ, ἐπιδημοῦντι σαρκί.

Θεοτοκίον

Μὴ φλεχθεῖσα τῷ πυρί, τῆς Θεότητος Ἁγνή, κατάφλεξόν μου, τὰς ὑλώδεις ὁρμάς, τῶν παθῶν ὅπως πιστῶς, ἀεὶ δοξάζω σε.

Κανών βˊ, ᾨδὴ γˊ, Τριῳδίου

Ἦχος γˊ

Στεῖρα ψυχὴ

Τῇν σήμερον ὁ Λάζαρος, θανὼν οὐκ ἔλαθε, τὸ παντέφορον ὄμμα Ἰησοῦ· διὸ ἐκφράζει τοῦτο τοῖς Μαθηταῖς βοῶν· Ὅτι Λάζαρος ὁ φίλος κεκοίμηται, ἀναστῆσαι ἥκω αὐτόν.

Πρὸς Ἰουδαίαν Κύριε, πάλιν ἀπαίρειν εἰπών, τοὺς Μαθητὰς ἐφόβησας, ἀλλˊ εὐθαρσῶς ὁ Θωμὰς ἐκβοᾷ. Ζωή ἐστιν ἄγωμεν· καὶ γὰρ ἂν θνηξώμεθα, αὖθις ἀναζήσωμεν.

Δόξα...

Τριὰς ἡ Ὁμοούσιος, ὁ παντοκράτωρ Πατήρ, ὁ Υἱὸς ὁ συνάναρχος, σὺν τῷ συνθρόνῳ θείῳ Πνεύματι, ἡ μία προσκύνησις, Θεότης ἡ ἄκτιστος, σὲ ὑμνοῦμεν πάντες βροτοί.

Καὶ νῦν ... Θεοτοκίον

Παρθενομῆτορ ἄχραντε, ἡ ῥίζα τοῦ Ἱεσσαί, ἐξ ἧς Χριστὸς ἀνέτειλε, τὸ ζωηφόρον ἄνθος τῶν γηγενῶν, διˊ ἧς ἐλυτρώθημεν, φθορᾶς καὶ θνητότητος, Σὲ ὑμνοῦμεν πάντες Ἁγνή.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Χαῖρε Σιών, νῦν ἔρχεται, ὁ Βασιλεὺς σου πραΰς, ὡς ὁ Προφήτης κέκραγε, καὶ ἄγει πῶλος τοῦτον σωματικῶς, τὸν ἐν τῇ χειρὶ αὐτοῦ, τὸ πᾶν περιέχοντα· ᾌσωμεν τῷ κράτει αὐτοῦ.

Ὁ Εἱρμὸς

«Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐφραινομένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος βˊ

Τὸν ἐν τῇ βάτῳ Μωσῆ

Τῆς ταπεινῆς μου ψυχῆς, τὸν βαρύτατον λίθον, τῆς δεινῆς ῥαθυμίας, ἀποκύλισον Χριστέ, καὶ ἔγειρόν με τάφου, τοῦ τῆς ἀναισθησίας, εἰς αἴνεσίν σου Λόγε.

Θάνατον φίλου τοῦ σοῦ, προεδήλωσας φίλοις, διὰ σπλάγχνα ἐλέους, ὁ προγνώστης καὶ Θεός, ὃν ἔμελλες ἐγείρειν, ἐκ τάφου τεταρταῖον, πρὸς σὴν δοξολογίαν.

Πρὸς Ἰουδαίαν Χριστέ, πάλιν ἔρχῃ ζητοῦσαν, τῆς ζωῆς σε τὸ ξύλον, διὰ ξύλου ἀνελεῖν, ποθῶν ἀθανατίσαι τοὺς τεθανατωμένους, τῇ διὰ ξύλου βρώσει.

Θεοτοκίον

Ἐν σοὶ Παρθένε ἁγνή, ἐθεωρήθησαν πᾶσαι, τοῦ Θεοῦ αἱ πορεῖαι, τοῦ φυλάξαντος τὴν σήν, ἁγνείαν μετὰ τόκον, ἐσφραγισμένην σαφῶς, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος γˊ

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς

Λάζαρος σήμερον θανών, ἐκκομίζεται φίλος Χριστοῦ, καὶ θρηνῳδοῦσιν αἱ περὶ τὴν Μάρθαν, τὴν ἀδελφικὴν συμφοράν, ὁ δὲ Χριστὸς ἐν χαρᾷ, μεταβαίνει πρὸς αὐτόν, τοῦ δεῖξαι τοῖς λαοῖς, ὅτι ἐστὶν αὐτός, ἡ ζωὴ τῶν ἁπάντων.

Ὡς ἐξ ὄρους Ἐλαιῶν, ἀπὸ ὕψους ἐλεημοσυνῶν, ἀρετῶν κλάδους οἱ λαοὶ τεμόντες, δεῦτε ἑτοιμάσωμεν, τὴν πρὸς ἡμᾶς νοητῶς, παρουσίαν τοῦ Χριστοῦ, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἡ τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Ἰδοὺ πᾶσαι αἱ γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς ποιητήν, Θεὸν ὄντα καὶ βροτόν. Διό σε εὐλογοῦμεν καὶ ὑπερυψοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μετὰ τῶν Παίδων καὶ ἡμεῖς ὑπαντήσωμεν Χριστῷ τῷ Θεῶ, ἀντὶ βαΐων προσάγοντες ἐλεημοσύνην, ἐν καρδίας προσευχῇ, μετὰ κλάδων, Ὡσαννὰ βοῶντες· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπˊ ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος βˊ

Τῶν γηγενῶν, τίς ἤκουσε

Ὁ Δανιήλ, νηστείᾳ πεφραγμένος, ἔφραξε στόματα θηρῶν. Τοῦτον ζηλοῦσα ψυχή μου, τὸν ὠρυόμενον, καθάπερ λέοντα ὄφιν, καὶ ἐκζητοῦντα, κατάβρωμα ποιῆσαι πᾶσαν ψυχήν, τῇ τοῦ Σταυροῦ συμμαχίᾳ ἀποδίωξον.

Λόγε Θεοῦ, τὴν τεθανατωμένην, ταῖς ἁμαρτίαις ψυχήν μου, καὶ καθειργμένην τάφῳ τῆς παραβάσεως, ζωοπαρόχῳ σου λόγῳ ἐξαναστήσας, προσφέρειν σοι βαΐα τῶν ἀρετῶν, τῷ Νικητῇ τοῦ θανάτου καταξίωσον.

Ὁ οὐρανόν, ὡς θρόνον κεκτημένος, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, πώλῳ ὀχούμενος, ἐπὶ τὴν Πόλιν εἰσέρχεται τὴν ἁγίαν, ἐκ στόματος νηπίων αἶνον τερπνόν, ὡς Βασιλεὺς τῶν ἁπάντων καταρτίσασθαι.

Θεοτοκίον

Ἐν γυναιξί, σὺ μόνη ὡραιώθης, ὦ ὑπερθαύμαστε Ἁγνή, τὸν ὡραιότατον Λόγον ἀποκυήσασα, τὸν ὑπὲρ πάντας φανέντα βροτοὺς ὡραῖον, αὐτὸν οὖν ἐκδυσώπει, τὸ εἰδεχθές καθωραΐσαι, Παρθένε τῆς καρδίας μου.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος γˊ

Ἐν Σιναίῳ τῷ ὄρει

Ἐπιτάφια δάκρυα ῥαίνουσιν, αἱ Λαζάρου Ἀδελφαί, καθορῶσαι τὸν σύγγονον σήμερον, ὑπὸ λίθον τὸν πικρόν, ὁ Χριστὸς δέ μου πόρρω, Ἀποστόλοις σου. Χαίρω τοῦτο δηλῶν ἔλεγες· τοῖς διˊ ὑμᾶς, οὐ παρῇς· τῇ σαρκὶ γὰρ ἐκεῖ.

Πάλιν ἥκει πρὸς σὲ τὴν φονεύτριαν, Ἰουδαίαν ὁ Χριστός, τὸ σωτήριον πάθος γλιχόμενος, ἐκπληρῶσαι ὡς Θεός, ὃν ἐζήτεις λιθάσαι· ἰδού σοι αὐτόκλητος, θέλων προσίεται, τῆς μιαιφονίας σου, εἰς τὸ σῶσαι ἡμᾶς.

Δόξα...

Ἡ Θεότης Μονάς, καὶ Τριάς ἐστι, παραδόξου ὢ στροφῆς! ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν ... Θεοτοκίον

Παιδοτόκον παρθένον τίς ἤκουσε, καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, Ἀλλὰ φράζε μοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῶν φοινίκων βαΐα συμπλέξαντες, νοητῶς καὶ αἰσθητῶς, ὑπαντὴν τῷ Δεσπότῃ ποιήσωμεν, ἐρχομένῳ πρὸς ἡμᾶς· καὶ γὰρ εὐλογημένος, αὐτὸς ὁ ἐρχόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου καὶ Πατρός, ὡς Υἱὸς ἀληθής.

Ὁ Εἱρμὸς

«Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ Βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον. Ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ».

Ἀπόστιχα Τριῳδίου

Ἦχος αˊ

Ἰδιόμελον

Ὁ Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων, νόμον δὲ καὶ Προφήτας πλουτῶν νομίμοις λατρείαις ἐνευφραίνετο· ἀλλά σε πτωχεύσαντα, σταυρώσας ἔξω πυλῶν Εὐεργέτα, καὶ ζῶντα μετὰ σταυρὸν ἀθετῶν, τὸν ἐν κόλποις Θεοῦ Πατρὸς ἀεὶ ὄντα, διψεῖ σταγόνα χάριτος, ὡς Πλούσιος ἄσπλαγχνος Λαζάρῳ πένητι, ὁ πορφύρας καὶ βύσσου, ἄσβεστον πῦρ ἀνθυποδύς, καὶ βλέπων ὀδυνᾶται τὸν πρὶν ψιχίων ἀληθείας, ἐνδεῆ λαὸν τῶν ἐθνῶν, νῦν ἐν κόλποις πίστεως, Ἀβραὰμ θαλπόμενον, τὴν τοῦ Αἵματός σου πορφυρίδα, σὺν τῇ βύσσῳ τοῦ βαπτίσματος φοροῦντα, καὶ συνευθηνούμενον, καὶ ἐντρυφῶντα χαρίσμασι, καὶ λέγοντα· Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος αˊ

Ὁ Ἰσραὴλ πορφύραν καὶ βύσσον ἐνεδέδυτο, στολαῖς ἱεραῖς καὶ βασιλείοις λάμπων, νόμον δὲ καὶ Προφήτας πλουτῶν νομίμοις λατρείαις ἐνευφραίνετο· ἀλλά σε πτωχεύσαντα, σταυρώσας ἔξω πυλῶν Εὐεργέτα, καὶ ζῶντα μετὰ σταυρὸν ἀθετῶν, τὸν ἐν κόλποις Θεοῦ Πατρὸς ἀεὶ ὄντα, διψεῖ σταγόνα χάριτος, ὡς Πλούσιος ἄσπλαγχνος Λαζάρῳ πένητι, ὁ πορφύρας καὶ βύσσου, ἄσβεστον πῦρ ἀνθυποδύς, καὶ βλέπων ὀδυνᾶται τὸν πρὶν ψιχίων ἀληθείας, ἐνδεῆ λαὸν τῶν ἐθνῶν, νῦν ἐν κόλποις πίστεως, Ἀβραὰμ θαλπόμενον, τὴν τοῦ Αἵματός σου πορφυρίδα, σὺν τῇ βύσσῳ τοῦ βαπτίσματος φοροῦντα, καὶ συνευθηνούμενον, καὶ ἐντρυφῶντα χαρίσμασι, καὶ λέγοντα· Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος αˊ

Μαρτυρικόν

Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις οὐ στενοχωρία, οὐ λιμὸς οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δέ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις, ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας, κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν...

Σταυροθεοτοκίον

Ἦχος αˊ

Πανεύφημοι Μάρτυρες

Ὁρῶσα κρεμάμενον Χριστέ, ἡ ἁγνῶς κυήσασα, σὲ τὸν κρεμάσαντα ὕδασι, τὴν γῆν φιλάνθρωπε, ἀνεβόα· Οἴμοι! τί τὸ ξένον θέαμα; ποῦ ἔδυ σου τὸ κάλλος γλυκύτατε, Υἱὲ τὸ ἄπειρον; Μεγαλύνω σου τὸ ἔλεος, ὅτι πάσχεις, ἑκὼν ὑπὲρ ἅπαντας.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. αˊ

Τὰ ἐλέη σου Κύριε ποίησον μεθˊ ἡμῶν, καὶ μὴ παραδῴης ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἅγιε Δέσποτα παντοκράτορ, σοῦ δεόμεθα. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριβˊ

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.

Στίχ.Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΝΗˊ, 1–11)

Οὕτω λέγει Κύριος· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακώβ, τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκώς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς, αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως. Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε, εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν, οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην; καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· ουδˊ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδὲ οὕτω καλέσετε νηστείαν δεκτήν, οὐχὶ τοιαύτην νηστείαν ἐξελεξάμην, λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστειλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσάν σου συγγραφήν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου, ἐὰν ἴδῃς γυμνὸν περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου, ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε, τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι, ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆγμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ριγˊ

Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

Στίχ.Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

Τῌ ΠΕΜΠΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.

Ἦχος πλ. αˊ

Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Πέραν τοῦ Ἰορδάνου σαρκί, περιπολεύων Ἰησοῦ, τοῖς συνοῦσί σοι, ἐβόας, ὁ φίλος ἤδη, Λάζαρος ἀποθανών, τῇ ταφῇ ἀρτίως παραδίδοται· διὸ χαίρω φίλοι μου, διˊ ἡμᾶς ἵνα μάθητε, ὡς πάντα οἶδα, Θεὸς ὢν ἀδιάστατος, εἰ καὶ πέφυκα, τὸ ὁρώμενον ἄνθρωπος. Ἄγωμεν οὖν ζωώσοντες αὐτὸν ὅπως θάνατος αἴσθηται τούτου τὸ νῖκος, καὶ τὴν τελείαν κατάλυσιν, σαφῶς ἣν ποιήσω, παρεχόμενος τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Μάρθαν καὶ τὴν Μαρίαν πιστοί, ἐκμιμησάμενοι πρὸς Κύριον πέμψωμεν, ἐνθέους, ὡς πρέσβεις πράξεις, ὅπως ἐλθὼν τὸν ἡμῶν, νοῦν ἐξαναστήσῃ νεκρὸν κείμενον, δεινῶς ἐν τῷ μνήματι, ἀμελείας ἀναίσθητον, φόβου τοῦ θείου, μηδαμῶς αἰσθανόμενον, καὶ ἐνέργειαν, ζωτικὴν νῦν μὴ ἔχοντα, κράζοντες· Ἴδε Κύριε, καὶ ὥσπερ τὸν φίλον σου, Λάζαρον πάλαι Οἰκτίρμον, ἐπιστασίᾳ ἐξήγειρας, φρικτῇ, οὕτω πάντας, ζωοποίησον παρέχων, τὸ μέγα ἔλεος.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. βˊ

Κύριε ἐπὶ τὸν τάφον

Δισημερεύει Λάζαρος ἐν τῷ τάφῳ, τοὺς ἀπˊ αἰῶνος βλέπει θανέντας· ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, ᾍδου κρατουμένην τοῖς δεσμοῖς· διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν. Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριδˊ

Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.

Στίχ.Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓˊ, 25–30 ΜΕˊ, 1–16)

Προσήνεγκαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καί εἶπεν αὐτοῖς· Ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε ἔτι ζῆν· οἱ δὲ εἶπον· Ὑγιαίνει, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. Καὶ εἶπεν· Εὐλογητός ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ἰωσήφ, εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν, καὶ εἶπεν· ὁ Θεὸς ἐλεῆσαι σε τέκνον. Ἐταράχθη δὲ Ἰωσήφ· συνεστρέφετο γὰρ τὰ σπλάγχνα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι, εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον, ἔκλαυσεν ἐκεῖ, καὶ νιψάμενος τὸ πρόσωπον, ἐξελθὼν ἐνεκρατεύσατο. Καὶ οὐκ ἠδύνατο Ἰωσήφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλˊ εἶπεν· Ἐξαποστείλατε πάντας ἀπˊ ἐμοῦ, καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ. Ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ, ἔτι ὁ πατήρ μου ζῇ; Καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Ἐγγίσατε πρός με, καὶ ἤγγισαν. Καὶ εἶπεν· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον, νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανείτω, ὅτι ἀπέδοσθέ με ᾧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην· νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ᾧδε, ἀλλὰ ὁ Θεός, καὶ ἐποίησέ με, ὡς πατέρα Φαραὼ καὶ Κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. Σπεύσαντες οὖν, ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ. Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με, καὶ μὴ μείνῃς, καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σύ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου, καὶ οἱ βόες σου, καὶ ὅσα σοι ἐστι, καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμὸς ἔσται ἐπὶ τῆς γῆς, ἵνα μὴ ἐκτριβῇς σύ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα ἴδετε, καὶ ταχύναντες, καταγάγετε τὸν πατέρα μου ᾧδε. Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπˊ αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπˊ αὐτοῖς, καὶ μετὰ ταῦτα, ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· Ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. Ἐχάρη δὲ Φαραώ, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριεˊ

Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Στίχ.Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΚΑˊ, 23 – ΚΒˊ, 4)

ˊὋς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ, θρασὺς καὶ αὐθάδης καὶ ἀλαζών, λοιμὸς καλεῖται, ὃς δὲ μνησικακεῖ, παράνομος. Ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν· οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. Ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεεῖ καὶ οἰκτείρει ἀφειδῶς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. Ἀσεβής ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, ὁ δὲ εὐθύς, αὐτὸς συνιεῖ τὰς ὁδοὺς αὐτοῦ, οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ κατέναντι Κυρίου, πρὸς τὸν ἀσεβῆ. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς, αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον λόγον

Θεωρίαν καὶ πρᾶξιν, ὥσπερ συζεύξαντες, πρὸς Χριστὸν ἱκεσίαν, ἐκπέμψαι σπεύσωμεν, τὸν τεθαμμένον ἡμῶν νοῦν, ὡς ἄλλον Λάζαρον νεκρόν, ὅπως ζωώσῃ τῇ αὐτοῦ, ἐπιστασίᾳ τῇ φρικτῇ, βαΐα δικαιοσύνης, αὐτῷ προσφέρειν καὶ κράζειν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Θεοτοκίον

Τῆς ψυχῆς μου τὰ πάθη, τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους, ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμοῦ, εὐχάς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀγγελικαὶ δυνάμεις

Δισημερευει σήμερον, θανὼν ὁ Λάζαρος, καὶ ἐπὶ τούτῳ χέουσι λύπης τὰ δάκρυα, αἱ σύγγονοι Μαρία σὺν τῇ Μάρθᾳ, τὸν λίθον τοῦ μνήματος προσβλέπουσαι, ἐφίσταται ὁ Κτίστης, σὺν τοῖς αὐτοῦ Μαθηταῖς, τὸν θάνατον σκυλεῦσαι, δωρούμενος τὴν ζωήν. Διὸ βοήσωμεν αὐτῷ· Κύριε δόξα σοι.

Θεοτοκίον Ἐλπὶς τοῦ Κόσμου

Ἁγία Δέσποινα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ὡς τῶν ἁπάντων Ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις, ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἀνομημάτων.

Κανών αˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὴν θείαν ἐννοήσας

Ἀκτῖσι τῆς ἡμῶν παρακλήσεως, κατῳκισμένους ἐν φρουρᾷ, ἁμαρτημάτων φωτίσατε, τοὺς εὐσεβῶς φωτοφόροι, ἡμᾶς ἀνευφημοῦντας, Ἀπόστολοι.

Ἀγάπην συμπαθείᾳ συζεύξαντες, πρὸς ἱκεσίαν τῷ Χριστῷ, πιστοὶ ἐκπέμψαι σπουδάσωμεν, ὅπως ἡμᾶς ἀναστήσῃ, ἐκ τάφου τῶν κρυφίων παθῶν ἡμῶν.

Φιλίαν σαρκικὴν ἀφειδήσωμεν, οἱ νεκρωθέντες τῇ ψυχῇ, καὶ προσφιλεῖς χρηματίσωμεν, τῷ Λυτρωτῇ, ὅπως ᾍδου, φρικτῆς ἡμᾶς λυτρώσηται κρίσεως.

Προέφης τοῦ Λαζάρου τὴν κοίμησιν, ὃν μετˊ ὀλίγον ἀνιστῶν, ἐκ θηλαζόντων τὴν αἴνεσιν, κλαδηφορούντων προσδέξῃ, τοῦ Πάθους σου Σωτήρ μου τὰ σύμβολα.

Θεοτοκίον

Ἐκ σοῦ τὸ θεῖον ὕδωρ ἀνέβλυσεν, ἀθανασίας καὶ ζωῆς, Θεοκυῆτορ Πανάμωμε, οὗ οἱ γευόμενοι δίψης, ἁγνή, θανατηφόρου ῥυσθήσονται.

Κανών βˊ, ᾨδὴ δˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀκήκοα Κύριε

Ἐνθάπτεται Λάζαρος, καὶ ἐν τῷ τάφῳ αἱ περὶ Μάρθαν, νῦν πενθοῦσί τε καὶ κλαίουσιν, ἐπιστῆναι, σὲ τὸν Ζωοδότην γλιχόμεναι.

Ὁ θάνατος ἄρχεται, ἐκδειματοῦσθαι τὴν πρὸς αὐτόν σου, ἄφιξιν Χριστὲ αἰσθόμενος· ὡς ζωὴ γάρ, φροῦδον αὐτὸν δείξεις τοῖς πέρασιν.

Δόξα...

Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν ... Θεοτοκίον

Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεομῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Συνέλθετε ἥκετε, οἱ ἐν ἐρήμοις καὶ ἐν σπηλαίοις, ὑπαντῆσαι τὸν ἐρχόμενον, ἐπὶ πώλου, Κύριον τῆς δόξης ἐν ᾄσμασιν.

Ὁ Εἱρμὸς

«Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· δόξα τῇ δυνάμει σου Κύριε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Σοὶ τῷ παντουργῷ

Λίθον τὸν βαρύν, ἐκ τῆς ἐμῆς καρδίας, διάραι πρεσβεύσατε, τὸν Πανοικτίρμονα, λίθοι φανέντες, τοῦ ἀκρογωνιαίου, λίθου θεηγόροι, Ἀπόστολοι Κυρίου.

Ἄγωμεν τοῖς σοῖς, προανεφώνεις φίλοις, ὁ φίλος μου Λάζαρος, ἤδη κεκοίμηται, τοῦτον ἐγείρων, ὀλέσω τοῦ θανάτου, τὴν ὀλεθροτόκον, κακίαν εἰς αἰῶνας.

Πρᾷοι τῇ ψυχῇ, καὶ ταπεινοὶ τῇ γνώμῃ, γενόμενοι χάριτι, ὑποδεξώμεθα, πρᾷον τὸν πάντων, ἐρχόμενον Δεσπότην, τὴν ἀλαζονείαν, τοῦ πονηροῦ συντρίψαι.

Θεοτοκίον

Πύλην σε φωτός, πεφωτισμένην βλέπει, Προφήτης πανάμωμε· τὸν Φωτοδότην γὰρ τίκτεις ἀφράστως, ἡμῖν ὁμοιωθέντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Οἱ ὅσιοί σου Παῖδες

Μαρία τε καὶ Μάρθα, νῦν θρηνῳδοῦσιν, ἐν τάφῳ κατακείμενον, βλέπουσαι τὸν Λάζαρον, καὶ πόνῳ ἀναβοῶσιν· Εἰ ἦν Χριστὸς ἐνταῦθα, ὁ σύγγονος ἡμῶν οὐκ ἂν τέθνηκεν.

Ὁ ᾍδης προσδοκάσθω ὀλοθρευθῆναι· ἡ γὰρ ζωὴ ἐπελεύσεται, τὸν Λάζαρον ἐγεῖραι ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἀνάρχῳ καὶ γεννήσει τε, καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ, Πνεῦμα ἅγιον.

Καὶ νῦν ... Θεοτοκίον

Ὃν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διαπαντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς ἐκδυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τὰς ἀρετὰς ὡς κλάδους, καὶ ὡς βαΐα, πρὸς ὑπαντὴν ἑτοιμάσωμεν, τοῦ Βασιλέως πιστοὶ βοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

«Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβὶμ ἐμιμήσαντο, τὸν τρισάγιον Ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Τῆς φιλίας ῥῦσαί με, τοῦ δολίου, Δέσποτα Χριστέ, ὁ φίλος σου τοὺς σοφούς, δείξας Μαθητάς, μεθˊ ὧν ἀφικόμενος, ἐξήγειρας, φίλον σου πιστόν, Σῶτερ τὸν Λάζαρον, εὐχαρίστως ἀνυμνοῦντά σε.

Συμπληρώσει Κύριε, τῆς Νηστείας, πλήρωσον ἡμῶν καρδίας τε καὶ τὸν νοῦν, εὔσπλαγχνε χαρᾶς, ταὶς τῶν Ἀποστόλων σου, ἱκεσίαις, τῶν εἰλικρινῶς, ἀγαπησάντων σε, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὀδωδὼς τοῖς ἕλκεσι, τῆς κακίας, τάφον κατοικῶ, τῆς ῥαθυμίας Χριστέ· ὅθεν βοῶ· Ἀνάστησον σῶσόν με, ὅπως κᾀγώ, κλάδοις ἀρετῶν, καθυπαντήσω σοι, ἀνακράζων· Ὡσαννὰ τῷ Θεῷ.

Θεοτοκίον

Ἐν δυσὶ θελήσεσι, καὶ οὐσίαις, τέτοκας ἡμῖν, Υἱὸν τὸν μονογενῆ, Κόρη τοῦ Πατρός, γενόμενον ἄνθρωπον, ἵνα ἡμᾶς, δείξῃ κοινωνούς, φύσεως Ἄχραντε, θειοτέρας ὁ ὑπέρθεος.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. βˊ

Ἀσπόρου συλλήψεως

Ἐν τάφῳ ὁ Λάζαρος, δισημερεύει σήμερον, καὶ ἐπὶ τούτῳ, χέουσι τὰ δάκρυα, Μαρία τε καὶ Μάρθα, ὡς ἀδελφαὶ γνήσιαι· Χριστὸς δὲ ἔρχεται πρὸς αὐτόν, σὺν τοῖς θείοις Ἀποστόλοις, δεῖξαι μέγιστον τεράστιον.

Θάνατε πανόλεθρε, ἐκδέχου τὴν κατάλυσιν, οἱ πυλωροί σου, τὰ κλεῖθρα βλεπέτωσαν· καὶ γὰρ διὰ ῥήματος, συνθλάσει σου τὰς πύλας, Χριστὸς τὸν Λάζαρον ἀνιστῶν. Πίε πρῶτον τοῦτο ᾍδη, ὁ Προφήτης σοι βοᾷ σὺν ἡμῖν.

Δόξα...

Μόνε Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, Φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν, ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν ... Θεοτοκίον

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών; τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ὁ Κύριος ἔρχεται, καθίσαι ὥσπερ γέγραπται, ἐπὶ τοῦ πώλου, λαοὶ ἑτοιμάσθητε, προσδέξασθαι ἐν φόβῳ, τὸν πάντων Βασιλέα, μετὰ Βαΐων ὡς νικητήν, τοῦ θανάτου καὶ τοῦ ᾍδου, ἐξεγείραντα τὸν Λάζαρον.

Ὁ Εἱρμὸς

«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».

Ἀπόστιχα Τριῳδίου

Ἦχος πλ. αˊ

Ἰδιόμελον

Δεῦτε πρὸ τέλους πάντες ἀδελφοί, ἐν καθαρᾷ καρδίᾳ, προσέλθωμεν τῷ εὐσπλάγχνῳ Θεῷ, τὰς βιωτικὰς περιστάσεις ἀπορρίψαντες, τῶν ψυχῶν τὴν φροντίδα ποιησώμεθα, τῶν βρωμάτων τὰς ἡδονάς, διˊ ἐγκρατείας βδελυξάμενοι, τῆς ἐλεημοσύνης ἐπιμελησώμεθα· διˊ αὐτῆς γὰρ ὡς γέγραπται, ἔλαθόν τινες ξενήσαντες Ἀγγέλους, θρέψωμεν διὰ τῶν πενήτων, τὸν θρέψαντα ἡμᾶς οἰκεία σαρκί, ἐνδύσωμεν ἑαυτούς, τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, ἵνα ταῖς πρεσβείαις τῆς ἀχράντου Θεοτόκου, καὶ Παρθένου Μητρός, τῆς ἀφέσεως τυχόντες τῶν ἁμαρτιῶν, ἐν κατανύξει πρὸς αὐτὸν ἐκβοήσωμεν· Κύριε ῥῦσαι ἡμᾶς, τῆς ἐξ εὐωνύμων ἀποφάσεως, καὶ ἀξίωσον ἡμᾶς, τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Ἦχος πλ. αˊ

Δεῦτε πρὸ τέλους πάντες ἀδελφοί, ἐν καθαρᾷ καρδίᾳ, προσέλθωμεν τῷ εὐσπλάγχνῳ Θεῷ, τὰς βιωτικὰς περιστάσεις ἀπορρίψαντες, τῶν ψυχῶν τὴν φροντίδα ποιησώμεθα, τῶν βρωμάτων τὰς ἡδονάς, διˊ ἐγκρατείας βδελυξάμενοι, τῆς ἐλεημοσύνης ἐπιμελησώμεθα· διˊ αὐτῆς γὰρ ὡς γέγραπται, ἔλαθόν τινες ξενήσαντες Ἀγγέλους, θρέψωμεν διὰ τῶν πενήτων, τὸν θρέψαντα ἡμᾶς οἰκεία σαρκί, ἐνδύσωμεν ἑαυτούς, τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, ἵνα ταῖς πρεσβείαις τῆς ἀχράντου Θεοτόκου, καὶ Παρθένου Μητρός, τῆς ἀφέσεως τυχόντες τῶν ἁμαρτιῶν, ἐν κατανύξει πρὸς αὐτὸν ἐκβοήσωμεν· Κύριε ῥῦσαι ἡμᾶς, τῆς ἐξ εὐωνύμων ἀποφάσεως, καὶ ἀξίωσον ἡμᾶς, τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Ἦχος πλ. αˊ

Μαρτυρικόν

Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἀνεβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τοῦ σώματος, φωτεινόν ἔνδυμα, ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ Ἀγγέλων διαγωγή· διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. αˊ

Ἡ Κεχαριτωμένη

Ἡ προεκλελεγμένη ἐκ πασῶν τῶν γενεῶν, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα τῶν ψυχῶν ἡμῶν, λύτρωσιν παθῶν, καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη, ὡς Μήτηρ Θεοῦ.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος αˊ

Τῆς φωνῆς τῶν οἰκετῶν σου, Κύριε, μὴ ἐπιλάθῃ, μνήσθητι ὅτι πάντοτε εἰς σέ, τὴν ἐλπίδα ἐθέμεθα, τὸν πάντα δυνάμενον, καὶ βοήθησον ἡμῖν δεόμεθα. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριζˊ

Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΞΕˊ, 8–16)

Οὕτω λέγει Κύριος· ὂν τρόπον εὑρεθήσεται ἡ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω, ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν, οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοὶ μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ, Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές με εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ριηˊ

Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.

Στίχ.Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου

Ἦχος δˊ

Ὁ ἐξ ὑψίστου κληθεὶς

Τῶν Ἀποστόλων δυὰς ἱερωτάτη, ἕνα τῆς Τριάδος σε, ἐπισταμένη Χριστέ, νῦν παρὰ σοῦ ἀποστέλλεται, ἀγάγαι πῶλον, ὑποζυγίου υἱὸν ὡς γέγραπται, ἐφ΄ ᾧ ταπεινούμενος, καθίσεις εὔσπλαγχνε, τὴν ἐν ὑψίστοις θελήματι, καθέδραν πᾶσι, τοῖς σὲ ποθοῦσιν ἑτοιμαζόμενος, καὶ τοὺς ἀλόγοις ὑποκύψαντας, φρενοβλαβῶς Λόγε πάθεσι λογισμούς ἀπεργάσω. Ὡσαννά σοι ἀνακράζοντας.

Ἦχος δˊ

Καθυποδέχου Σιὼν τὸν Βασιλέα, ἰδού σοι πρᾳότατος, ἤδη ἐφίσταται, ἐξαναστῆσαι τὸν Λάζαρον, καὶ καταλῦσαι, τὸ τοῦ θανάτου πικρὸν βασίλειον. Πληθὺς θεοσύλλεκτε, τῶν ἱερῶν Μοναστῶν, μετὰ Μιγάδων ἀθροίσθητε, καθυπαντῆσαι, μετὰ Βαΐων Χριστῷ κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, σῶσαι γένος βροτῶν διὰ πάθους Σταυροῦ, καὶ ἀπάθειαν πᾶσι, παρασχεῖν διˊ ἀγαθότητα.

Ἕτερον Τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. δˊ

Ὁ ἐν Ἐδὲμ Παράδεισος

Ὁ Σεραφὶμ τοῖς ἄνω φοβερός, Χριστὲ ἐποχούμενος, ὡς Θεός τε καὶ τῶν ὅλων ποιητής, αὐτὸς ἐν πώλῳ ἐπὶ γῆς, καθεσθῆναι ἐπείγεσαι, ὡς ὑπάρχων καθˊ ἡμᾶς ἀνθρωπικῶς, ἡ Βηθανία ἀγάλλεται, ὡς δεχομένη σε Σωτήρ, Ἱεροσόλυμα χαίρει δέ, ὡς προσδοκῶντά σε λαβεῖν, θάνατος τέθνηκε, προαισθόμενος τὸν Λάζαρον, φοιτᾶν ἐκ τῶν νεκρῶν, καὶ ἡμεῖς τοῖς Βαΐοις, προϋπαντὴν τελοῦντες ἐν χαρᾷ, ἀνυμνοῦμεν τὸ κράτος, τῆς ἀγαθότητός σου Κύριε.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ριθˊ

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα.

Στίχ.Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΜΣΤˊ 1–7)

Ἀπάρας Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. Εἶπε δὲ ὁ Θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ. Ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου, μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χείρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευήν, καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακώβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ, οἱ υἱοί, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετˊ αὐτοῦ, αἱ θυγατέρες αὐτοῦ, καὶ αἱ θυγατέρες τῶν θυγατέρων αὐτοῦ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

Προκείμενον Ἦχος πλ. δˊ Ψαλμὸς ρκˊ

Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.

Στίχ.Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΚΓˊ, 15 – ΚΔˊ, 5)

Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφός γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενόν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοὶ; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτοῦ ὁ ἰός. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐρεῖς δέ· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι· ἐγὼ δὲ οὐκ ᾔδειν, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθˊ ὧν συνελεύσομαι. Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μέτˊ αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως, ἐμπίπλανται τὰ ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.

Ἀπόστιχα

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Τοῦ Πλουσίου τῆς ἀσυμπαθοῦς ὁμοιώσεως, καὶ ἀμεταδότσυ γνώμης, ῥῦσαί με Χριστὲ ὁ Θεός, ὁ διὰ Σταυροῦ σου, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, Λαζάρου δὲ τοῦ πτωχοῦ, τῆς εὐχαρίστου ὑπομονῆς, ζηλωτὴν ἀνάδειξον, καὶ τῶν κόλπων τοῦ Πατριάρχου Ἀβραάμ, μὴ ἀποξενώσῃς με, διὰ τὸ μέγα σου ἔλεος.

Ἦχος πλ. δˊ

Τοῦ Πλουσίου τῆς ἀσυμπαθοῦς ὁμοιώσεως, καὶ ἀμεταδότσυ γνώμης, ῥῦσαί με Χριστὲ ὁ Θεός, ὁ διὰ Σταυροῦ σου, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, Λαζάρου δὲ τοῦ πτωχοῦ, τῆς εὐχαρίστου ὑπομονῆς, ζηλωτὴν ἀνάδειξον, καὶ τῶν κόλπων τοῦ Πατριάρχου Ἀβραάμ, μὴ ἀποξενώσῃς με, διὰ τὸ μέγα σου ἔλεος.

Ἦχος πλ. δˊ

Μαρτυρικόν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Σταυροθεοτοκίον

Ἦχος πλ. δˊ

Ὢ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδύνως, φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, σταυρῷ προσήλωσε;

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος δˊ

Ταχὺ προκατάλαβε

Δυὰς ἀποστέλλεται, τῶν Μαθητῶν ἀγαγεῖν, τὸν πῶλον ὡς γέγραπται, ἐν ᾧ Χριστὸς ἐπιβάς, ὡραῖος ἐλεύσεται, αἴνεσιν ἐκ νηπίων, καταρτίσασθαι θείαν. Τοῦτον οὖν ὑπαντῆσαι, ἐπειχθῶμεν σπουδαίως, Βαΐα ἐναρέτων, αὐτῷ φέροντες πράξεων.

Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅνπερ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, καιρῷ νηστείας δωρήσασθαι.

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἀνέστης ἐκ νεκρῶν

Δυὰς τῶν Μαθητῶν, ἀποστέλλεται σήμερον, τὸν πῶλον ἀγαγεῖν, τῷ Δεσπότῃ τῶν ἁπάντων, ἔρχεται ἐπιβῆναι, ὁ ὀχούμενος Σεραφὶμ πλήθεσιν, ἄρχεται δειματοῦσθαι, ὁ κοσμοκράτωρ παμφάγος θάνατος, διὰ Λαζάρου πρῶτον σκυλευθείς, τὸ γένος τῶν ἀνθρώπων.

Σταυροθεοτοκίον

Τῷ πάθει τοῦ Υἱοῦ, ἡ Ἁγνὴ ἐφεστῶσα, θρηνοῦσα γοερῶς, κατηλάλαζε μέλος. Πῶς σε τὸν ἀσιγήτως, Ἀγγέλων ὕμνοις δοξολογούμενον, παῖδες Ἑβραίων φεῦ μοι! Πιλάτου κρίσει Υἱὲ παρέστησαν! Ὑμνολογῶ σου Λόγε τὴν πολλήν, καὶ ἄρρητον εὐσπλαγχνίαν.

Κανών αˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος δˊ

Ἀνάτειλόν μοι Κύριε

Ἐπὶ Σταυροῦ σὺ Κύριε, ὑπνώσας μεταβέβληκας, εἰς ὕπνον Δέσποτα τὸν θάνατον· Λάζαρος γὰρ ἐβόας, ὁ φίλος κεκοίμηται, ἀλλὰ ἀπελεύσομαι, ἐξυπνῆσαι νῦν αὐτόν.

Τῶν Προφητῶν κηρύγματα, πληρῶν προφητευόμενα, προφητοκτόνον πρὸς τὴν πόλιν Χριστέ, οἰκτίρμον παρεγένου, κτανθῆναι θελήματι, τὸν ἀποκτανθέντα με, διασῴζων τῆς φθορᾶς.

Οἱ σῶμα τὸ δυσήνιον, τῷ λόγῳ ὑποτάξαντες, διˊ ἐγκρατείας καὶ δεήσεως, μονασταὶ καὶ μιγάδες, Χριστῷ ὑπαντήσατε, πώλῳ ἐπιβαίνοντι, ἐρχομένῳ τε παθεῖν.

Θεοτοκίον

Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάχραντε, τὴν ἐκτακεῖσάν μου καρδίαν, φλογμῷ τῆς ἁμαρτίας, καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας ἄναψον, λύχνον πύλη τοῦ φωτός.

Κανών βˊ, ᾨδὴ εˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸν ζόφον τῆς ψυχῆς μου

Δυάδα Μαθητῶν σου, ἐν τῷ μέλλειν σε φθάνειν εἰς Βηθανίαν Χριστέ, στέλλεις ἀγάγαι σοι πῶλον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισε· πλὴν γάρ σου, οὐδεὶς τὰ ἄλογα ἔθνη, Σωτὴρ καθυπέταξε.

Συνῆλθεν Ἰουδαίων, ἐξ Ἱεροσολύμων εἰς Βηθανίαν πληθύς, καὶ ταῖς συγγόνοις Λαζάρου, σήμερον μὲν συμπάσχει, ἐπὰν δὲ αὔριον γνῷ, τοῦτον ἐκ τάφου πηδῶντα, κινεῖται πρὸς φόνον Χριστοῦ.

Δόξα...

Τριὰς ἡ παναγία, ὁ Πατήρ, ὁ Υἱός, καὶ Πνεῦμα τὸ παντουργόν, ἡ μακαρία Θεότης, ἡ ἄναρχος οὐσία, τὸ τριλαμπέστατον φῶς, τὸ πανδερκέστατον κράτος, τοὺς δούλους σου φύλαττε.

Καὶ νῦν ... Σταυροθεοτοκίον

Σταυρῷ σε κατιδοῦσα, ἐμπεπαρμένον τοῖς ἥλοις, Χριστὲ ἡ Μήτηρ σου, καὶ ἐκ πλευρᾶς ζωηρᾶς σου, ῥυὲν Αἷμα καὶ ὕδωρ, κατετιτρώσκετο, τῇ μητρικῇ συμπαθείᾳ· Υἱόν γάρ σε ἔγνω αὐτῆς.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ἰδοὺ παρεσκευάσθη, ὁ Χριστὸς ἐπιστῆναι, πρὸς τὴν Ἱερουσαλήμ, οἱ ἐν τοῖς ὄρεσι πάντες, καὶ ἐν ταῖς ἐρημίαις, συνέλθετε μονασταί, αὐτῷ χαρὰ ὑπαντῆσαι, σύν πάσῃ τῇ ὑπˊ οὐρανῷ.

Ὁ Εἱρμὸς

«Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος, διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς, τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε».

Κανών αˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος δˊ

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ

Τὴν ἀνάστασιν καὶ ζωήν, ἔχουσαι Γυναῖκες προσφιλῆ, τί ἀποδύρεσθε πικρῶς; παραγίνεται καὶ ζωώσει, τὸν γνήσιον φίλον, τῇ αὐτοῦ ἀναστάσει τὴν ἔγερσιν, πάντων προμηνύων, ὁ πάντων εὐεργέτης.

Καταγώγια μοναστῶν, ἀθροίσθητε ὡς ἄρνες λογικοί, τῷ ἀρχιποίμενι Χριστῷ, ὑπαντῆσαι νῦν κλαδηφόροι, προέρχεται θέλων, ὡς ἀρνίον σφαγῆναι ὁ Κύριος, ὅπως τήν τοῦ λύκου, ἐξάρῃ τυραννίδα.

Ἐρχομένου πρὸς Βηθσφαγῆ, κρότου σου ποδῶν ὁ δυσμενής, ᾔσθετο ᾍδης, καὶ ποδῶν τοῦ Λαζάρου ἥπτετο λέγων· Εἰ μέλλει φωνεῖν σε ἡ ζωή, μὴ μελήσῃς, ἀλλˊ ἔξελθε· ἔγνων τὴν ἐμὴν γάρ, κατάλυσιν ἐν τάχει.

Θεοτοκίον

Ἱεραί σε τῶν Προφητῶν, κηρύττουσι φωναὶ συμβολικῶς, πύλην καὶ ὄρος καὶ σκηνὴν τὴν ἁγίαν, φωτὸς νεφέλην, ἐξ ἧς τοῖς ἐν σκότει, καὶ σκιᾷ καθημένοις ἀνέτειλεν, Ἥλιος Παρθένε, ὁ μόνος φωτοδότης.

Κανών βˊ, ᾨδὴ ηˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Ἄγγελοι καὶ οὐρανοὶ

Ἡ δυὰς τῶν Μαθητῶν, ἀποσταλεῖσα φέρει ὑποζύγιον, τῷ ἐπὶ ταῖς νεφέλαις ἐπιβαίνοντι, ὃν τὰ πάντα ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ἐπὶ θύραις ὁ Χριστός, λοιπὸν ἡ Βηθανία μὴ σκυθρώπαζε· εἰς γὰρ χαρὰν τὸ πένθος μεταβάλλει σου, τὸ σὸν θρέμμα ἐγείρων, Λάζαρον ἐκ τάφου, αὐτὸν ὑμνολογοῦντα.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλˊ ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν ... Θεοτοκίον

Μόνη ἄφθορος κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα, μόνη τὸν κτίστην τίκτεις, καὶ Δεσπότην σου, εἰ καὶ Μήτηρ καὶ δούλη, Σὲ Παρθενομῆτορ, ὑμνοῦμεν εἰς αἰῶνας.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῖς φυτοῖς τῶν ἀρετῶν, καὶ αἰσθητῶς τοῖς κλάδοις, ὡς διπλοῦν Χριστόν, ἑτοιμασθῶμεν πάντες ὑποδέξασθαι, ὀχούμενον ἐν πώλῳ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς

Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών αˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος δˊ

Ὅτι ἐποίησέ μοι μεγαλεῖα

Ἰδοὺ προανεφώνεις, ἀναβαίνομεν Ἰησοῦ, πρὸς Πόλιν, τὴν ἁγίαν, καὶ χερσὶν μιαιφόνων ἀληθῶς, παραδοθήσομαι σταυρῷ, ἀποκτανθῆναι σαρκί.

Θανάτου θέλων Λόγε, ἐξαρπάσαι φίλον τὸν σόν, σαρκὶ θανατωθῆναι διˊ ἡμᾶς, κατεπείγῃ τοὺς βροτούς, ἀθανατίζων τοὺς πιστούς, μόνε ἀθάνατε.

Βαΐα σωφροσύνης, ἐπεισοίσωμεν τῷ Χριστῷ, ἐν πώλῳ μετριάζοντι σαρκί, καὶ προσείπωμεν αὐτῷ· Ἐπὶ τὸ πάθος ὁ ἐλθών, εὐλογητὸς εἶ Σωτήρ.

Θεοτοκίον

Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μήτηρ Χριστοῦ· διό σε μακαρίζομεν πιστῶς, καὶ δοξάζομεν σεπτῶς, αἱ γενεαὶ τῶν γενεῶν, εἰς τοὺς αἰῶνας, Ἀμήν.

Κανών βˊ, ᾨδὴ θˊ, Τριῳδίου

Ἦχος πλ. δˊ

Τὸν προδηλωθέντα

Ἄρτι ἀποστέλλων, τοὺς Μαθητὰς Χριστὸς ἔφη· Λύσαντές μοι πῶλον, ἀγάγετε ἐπιβῆναι, ἵνα λύσω τῆς ἀλογίας τὰ ἔθνη, καὶ καθυποτάξω, ὡς Υἱὸς τῷ Πατρί.

Ἔρχεται ὁ Κύριος, ἄνοιξόν σου τὰς πύλας, Βηθανία πρόσδεξαι, ἐν πίστει τὸν Δεσπότην· καὶ γὰρ ἥκει ἐξαναστῆσαι ἐκ τάφου, Λάζαρον ὡς μόνος παντοδύναμος.

Δόξα...

Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.

Καὶ νῦν ... Θεοτοκίον

Χαίροις τὸ παλάτιον, τοῦ πάντων Βασιλέως, διˊ ἧς τὰ βασίλεια οὐρανῶν ἠνεῴχθη, τοῖς ἐπὶ γῆς Θεοτόκε Παρθένε, καὶ ἡ μετὰ Ἀγγέλων συγκατοίκησις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Οἱ ἐν ταῖς ἐρήμοις, καὶ ὄρεσι καὶ σπηλαίοις, ἥκατε ἀθροίσθητε, σὺν ἡμῖν βαϊοφόροι, ὑπαντῆσαι τῷ Βασιλεῖ καὶ Δεσπότῃ· ἔρχεται γὰρ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ Εἱρμὸς

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἀπόστιχα τοῦ Τριῳδίου

Ἦχος δˊ

Ἰδιόμελον, Ποίημα Λέοντος τοῦ Βασιλέως

Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν, εὐάλωτος γέγονας, ταῖς μηχαναῖς τοῦ ἐχθροῦ· οἰκείᾳ ῥοπῇ, παραδοθεῖσα τῇ φθορᾷ, καὶ καρωθεῖσα ὑπὸ ἁμαρτίας πολλῆς, τὸ θεότευκτον ἄμφιον ἐρρύπωσας, καὶ ἀνευτρέπιστον τοῦ βασιλικοῦ γάμου πεποίηκας, ἀλλˊ ἵνα μὴ σὺν τῇ ἁμαρτίᾳ ἑλκυσθῇς, καὶ ὑποκεκρυμμένη τῶν παθῶν τῷ ἐνδύματι, ἀνακλιθεῖσα, τὰς εὐθύνας τῆς εἰσόδου εἰσπραχθῇς, καὶ τοῦ νυμφῶνος ἐκβληθῇς, τῷ Σωτῆρι κράξον. Τὸ φοβερὸν ὄμμα, ὁ λαβὼν ὅπερ εἰμί, καὶ ὃς ἧς μὴ ἐάσας, καὶ πρὸ σταυροῦ, χλαμύδα ἐμπαιγμοῦ διˊ ἐμὲ φορέσας, τὸν σάκκον μου διάρρηξον, καὶ εὐφροσύνην ἀμφίασον, καὶ ἐκ σκότους ἐξωτέρου, καὶ κλαυθμοῦ αἰωνίου ῥῦσαί με, καὶ ἐλέησόν με.

Ἦχος δˊ

Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν, εὐάλωτος γέγονας, ταῖς μηχαναῖς τοῦ ἐχθροῦ· οἰκείᾳ ῥοπῇ, παραδοθεῖσα τῇ φθορᾷ, καὶ καρωθεῖσα ὑπὸ ἁμαρτίας πολλῆς, τὸ θεότευκτον ἄμφιον ἐρρύπωσας, καὶ ἀνευτρέπιστον τοῦ βασιλικοῦ γάμου πεποίηκας, ἀλλˊ ἵνα μὴ σὺν τῇ ἁμαρτίᾳ ἑλκυσθῇς, καὶ ὑποκεκρυμμένη τῶν παθῶν τῷ ἐνδύματι, ἀνακλιθεῖσα, τὰς εὐθύνας τῆς εἰσόδου εἰσπραχθῇς, καὶ τοῦ νυμφῶνος ἐκβληθῇς, τῷ Σωτῆρι κράξον. Τὸ φοβερὸν ὄμμα, ὁ λαβὼν ὅπερ εἰμί, καὶ ὃς ἧς μὴ ἐάσας, καὶ πρὸ σταυροῦ, χλαμύδα ἐμπαιγμοῦ διˊ ἐμὲ φορέσας, τὸν σάκκον μου διάρρηξον, καὶ εὐφροσύνην ἀμφίασον, καὶ ἐκ σκότους ἐξωτέρου, καὶ κλαυθμοῦ αἰωνίου ῥῦσαί με, καὶ ἐλέησόν με.

Ἦχος δˊ

Μαρτυρικόν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀένναον, ἐξ ἧς ἀναβλύζει, τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν Ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ μεγαλεῖά σου, καὶ τήν ἄφατον διˊ ἡμᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες, Κύριε δόξα σοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος γˊ

Ἀνυπόστατος Κύριε ἡ ὀργή, τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου· καὶ οὐκ ἐσμὲν ἄξιοι ατενίσαι, καὶ αἰτῆσαι παρὰ σοῦ ἔλεος, μὴ τῷ θυμῷ σου, μηδὲ τῇ ὀργῇ σου ἀπολέσῃς ἡμᾶς, οὓς ἐκ γῆς τῇ χειρί σου ἔπλασας. (Δίς)

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ρκαˊ

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα.

Στίχ.Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΞΣΤˊ, 10–24)

Εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, καὶ οἱ κατοικοῦντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπˊ αὐτῇ, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, καὶ ἵνα ἐκθηλάσαντες, τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτούς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν, τὰ παιδία αὐτῶν ἐπˊ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται, ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κᾀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. Καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, καὶ γνωστὴ ἔσται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός· ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις οἱ ἐσθίοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος· κᾀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι, καὶ ἐγὼ ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπˊ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς, καὶ Φούδ, καὶ Λούδ, καὶ Μοσόχ, καὶ εἰς Θοβέβ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν. Καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι, καὶ ἄξουσι τοὺς ἀδελφοὺς ἡμῶν ἐκ πάντων τῶν ἐθνῶν, δῶρον Κυρίῳ, μεθˊ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων, μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος· ὡς ἂν εἰσενέγκοιεν ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν μετὰ εὐφροσύνης, καὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου, καὶ ἀπ΄ αὐτῶν λήψομαι Ἱερεῖς καὶ Λευΐτας, εἶπε Κύριος. Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινός, καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος· οὕτω στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν. Καὶ ἔσται μὴν ἐκ μηνός, καὶ σάββατον ἐκ σαββάτου, καὶ ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε Κύριος. Καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ρκβˊ

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.

Στίχ.Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου.

ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ (ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ)

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὸν Ἰδιόμελον τοῦ Τριῳδίου

Ἦχος πλ. δˊ

Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ μεγαλεῖά σου, καὶ τήν ἄφατον δι΄ ημᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες, Κύριε δόξα σοι.

Ἦχος πλ. δˊ

Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ μεγαλεῖά σου, καὶ τήν ἄφατον δι΄ ημᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες, Κύριε δόξα σοι.

Ἦχος πλ. βˊ

Μαρτυρικόν

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεόν ἡμῶν, καὶ αἰτήσατε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμὸν τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Στιχηρὰ Ἰδιόμελα τοῦ Ἁγίου Λαζάρου

Ἦχος πλ. βˊ

Ποίημα Λέοντος τοῦ Βασιλέως

Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθὼν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοὴν αὐτῷ διδόντι, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. βˊ

Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθὼν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοὴν αὐτῷ διδόντι, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. βˊ

Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου, καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἤγειρας, ὁ στάχυς τῆς ζωῆς· διὸ θάνατος ἐδέθη φωνῇ, τὰ σπάργανα ἐλύθη χερσί· τότε χαρᾶς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων, ἐλειτουργεῖτο συμφωνία· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Ἦχος πλ. βˊ

Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου, καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἤγειρας, ὁ στάχυς τῆς ζωῆς· διὸ θάνατος ἐδέθη φωνῇ, τὰ σπάργανα ἐλύθη χερσί· τότε χαρᾶς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων, ἐλειτουργεῖτο συμφωνία· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Ἦχος πλ. βˊ

Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια, καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον. Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων Βασιλεῖ, δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Ἦχος πλ. βˊ

Κύριε, πιστῶσαι θέλων τοὺς Μαθητάς σου, τὴν ἐκ νεκρῶν σου Ἔγερσιν, ἐν τῷ μνήματι Λαζάρου παραγέγονας, καὶ φωνήσαντός σου τοῦτον, ὁ ᾍδης ἐσκυλεύθη, καὶ ἀπέλυσε τὸν τετραήμερον, βοῶντά σοι· Εὐλογημένε Κύριε δόξα σοι.

Ἦχος πλ. βˊ

Κύριε, παραλαμβάνων τοὺς Μαθητάς σου, ἐν Βηθανίᾳ παρεγένου, ἵνα ἐγείρῃς τὸν Λάζαρον, καὶ δακρύσας ἐπ αὐτόν, νόμῳ φύσεως ἀνθρωπίνης, ὡς Θεός, τοῦτον τετραήμερον ἥγειρας, καὶ ἐβόα σοι Σωτήρ· Εὐλογημένε Κύριε δόξα σοι.

Δόξα...

Ἦχος πλ. δˊ

Ἰδιόμελον

Ἐπιστὰς τῷ μνήματι Λαζάρου ὁ Σωτὴρ ἡμῶν, καὶ φωνήσας τὸν νεκρόν, ὡς ἐξ ὕπνου ἐξανέστησας, ἀπεσείσατο τὴν φθορὰν τῆς ἀφθαρσίας τῷ πνεύματι, καὶ συνεξῆλθε τῷ λόγῳ, δεδεμένος κειρίαις. Πάντα δύνασαι, πάντα σοι δουλεύει Φιλάνθρωπε, πάντα σοι ὑποτέτακται, Σωτὴρ ἡμῶν δόξα σοι.

Καὶ νῦν...Ἕτερον Ἰδιόμελον

Ἦχος πλ. δˊ

Ἀνδρέου Τυφλοῦ

Τὴν ψυχωφελῆ πληρώσαντες Τεσσαρακοστήν, βοήσωμεν· Χαίροις πόλις Βηθανία, πατρὶς ἡ τοῦ Λαζάρου, χαίρετε Μάρθα καὶ Μαρία, αἱ τούτου ἀδελφαί, αὔριον Χριστός παραγίνεται, ζωῶσαι ῥήματι, τὸν τεθνεῶτα ἀδελφόν· οὗ φωνῆς ἀκούσας, ὁ πικρὸς καὶ ἀκόρεστος ᾍδης, φόβῳ τρομάξας, καὶ μέγα στενάξας, ἀπολύσει Λάζαρον, κειρίαις ἐσφιγμένον, οὗ τῷ θαύματι, δῆμος Ἑβραίων ἐκπλαγείς, μετὰ βαΐων καὶ κλάδων, αὐτῷ προσυπαντήσουσι, καὶ ὀφθήσονται εὐφημοῦντες παῖδες, ὃν φθονοῦσι πατέρες. Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ.

Προκείμενον Ἦχος πλ. βˊ Ψαλμὸς ρκγˊ

Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου.

Στίχ.Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΜΘˊ, 33 – Νˊ, 26)

Κατέπαυσεν Ἰακώβ, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν Ἰωσήφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσε πικρῶς ἐπˊ αὐτῷ, καὶ ἐφίλησεν αὐτόν. Καὶ προσέταξεν, Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς, ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. Καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς, καὶ ἐπένθησεν αὐτόν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας. Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραώ, λέγων· Εἰ εὗρον χάριν ἐναντίον ὑμῖν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· ὁ πατὴρ μου ὥρκισέ με, πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων· Ἐν τῷ μνημείῳ, ὃ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις. Νῦν οὖν ἀναβάς, θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι. Εἶπον οὖν τῷ Φαραώ, κατὰ τὰ εἰρημένα ὑπὸ τοῦ Ἰωσήφ. Καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· Ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε. Καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετˊ αὐτοῦ πάντες οἱ παῖδες Φαραώ, καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι γῆς Αἰγύπτου, καὶ πᾶσα ἡ παροικία Ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ τὰ πρόβατα, καὶ τοὺς βόας ὑπελείποντο ἐν γῇ Γεσέμ. Καὶ συνανέβησαν μέτˊ αὐτοῦ ἅρματα, καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν, καὶ ἰσχυρὸν σφόδρα, καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτάδ, καὶ εἶπον· Πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου. Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. Καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ, καθὼς ἐνετείλατο αὐτοῖς, καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναάν, καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου, παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ. Καὶ ὑπέστρεψεν Ἰωσήφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ. Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσήφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπον· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα αὐτῷ, καὶ παραγενόμενοι πρὸς Ἰωσήφ, εἶπον· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων. Οὕτως εἴπατε Ἰωσήφ. Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Καὶ ἔκλαυσεν Ἰωσήφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες πρὸς αὐτόν, εἶπον· ἴδε, ἡμεῖς σοι οἰκέται. Καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ, ὑμεῖς ἐβουλεύσασθε κατˊ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ ἵνα τραφῇ λαὸς πολύς. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε, ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν, καὶ παρεκάλεσεν αὐτούς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατόν δέκα. Καὶ εἶδεν Ἰωσὴφ Ἐφραὶμ παιδία, ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοὶς αὐτοῦ, λέγων· Ἐγὼ ἀποθνήσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. Καὶ ὥρκισεν Ἰωσήφ, τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθˊ ὑμῶν. Καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα, καὶ ἔθαψαν αὐτὸν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

Κέλευσον! Σοφία, Ορθοί. Φώς Χριστού φαίνει πάσι.

Προκείμενον Ἦχος δˊ Ψαλμὸς ρκδˊ

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.

Στίχ.Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΛΑˊ, 8–31)

Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπˊ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρˊ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι, καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Τῌ ΑΥΤῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης

ᾨδὴ αˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

Νεκρὸν τετραήμερον ἐξαναστήσας, Σωτήρ μου τὸν Λάζαρον, τῆς φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ, καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.

Φωνήσας τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας, ἀλλˊ ὁ ᾍδης κάτωθεν, πικρῶς ὠδύρετο, καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.

Ἐδάκρυσας Κύριε ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός, ὑπάρχων, φύσει καθˊ ἡμᾶς, γέγονας ἄνθρωπος.

Τῆς Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ ἐξουσίᾳ σου.

Τῷ νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ τέθειται Λάζαρος; δεικνύων πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.

Τὰ κλεῖθρα συνέτριψας τότε τοῦ ᾍδου, φωνήσας τὸν Λάζαρον, καὶ τὸ κράτος ἔσεισας, τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε μόνε Σωτήρ.

Δεσμώτην τὸν Λάζαρον ὑπὸ τοῦ ᾍδου, κρατούμενον Δέσποτα, ὡς Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει προστάγματι.

Δόξα...

Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα, Τριάδα ἀχώριστον, ἐν Μονάδι φύσεως, καὶ σὺν Ἀγγέλοις αὐτήν, ὡς ἕνα ἄκτιστον Θεόν, δοξολογήσωμεν.

Καὶ νῦν... Θεοτοκίον

Ἀτρέπτως ἐκύησας Παρθενομῆτορ, τὸν Κτίστην τῆς φύσεως ἐξ ἁγίου Πνεύματος, κατ΄ εὐδοκίαν Πατρός, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.

ᾨδὴ βˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον».

Δόξα σοι, τῷ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν τεταρταῖον, τὸν φίλον ἐγείραντι Λάζαρον.

Ἤκουσε, τῆς φωνῆς σου ὁ ἄπνους, καὶ ψυχωθεὶς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σε Κύριε.

Πρόσταγμα, ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδῶς, ἐξηγέρθη τοῦ τάφου, Σωτήρ μου ὁ Λάζαρος.

Ἐδάκρυσας, ἐπὶ φίλῳ Σωτήρ μου, πιστούμενος τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ τοῦτον ἀνέστησας.

Ἐτρόμαξεν, ὡς κατεῖδεν ὁ ᾍδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν ὧδε ζωήν.

Δόξα...

Ἐξέστησαν, τῶν Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.

Καὶ νῦν...

Ἐσείσθησαν, τὰ ταμεῖα τοῦ ᾍδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος, τότε τῇ φωνῇ, τοῦ ζωώσαντος.

ᾨδὴ γˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο». (Δίς)

Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετˊ ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω ἐγώ;

Λίθον, ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοι Λάζαρε· Ἀνάστα δεῦρο πρός με, ἵνα τήν σὴν ὁ ᾍδης πτήξῃ φωνήν.

Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἴδε ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε, οὐκ ἔθνῃσκε Λάζαρος.Ἀλλˊ ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.

Ῥάνας, ἐπὶ φίλῳ δάκρυα, διˊ οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ οὐ δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.

Οἴμοι, ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ ᾍδης, οὕτω προσεφώνει, τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμών, ἄπνουν νεκρόν φωνήσας ἤγειρε.

Ποῦ ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἡ ἀπιστία; ἕως πότε πλάνοι; ἕως πότε νόθοι; ὁρᾶτε τὸν θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ; ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!

Δόξα...

Ἕνα τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.

Καὶ νῦν... Θεοτοκίον

Ξένον, καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων, οἱ ἀψευδεῖς Προφῆται, Παρθένον Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν Θεόν, μένουσαν δὲ μετὰ τὸν τόκον ἁγνήν.

ᾨδὴ δˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου, καὶ ἔπηξας ἐν αὐτῷ, τὴν Ἐκκλησίανσου».

Ἐδάκρυσας Κύριε, ἐπὶ Λαζάρῳ, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἤγειρας Δέσποτα, τὸν τεθνεῶτα, καὶ ἔδειξας τοῖς λαοῖς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.

Ὁ ἄπνους ὡς (στὰ χειρόγραφα) ἤκουσε, τὸ πρόσταγμά σου· Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοῖς σπαργάνοις, καὶ ἥλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.

Τῆς Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ Θεός, φωνήσας τὸν Λάζαρον, αὐτεξουσίως, συνήγειρας τῇ φωνῇ, καὶ προσεκύνησέ σοι.

Δακρύσας ὡς ἄνθρωπος, ἐπὶ Λαζάρῳ, ἐξήγειρας αὐτὸν ὡς Θεός, ἠρώτας· Ποῦ τέθαπται, ὁ τεταρταῖος; πιστούμενος Ἀγαθέ, τὴν ἐνανθρώπησίν σου.

Τοῦ Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, γνωρίσαι βουληθεὶς Ἀγαθέ τοῦ ᾍδου τὴν ἄπληστον, γαστέρα ῥήξας, ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.

Τίς οἶδε, τίς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδώς; Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος, ἀλλˊ οὐκ ἐκ μνήματος, ἀλλˊ οὐδὲ τεταρταῖον.

Ὑμνοῦμέν σου Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ· τῇ μὲν γὰρ ὡς εὔσπλαγχνος, ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἵλου ὡς ἄνθρωπος.

Θεὸς εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοῖς πράγμασι τὰ ὀνόματα, ἐπέστης τῷ μνήματι, σαρκὶ ὁ Λόγος, καὶ ἤγειρας ὡς Θεός, τὸν τετραήμερον.

Ἐξέστησαν Δέσποτα, Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου τὸν (στὰ χειρόγραφα) Λάζαρον, σὺν τῇ φωνῇ σου, καὶ ἔμειναν ἀπειθεῖς, τῶν θαυμασίων σου.

Δόξα...

Ἀνάρχως ἐξέλαμψας, ἐκ τοῦ Πατρός σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος, παρθενικῶν σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.

Καὶ νῦν... Θεοτοκίον

Ἡ σύλληψις ἄσπορος τῆς Θεοτόκου, ὁ τόκος ἄνευ πάθους φθορᾶς· Θεὸς γὰρ ἀμφότερα, θαυματουργήσας, ἐκένωσεν ἑαυτόν, ἵνα ἡμῖν ἑνωθῇ.

ᾨδὴ εˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις». (Δίς)

Ζωὴ ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν φωνήσας ἀνέστησας· ὡς δυνατὸς γὰρ πᾶσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

Τὴν ἄστεκτόν σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, ᾍδης ὁ πολλοὺς δεξάμενος ἔπτηξε, καὶ τεταρταῖον ὄντα Λάζαρον, σὺν τῇ φωνῇ ζῶντα, καὶ οὐ νεκρὸν ἐδίδου.

Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι ψυχώσας, ζωῆς Λόγε λόγῳ σου, καὶ νῦν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον, καὶ τῶν καταχθονίων.

Τῷ νεύματί σου Κύριε ἀνθέστηκεν οὐδείς· ὅτε γὰρ νεκρόν, ἐφώνεις τὸν Λάζαρον, εὐθὺς ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ περιεπάτει.

Ὢ Ἰουδαίων ἄνοια! ὢ πώρωσις ἐχθρῶν! τίς οἶδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν, ἀλλˊ οὐκ ἐκ μνήματος, ἀλλˊ οὐδὲ τεταρταῖον.

Ἀνείκαστε μακρόθυμε, ὁ πάντα διˊ ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.

Δόξα...

Προάναρχε, συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ, Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.

Καὶ νῦν... Θεοτοκίον

Τὴν ἄχραντον γαστέρα σου, ἡγίασεν Ἁγνή, σάρκα ἐξ αὐτῆς, λαβὼν ὁ ὑπέρθεος, ὁ ἐν Τριάδι προσκυνούμενος, ὁ ἐκ Πατρὸς Λόγος, καὶ σὺν τῷ Πνεύματι Θεός.

ᾨδὴ ςˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἀπέρριψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου». (Δίς)

Ἠρώτησας· Ποῦ εἰμι, ὁ πάντα γινώσκων, ἐδάκρυσάς με Σωτήρ, ὡς ἄνθρωπος φύσει, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

Ἐφώνησάς με ἐξ ᾍδου, Σωτὴρ κατωτάτου, βοᾷ Λάζαρος, πρὸς σὲ τὸν λύτην τοῦ ᾍδου, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

Ἐνέδυσάς με Σωτήρ, τὸ πήλινον σῶμα, καὶ ἔπνευσάς μοι ζωήν, καὶ εἶδον τὸ φῶς σου, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

Ἐψύχωσας σύ, τὴν ἄπνουν μορφὴν τῆς σαρκός μου, συνέσφιγξάς με Σωτήρ, ὀστέοις καὶ νεύροις, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

Τὴν παμφάγον διαρρήξας, γαστέρα τοῦ ᾍδου, ἐξήρπασάς με Σωτήρ, τῇ σῇ δυναστείᾳ, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.

Ἐφόρεσάς μου Σωτήρ, τὸ φύραμα ὅλον, ἐφύλαξας δὲ ἁγνήν, τὴν ἄχραντον μήτραν, ἐξ ἧς προῆλθες σαρκωθείς, εἷς ὢν τῆς Τριάδος.

Δόξα...

Τριὰς ἁγία δοξάζω, τὴν σὴν εὐσπλαγχνίαν, καὶ σὺν Ἀγγέλοις ὑμνῶ, τὸν τρισάγιον Ὕμνον, ἐλέησον τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ἀνυμνούντων.

Καὶ νῦν... Θεοτοκίον

Τὴν ἄχραντόν σου νηδύν, ὑπέδυ ὁ Λόγος, ἐτήρησε δὲ αὖθις, μετὰ γέννησιν ταύτην, ἁγνὴν Θεογεννῆτορ, θαῦμα ὄντως παράδοξον!

ᾨδὴ ζˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἐπὶ νεκρῷ ἐδάκρυσας Σωτήρ, φιλάνθρωπε, ἵνα δείξῃς πᾶσι τοῖς λαοῖς, ὅτι Θεὸς ὢν, διˊ ἡμᾶς ἄνθρωπος ὤφθης, καὶ ἑκὼν ἐδάκρυσας, τύπους ἡμῖν προτιθείς, ἐνδιαθέτου στοργῆς.

Ὁ τεταρταῖος Λάζαρος Σωτήρ, ὡς ἤκουσε, κάτω τῆς φωνῆς σου ἀναστάς, ἀνύμνησέ σε, καὶ γεγηθὼς οὕτως ἐβόα· Σὺ Θεὸς καὶ Κτίστης μου, σὲ προσκυνῶ καὶ ὑμνῶ, τόν ἀναστήσαντά με.

Εἰ καὶ δεσμὰ περίκειμαι Σωτήρ, ὁ Λάζαρος, κάτωθεν ἐβόα Λυτρωτά, ἀλλˊ οὐδαμῶς, ἐν τῇ γαστρὶ μενῶ τοῦ ᾍδου, ἐὰν μόνον κράξῃς με· Λάζαρε δεῦρο ἔξω· σὺ γάρ μου φῶς καὶ ζωή.

Παρακαλῶ σε Λάζαρε, φησίν, ἀνάστηθι, ἔξελθε τῶν κλείθρων μου ταχύ, ἄπιθι οὖν· καλόν μοι γὰρ ἕνα θρηνῆσαι, πικρῶς ἀφαιρούμενον, παρὰ πάντας οὓς πρίν, πεινῶν κατέπιον.

Καὶ τί βραδύνεις Λάζαρε; φησίν, ὁ φίλος σου, δεῦρο ἔξω κράζει ἑστηκώς· ἔξελθε οὖν, ἵνα κᾀγὼ ἄνεσιν λάβω· ἀφˊ οὗ γάρ σε ἔφαγον, εἰς ἐμετὸν ἡ τροφή, ἀντικατέστη μοι.

Τί οὐκ ἐγείρῃ Λάζαρε ταχὺ; ἀνέκραζε, κάτωθεν ὁ ᾍδης θρηνωδῶν, τί οὐκ εὐθύς, ἐξαναστὰς τρέχεις τῶν ὧδε; ἵνα μὴ καὶ ἄλλους μοι, αἰχμαλωτίσῃ Χριστὸς ἐξαναστήσας σε.

Ἐθαυμαστώθης Δέσποτα Χριστέ, ἐξαίσια, τότε ἐργασάμενος πολλά· φῶς γὰρ τυφλοῖς, κωφῶν δὲ ὦτα, ἤνοιξας λόγῳ, καὶ τὸν φίλον Λάζαρον, ἐκ τῶν νεκρῶν ὡς Θεός, φωνήσας ἥγειρας.

Δόξα...

Τριαδικὴν ὑμνήσωμεν ᾠδήν, δοξάζοντες, ἄναρχον Πατέρα, καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ἡ Τριάς.

Καὶ νῦν... Θεοτοκίον

Ὡς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθεὶς δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.

ᾨδὴ ηˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον».

Ὁ Ποιητὴς καὶ συνοχεὺς τῶν ἁπάντων, δι΄ εὐσπλαγχνίαν, ἐν Βηθανίᾳ ἐπέστη, ἐγείρων τὸν Λάζαρον.

Ὁ τεταρταῖος ὀδωδώς, καὶ κειρίαις συνειλημμένος, ἥλατο ἔμπνους ὁ ἄπνους, φωνοῦντός σου Κύριε.

Τῶν Ἰουδαίων ὁ λαός, ὡς ἑώρα τὸν τεθνεῶτα, τῇ σῇ φωνῇ ἀναστάντα, Χριστὲ διεπρίετο.

Οἱ σκοτεινοὶ περὶ τὸ φῶς, Ἰουδαῖοι, τί ἀπιστεῖτε, τῇ τοῦ Λαζάρου ἐγέρσει; Χριστοῦ τὸ ἐγχείρημα.

Ἀγαλλιάσθω ἡ Σιών, καὶ ὑμνείτω τὸν Ζωοδότην, τὸν ἀναστήσαντα λόγῳ, ἐκ τάφου τὸν Λάζαρον.

Αἱ Στρατιαὶ τῶν οὐρανῶν, καὶ τὸ γένος, τῶν γηγενῶν σε ὕμνησεν, ὅτι Σωτήρ μου, τὸν Λάζαρον ἤγειρας.

Δόξα...

Σὺν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα δοξολογῶ, καὶ ὑμνῶν ἀσιγήτως βοῶ, Τρισάγιε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Σὲ εὐλογῶ καὶ προσκυνῶ, τὸν τεχθέντα ἐκ τῆς Παρθένου, μὴ χωρισθέντα τοῦ θρόνου, τῆς ἁγίας δόξης σου.

ᾨδὴ θˊ

Ἦχος αˊ

Ὁ Εἱρμὸς

«Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».

Ὑμνείτω τὸ θαῦμα, Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν, νόμῳ φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμόν Μαρίας, εἰς χαρὰν μεταβαλών, τὸν νεκρὸν ἐγείρει.

Πιστούμενος Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν Λάζαρον ἐκ τάφου, καὶ ἥγειρας ὡς Θεός, ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα Ναόν, τὸν τοῦ σώματός σου.

Συνέσεισας πύλας, καὶ μοχλοὺς τοὺς σιδηρούς, ἐφόβησας τὸν ᾍδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην, ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.

Ἐξέστησαν πάντες, ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ δεινοί. Ἴδε πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο τὴν φθοράν, τῷ προστάγματί σου.

Ἐσείσθησαν πύλαι, συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ ᾍδης δὲ τῇ φωνῇ, τῆς δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τίς καὶ πόθεν ἡ φωνή, ἡ νεκροὺς ζωοῦσα;

Ἀνάστα ἐντεῦθεν, ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτός ἐστιν, ὁ τὸ πρὶν ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλˊ αὐτὸς ἦν διˊ αὐτῶν, καὶ λαλῶν καὶ πράττων.

Ὑμνοῦμέν σου, Λόγε, τὴν ἀνείκαστον ἰσχύν· ὀστέοις γὰρ καὶ νεύροις τὸν θανέντα, ἥγειρας λόγῳ τῷ σῷ, ὡς τῶν ὅλων πλαστουργός, καὶ τοῦτον ἀνέστησας Σωτήρ, ἐκ τῶν καταχθονίων, ὡς τῆς χήρας τὸν υἱόν, τὸν ἐπὶ τῆς κλίνης.

Δόξα...

Τριὰς παναγία, Πάτερ ἄναρχε Θεέ, συνάναρχε Υἱέ, καὶ θεῖε Λόγε, Παράκλητε ἀγαθέ, Πνεῦμα ἅγιον Θεοῦ, τὸ ἓν καὶ τρισήλιον φάος, ἡ συμφυὴς οὐσία· εἷς Θεὸς καὶ Κύριος, οἴκτειρον τὸν Κόσμον.

Καὶ νῦν... Θεοτοκίον

Ὁ πάντα ποιήσας, ἐν σοφίᾳ Ἰησοῦ καὶ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν τοῖς κόλποις τοῦ Πατρός, τὸ ἅγιόν σου Πνεῦμα Χριστέ, ἐπὶ τὸ ποίμνιόν σου, καταπέμψας ὡς Θεός, ἐπισκίασον ἡμᾶς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον

Ἦχος αˊ

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Μετὰ τὴν βˊ Στιχολογίαν,Κάθισμα, Τριῳδίου

Ἦχος αˊ

Τοῦ λίθου σφραγισθέντος

Κατοικτείρας τῆς Μάρθας, καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον, ἐκ τοῦ τάφου προσέταξας, Χριστὲ ὁ Θεός· ἀνέστησας φωνήσας τὸν νεκρόν, τὴν τοῦ Κόσμου ζωοδότα, διˊ αὐτοῦ πιστούμενος Ἀνάστασιν. Δόξα τῇ δυναστείᾳ σου Σωτήρ, δόξα τῇ ἐξουσίᾳ σου, δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ.

Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Μετὰ τὴν γˊ Στιχολογίαν, Κάθισμα, Τριῳδίου

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Ἡ πηγὴ τῆς σοφίας, καὶ τῆς προγνώσεως, τοὺς περὶ Μάρθαν ἠρώτας, ἐν Βηθανίᾳ παρών. Ποῦ τεθήκατε, βοῶν, φίλον τὸν Λάζαρον, ὃν δακρύσας συμπαθῶς, τετραήμερον νεκρόν, ἀνέστησας τῇ φωνῇ σου, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότης καὶ Κύριος.

Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Κανών αˊ, ᾨδὴ αˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«ᾌσωμεν τῷ Κυρίῳ τῷ διαγαγόντι τὸν λαόν αὐτοῦ, ἐν ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται». (Δίς)

Λάζαρον τεθνεῶτα, νεύματι τῷ θείῳ ἐξανέστησας, πλαστουργὸς ὡς ὑπάρχων, καὶ ζωῆς ταμιοῦχος Φιλάνθρωπε.

Λόγῳ τὸν τεταρταῖον, Λάζαρον ἀνέστησας Ἀθάνατε, σκοτεινόμορφον ᾍδου, διαλύσας ἰσχὺϊ βασίλειον.

Πᾶσι τῆς ὑπερθέου, γνώρισμα Θεότητος, ὑπέδειξας, ἐκ τῶν νεκρῶν ἐγείρας, τετραήμερον Λάζαρον Δέσποτα.

Σήμερον Βηθανία, προανακηρύττει τὴν Ἀνάστασιν, Χριστοῦ τοῦ ζωοδότου, τῇ ἐγέρσει Λαζάρου χορεύουσα.

Κανών βˊ, ᾨδὴ αˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὑγρὰν διοδεύσας

Ὁ πρὶν ἐκ μὴ ὄντων παραγαγών, τὴν σύμπασαν Κτίσιν, καὶ γινώσκων τῶν καρδιῶν, ταμεῖα προλέγεις ὡς Δεσπότης, τοῖς Μαθηταῖς τοῦ Λαζάρου τὴν κοίμησιν.

Τὸν ἄνθρωπον φύσει οὐσιωθείς, Χριστὲ ἐκ Παρθένου, τοῦ Λαζάρου σὺ τὴν ταφήν, μαθεῖν ἐπηρώτας ὡς ἄνθρωπος, οὐκ ἀγνοῶν ὡς Θεὸς ὅπου ἔκειτο.

Πιστούμενος Λόγε τὴν σεαυτοῦ, Ἀνάστασιν ὄντως, ὡς, ἐξ ὕπνου τὸν προσφιλῆ, ἀνέστησας ἤδη ὀδωδότα, τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνήματος.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Καταβασία

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Κανών αˊ, ᾨδὴ γˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». (Δίς)

Δύο προβαλλόμενος, τὰς ἐνεργείας σου ἔδειξας, τῶν οὐσιῶν, Σῶτερ τὴν διπλόην· Θεὸς γὰρ εἶ καὶ ἄνθρωπος.

Ἄβυσσος ὢν γνώσεως, σὺ ἐρωτᾷς ποῦ τέθειται, ὁ τεθνεώς, μέλλων ἀναστήσειν, Ζωοδότα τὸν κείμενον.

Τόπους ἀμειβόμενος, ὡς γεγονὼς βροτὸς πέφηνας, περιγραπτός, ὁ πληρῶν τὰ πάντα, ὡς Θεὸς ἀπερίγραπτος.

Λάζαρον ἐξήγειρας, τῷ θεϊκῷ Χριστὲ ῥήματι, κᾀμὲ πολλοῖς, πταίσμασι θανέντα, ἐξανάστησον δέομαι.

Κανών βˊ, ᾨδὴ γˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Οὐρανίας ἁψῖδος

Ἐπιστὰς σὺ τῷ τάφῳ, θαυματουργὲ Κύριε, ἐν τῇ Βηθανίᾳ, Λαζάρου, τοῦτον ἐδάκρυσας, νόμῳ τῆς φύσεως, πιστοποιῶν σου τὴν σάρκα, Ἰησοῦ ὁ Θεός μου, ἥν περ προσείληφας.

Τῆς Μαρίας τὸ πένθος, σὺ παρευθὺς ἔπαυσας, Σῶτερ, καὶ τῆς Μάρθας, δεικνύων τὸ αὐτεξούσιον· σὺ γὰρ ἀνάστασις, καὶ σὺ ζωὴ ὥσπερ ἔφης· ἀληθείᾳ πέλεις γάρ, καὶ πάντων Κύριος.

Εἰλημμένον κειρίαις, τὸν προσφιλῆ Κύριε, ᾍδου ἐκ νεκάδων, καὶ ζόφου τοῦτον ἀφήρπασας, σὺ ἐν τῷ λόγῳ σου, τῷ πανσθενεῖ τοῦ θανάτου, διαρρήξας κλεῖθρά τε, καὶ τὰ βασίλεια.

Θεοτοκίον

Ἐνοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.

Καταβασία

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Συμπαρέστησαν Χριστῷ, αἱ τοῦ Λαζάρου ἀδελφαί, καὶ δακρύουσαι πικρῶς, καὶ ὁλολύζουσαι αὐτῷ, ἔφησαν, Κύριε, τέθνηκε Λάζαρος· αὐτὸς δὲ ὡς Θεός, οὐκ ἀγνοῶν τὴν ταφήν, ἠρώτα πρὸς αὐτάς. Ποῦ τεθήκατε; καὶ προσελθὼν τῷ τάφῳ προσεφώνει, τὸν τετραήμερον Λάζαρον· ὁ δὲ ἀνέστη, καὶ προσεκύνει, τὸν αὐτὸν ἀναστήσαντα.

Ἕτερον Ἦχος πλ. δˊ Τὴν Σοφίαν καὶ Λόγον

Προγινώσκων τὰ πάντα ὡς ποιητής, ἐν Βηθανίᾳ προεῖπας τοῖς Μαθηταῖς, ὁ φίλος ἡμῶν Λάζαρος, κεκοίμηται σήμερον, καὶ εἰδὼς ἠρώτας, φησί, ποῦ τεθήκατε; καὶ τῷ Πατρὶ προσηύξω, δακρύσας ὡς ἄνθρωπος· ὅθεν καὶ φωνήσας, ὃν ἐφίλεις ἐξ ᾍδου, ἀνέστησας Κύριε, τετραήμερον Λάζαρον. Διὰ τοῦτο βοῶμέν σοι· Πρόσδεξαι Χριστὲ ὁ Θεός, τῶν τολμώντων προσφέρειν τὴν αἴνεσιν, καὶ καταξίωσον πάντας τῆς δόξης σου.

Κανών αˊ, ᾨδὴ δˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». (Δίς)

Οὐ συμμάχου δεόμενος, ἀλλˊ οἰκονομίαν τελῶν ἀπόρρητον, προσευχόμενος ἀνέστησας, νεκρὸν τετραήμερον Παντοδύναμε.

Ὁ Πατρὶ συναΐδιος, Λόγος καὶ Θεὸς τὸ πρὶν καθορώμενος, νῦν ὡς ἄνθρωπος προσεύχεται, προσευχὰς ὁ πάντων προσδεχόμενος.

Ἡ φωνή σου κατέλυσε, Σῶτερ τοῦ θανάτου πᾶσαν τὴν δύναμιν, τὰ θεμέλια τοῦ ᾍδου δέ, θεϊκῇ δυνάμει διεκλόνησε.

Θεοτοκίον

Τὴν Παρθένον ὑμνήσωμεν, ὡς μετὰ τὸν τόκον παρθένον μείνασαν, καὶ κυήσασαν Χριστὸν τὸν Θεόν, τὸν ἐκ πλάνης Κόσμον λυτρωσάμενον.

Κανών βˊ, ᾨδὴ δˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Σύ μου ἰσχύς, Κύριε

Σὺ ὡς ποιμήν, ἥρπασας Σῶτερ τὸν ἄνθρωπον, τὸν φθαρέντα, ἤδη τετραήμερον, δημιουργέ, λύκου ἐκ δεινοῦ, ὄντως καὶ παμφάγου, ὡς δυνατός τε καὶ Κύριος, ἐν τούτῳ, προδεικνύων, τὴν παγκόσμιον δόξαν, τῆς σῆς νῦν τριημέρου Ἐγέρσεως.

Σὲ τὴν ζωήν, βλέπουσαι αἱ περὶ Μάρθαν Χριστέ, ἀνεβόων· Εἰ ᾖς ᾧδε Κύριε, ὁ φωτισμός, πάντων καὶ ζωή, ὅλως οὐ τεθνήκει, νεκρὸς οὐκ ὤφθη ὁ Λάζαρος, ζωὴ δὲ τῶν θανέντων, σύ, φιλάνθρωπε πέλων, εἰς χαρὰν μετατρέπεις τὸ πένθος αὐτῶν.

Σὲ τὴν πηγήν, φρίττουσι Κύριε ἄβυσσοι, σοὶ δουλεύει, ἡ ὑγρὰ ἡ σύμπασα, σὲ πυλωροί, τρέμουσι Χριστέ, ᾍδου δὲ τὰ κλεῖθρα, τῷ κράτει σου διαλύονται, Λαζάρου ἀναστάντος, ἐκ νεκρῶν τῇ φωνῇ σου, παντοδύναμε Σῶτερ φιλάνθρωπε.

Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Καταβασία

«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Κανών αˊ, ᾨδὴ εˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλˊ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Ἐπιστὰς τῷ Λαζάρου, μνήματι φιλάνθρωπε, τοῦτον ἐκάλεσας, καὶ ζωὴν παρέσχες, ὡς ζωὴν χρηματίζων ἀθάνατος, τῶν βροτῶν ἁπάντων, οἷα Θεός, τὴν ἐσομένην, προθεσπίζων προδήλως Ἀνάστασιν.

Δεδεμένος τοὺς πόδας, Λάζαρος ἐβάδιζε, θαῦμα ἐν θαύμασι! καὶ γὰρ μείζων ὤφθη, τοῦ κωλύοντος ὁ ἐνισχύων Χριστός, οὗ τῷ λόγῳ πάντα, δουλοπρεπῶς ὑπηρετοῦσιν, ὡς Θεῷ καὶ Δεσπότῃ δουλεύοντα.

Ὁ νεκρὸν ὀδωδότα, Λάζαρον ἐγείρας Χριστὲ τετραήμερον, ἐξανάστησόν με, νεκρωθέντα νῦν ἁμαρτήμασι, καὶ τεθέντα λάκκῳ, καὶ σκοτεινῇ σκιᾷ θανάτου· ἀλλὰ ῥῦσαι, καὶ σῶσον ὡς εὔσπλαγχνος.

Κανών βˊ, ᾨδὴ εˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ἵνα τί με ἀπώσω

Τῷ Πατρὶ νέμων δόξαν, ὥσπερ οὐκ ἀντίθεος, ἦσθα εὐχόμενος, τὸν περιεστῶτα, σὺ πιστούμενος ὄχλον Μακρόθυμε, τὴν εὐχαριστίαν, τῷ σῷ Πατρὶ προσαναφέρων, τῇ κελεύσει ἐγείρων τὸν Λάζαρον.

Ὢ φωνῆς θεοφθόγγου, θείας τε δυνάμεως, Σῶτερ τοῦ κράτους σου! διˊ ἧς ᾍδου πύλας, τοῦ παμφάγου θανάτου συνέτριψας, ἀλλˊ ἐξάρπασόν με, ὥσπερ τὸν πρὶν ἐκ τῶν παθῶν μου, τετραήμερον φίλον σου Λάζαρον.

Ἱκεσίαις Λαζάρου, Μάρθας καὶ Μαρίας τε, ἡμᾶς ἀξίωσον, θεατὰς γενέσθαι, τοῦ Σταυροῦ καὶ τοῦ Πάθους σου Κύριε, καὶ τῆς λαμπροφόρου, τῶν ἡμερῶν καὶ βασιλίδος, Ἀναστάσεως τῆς σῆς φιλάνθρωπε.

Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου, κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Καταβασία

«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλˊ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Κανών αˊ, ᾨδὴ ςˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

Τὸν Ἰωνᾶν, ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον.

Ἀγάπη σε, εἰς Βηθανίαν Κύριε, ἀπήγαγε πρὸς Λάζαρον, καὶ τοῦτον ἤδη ὀδωδότα, ἀνέστησας ὡς Θεός, καὶ ἐκ δεσμῶν, τοῦ ᾍδου διέσωσας.

Ἡ Μάρθα μέν, ἀπεγνώκει Λάζαρον, ὡς ἤδη τετραήμερον· Χριστὸς δὲ τὸν διαφθαρέντα, ἀνέστησεν ὡς Θεός, καὶ εἰς ζωὴν μετήγαγε ῥήματι.

Κανών βˊ, ᾨδὴ ςˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ἱλάσθητί μοι Σωτὴρ

Θεὸς ὢν ἀληθινός, Λαζάρου ἔγνως τὴν κοίμησιν, καὶ ταύτην τοῖς Μαθηταῖς, τοῖς σοῖς προηγόρευσας, πιστούμενος Δέσποτα, τῆς Θεότητός σου, τὴν ἀόριστον ἐνέργειαν.

Τῇ σαρκὶ περιγραπτός, ὑπάρχων ὁ ἀπερίγραπτος, εἰς Βηθανίαν ἐλθών, ὡς ἄνθρωπος Δέσποτα, δακρύεις τὸν Λάζαρον· ὡς Θεὸς δὲ θέλων, ἀνιστᾷς τὸν τετραήμερον.

Καταβασία

«Ἱλάσθητί μοὶ Σωτὴρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον

Ἦχος βˊ

Τὰ ἄνω ζητῶν

Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Ὁ Οἶκος

Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων· ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα· ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια, καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.

Στίχοι

Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.

Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.

Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

Κανών αˊ, ᾨδὴ ζˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Δακρύσας ὡς ἄνθρωπος Οἰκτίρμον, ἐξανέστησας ὡς Θεὸς τὸν ἐν τάφῳ, καὶ τοῦ ᾍδου λυθείς, ὁ Λάζαρος ἐβόα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἐξῆλθε κειρίαις δεδεμένος, χάους ᾍδου τε καὶ ζόφου ἀποδράσας, τοῦ Δεσπότου τῷ λόγῳ, ὁ Λάζαρος κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ζˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Οἱ ἐκ τῆς Ἰουδαίας

Ἐπὶ φίλῳ δακρύσας, τὸ τῆς Μάρθας Οἰκτίρμον, δάκρυον ἔπαυσας, καὶ πάθει ἑκουσίῳ, ἀφεῖλες ἐκ προσώπου, τοῦ λαοῦ σου πᾶν δάκρυον· ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Τῆς ζωῆς ὁ ταμίας, τὸν νεκρὸν ὡς ὑπνοῦντα, Σῶτερ ἐκάλεσας, καὶ λόγῳ τὴν τοῦ ᾍδου, γαστέρα διαρρήξας, ἐξανέστησας ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Τὸν νεκρὸν ὀδωδότα, δεδεμένον κειρίαις, Δέσποτα ἤγειρας, κᾀμὲ πεπεδημένον, σειραῖς ἁμαρτημάτων, διανάστησον ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταβασία

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ὁ Εἱρμὸς

«Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας».

Ὡς ποιμὴν τὸν ἄρνα κατιχνεύσας, καὶ ἐκ λύκου δεινοῦ ὀλετῆρος, ἁρπάσας ὁ ἐπικρατής, φθαρέντα ἐκαινούργεις, βοῶντά σοι· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς βροτὸς τὸν τάφον ἐπεζήτεις, τὸν νεκρὸν ὡς Πλάστης ἀναστήσας, προστάγματι δεσποτικῷ, ὃν ᾍδης κατεπλάγη, βοῶντά σοι· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανών βˊ, ᾨδὴ ηˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Τὸν Βασιλέα τῶν Οὐρανῶν

Ἐπιζητεῖς μὲν ὥσπερ θνητός, ὡς Θεὸς δέ, ἀνιστᾷς λόγῳ τὸν τεταρταῖον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σοὶ εὐγνωμόνως ὡς ὀφειλην, τοῦ συγγόνου, ἡ Μαρία Δέσποτα προσφέρει, μύρον ἀνυμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

Ἐπικαλεῖς μὲν ὥσπερ βροτός, τὸν Πατέρα, ὡς Θεὸς δὲ Λάζαρον ἐγείρεις· ὅθεν σε ὑμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Καταβασία

«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών αˊ, ᾨδὴ θˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται Ὁ Εἱρμὸς

«Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».

Οἱ λαοὶ ἰδόντες βαδίζοντα, νεκρὸν τεταρταῖον, ἐκπλαγέντες τῷ θαύματι, ἀνεβόων τῷ Λυτρωτῇ, Θεόν σε ἐν ὕμνοις μεγαλύνομεν.

Προπιστῶν τὴν ἔνδοξον Ἔγερσιν, τὴν σὴν ὦ Σωτήρ μου, νεκρὸν τετραήμερον, ἐκ τοῦ ᾍδου ἐλευθεροῖς, τὸν Λάζαρον, ἐν ὕμνοις μεγαλύνω σε.

Κανών βˊ, ᾨδὴ θˊ, τοῦ Λαζάρου

Ἦχος πλ. δˊ

Κυρίως Θεοτόκον

Τιμῶν σου τὸν Πατέρα, καὶ ἀποδεικνύων, ὡς οὐκ ἀντίθεος ἦσθα, προσεύχῃ Χριστέ, αὐτεξουσίως ἐγείρας τὸν τετραήμερον.

Ἐκ τάφου τεταρταῖον, Λάζαρον ἐγείρας, τῆς τριημέρου Χριστέ μου Ἐγέρσεως, παναληθέστατον πᾶσι, δεικνύεις μάρτυρα.

Βαδίζεις καὶ δακρύεις, φθέγγῃ τε Σωτήρ μου. Τὴν ἀνθρωπίνην δεικνύς σου ἐνέργειαν, τὴν θεϊκὴν δὲ μηνύων, ἐγείρεις Λάζαρον.

Ἐνήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθˊ ἑκατέρων τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.

Καταβασία

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις Χορείαις, σὲ μεγαλύνοντες».

Ἐξαποστειλάριον

Ἦχος γˊ

Ἐπεσκέψατο ἡμᾶς

Λόγῳ σου Λόγε τοῦ Θεοῦ, Λάζαρος νῦν ἐξάλλεται, πρὸς βίον παλινδρομήσας, καὶ μετὰ κλάδων οἱ λαοί, σὲ Κραταιὲ γεραίρουσιν, ὅτι εἰς τέλος ὀλέσεις, τὸν ᾍδην θανάτῳ σου. (2)

Ἐξαποστειλάριον

Ἦχος γˊ

Ἐπεσκέψατο ἡμᾶς

Διὰ Λαζάρου σε Χριστός, ἤδη σκυλεύει θάνατε, καὶ ποῦ σου ᾍδου τὸ νῖκος; τῆς Βηθανίας ὁ κλαυθμός, νῦν ἐπὶ σὲ μεθίσταται, πάντες κλάδους τῆς νίκης, αὐτῷ ἐπισείωμεν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ηˊ καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Ἰδιόμελα.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος αˊ

Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας· ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.

Ἦχος αˊ

Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ ᾍδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ διˊ ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν· διὸ προσκυνούντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Ἦχος αˊ

Μάρθα καὶ Μαρία, τῷ Σωτήρι ἔλεγον· Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε. Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος αˊ

Τῆς Θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος· ἀλλˊ ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.

Ἦχος δˊ

Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.

Ἦχος δˊ

Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.

Ἦχος πλ. δˊ

Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον· μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ ᾍδης, ἀπέλυσε φόβῳ. Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.

Ἦχος πλ. δˊ

Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ· Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.

Δόξα...

Ἦχος βˊ

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! ὅτι νεκρὸν τεταρταῖον, ἐκ τάφου Χριστὸς φωνήσας ἤγειρε, καὶ φίλον ἐκάλεσε, δοξολογήσωμεν αὐτόν, ὡς ὑπερένδοξον, ὡς ταῖς πρεσβείαις, τοῦ δικαίου Λαζάρου, σώσῃ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος βˊ

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Μεγάλη Δοξολογία

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοίς, ἐκ τοῦ Κανόνος ἡ γˊ καὶ ἡ ςˊ ᾨδή.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε...

Προκείμενον Ἦχος γˊ

Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ.Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Ἀλληλούϊα Ἦχος πλ. αˊ

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Κοινωνικὸν

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, Ἀλληλούϊα.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης

Νηπίων ἐξ ἀκάκων Χριστέ, τῷ πώλῳ καθεζόμενος, κατεδέξω, ἐπινίκιον ᾠδήν, ἐρχόμενος πρὸς Πάθος, ὁ τρισαγίῳ Ὕμνῳ, ὑπὸ Ἀγγέλων ἀνυμνούμενος.

Ἦχος πλ. βˊ

Ἰδοὺ ὁ Βασιλεύς σου Σιών, πραῢς καὶ σῴζων ἔρχεται, ἐπὶ πώλου, τοὺς ἐχθροὺς ἐπιζητῶν, πατάξαι ἐν ἰσχύϊ, χαῖρε καὶ κατατέρπου, μετὰ Βαΐων ἑορτάζουσα.

Ἦχος πλ. βˊ

Κροτήσωμεν συμφώνως πιστοί, τοὺς κλάδους ἀρετῶν καὶ ἡμεῖς, ὡς οἱ Παῖδες, νῦν προσφέροντες Χριστῷ, καὶ τούτῳ θείων ἔργων, ἁπλώσωμεν τοὺς πέπλους, καὶ μυστικῶς τοῦτον δεξώμεθα.

Ἦχος πλ. βˊ

Βαΐα ἀρετῶν ἀδελφοί, προσάξωμεν Χριστῷ τῷ Θεῷ, ἐρχομένῳ διˊ ἡμᾶς ἀνθρωπικῶς, παθεῖν ἐθελουσίως, Θεότητος ἰσχύϊ, πᾶσιν ἀπάθειαν δωρήσασθαι.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. βˊ

Τριήμερος ἀνέστης

Ὁ νώτοις Χερουβὶμ ὡς Θεός, ὀχούμενος καθέζεται, ἐπὶ πώλου, διˊ ἡμᾶς ἐπὶ σφαγήν, ἐρχόμενος θελήσει, δεῦτε προθύμως τοῦτον, μετὰ Βαΐων ἀνυμνήσωμεν.

Ἀπόστιχα Προσόμοια

Ἦχος βˊ

Οἶκος τοῦ Εὐφραθᾶ

Λαμπρύνου ἡ Σιών, ἡ νέα καὶ Βαΐοις, ἀνύμνει μετὰ παίδων. Ἰδοὺ ὁ Βασιλεύς σου, σῴζων πρὸς Πάθος ἔρχεται.

Στίχ.Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

Ἦχος βˊ

Ἀγάλλεσθε Ἀδάμ, καὶ Εὔα σὺν Προφήταις, ἰδοὺ ἀνακαλέσαι, ὑμᾶς διὰ τοῦ Πάθους, ὁ Κύριος ἐπείγεται.

Στίχ.Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!

Ἦχος βˊ

Ὁ ἄνω σὺν Πατρί, καὶ Πνεύματι Ἀγγέλων, δεχόμενος τὸν ὕμνον, πτωχεύει ξένως κάτω, καὶ Παίδων αἶνον δέχεται.

Δόξα... Καὶ νῦν...

Ἦχος βˊ

Οἶκος τοῦ Εὐφραθᾶ

Ὑμνῶ σου τὴν φρικτήν, οἰκονομίαν φόβῳ, τὸ Ὡσαννὰ βοῶ σοι· ἐμὲ γὰρ ἔρχῃ σῶσαι, εὐλογημένε Κύριε.

Ἀπολυτίκιον

Ἦχος αˊ

(Δίς)

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἰδιόμελα

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Ἦχος πλ. βˊ

Ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, καὶ Υἱὸς συναΐδιος, ἐπὶ πώλου ἀλόγου ἐμετρίασε σήμερον, ἐν Βηθανίᾳ ἐλθών· ὅθεν παῖδες Ἑβραίων, κλάδους χερσὶ κατέχοντες, εὐφήμουν φωνῇ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Ἦχος πλ. βˊ

Ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, καὶ Υἱὸς συναΐδιος, ἐπὶ πώλου ἀλόγου ἐμετρίασε σήμερον, ἐν Βηθανίᾳ ἐλθών· ὅθεν παῖδες Ἑβραίων, κλάδους χερσὶ κατέχοντες, εὐφήμουν φωνῇ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Ἦχος πλ. βˊ

Δεῦτε καὶ ἡμεῖς σήμερον, πᾶς ὁ νέος Ἰσραήλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μετὰ τοῦ Προφήτου Ζαχαρίου ἐκβοήσωμεν· Χαῖρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ, ὅτι ἰδοὺ ὁ Βασιλεύς σου, ἔρχεταί σοι πραῢς καὶ σῴζων, καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου, ἑόρταζε τὰ τῶν Παίδων, κλάδους χερσὶ κατέχουσα εὐφήμησον· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Ἦχος πλ. βˊ

Δεῦτε καὶ ἡμεῖς σήμερον, πᾶς ὁ νέος Ἰσραήλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μετὰ τοῦ Προφήτου Ζαχαρίου ἐκβοήσωμεν· Χαῖρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ, ὅτι ἰδοὺ ὁ Βασιλεύς σου, ἔρχεταί σοι πραῢς καὶ σῴζων, καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου, ἑόρταζε τὰ τῶν Παίδων, κλάδους χερσὶ κατέχουσα εὐφήμησον· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Ἦχος πλ. βˊ

Τὴν σεπτὴν Ἀνάστασιν, τὴν σὴν προτυπούμενος ἡμῖν, ἤγειρας θανόντα τῇ προστάξει σου, τὸν ἄπνουν Λάζαρον, τὸν φίλον Ἀγαθέ, ἐκ τοῦ μνήματος τεταρταῖον ὀδωδότα· ὅθεν καὶ τῷ πώλῳ ἐπέβης συμβολικῶς, ὥσπερ ἐπ΄ ὀχήματος φερόμενος, τὰ ἔθνη τεκμαιρόμενος Σωτήρ. Ὅθεν καὶ τὸν αἶνόν σοι προσφέρει, ὁ ἠγαπημένος Ἰσραήλ, ἐκ στομάτων θηλαζόντων, καὶ νηπίων ἀκάκων, καθορώντων σε Χριστέ, εἰσερχόμενον εἰς τὴν Ἁγίαν Πόλιν, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα.

Ἦχος πλ. βˊ

Τὴν σεπτὴν Ἀνάστασιν, τὴν σὴν προτυπούμενος ἡμῖν, ἤγειρας θανόντα τῇ προστάξει σου, τὸν ἄπνουν Λάζαρον, τὸν φίλον Ἀγαθέ, ἐκ τοῦ μνήματος τεταρταῖον ὀδωδότα· ὅθεν καὶ τῷ πώλῳ ἐπέβης συμβολικῶς, ὥσπερ ἐπ΄ ὀχήματος φερόμενος, τὰ ἔθνη τεκμαιρόμενος Σωτήρ. Ὅθεν καὶ τὸν αἶνόν σοι προσφέρει, ὁ ἠγαπημένος Ἰσραήλ, ἐκ στομάτων θηλαζόντων, καὶ νηπίων ἀκάκων, καθορώντων σε Χριστέ, εἰσερχόμενον εἰς τὴν Ἁγίαν Πόλιν, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα.

Ἦχος πλ. βˊ

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα· ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

Ἦχος πλ. βˊ

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα· ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

Δόξα...

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Καὶ νῦν...

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΜΘˊ, 1–2, 8–12)

Ἐκάλεσεν Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπˊ ἐσχάτων τῶν ἡμερῶν, συνάχθητε, καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ἡμῶν. Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος, ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ, ἢ γάλα.

Προφητείας Σοφονίου τὸ Ἀνάγνωσμα (Κεφ. Γˊ, 14–19)

Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου, Βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι. Ἐν τῷ καιρῷ ἐκείνῳ, ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατός, σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. Καὶ συνάξω τοὺς συντετριμμένους σου. Οὐαί! τίς ἔλαβεν ἐπˊ αὐτὴν ὀνειδισμόν; Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκά σου, λέγει Κύριος, ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστούς ἐν πάσῃ τῇ γῇ.

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα (Κεφ. Θˊ, 9–15)

Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραίμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ ὑδάτων ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας τοὺς δεσμίους σου, ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ, καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου, διπλᾶ ἀνταποδώσω σοι, διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραίμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε, ὡς ῥομφαίαν μαχητοῦ, καὶ Κύριος ἔσται ἐπ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς.

Εἰς τὴν Λιτὴν Στιχηρὰ Ἰδιόμελα Ἦχος αˊ

Τὸ πανάγιον Πνεῦμα, τὸ καὶ τοὺς Ἀποστόλους διδάξαν λαλεῖν, ἑτέραις ξέναις γλώσσαις, αὐτὸ τοὺς παῖδας τῶν Ἑβραίων, τοὺς ἀπειροκάκους, προτρέπεται κραυγάζειν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ πώλου ἀλόγου, ἦλθε σήμερον καθεζόμενος, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, ὃν τὰ Χερουβὶμ μετὰ δέους ἀτενίσαι οὐ δύνανται. Παῖδες ἀνευφήμησαν, μετὰ βαΐων καὶ κλάδων, τὸν αἶνον μυστικῶς ἀναμέλποντες. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἐλθόντι σῶσαι ἐκ πλάνης, ἄπαν τὸ γένος ἡμῶν.

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἡ φωνή σου ἠκούσθη Κύριε, εἰς τά, βάθη τοῦ ᾍδου· ὅθεν καὶ τὸν Λάζαρον, τετραήμερον ἤγειρας, οἱ δὲ παῖδες τῶν Ἑβραίων ἔκραζον· Ὡσαννά, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος βˊ

Εἰσερχομένου σου Κύριε, εἰς τὴν ἁγίαν Πόλιν, ἐπὶ πώλου καθήμενος, ἔσπευδες ἐλθεῖν ἐπὶ τὸ Πάθος, ἵνα πληρώσῃς Νόμον καὶ Προφήτας, οἱ δὲ παῖδες τῶν Ἑβραίων, τῆς Ἀναστάσεως τὴν νίκην προμηνύοντες, ὑπήντων σοι μετὰ κλάδων, καὶ βαΐων λέγοντες· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Δόξα σοι Χριστέ, τῷ ἐν ὑψίστοις καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ νῦν προσδοκωμένῳ, μετὰ τοῦ τιμίου σου Σταυροῦ· διὸ εὐφραίνεται θυγάτηρ Σιών, ἀγάλλονται τὰ ἔθνη τῆς γῆς, κλάδους κατέχουσι Παῖδες· χιτῶνας οἱ Μαθηταί, καὶ πᾶσα ἡ Οἰκουμένη ἐδιδάχθη τοῦ βοᾶν σοι· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν... Ἦχος γˊ

Πρὸ ἓξ ἡμερῶν, τοῦ γενέσθαι τὸ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, ἀνακαλέσασθαι τὸν τεθνεῶτα τετραήμερον Λάζαρον, καὶ προκηρύξαι τὴν Ἀνάστασιν· ὑπήντησαν αὐτῷ καὶ αἱ γυναῖκες, Μάρθα καὶ Μαρία, ἀδελφαὶ τοῦ Λαζάρου, ἀναβοῶσαι πρὸς αὐτόν· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Τότε λέγει πρὸς αὐτάς· οὐ προεῖπον ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνῃ ζήσεται; ὑποδείξατέ μου, ποῦ τεθήκατε αὐτόν, καὶ ἐβόα πρὸς αὐτόν, ὁ κτίστης τῶν ἁπάντων· Λάζαρε δεῦρο ἔξω.

Εἰς τὰ Ἀπόστιχα τὰ παρόντα Ἰδιόμελα Ἦχος πλ. δˊ

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

Ἤλθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ Βαΐα, τους δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ Ὄνομά σου ἐν πάσῃ τῇ γῇ!

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς, Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

Δόξα...

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Καὶ νῦν...

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Ἀπολυτίκιον

Ἦχος αˊ

(Δίς)

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος δˊ

(Ἅπαξ)

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ δὲ τὴν αˊ Στιχολογίαν, Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Μετὰ κλάδων νοητῶς, κεκαθαρμένοι τὰς ψυχάς, ὡς οἱ Παῖδες τὸν Χριστόν, ἀνευφημήσωμεν πιστῶς, μεγαλοφώνως κραυγάζοντες τῷ Δεσπότῃ· Εὐλογημένος εἶ Σωτήρ, ὁ εἰς τὸν Κόσμον ἐλθών, τοῦ σῶσαι τὸν Ἀδάμ, ἐκ τῆς ἀρχαίας ἀρᾶς, πνευματικῶς γενόμενος φιλάνθρωπε, νέος Ἀδὰμ ὡς εὐδόκησας, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.

Ἕτερον Κάθισμα Ἦχος δˊ Ἐπεφάνης σήμερον

Τεταρταῖον Λάζαρον, ἐκ τοῦ μνημείου, ἀναστήσας Κύριε, πάντας ἐδίδαξας βοᾶν, μετὰ βαΐων καὶ κλάδων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Μετὰ τὴν βˊ Στιχολογίαν, Κάθισμα

Ἦχος δˊ

Κατεπλάγη Ἰωσὴφ

Ἐπὶ φίλῳ σου Χριστέ, δάκρυα ῥαίνεις μυστικῶς, καὶ ἐγείρεις ἐκ νεκρῶν, Λάζαρον κείμενον θνητόν, ἐν ᾧ συμπάθειαν ἔδειξας φιλανθρώπως, μαθόντα δὲ τὴν σήν, παρουσίαν Σωτήρ, τὰ πλήθη τῶν βρεφῶν, ἐξῆλθον σήμερον, ἐν ταῖς χερσὶ κατέχοντα Βαΐα, τὸ Ὡσαννά σοι κραυγάζοντα· Εὐλογημένος εἶ, ὅτι τὸν Κόσμον, εἰς τὸ σῶσαι ἐλήλυθας.

Ἕτερον Ἦχος αˊ Τοῦ λίθου σφραγισθέντος

Αἰνέσατε συμφώνως, οἱ λαοὶ καὶ τὰ ἔθνη· ὁ γὰρ Βασιλεὺς τῶν Ἀγγέλων, ἐπέβη νῦν τῷ πώλῳ, καὶ ἔρχεται θέλων ἐν Σταυρῷ, πατάξαι τοὺς ἐχθροὺς ὡς δυνατός· διὰ τοῦτο καὶ οἱ Παῖδες, μετὰ Βαΐων, κράζουσι τὸν ὕμνον· Δόξα σοι τῷ ἐλθόντι Νικητῇ, δόξα σοὶ τῷ Σωτῆρι Χριστῷ, δόξα σοι τῷ εὐλογημένῳ, μόνῳ Θεῷ ἡμῶν.

Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα

Ἦχος πλ. δˊ

Τὸ προσταχθὲν μυστικῶς

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καὶ ἐπὶ πώλου, ἐπικαθίσας διˊ ἡμᾶς, καὶ πρὸς τὸ Πάθος, τὸ ἑκούσιον φθάσας, σήμερον ἀκούει, τῶν Παίδων, ἀναβοώντων τὸ Ὡσαννά, τῶν ὄχλων, ἀναφωνούντων Υἱὲ Δαυΐδ, σπεῦσον σῶσαι οὓς ἔπλασας, εὐλογημένε Ἰησοῦ· εἰς τοῦτο γὰρ ἐλήλυθας, ὅπως γνῶμεν τὴν δόξαν σου.

Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Προκείμενον Ἦχος δˊ

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

Στίχ.Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Δόξα... Ἦχος βˊ

Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει Βηθανίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.

Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει Βηθανίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.

Στίχ.Ἐλέησόν με, ὁ Θεός...

Ἦχος πλ. βˊ

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Κανών αˊ, ᾨδὴ αˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε».

Στόματος, ἐκ νηπίων ἀκάκων, καὶ θηλαζόντων αἶνον, τῶν σῶν οἰκετῶν κατηρτίσω, καταλύσαι τὸν ἀντίπαλον, καὶ ἐκδικῆσαι πάθει Σταυροῦ, τὴν πτῶσιν τοῦ πάλαι Ἀδάμ, διὰ ξύλου ἀναστῆσαι τοῦτον δέ, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

Αἴνεσιν, Ἐκκλησία Ὁσίων, τῷ ἐνοικοῦντι Σιών, σοὶ Χριστὲ προσφέρει, ἐν σοὶ δὲ Ἰσραήλ, τῷ ποιητῇ αὐτοῦ, χαίρει, καὶ ὄρη ἔθνη ἀντίτυπα λιθοκάρδια, ἐκ προσώπου σου ἠγαλλιάσαντο, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

Καταβασία

«Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε».

Κανών αˊ, ᾨδὴ γˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾖ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος».

Νεκρὸν τετραήμερον, προστάγματι σῷ, ἐκ νεκάδων σύντρομος, ᾍδης ἀφῆκε Λάζαρον, ἡ ἀνάστασις Χριστέ· σὺ γὰρ καὶ ζωή, ἐν ᾧ ἐστερεώθη, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ᾌσατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷ ἐν Ἱερουσαλήμ· αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾖ ἐστερεώθῃ, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Καταβασία

«Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾖ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος».

Ἡ Ὑπακοὴ

Ἦχος πλ. βˊ

Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον, οἱ ἀγνώμονες Χριστόν, Ἰουδαῖοι τὸν Θεόν, ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ, ἀεὶ τιμῶντες ὡς εὐεργέτην, διαπαντὸς βοήσωμεν αὐτῷ· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Κανών αˊ, ᾨδὴ δˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥηξάτω εὐφροσύνην κραταιὰν ἐπˊ ἔλεον, ὄρη καὶ πάντες βουνοί, καὶ ξύλα τοῦ δρυμοῦ ἐπικροτησάτω, Χριστὸν αἰνεῖτε ἔθνη, καὶ τούτῳ πάντες λαοί, ἐπαινοῦντες βοᾶτε· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰσχὺν ὁ βασιλεύων τῶν αἰώνων Κύριος, ἐνδεδυμένος ἥξει, τῆς τούτου ὡραιότητός τε καὶ δόξης, ἀσύγκριτος ὑπάρχει εὐπρέπεια ἐν Σιών. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Σπιθαμῇ ὁ μετρήσας οὐρανόν, δρακὶ δὲ γῆν, Κύριος πάρεστι· Σιὼν γὰρ ἐξελέξατο, ἐν αὐτῇ δὲ οἰκεῖν καὶ βασιλεύειν, ᾑρετίσατο λαῶν, τῶν ἐν πίστει βοώντων· Δόξα τῇ δυνάμει σου, Κύριε.

Καταβασία

«Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε».

Κανών αˊ, ᾨδὴ εˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Τὴν Σιὼν ἐπˊ ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν».

Ὁ ἐν τοῖς ὑψίστοις καθήμενος, ἐπὶ τῶν Χερουβὶμ Θεός, καὶ ἐφορῶν ταπεινά, αὐτὸς ἔρχεται, ἐν δόξῃ μετὰ κυριείας, καὶ πληρωθήσεται τὰ πάντα, θεϊκῆς αἰνέσεως αὐτοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Σιὼν Θεοῦ ὄρος τὸ ἅγιον, καὶ Ἱερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶ ἴδε συνηγμένα τέκνα σου ἐν σοί· ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖ σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Καταβασία

«Τὴν Σιὼν ἐπˊ ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν».

Κανών αˊ, ᾨδὴ ςˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος».

Ὑπόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ τὸ βασίλειον, καὶ ὁ βαίνων ἐν τῷ σκότει, τὸ φῶς θεασάσθω μέγα, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶ ἐκ λάκκου, ἀγνωσίας ἀνύδρου ἐξάγαγε, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Καταβασία

«Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος».

Κοντάκιον

Ἦχος πλ. βˊ

Αὐτόμελον

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων τὴν ὕμνησιν προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Ὁ Οἶκος

Ἐπειδὴ ᾍδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ Κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ, ὡς νικητὴν κραυγάζοντά σοι σήμερον. Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ· οὐκέτι γάρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλˊ ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος σταυροῦσαι. Οὐκέτι καθˊ ἡμῶν χωρήσει τὸ ξίφος· ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ· ὅθεν ἀγαλλόμενοι φαμέν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.

Στίχοι

Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,

Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς.

Κανών αˊ, ᾨδὴ ζˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

Γονυπετοῦντες οἱ λαοί, καὶ σὺν Μαθηταῖς γεγηθότες, μετὰ βαΐων Ὡσαννά, τῷ Υἱῷ τοῦ Δαυῒδ ἀνεκραύγαζον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ἡ ἀπειρόκακος πληθύς, ἔτι νηπιάζουσα φύσις, θεοπρεπῶς σε Βασιλεῦ, Ἰσραὴλ καὶ Ἀγγέλων ἀνύμνησεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Μετὰ βαΐων σε Χριστέ, κλάδοις ἐπεκρότει τὰ πλήθη, εὐλογημένος ὁ ἐλθών, Βασιλεὺς τῶν αἰώνων, ἐβόα τε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Καταβασία

«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

Κανών αˊ, ᾨδὴ ηˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».

Νέον πῶλον ἐπιβεβηκώς, ὁ Βασιλεύς σου Σιών, ἐπέστη Χριστός· τὴν γὰρ ἀλόγιστον, εἰδώλων πλάνην λῦσαι, καὶ τὴν ἀκάθεκτον ὁρμὴν ἀναστεῖλαι, πάντων ἐθνῶν παραγέγονεν, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Θεός σου, χαῖρε Σιὼν σφόδρα, ἐβασίλευσεν εἰς τοὺς αἰῶνας Χριστός, οὗτος ὡς γέγραπται πραΰς, καὶ σώζων, δίκαιος λυτρωτὴς ἡμῶν ἦλθεν, ἐπὶ πώλου, ἵππειον θράσος ὀλέσων ἐχθρῶν, μὴ βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σπανίζεται θείων περιβόλων, τὸ παράνομον συνέδριον ἀπειθῶν, τὸν προσευχῆς Θεοῦ ἐπεί περ οἶκον, σπήλαιον ἀπειργάσατο λῃστῶν, ἐκ καρδίας τὸν Λυτρωτὴν ἀπωσάμενον, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Καταβασία

«Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν».

Ἔθνη ἵνα τί ἐφρυάξατε; Γραφεῖς, καὶ Ἱερεῖς, τί κενὰ ἐμελετήσατε; Τίς οὗτος εἰπόντες· ὦ Παῖδες μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζουσιν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Οὗτος ὁ Θεός, ᾧ παρόμοιος οὐδείς, δικαίαν πᾶσαν ὁδὸν ἐξευρών, δέδωκε τῷ ἠγαπημένῳ Ἰσραήλ· μετὰ δὲ ταῦτα, ἀνθρώποις συνανεστράφη ὀφθείς· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Σκάνδαλα τρίβου, τί ἐχόμενα ἡμῖν, τιθέατε ἀπειθεῖς; πόδες ὀξεῖς ὑμῶν, αἷμα διεκχέαι Δεσπότου, ἀλλˊ ἀναστήσεται πάντων, σῶσαι τοὺς κράζοντας· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Καταβασία

«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν».

Ἐξαποστειλάριον

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ψαλλόμενον τὸ αὐτὸ καὶ μόνον, καὶ ἐκ γˊ.

Τοῦ Κυρίου δεηθῶμεν

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθˊ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἱστῶμεν Στίχους ςˊ, καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρά, δευτεροῦντες τὰ πρῶτα δύο.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος δˊ

Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν· ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἦχος δˊ

Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν· ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἦχος δˊ

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἦχος δˊ

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ἦχος δˊ

Ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰ Ἰουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ διˊ ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶ ἀποβάλλεται τὴν κατάκριτον συναγωγήν· ὡς ἐν ἀφθάρτῳ δὲ γάμῳ καὶ ἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱ ἀπειρόκακοι Παῖδες μεθˊ ὧν ὑμνοῦντες βοήσωμεν ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἔχοντι τὸ μέγα ἔλεος.

Ἦχος δˊ

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ ἑκουσίου Πάθους σου, εἰς πίστωσιν πάντων, προενδειξάμενος, Χριστὲ ὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, τῇ κραταιᾷ δυνάμει σου, τετραήμερον νεκρὸν ἀνέστησας, καὶ τυφλοῖς δὲ τὸ βλέπειν, ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες, καθήμενος ἐπὶ πώλου ὄνου, τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ παῖδες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν σοι. Διὸ καὶ ἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, εὐχαρίστως σοι βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. βˊ

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

Μεγάλη Δοξολογία

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον αˊ Ἦχος βˊ Στίχ.Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Στίχ.Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με.

Στίχ.Θλίψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.

Στίχ.Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

Ἀντίφωνον βˊ Ἦχος βˊ Στίχ.Ἐπίστευσα· διὸ ἐλάλησα. ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ.Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Στίχ.Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Στίχ.Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Ἀντίφωνον γˊ Ἦχος αˊ Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος αˊ

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Στίχ.Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ.Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ.Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Εἰσοδικὸν

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Προκείμενον Ἦχος δˊ

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός.

Ἀλληλούϊα Ἦχος αˊ

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ.Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς.

Κανών αˊ, ᾨδὴ θˊ

Ἦχος δˊ

Ὁ Εἱρμὸς

«Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν»

Κοινωνικὸν

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.

Комментарии для сайта Cackle