Источник

Ήχος πλ. αˊ

ΚΥΡΙΑΚΗ ΠΛ Αˊ ΗΧΟΣ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἦχος πλ. α΄

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Δογματικόν, Ἦχος πλ. αˊ

Τὴν θεοπρεπῆ, καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβείμ· ὁ γὰρ Δημιουργὸς τῶν ὅλων, ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ ἐν τούτῳ ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπή, ἐν αὐτῷ οὐχ ὑπῆρξε; καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη; καθὼς ὁ προφήτης λέγει· Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Καὶ Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος πλ. αˊ

Χεῖρας ἐπανατείνω πρὸς σέ, καὶ ῥυπαρὰ χείλη ἀνοίγω πρὸς δέησιν, καὶ κάμπτω καρδίας γόνυ, καὶ νοητῶς τῶν ποδῶν, σοῦ τῶν παναχράντων νῦν ἐφάπτομαι, Ἁγνὴ καὶ προσπίπτω σοι, τὰς ὀδύνας μου ἴασαι, τὰ χρόνιά μου, τὰ πολλὰ καὶ ἀνίατα, ἀγαθότητι, σῇ θεράπευσον τραύματα, ῥῦσαι ἐξ ὁρωμένων με, ἐχθρῶν ἀοράτων τε, κούφισον Κόρη τὸ βάρος, τῆς ῥαθυμίας μου, ὅπως σε, ὑμνῶ καὶ δοξάζω, διˊ ἧς εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.

Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα Πανάμωμε, καὶ τοῦτον σαρκὶ τεκοῦσα, τὸ καθˊ ἡμᾶς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον, ψυχὴν νοεράν τε, καὶ αὐτεξούσιον ἔχοντα· ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος, διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον· ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται, ὡς ἑκατέρων δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστὸς ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σῳζομένων, ἡ φλογοφόρος λαβίς, τῆς ἀρᾶς ἡ λύσις Παντευλόγητε, γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις, ἁγιωτέρα, Χερουβεὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα, δυσθεώρητον ὅραμα, ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα, ἅρμα τοῦ Λόγου, νεφέλη, ἐξ ἧς ἀνέτειλεν Ἥλιος, ἡμᾶς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος πλ. α΄

Άυτόμελον

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος πλ. α΄

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Ἕτερα Στιχηρά, Ἀνατολικά. – Ὀκτώηχος, Ἦχος πλ. α΄

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.

Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα έσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.

Κύριε ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.

Θεοτοκίον – Ὀκτώηχος, Ἦχος πλ. α΄

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. – Ὀκτώηχος

Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν· Φιλάνθρωπε Κύριε, δόξα σοι.

Στίχ.Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

Στίχ.Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ὁ διˊ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

Θεοτοκίον τοῦ ῆχου αˊ Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλˊ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλˊ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου βˊ Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, διˊ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δˊ Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, διˊ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατˊ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον

Ἦχος πλ. α΄

Άυτόμελον

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς· Κανὼν ὁ πέμπτος Φωτὶ τῷ τρισηλίῳ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ἵππον καὶ ἀναβάτην

Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν· Τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον. Ἄνω σε τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ᾄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον. Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τῇ ψυχῇ μου παράσχου, Τριὰς Μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως. Θεοτοκίον. Ὥσπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν Ἄχραντε.

ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ πήξας ἐπˊ οὐδενὸς

Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνῳδοὺς ἀπαύστους τῆς σῆς Θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων, καὶ γηγενῶν δέξαι τὴν δέησιν, καὶ τὴν ἱκεσίαν ὡς εὔσπλαγχνος. Ὁ πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοῖς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος. Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφῇ Θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπῆ, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν. Θεοτοκίον. Ἐφάνης τῷ Μωϋσῇ ἐν βάτῳ ὡς Ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, διˊ ἧς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας.

Κάθισμα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Ἐλεήμων ὑπάρχεις Τριὰς ἀμέριστε· ἐλεεῖς γὰρ τοὺς πάντας ὡς παντοδύναμος, καὶ πανοικτίρμων, συμπαθὴς καὶ πολυέλεος· διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοῖς, βαρούμενοι κεκραγότες· Ἱλάσθητι τοῖς σοῖς δούλοις, καὶ ῥῦσαι πάντας πάσης κολάσεως. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Τὴν θείαν ἐννοήσας σου

Μυεῖται τῆς μιᾶς Κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (Δίς) Πηλίνοις τοὺς ὑμνοῦντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικόν τε τῇ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον. Θεοτοκίον. Τὸ ὄρος δασὺ καὶ κατάσκιον, ὃ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος, τὸν δυσθεώρητον Τόκον ἐδήλου, σῆς Παρθένε συλλήψεως.

ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ ἀναβαλλόμενος

Ὁ διˊ ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, καὶ κατˊ εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος. Σύ με καθοδήγησον Μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἐλλάμψεως πλήρωσον, ὡς φύσει Θεὸς ἀπειροδύναμος. Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον τοῖς χαρακτῆρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, καταύγασον ταῖς αἴγλαις σου. Θεοτοκίον. Ὡς κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον, εὐθύς σε ἐπέγνω, Θεοῦ κατοικητήριον.

ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Μαινομένην κλύδωνι

Τριφαὴς ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας, ὡς σύμμορφος καὶ ἰσουργός, καὶ κατˊ οὐσίαν καὶ βούλησιν. (Δίς) Ἱκανῶς ἐδήλωσεν, ὁ Προφήτης ᾄδων τῷ Πατρί, σῷ φωτὶ ὀψόμεθα, τῷ Πνεύματι φῶς τὸν Υἱόν, ἕνα Θεὸν τὸν τρισήλιον. Θεοτοκίον. Τῶν πταισμάτων λύτρωσιν, καὶ κινδύνων Δέσποτα Θεέ, ἑνικὲ καὶ τρίφωτε, κατάπεμψον σοῖς ὑμνηταῖς, πρεσβείαις τῆς Θεομήτορος.

Κάθισμα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τὸ τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νῦν προσκυνήσωμεν, ὅτι ἐφώτισεν ἡμᾶς, καὶ ἠλέησε, καὶ ἐρρύσατο φθορᾶς, τὸ γένος ἄπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ Βασιλείαν ἡμῖν παρέσχετο. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἀπορήσας ἐκ πάντων πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ ταπεινῶν, κράζων τό· Ἥμαρτον, ἀλλˊ ἐπιμένω τοῖς χείροσιν, ἀναισθητῶν ὁ ἄθλιος, ἐλέησόν με πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥῦσαι, πάσης κολάσεως τὸν ἀνάξιον.

ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ ὑπερυψούμενος

Ὡς ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα σε ὑμνοῦντας, τριλαμπῆ Θεὸν τῶν ὅλων. (Δίς) Τὸν ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεόν σε καὶ Κύριον, ὑμνοῦντες βοῶμέν σοι· Παράσχου τοῖς σοῖς δούλοις, ἱλασμὸν ἁμαρτημάτων. Θεοτοκίον. Ῥάδαμνον ἐβλάστησας, τῷ Πατρὶ συνάναρχον, ἄνθος τῆς Θεότητος, βλαστὸν συναΐδιον, Παρθένε τὸν διδοῦντα, τὴν ζωὴν πᾶσιν ἀνθρώποις.

ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Σοὶ τῷ παντουργῷ

Ἵνα τῆς μιᾶς, ἀνακαλύψῃς πάλαι, σαφῶς Κυριότητος, τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνοῦντι, σὸν κράτος ἑνιαῖον. Σύ με πρὸς τὰς σάς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοι, ἀεὶ Κύριε πάντων. Θεοτοκίον. Ἤστραψας ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Λαλιαί σε βρότειαι, κατˊ ἀξίαν Ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν, τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῷ σῶ κράτει καὶ τὴν αἴνεσιν. (Δίς) Ἰσορρόπῳ δόξῃ σε, τὸν μονάρχην τρίφωτον Θεόν, δοξάζει τὰ Χερουβείμ, καὶ τὰ Σεραφείμ, ἀχράντοις ἐν στόμασι, μεθˊ ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας. Θεοτοκίον. Ὡς ἁγνὴ καὶ ἄμωμος, καὶ παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς, ἀπὸ πειρασμῶν, Θεὸν ἀναλλοίωτον, ἀλλὰ καὶ νῦν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε.

Ὑπακοή

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον

Ἦχος πλ. α΄

Άυτόμελον

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Θεοτοκίον τοῦ ῆχου αˊ Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου βˊ Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γˊ Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δˊ Τὸ ἀπˊ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, διˊ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. βˊ Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δˊ Ὁ διˊ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος πλ. α΄

Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. Δόξα... Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπˊ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. Καὶ νῦν... Θεοτοκίον Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. αˊ Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Καθίσματα Ἀναστάσιμα – Ὀκτώηχος

Ἦχος πλ. α΄

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με. Δόξα... Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. Καὶ νῦν... Θεοτοκίον Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. αˊ Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τὶ τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλˊ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. Δόξα... Τριαδικὸν Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν ... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γˊ).

Ἡ Ὑπακοὴ Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοὶ, Ἦχος Πλ. α΄ Ἀντίφωνον Α΄ – Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. – τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β΄ – Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει. – Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ΄ – Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω. – Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Δόξα... καὶ νῦν ... Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία· ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. Προκείμενον Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Στίχ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

ᾨδὴ αˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα». Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. Θεοτοκίον Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

ᾨδὴ αˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Τῷ σωτῆρι Θεῷ

Τῷ βουλήσει Σταυρῷ, προσηλωθέντι σαρκί, καὶ τῆς ἀρχαίας ἀποφάσεως, τὸν διὰ ξύλου πεσόντα ἐλευθερώσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Τῷ ἐκ τάφου νεκρῷ, ἐξαναστάντι Χριστῷ, καὶ τὸν πεσόντα συνεγείραντι, καὶ συνεδρίᾳ Πατρικῇ κατακοσμήσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Θεοτοκίον Ἄχραντε Μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: Φῶς ἡ τεκοῦσα, φώτισόν με Παρθένε. ᾨδὴ αˊ – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ἵππον καὶ ἀναβάτην

Φῶς τὸ κατασκηνῶσαν, ἐν σοὶ Πανάχραντε, καὶ φωτίσαν τὸν κόσμον, μαρμαρυγαῖς Θεότητος, Χριστὸν ἐκδυσώπησον, φωτισθῆναι ἅπαντας, τοὺς ὑμνοῦντάς σε Μητροπάρθενε. Ὡς ὡραϊζομένη, τῷ κάλλει τῶν ἀρετῶν, ἡ κεχαριτωμένη, καλλοποιὸν εὐπρέπειαν, τῇ αἴγλῃ τοῦ Πνεύματος, ὑπεδέξω Πάναγνε, τὸν τὰ σύμπαντα καλλωπίσαντα. Σὲ πάλαι προτυποῦσα, ἡ βάτος ἡ ἐν Σινᾷ, οὐκ ἐφλέχθη Παρθένε, τῷ πυρὶ ὁμιλήσασα· Παρθένος γὰρ τέτοκας, καὶ παρθένος ἔμεινας, ὑπὲρ ἔννοιαν Μητροπάρθενε.

ᾨδὴ γˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Ὁ πήξας ἐπˊ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε». Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δˊ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες. Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλˊ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν. Θεοτοκίον Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Δυνάμει τοῦ Σταυροῦ

Ἀνέστης ἐκ τοῦ τάφου Χριστέ, φθορᾶς θανάτου λυτρωσάμενος, τοὺς ἀνυμνοῦντας ζωοδότα, τὴν ἑκούσιόν σου σταύρωσιν, Μυρίσαι σου τὸ σῶμα Χριστέ, αἱ Μυροφόροι κατεπείγοντο, καὶ μὴ εὑροῦσαι ὑπέστρεφον, ἀνυμνοῦσαί σου τὴν ἔγερσιν. Θεοτοκίον Ἱκέτευε ἀπαύστως ἁγνή, τὸν σαρκωθέντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης διαβόλου, τοὺς ὑμνοῦντάς σε Παρθένε ἁγνή.

ᾨδὴ γˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ πήξας ἐπˊ οὐδενός

Ἡ κλῖμαξ ᾗ πρὸς ἡμᾶς, κατέβη ὁ Ὕψιστος, τὴν φθαρεῖσαν φύσιν ἐπανορθώσασθαι, σὺ ἀριδηλότατα σεμνή, πᾶσι νῦν καθωράθης· διὰ σοῦ γὰρ ὁ ὑπεράγαθος, κόσμῳ ὁμιλῆσαι ηὐδόκησε. Τὸ πάλαι προορισθέν, Παρθένε μυστήριον, καὶ πρὸ τῶν αἰώνων προγινωσκόμενον, τῷ πάντα γινώσκοντι Θεῷ, χρόνων νῦν ἐπˊ ἐσχάτων, ἐν τῇ νηδύϊ σου Πανάμωμε, πέρας εἰληφὸς ἀναδέδεικται. Ἐλύθη ἡ τῆς ἀρᾶς, τῆς πάλαι κατάκρισις, τῇ σῇ μεσιτείᾳ Παρθένε ἄχραντε· ἐπὶ σοὶ γὰρ Κύριος ὀφθείς, πᾶσι τὴν εὐλογίαν, ὡς ὑπεράγαθος ἀνέβλυσε, μόνη τῶν βροτῶν ἐγκαλλώπισμα.

ᾨδὴ δˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας». Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας. Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας. Θεοτοκίον Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

ᾨδὴ δˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Εἰσακήκοα τὴν ἀκοήν

Ὡς ἐπάγη ἐπὶ γῆς, ἐν τῷ Κρανίῳ ὁ Σταυρός, συνετρίβησαν μοχλοί, καὶ πυλωροὶ αἰώνιοι, καὶ ἐβόησαν· Δόξα τῇ δυνάμει σου Κύριε. Ὡς κατῆλθεν ὁ Σωτήρ, πρὸς τοὺς δεσμίους ὡς θνητός, συνανέστησαν αὐτῷ οἱ ἀπˊ αἰῶνος θανέντες, καὶ ἐβόησαν· Δόξα τῇ δυνάμει σου Κύριε. Θεοτοκίον Ἡ Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ μήτηρ μέν ἐστι, παρθένος δὲ διέμεινεν· ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.

ᾨδὴ δˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Τὴν θείαν ἐννοήσας

Καρδίᾳ, νῷ, ψυχῇ τε καὶ στόματι, ὁμολογῶν πανευσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, τὴν σωτηρίαν καρποῦμαι, καὶ σῴζομαι Παρθένε πρεσβείαις σου. Ὁ κτίσας ἐκ μὴ ὄντων τὰ σύμπαντα, ἐκ σοῦ κτισθῆναι τῆς ἁγνῆς, ὡς εὐεργέτης ηὐδόκησε, πρὸς σωτηρίαν τῶν πίστει, καὶ πόθῳ σε ὑμνούντων Πανάμωμε. Ὑμνοῦσι τὸν σὸν τόκον Πανάμωμε, οἱ ὑπερκόσμιοι Χοροί, τῇ σωτηρίᾳ γηθόμενοι, τῶν ἀληθῆ Θεοτόκον, φρονούντων σε Παρθένε ἀμόλυντε. Σὲ ῥάβδον Ἡσαΐας ὠνόμασεν, ἐξ ἧς ἐβλάστησεν ἡμῖν, ὡραῖον ἄνθος Χριστὸς ὁ Θεός, πρὸς σωτηρίαν τῶν πίστει, καὶ πόθῳ προστρεχόντων τῇ σκέπῃ σου.

ᾨδὴ εˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος». Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος. Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος. Θεοτοκίον Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ εˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὀρθρίζοντες βοῶμέν σοι

Ἐξέτεινας τὰς χεῖρας Σωτὴρ ἡμῶν, ἐπὶ τοῦ ξύλου πάντας προσκαλούμενος, πρὸς ἑαυτὸν ὡς φιλάνθρωπος. Ἐσκύλευσας τὸν ᾍδην Σωτὴρ ἡμῶν, τῇ ταφῇ σου, καὶ τῇ Ἀναστάσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Θεοτοκίον Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

ᾨδὴ εˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ ἀναβαλλόμενος φῶς

Ἅπαντες Προφῆταί σε σαφῶς προήγγειλαν, γενησομένην Θεοῦ Μητέρα, Θεοτόκε πάνσεμνε· μόνη γὰρ εὑρέθης ἁγνή, τελείως ἄμωμος. Φωτεινὴν νεφέλην σε τοῦ ζῶντος ὕδατος, ἡμῖν τὸν ὄμβρον τῆς ἀφθαρσίας, τὸν Χριστὸν ὀμβρήσασαν, τοῖς ἀπεγνωσμένοις, σεμνὴ ἐπιγινώσκομεν. Ὡς πλησίον ὅλην σε καλὴν καὶ ἄμωμον, ἐσφραγισμένην τῇ παρθενίᾳ, καθαρῶς ἠγάπησεν, ἐν σοὶ ὁ σκηνώσας Θεός, ὡς μόνος εὔσπλαγχνος.

ᾨδὴ ςˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος». Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου. Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν. Θεοτοκίον Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

ᾨδὴ ςˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ἐκύκλωσέ με ἄβυσσος

Ἐξέτεινας παλάμας σου, συνάγων μακρὰν διεστῶτά σου, ἐθνῶν τὰ συστήματα, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῷ ζωηφόρῳ Σταυρῷ σου ὡς φιλάνθρωπος. Ἐσκύλευσας τὸν θάνατον, καὶ πύλας τοῦ ᾍδου συνέτριψας. Ἀδὰμ δὲ ὁ δέσμιος, λυθεὶς ἀνεβόα σοι· Διέσωσέ με ἡ δεξιά σου Κύριε. Θεοτοκίον Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ Κλίμακα ἔμψυχον, καὶ Πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.

ᾨδὴ ςˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Μαινομένην κλύδωνι

Τοῦ παντὸς ὁ αἴτιος, καὶ τὸ εἶναι, πᾶσι παρασχών, ὡς αἰτίαν ἔσχηκε, σαρκούμενος τὸ καθˊ ἡμᾶς, σὲ Θεομῆτορ πανάμωμε. Ἰαμάτων Δέσποινα, ψυχοτρόφων, βρύουσαν πηγήν, τοῖς πιστῶς προστρέχουσι, τῇ σκέπῃ σου τῇ εὐκλεεῖ, γινώσκομέν σε Πανάμωμε. Σωτηρίας αἴτιον, ζωοδότην, τέτοκας ἡμῖν, αἰωνίαν λύτρωσιν, δωρούμενον τοῖς ἀληθῆ, σὲ Θεοτόκον κηρύττουσι.

Κοντάκιον

Ἦχος πλ. α΄

Μιμητὴς ὑπάρχων

Πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε. Ὁ Οἶκος Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

ᾨδὴ ζˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ». Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· ὁ Θεὸς εὐλογητὸς εἶ. Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ζˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ ἐν καμίνῳ πυρός

Ὁ διὰ ξύλου Σταυροῦ, τὴν τῶν εἰδώλων λύσας πλάνην, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ ἀναστὰς ἐκ νεκρῶν, καὶ τοὺς ἐν ᾍδῃ συνεγείρας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ὁ ἐκ Παρθένου τεχθείς, καὶ Θεοτόκον ταύτην δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ ὑπερυψούμενος

Ὁ ἀπεριόριστος, διαμείνας ἄτρεπτος, σαρκὶ καθˊ ὑπόστασιν, ἡνώθη ὡς εὔσπλαγχνος, ἐν σοὶ τῇ Παναγίᾳ, ὁ μόνος εὐλογημένος. Νύμφην σε πανάμωμον, Θεοτόκε Δέσποινα, συμφώνως δοξάζομεν, καὶ θρόνον τοῦ Κτίστου σου, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ. Μήτηρ τοῦ Παντάνακτος, ἁγνισθεῖσα Πνεύματι, Παρθένε γεγένησαι, τοῦ σὲ πλαστουργήσαντος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ. Ἔσωσέ με Κύριος, Θεομῆτορ ἄχραντε, σαρκὸς περιβόλαιον, ἐκ σοῦ περιθέμενος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ηˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας. Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων

Τὸν ἐν Σταυρῷ ἑκουσίως, τὰς παλάμας ἐκπετάσαντα, καὶ τὰ δεσμὰ τοῦ θανάτου διαρρήξαντα, Χριστὸν τὸν Θεόν, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας. Τὸν ὡς νυμφίον ἐκ τάφου, ἀνατείλαντα Χριστὸν τὸν Θεόν, καὶ Μυροφόροις ὀφθέντα, καὶ χαρὰν αὐταῖς φθεγξάμενον· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Τῶν Χερουβεὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ηˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Σοὶ τῷ παντουργῷ

Πέπαυται τανῦν, ἡ προπατόρων λύπη, χαρὰν τεξαμένης σου, τῆς Θεομήτορος· ὅθεν ἀπαύστως, ὑμνοῦμέν σε Παρθένε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. ᾌδει σὺν ἡμῖν, τῶν Ἀσωμάτων δῆμος, Παρθένε τὸν τόκον σου τὸν ἀκατάληπτον, μίαν χορείαν, στησάμενοι σὺν πόθῳ, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας. Ῥεῖθρον διαυγές, ἀθανασίας Κόρη, ἐκ σοῦ ἐξελήλυθεν ὁ πάντων Κύριος, ῥύπον ἐκπλύνων, τῶν πίστει σε ὑμνούντων, καὶ ὑπερυψούντων, εἰς πάντας τοὺς αἰῶνας. Θεῖον ἀληθῶς, καὶ φωτοφόρον θρόνον, καὶ πλάκα τῆς χάριτος, ὁμολογοῦμέν σε, Λόγον Παρθένε, Πατρὸς ὡς δεξαμένην, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ὁ Εἱρμὸς

«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ, ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν». Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι. Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν. Θεοτοκίον Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλˊ ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.

ᾨδὴ θˊ, Κανὼν Σταυροαναστάσιμος. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Σὲ τὴν ὑπὲρ νοῦν

Σὲ τὸν ἐν Σταυρῷ, τὰ πάθη δεξάμενον, καὶ θανάτῳ συντρίψαντα τοῦ ᾍδου τὴν δύναμιν, οἱ πιστοὶ ὀρθοδόξως μεγαλύνομεν. Σὲ τὸν ἀναστάντα, ἐκ τάφου τριήμερον, καὶ τὸν ᾍδην σκυλεύσαντα, καὶ κόσμον φωτίσαντα, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν. Θεοτοκίον Χαῖρε Θεοτόκε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας αἴτησαι, πταισμάτων τὴν ἄφεσιν, δωρηθῆναι τοῖς πίστει ἀνυμνοῦσί σε.

ᾨδὴ θˊ, Κανὼν τῆς Θεοτόκου. – Ὀκτώηχος

Ἦχος πλ. α΄

Ἡσαΐα χόρευε

Ἐξ ἁγνῶν αἱμάτων σου, ἐτυρώθη σάρξ ὑπερφυῶς, τῷ πάντων Δημιουργῷ, καὶ μονογενεῖ, Υἱῷ τοῦ Γεννήτορος, οὐκ ἐξ ἀνδρός, ἄνευ δὲ σπορᾶς, ἔννους καὶ ἔμψυχος, Θεοτόκε ἀειπάρθενε. Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, γεννήσασα σαρκικῶς, ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον· ᾗ προσβαλών, στόματι πικρῷ, ᾍδης κατήργηται, Παναγία Μητροπάρθενε. Ἐν θρόνῳ καθήμενος, ὁ Υἱός σου τῷ δεσποτικῷ, χρυσοῖς σε ἐν κροσσωτοῖς, θείαις ἀρεταῖς, φαιδρῶς διαλάμπουσαν, ἐκ δεξιῶν, ἔστησεν αὐτοῦ, νέμων τὰ αἴσια, ὡς Μητρί σοι Παναμώμητε.

ΑΙΝΟΙ

Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος πλ. α΄

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

ΨΑΛΜΟΣ ΡΝˊ (150) Στιχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν διˊ ἠμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἕτερα Στιχηρά, Ἀνατολικά, Ἦχος πλ. α΄

Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ διˊ ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ διˊ ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.

Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀποστόλοις μηνῦσαι ἐμφανῶς· ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε, κρῦψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρˊ ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾍδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος πλ. αˊ Οἱ Μακαρισμοὶ Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν, καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατάραν, ὡς Σωτῆρα καὶ Δημιουργόν, συμφώνως ὑμνήσωμεν. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τῷ θανάτῳ σου Χριστέ, θανάτου ἔλυσας τὴν δύναμιν, καὶ συνήγειρας τοὺς ἀπˊ αἰῶνος θανέντας, σὲ ὑμνοῦντας τόν, ἀληθινὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐπὶ τὸ μνῆμά σου Χριστέ, παραγενόμεναι Γυναῖκες σεμναί, ἐπεζήτουν σε ζωοδότα μυρίσαι, καὶ ὤφθη ταύταις Ἄγγελος βοῶν· Ἀνέστη ὁ Κύριος. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Σταυρωθέντος σου Χριστέ, ἐν μέσῳ δύο καταδίκων λῃστῶν, ὁ μὲν εἷς βλασφημῶν σε, κατεκρίθη δικαίως, ὁ δὲ ἄλλος σε ὁμολογῶν, Παράδεισον ᾤκησε. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τῶν Ἀποστόλων τῷ χορῷ, παραγενόμεναι Γυναῖκες σεμναί, ἀνεβόησαν· ὁ Χριστὸς ἀνέστη, ὡς Δεσπότην καὶ Δημιουργόν, αὐτὸν προσκυνήσωμεν. Δόξα... Τριὰς ἀμέριστε Μονάς, ἡ παντουργὸς καὶ παντοδύναμος, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, σὲ ὑμνοῦμεν τὸν ἀληθινὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Χαῖρε ἔμψυχε ναὲ Θεοῦ, καὶ πύλη ἀδιόδευτε, χαῖρε ἄφλεκτε καὶ πυρίμορφε θρόνε, χαῖρε Μήτηρ τοῦ Ἐμμανουήλ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

ΔΕΥΤΕΡΑ ΠΛ. Α΄ ΗΧΟΣ

Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Οἴμοι τῷ παροργίσαντί σε, τὸν ἐλεήμονα Θεόν μου καὶ Κύριον! ποσάκις ἐπηγγειλάμην, μετανοῆσαι Χριστέ, καὶ ψευδὴς εὑρέθην ὁ ἀνόητος! Τὸ πρὶν τοῦ Βαπτίσματος, κατερρύπωσα ἔνδυμα, τῶν συνθηκῶν τε, τῶν πρὸς σέ μου ἠλόγησα, καὶ τὸ δεύτερον, πάλιν τοῦτο ἐπάγγελμα, ὃ σοὶ καθωμολόγησα, Ἀγγέλων ἐνώπιον, καὶ τῶν ἀνθρώπων τὸ σχῆμα, τὸ πένθιμον ἐνδυόμενος, εἰμὶ ἀθετήσας, λοιπὸν Σῶτερ μὴ εἰς τέλος, ἀφῇς ὀλέσθαι με.

Ποίαν ἀπολογίαν ψυχή, ἔχεις ἀθλία ἐν ἡμέρᾳ τῆς κρίσεως; ἢ τίς σε τῆς καταδίκης, τοῦ αἰωνίου πυρός, καὶ πασῶν βασάνων ἐξαιρήσεται; οὐδεὶς εἰμὴ σὺ σαυτῇ, ἱλεώσῃ τὸν εὔσπλαγχνον, τὰς ἀθεμίτους, καταλείψασα πράξεις σου, καὶ θεάρεστον, κτησαμένη βιότευσιν, κλαίουσα καθˊ ἑκάστην σου, τὰ ἄπειρα σφάλματα, ἅπερ καθˊ ὥραν προσπταίεις, ἔργῳ καὶ λόγῳ ἐννοίᾳ τε, Χριστὸν αἰτουμένη, παρασχεῖν σοι τὴν τελείαν, τούτων συγχώρησιν.

Μή μου κατακρατείτω Σωτήρ, τῆς ἁμαρτίας ἡ συνήθεια ἕλκουσα, μηδέ μου κυριευέτω, δαίμων ἀεὶ πολεμῶν, καὶ καταφερέτω πρὸς τὸ θέλημα, αὐτοῦ, ἀλλˊ ἐξάρπασον, τῆς αὐτοῦ δεσποτείας με, καὶ τυραννίδος, καὶ ζοφώδους κολάσεως, καὶ βασιλεύων ἐν ἐμοὶ σὺ φιλάνθρωπε, ὅλον τε σὸν γενέσθαι με, καὶ ζῇν καταξίωσον, κατὰ τὸ θέλημα Λόγε, τὸ σὸν καὶ ἔχειν ἀνάπαυσιν, ἐν σοὶ καὶ εὑρεῖν με, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Λύμη με τῶν παθῶν τυραννεῖ, καὶ τῆς καρδίας μου τὰς κόρας ἐζόφωσε, καὶ βλέπειν οὐ σθένω ὅλως, τὰς σωτηρίους ὁδούς, προϊὼν πλανῶμαι, καὶ κρημνίζομαι, δεινῶς εἰς τὰ βάραθρα, τὰ τοῦ ᾍδου Ἀρχάγγελοι, τῶν δὲ θαυμάτων, τῶν ὑμῶν μιμνησκόμενος, θεραπεύομαι, ἀπὸ πάσης τῆς νόσου μου, ἴδοιμι τὴν εὐμένειαν, ὑμῶν νῦν ταχύτατα, σπεύσατε σβέσαι τὴν φλόγα, τὴν τῶν παθῶν μου πανσέβαστοι, πρὸς φῶς ὁδηγοῦντες, σωτηρίας με καὶ λύσιν, κακῶν μοι νέμοντες.

Ἔσχε τὸν τῆς εὐκλείας βαθμόν, τῆς καθˊ ὑμᾶς ὁ πονηρός, Ἀρχιστράτηγοι, ὁ πρῴην ὡς Ἑωσφόρος, συνανατέλλων ὑμῖν, ἀλλˊ ἐκ πονηρίας ὁ ἀντίπαλος, εἰς γῆν κατενήνεκται, καὶ τῷ σκότει ζεζόφωται, καὶ σὺν αὐτῷ με, καταρράξαι ἐπείγεται, τιμηθέντα με, τῇ εἰκόνι τοῦ πλάσαντος, ὅμως εἰ καὶ προπέπτωκα, Χριστός με ἀνέστησε· φάνητε οὖν μοι προστάται, καὶ προμηθεῖς καὶ ἐπίκουροι, σοφοὶ τῷ ἀθλίῳ, σωτηρίαν μοι αἰτοῦντες, καὶ μέγα ἔλεος.

Ἔδει με κατˊ εἰκόνα Θεοῦ, γεγενημένον καὶ ὑμῖν συναρίθμιον, μηδˊ ὅλως καθυποκῦψαι, τῷ πονηρῷ φεῦ! ἐχθρῷ, ἀλλὰ συμβουλίᾳ τοῦ ἀλάστορος, ὑμᾶς οὐκ ἐζήλωσα, ἐντολὴν δὲ ἠθέτησα, καὶ ἐκπέπτωκα, τῆς τιμῆς τοῦ ποιήσαντος, Ἀρχιστράτηγοι, καὶ δουλείᾳ καθέλκομαι, ὅμως περιπαρέντα με, τοῖς πάθεσι βλέποντες, δότε μοι χεῖρα πρὸς τρίβον, τὴν ἀνωτάτω με φέρουσαν, τυχεῖν σωτηρίας, ἐξαιτοῦντές μοι καὶ κάλλους, ἀρχαίαν εὔκλειαν.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.

Ἀπόστιχον Κατανυκτικόν, Ἦχος πλ. αˊ

Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικόν, Ἦχος πλ. αˊ

Τῶν ἐπιγείων ἁπάντων, καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλˊ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον Παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες· Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ διˊ ἡμᾶς ἐνανθρωπήσας δόξα σοι.

Μετὰ τὴν αˊ Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ

Ἦχος πλ. αˊ

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν; τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδῇ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Τὸν συνάναρχον Λόγον Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, Ἀειπάρθενε ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Μετὰ τὴν βˊ Στιχολογίαν ἕτερα Καθίσματα

Ἦχος πλ. αˊ

Πάντες ἀγρυπνήσωμεν, καὶ Χριστῷ ὑπαντήσωμεν, μετὰ πλήθους ἐλαίου, καὶ λαμπάδων φαεινῶν, ὅπως τοῦ νυμφῶνος ἔνδον ἀξιωθῶμεν· ὁ γὰρ τῆς θύρας ἔξω φθανόμενος, ἄπρακτα τῷ Θεῷ κέκραγεν· Ἐλέησόν με. Ἐν κλίνῃ κατακείμενος, ἁμαρτημάτων πολλῶν, συλῶμαι τὴν ἐλπίδα τῆς σωτηρίας μου· ὁ γὰρ ὕπνος τῆς ἐμῆς ῥαθυμίας, προξενεῖ μου τῇ ψυχῇ τιμωρίαν, ἀλλὰ σὺ ὁ Θεός, ὁ τεχθεὶς ἐκ Παρθένου, διέγειρόν με πρὸς τὴν σὴν ὑμνῳδίαν, ἵνα δοξάζω σε. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Ἁγιωτέρα τῶν Χερουβείμ, ὑψηλοτέρα τῶν οὐρανῶν Πανύμνητε, Θεοτόκον σε ἐν ἀληθείᾳ ὁμολογοῦντες, ἔχομεν ἁμαρτωλοὶ προστασίαν, καὶ εὑρίσκομεν ἐν πειρασμοῖς σωτηρίαν· διὸ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, κραταίωμα καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα ἕτερα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τὸ κριτήριον τρέμω τὸ φοβερώτατον, καὶ Κριτοῦ τὴν δικαίαν φρίττω ἀπόφασιν· ἡ συνείδησις καὶ γὰρ ἀεὶ ἐλέγχει με, τῇ ἀμελείᾳ δὲ συζών, ἀπορῶ καὶ δειλιῶ, πρεσβείαις ὑμῶν ἁγίαις, ἐκλυτρώσασθε τοῦ πυρός με, οἱ τοὺς πιστοὺς φρουροῦντες Ἀρχάγγελοι. Μαρτυρικὸν Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν ... Θεοτοκίον Τὸν συνάναρχον Λόγον Γαβριήλ σοι τὸ χαῖρε τὸ ἐπουράνιον, ἐπὶ γῆς παραδόξως ἐναπεκόμισε· τὸν γὰρ Ἀγγέλων ποιητήν, ἐν σοὶ σαρκούμενον ὁρῶν, τὸ μελῴδημα χαρᾶς, ἀναμέλπει σοι σεμνή, βροτοὺς διˊ αὐτοῦ διδάσκων, ὡς σὺ μόνη χαρᾶς αἰτία, πᾶσιν ἀνθρώποις πεφανέρωσαι.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς. Τὸν σοὶ πταίσαντα οἴκτειρον, Λόγε. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. Τὸν πολλαῖς ἀπάταις, ἐξελκόμενον καὶ δελεαζόμενον, Χριστὲ τοῦ ἀλλοτρίου, ἐπίστρεψον, οἴκτειρον, ὡς παντοδύναμος. Ὁ τοῦ κωφοῦ τὰ ὦτα, διανοίξας Χριστέ, τῆς ψυχῆς μου δέομαι, κωφεύοντα τὰ ὦτα διάνοιξον, ὅπως σου, τοὺς λόγους ἐνωτισθῶ. Μαρτυρικὰ Νεοφανεῖς ἀστέρες, χρηματίζοντες τοῦ Ἡλίου Μάρτυρες, τοῦ τῆς δικαιοσύνης, τὸ σκότος σκεδάζετε, τῶν καρδιῶν ἡμῶν. Πεπυρωμένα βέλη, θείοις ἄνθραξι τοῦ ἁγίου Πνεύματος, οἱ Ἀθληταὶ δειχθέντες, τὰ βέλη συντρίβουσι, πάντα τοῦ ὄφεως. Θεοτοκίον Πύλη τῆς θείας δόξης, μετανοίας μοι πύλας ἀναπέτασον, καὶ ἐκ πυλῶν τοῦ ᾍδου, ἐξάρπασον δέομαι, τὴν ταπεινήν μου ψυχήν.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχὶς Μέλος Ἀγγέλοις τὸ πέμπτον. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Μύσται τῆς θεαρχίας, τῆς φωτοδότιδος, ὡς ταῖς ταύτης ἀκτῖσι, πρωτοφανῶς λαμπόμενοι, φωτὶ καταυγάζεσθαι, τὴν ψυχήν μου Ἄγγελοι, τὸν Δεσπότην καθικετεύσατε. Ἔχοντες παρρησίαν, ὡς θρόνῳ τῷ ὑψηλῷ, παριστάμενοι πάντας, τοὺς εὐσεβῶς ὑμνοῦντας ὑμᾶς, κινδύνων λυτρώσασθε, πρωτοστάται τάξεως οὐρανίου, ὦ Ἀρχιστράτηγοι. Θεοτοκίον Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἐπὶ τὰ ἔθνη ὁ Θεὸς ἐβασίλευσεν, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, καὶ ψάλλομεν αὐτῷ συνετῶς, ὡς Βασιλεῖ καὶ Θεῷ. Σὺ ὁ μηδένα ἀπολέσθαι βουλόμενος, ἀγαθὲ Κύριε, ἀπολλύμενον οἴκτειρον, καὶ σῶσόν με ῥοπῇ, πανοικτίρμον τοῦ ἐλέους σου. Ὅτι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκά σοι, Χριστὲ Κύριε, τῷ πάντα γινώσκοντι, προσέρχομαι, προσπίπτω σοι, δέξαι με ὥσπερ τὸν Ἄσωτον. Μαρτυρικὰ Ἵνα τὴν ζῶσαν ἁμαρτίαν νεκρώσητε, καὶ νεκρὸν Μάρτυρες, τὸν ἐχθρὸν ἀποδείξητε, νεκρώσεως σωμάτων, μακάριοι οὐκ ἐφροντίσατε. Πεποικιλμένοι τοῖς παθήμασι Μάρτυρες, καὶ στολαῖς αἵμασι, βεβαμμέναις κοσμούμενοι, τῷ πάντων Βασιλεῖ, στεφηφόροι νῦν παρίστασθε. Θεοτοκίον Παρθενομῆτορ ἡ Θεὸν σωματώσασα, τὰς φωνάς, πρόσδεξαι τῶν βοώντων σοι πάντοτε, καὶ λύτρωσαι ἡμᾶς, τῶν ποικίλων περιστάσεων.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπˊ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Ὁ λόγῳ τοὺς χορευτὰς τῶν ἄνω Δυνάμεων, σαφῶς ὑποστήσας, τὴν σὴν χρηστότητα, τὴν ἀπειροδύναμον δεικνύς, τούτων ταῖς προστασίαις, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Θεοτοκίον Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ τοὺς Ἀσωμάτους χοροὺς φωτίζοντος, μίαν θεαρχίαν ἐν τρισί, μέλπειν ἀκαταπαύστως, ἁγιασμοῖς καὶ κυριότησιν, ἄχραντε Παρθένε πανύμνητε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὰ ἔργα τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν τὸν προφήτην Ἀββακούμ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Τὰ ἔργα ἅπερ ἐν τῷ βίῳ ἐτέλεσα, ὑπάρχουσι χαλεπὰ καὶ πονηρά, ἐξ ὧν Χριστὲ ὁ Θεὸς λύτρωσαί με, μετάνοιαν γνησίαν παρέχων μοι. Ἁπάσης ἐντολῆς σεπτῆς κατεφρόνησα, τὸν φόβον σου παρωσάμενος Χριστέ, καὶ δέδοικα τὸ ἀλάθητόν σου βῆμα, ἐν ᾧ μὴ κατακρίνῃς με εὔσπλαγχνε. Μαρτυρικὰ Ἱμᾶσι πανταχόθεν ὄντως τεινόμενοι, καὶ μάστιξι δαπανώμενοι σφοδρῶς, καὶ ὄνυξι καταξεόμενοι Λόγε, οἱ Ἀθληταί σου πίστει ἠγάλλοντο. Σαλεῦσαι Ἀθληταὶ ὑμᾶς θείας στάσεως, οὐκ ἴσχυσε παντελῶς ὁ πονηρός· διὸ πολλῶν σαλευομένων γενναῖοι, στηρίγματα ἐνθέως ἐδείχθητε. Θεοτοκίον Σαρκοῦται ἐξ ἁγνῶν αἱμάτων σου Κύριος, μετάνοιαν τοῖς τιμῶσί σε διδοὺς Πανύμνητε, τῇ σῇ χρηστῇ μεσιτείᾳ, ὡς εὔσπλαγχνος καὶ μόνος φιλάνθρωπος.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Ἀγγέλων ὑποστήσας λαμπρότητας, θεουργικαῖς μαρμαρυγαῖς, ἀγαθοδότως ἐλάμπρυνας, ὡς δυνατὰς ἐν ἰσχύϊ, τὸν λόγον σου πληρῶσαι φιλάνθρωπε. Γεώδη τῶν σωμάτων φρονήματα, ἀποβαλώμεθα πιστοί, τῇ πολιτείᾳ μιμούμενοι, τῶν Ἀσωμάτων τὰς τάξεις, καὶ νοῦν ἀναπτερώσωμεν πνεύματι. Θεοτοκίον Γενοῦ μοι προστασία Πανάμωμε, καταφυγή τε καὶ λιμήν, παθῶν τὴν ζάλην διώκουσα, ἡ τὰς Ἀγγέλων χορείας, τῷ κάλλει ἀσυγκρίτως νικήσασα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὸ φῶς τὸ ἀληθινόν, Χριστὲ ὁ Θεός, πρὸς σὲ ὀρθρίζει τὸ πνεῦμά μου ἐκ νυκτός, ἐπίφανον ἐπˊ ἐμὲ τὸ πρόσωπόν σου. Ἀνάνηψον ψυχή, ἀνάνηψον ὕπνου, βαρέος τῆς ἐμῆς δεινῆς ἁμαρτίας, καὶ μετανοίας φωτὶ περιαυγάζου. Νεώσωμεν τὴν ψυχήν, διˊ ἐμμελείας, καὶ κατανύξεως ὄμβροις ἀρδευθῶμεν, ὅπως βλαστήσωμεν μετανοίας στάχυν. Μαρτυρικὰ Τοῖς ἄνθραξι στομωθέντες, τῆς ἀγάπης, οὐρανοχάλκευτα ξίφη Ἀθλοφόροι, ἐδείχθητε δυσμενῶν κόπτοντες στίφη. Ἀδούλωτοι τῷ ἐχθρῷ, γεγενημένοι, κατεδουλώσατε τοῦτον Ἀθλοφόροι, καὶ γνήσιοι τοῦ Χριστοῦ ὤφθητε φίλοι. Θεοτοκίον Παρθένε ἐν γυναιξίν, εὐλογημένη, τὰ σὰ ἐλέη παράσχου τῷ λαῷ σου· τοῦ Ἐλεήμονος γὰρ ἐδείχθης Μήτηρ.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Ἐπιπορευόμενοι, τῆς γῆς τὰ πέρατα, τὰς τοῦ Δεσπότου εὐεργεσίας, τοῖς πιστοῖς κομίζετε, καὶ περιφρουρεῖτε, πανένδοξοι Ἀρχάγγελοι. Λόγῳ σου πειθόμενοι, Λόγε Θεοῦ καὶ Πατρός, τῆς οὐρανίου ταξιαρχίας, οἱ κλεινοὶ διάκοσμοι, τῷ τῆς σῆς λαμπάδος, φωτὶ περιαυγάζονται. Θεοτοκίον Ὅλην μου τὴν ἔφεσιν, πρὸς σὲ μετάστησον, τῆς ὑπὲρ λόγον ἐπιθυμίας, γλυκασμὸν ἡ φέρουσα, τοῖς σὲ Θεοτόκον, ἁγνὴν ἐπιγινώσκουσι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε Κύριε καὶ σῶσόν με. Οὐκ ἔστιν ἐν τῷ βίῳ ἁμαρτία, ἣν μόνος οὐκ ἐτέλεσα ὁ τάλας, μόνε ἀναμάρτητε, οἰκτείρησόν με. Ἱστίῳ πτερωθῶμεν προθυμίας, καὶ σωτηρίου μετανοίας, ὅπως προφθάσαντες, ἅπαντες σωθείημεν. Μαρτυρικὰ Κηρύκων, Ἀποστόλων καὶ Μαρτύρων, τοῖς ἄθλοις καταυγάζεται ἡ κτίσις, διˊ ὧν ἡμᾶς φώτισον φιλάνθρωπε. Τὰ σκεύη, τὰ χωρήσαντα τὴν αἴγλην, τῆς θείας καὶ σεπτῆς φωτοδοσίας, τοὺς Μάρτυρας ἅπαντες τιμήσωμεν. Θεοτοκίον Παρθένε τῶν πιστῶν ἡ προστασία, ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας, δυσώπει τὸν Κύριον, τοὺς δούλους σου.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος. Ἱερῶς κοσμούμενοι, τῶν Ἀγγέλων δῆμοι ἐκλεκτοί, φωτοδότοις λάμψεσι φαιδρύνονται, τὰς θεουργοὺς ἐκφαντορίας μιμούμενοι. Θεοτοκίον Συνέλαβες Ἄχραντε, τὸν τῶν ὅλων κτίστην καὶ Θεόν, ὃν σὺν τρόμῳ βλέπουσι γηθόμενοι, πανευλαβῶς παρεστηκότες οἱ Ἄγγελοι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, καὶ ἐπὶ θρόνου δόξης καθήμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ διˊ εὐσπλαγχνίαν, μετανοοῦντας πάντας δεχόμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος. Ἴασαι εὔσπλαγχνε Σωτήρ, τὰ πολλὰ μου πάθη, ὁ τὴν ἐμὴν γινώσκων ἀσθένειαν, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος. Μαρτυρικὰ Ῥώμῃ τῇ θείᾳ κρατυνθείς, χορὸς Ἀθλοφόρων, τοὺς δυσμενεῖς βοῶν κατεπάλαισεν, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος. Ὁ ἐνισχύσας τοὺς σοφούς, Ἀθλοφόρους Λόγε, ὑπενεγκεῖν πολύπλοκα βάσανα, δεήσεσιν αὐτῶν, πάντας οἴκτειρον. Θεοτοκίον Εὐλογητὸς εἶ ὁ Θεός, ὁ μήτραν Παρθένου, καθυποδὺς καὶ σώσας τὸν ἄνθρωπον, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Τὴν ἀπειροδύναμον, ἀναφαίνων δύναμιν, ὑμᾶς Ἀρχιστράτηγοι, Χριστὸς ὑπεστήσατο, διδάξας ἀναμέλπειν, ὁ Θεὸς εὐλογητὸς εἶ. Ὁ πληθὺν ἀμέτρητον, Ἀσωμάτων τάξεων, κοσμῶν ἀγαθότητι, πιστῶν τὰ συστήματα, ἀξίωσον ὑμνεῖν σε, ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον Πάθεσι κλονούμενον, σύ με νῦν στερέωσον, ἡ πᾶσι πηγάσασα, πιστοῖς τὴν ἀπάθειαν, τοῖς πίστει μελῳδοῦσιν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὸν Ποιητὴν τῆς κτίσεως, ὂν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νεκρὸν ταῖς παραβάσεσι, γενόμενον Κύριε, ζώωσόν με, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. Λαμπρύνας μετανοίᾳ με, σκότους ἁμαρτίας ῥῦσαι Κύριε, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικὰ Οἱ ἀθλοφόροι Μάρτυρες, τὴν φλόγα τῆς πλάνης κατεπάτησαν, δρόσον οὐρανόθεν, λαβόντες παραδόξως. Γῆ ὥσπερ πίων Ἅγιοι, στάχυν ἀληθῶς ἑκατοστεύοντα, τῷ ἀγωνοθέτῃ Χριστῷ καρποφορεῖτε. Θεοτοκίον Ἐκ σοῦ Θεὸς ἀνέτειλε, καὶ θεογνωσίᾳ κατελάμπρυνε, τοὺς ἐσκοτισμένους, πανύμνητε Παρθένε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἕλκει με τὰ νῦν , τοὺς τῶν Ἀγγέλων δήμους, ὑμνῆσαι τοῖς ᾄσμασι, καρδίας ἔφεσις, οἷς περ συμμέλπω. Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Μύσται τῆς ἁπλῆς, καὶ τρισηλίου αἴγλης, σωθῆναι πρεσβεύσατε, τοὺς πίστει μέλποντας. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Πύλη τοῦ φωτός, παρθενομῆτορ Κόρη, φωτί σου καταύγασον, τοὺς σοὶ προστρέχοντας· σὺ γὰρ ὑπάρχεις, ἐλπὶς καὶ προστασία, μόνη Παναγία, ἀεὶ εὐλογημένη.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σὲ τὴν μακαρίαν ἐν γυναιξί, καὶ εὐλογημένην ὑπὸ Θεοῦ, τῶν ἀνθρώπων τὸ γένος, ὕμνοις μεγαλύνομεν. Ἵλεως γενοῦ μοι Κύριε, ἄμετρα ἀφρόνως πταίσαντι, καὶ τῆς σῆς με Λόγε, Βασιλείας καταξίωσον. Ὡς τοὺς Νινευΐτας ἔσωσας, πάλαι μεταγνόντας μόνε Σωτήρ, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, σῶσον τῷ ἐλέει σου. Μαρτυρικὰ Σάρκα παραδόντες πάσαις πληγαῖς, ἄπληγον ἐσώσατε ψυχήν, Ἀθλοφόροι Κυρίου, τῆς θείας δόξης μέτοχοι. Ἡμεροφαεῖς ἀστέρες ἐν γῇ, πάντων καταυγάζοντες τὰς ψυχάς, Ἀθλοφόροι τοῦ πάντων, Κυρίου ἀνεδείχθητε. Θεοτοκίον Φέρεις ὥσπερ θρόνος πύρινος, νεύματι τὸν πάντα φέροντα, καὶ θηλάζεις Παρθένε, τὸν πάντα διατρέφοντα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ, ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.br/> Τῶν ταγμάτων ἔξαρχοι, πεφυκότες τῶν Ἀγγελικῶν, φαιδρότατε Μιχαήλ, θεῖε Γαβριήλ, τῆς θείας σαρκώσεως, παναληθής, κήρυξ γεγονώς, πάντας φρουρήσατε, τοὺς ὑμνοῦντας ὑμᾶς ἔνδοξοι. Ὁ πλουσίαις δόσεσιν, ὑπερχέων σοῦ τὸν θησαυρόν, ὁ τάξεις παραγαγών, τὰς Ἀγγελικάς, μεθˊ ὧν ἐλευσόμενος, οἷα κριτής, πάντων καὶ Θεός, φεῖσαί μου Δέσποτα, προσπεφευγότος τῷ ἐλέει σου. Θεοτοκίον Νοερῶς Ἀρχάγγελοι, Ἐξουσίαι, θρόνοι Χερουβείμ, Δυνάμεις καὶ Σεραφείμ, Ἄγγελοι φαιδροί, Ἀρχαί, Κυριότητες, τῷ σῷ Υἱῷ, ἄχραντε σεμνή, τρόμῳ λατρεύουσι, Θεοτόκε παμμακάριστε.

Ἀπόστιχα Κατανυκτικὰ

Ἦχος πλ. αˊ

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν, σὺν τῇ ἐκκοπῇ; ἀλλˊ ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰ πλήθη τῶν πταισμάτων μου, πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα σου ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Παῦσον τὸν πόνον, τῆς πολυστενάκτου ψυχῆς μου, ἡ παύσασα πᾶν δάκρυον, ἀπὸ προσώπου τῆς γῆς· σὺ γὰρ βροτῶν τὰς ὀδύνας διώκεις, ἁμαρτωλῶν τὴν κατήφειαν λύεις. Σὲ πάντες κεκτήμεθα, ἐλπίδα καὶ στήριγμα, Παναγία Μητροπάρθενε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. αˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ψυχοφθόροι με λῃσταί, ὁδῷ τοῦ βίου συναντήσαντες, κατεπλήγωσάν με, ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ νῦν προστρέχων, ἴασαι Χριστέ, καὶ σῶσόν με δέομαι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐπουράνιοι χοροί, ὑμνολογοῦσί σε τὸν πάντων Θεόν, τούτων Δέσποτα ἱεραῖς μεσιτείαις, τὰ πολλά μου πάριδε κακά, καὶ σῶσόν με δέομαι. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τῶν Ἀγγέλων τοῖς χοροῖς, συναριθμούμενοι Χριστοῦ Ἀθληταί, καὶ πληρούμενοι φωτισμοῦ ἀνεσπέρου, τὰ δυσώδη πάθη τῆς ἐμῆς, καρδίας μειώσατε. Δόξα... Μετὰ δόξης ὦ Τριάς, ταῖς τῶν Ἀγγέλων ὑμνουμένη φωναῖς, τὴν κεκακωμένην ἐκ τῶν δαιμόνων ψυχήν μου, σῷ ἐλέει ὅλην ὑγιῆ, ἀνάδειξον δέομαι. Καὶ νῦν ... Θεοτοκίον Ἡ δι΄ Ἀγγέλου τὴν χαράν, ἐν τῇ νηδύϊ δεξαμένη Ἁγνή, σκυθρωπάζουσαν πονηραῖς ἐργασίαις, τὴν ψυχήν μου πλήρωσον χαρᾶς, πρὸς φῶς ὁδηγοῦσά με.

ΤΡΙΤΗ ΠΛ. Α΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Λῦσόν μου τῆς καρδίας Σωτήρ, τὴν ἐκ δαιμόνων γενομένην μοι πώρωσιν, καὶ δός μοι δακρύων ὄμβρους, τῆς μετανοίας ὡς ἄν, τὰ πολλὰ θρηνήσω μου ἐγκλήματα, καὶ πᾶν τὸ ῥυπαῖνον, τὸν λογισμόν μου ῥυφθήσωμαι, καὶ τοῦ τῆς λήθης, σκοτασμοῦ λυτρωθήσωμαι, καὶ ἀρθήσωμαι, πρὸς καλῶν κατανόησιν, πρόσχες μοι καὶ εἰσάκουσον, ἱλάσθητι Κύριε, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν τυραννούντων ἀπάλλαξον, παθῶν ὅπως εὕρω, ἐν σοὶ ἄνεσιν καὶ πράττω, τὰ σὰ θελήματα.

Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χεῖρας πρὸς σὲ Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοῖς πονηροῖς λογισμοῖς, ὀφθαλμοὺς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοῖς πάθεσι, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ὁ παμβέβηλος συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σῶσόν με Σῶτερ βοῶ σοι, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, καὶ δεινῶν ἐπερχομένων, ὡς πολυεύσπλαγχνος.

Ψῦξον τοὺς ὀχετοὺς Ἰησοῦ, τοὺς θολερούς, καὶ τοὺς χειμάρρους ἀνάστειλον, καὶ ὄμβρους πολλῶν δακρύων, ἐν κατανύξει ψυχῆς, ἀγαθὲ παράσχου τῇ καρδίᾳ μου, ἰδοὺ ἀπεμάκρυνα, ἀπὸ σοῦ ὡς ὁ Ἄσωτος, καὶ ἐγυμνώθην, ἀπὸ πάσης θελήσεως, σῆς χρηστότητος, πολυέλεε Κύριε, ἥμαρτον μὴ παρίδῃς με, μὴ λάβῃ με τέλεον, ὥσπερ ὑπεύθυνον ὄντα, ὁ ἀλαζὼν καὶ παμπόνηρος, ἐχθρὸς ἀλλὰ τάχει, τῆς αὐτοῦ με τυραννίδος, Δέσποτα λύτρωσαι.

Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Ῥεῦμα σφοδρὸν καὶ πάνυ δεινόν, τῆς καταιγίδος τῶν παθῶν τῇ καρδίᾳ μου, ἐχύθη καὶ κατακλύζει, καὶ εἰς βυθὸν ζοφερόν, συνωθεῖ ἀτόπου ἀπογνώσεως, αὐτὸς ἀοράτῳ, ἐπιστασίᾳ σου φάνηθι, καὶ τῇ ἰσχύϊ, τῆς σεπτῆς συμπαθείας σου, τοῦτο ξήρανον, καὶ εἰς τέλος ἀφάνισον, ῥεῖθρά μοι παρεχόμενος, πλημμύρη ἀοίδιμε, τὰ καταρδεύοντα φρένας, καὶ νοῦν καὶ ἔννοιαν ἅπασαν, διˊ ὧν ἐκβλαστάνειν, ἱλασμὸν καὶ σωτηρίαν, δίδου μοι Πρόδρομε.

Ὅλην μου τὴν καρδίαν σοφέ, καὶ τὴν διάνοιαν ἐν σοὶ ἀνατέθεικα, γενοῦ μοι θερμὸς προστάτης, καὶ σωτηρίας ἐλπίς, βοηθὸς καὶ φύλαξ, καὶ κραταίωμα, φρουρός ἀσφαλέστατος, κυβερνήτης πανάριστος, λιμὴν καὶ τεῖχος, ἐκ κινδύνων ῥυόμενος, ἐξ ἐχθρῶν δεινῶν, ἀφαρπάζων με Πρόδρομε· ἔχεις γὰρ ἀπροσμάχητον, πρεσβείαν καὶ δύναμιν, ἔχεις παμμάκαρ ἀμέτρους, τοὺς οἰκτιρμοὺς καὶ συμπάθειαν, διˊ ὧν σκέπε φρούρει, διαφύλαττε διδούς μοι, τὸ μέγα ἔλεος.

Δός μοι κατατρυφῆσαι τῆς σῆς, εὐπρεπεστάτης, καὶ λαμπρᾶς ὡραιότητος, καθάρας τὸν ῥύπον πάντα, τῆς ἐμπαθοῦς βιοτῆς, διὰ μετανοίας καὶ δακρύων μου· καὶ γάρ σὺ ἐπίστασαι, τῆς ψυχῆς μου τὸν ἔρωτα, τὸν θεῖον πόθον, καὶ τὸ φίλτρον τὸ ἄμετρον, ὅπερ κέκτημαι, μεγαλύνων σε Πρόδρομε, πλήρωσόν μου τὴν ἔφεσιν, κἂν μέγα τὸ αἴτημα, κἂν ὑπερβαίνῃ τὰ μέτρα, τῆς ταλαιπώρου ἀξίας μου, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθˊ ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ἐκταράττοντας, καταπόντισον, ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαρᾶς τὴν καρδίαν μου, λῦσον τὸ νέφος βοῶ σοι, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος πλ. αˊ

Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ

Ἦχος πλ. αˊ

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν· τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα. Διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητι μοι, καὶ σῶσόν με. Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδῇ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν συνάναρχον Λόγον Ἡ τὸ ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα Χριστόν, τὸν ἄρτον ζωῆς φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα

Ἦχος πλ. αˊ

Θρήνησον ψυχή μου, τὴν ἑαυτῆς ῥαθυμίαν, θέλησον λοιπὸν πρὸ τελευτῆς ἐπιστρέψαι, θορύβων ἀπόστηθι βιωτικῶν, Θεῷ προσκολλήθητι τῷ ἀγαθῷ, καὶ σώσει σε, ὡς μόνος φιλάνθρωπος. Τὸν συνάναρχον Λόγον Τὴν φωνὴν τοῦ Κυρίου τοῦ ἀρχιποίμενος, ἀκουσώμεθα πάντες οἱ ἁμαρτήσαντες· διˊ ἡμᾶς γὰρ ἐπὶ γῆς σαρκὶ ἐπέφανεν, εἰς μετάνοιαν καλῶν, τοὺς κατˊ ἐμὲ ἁμαρτωλούς, θαρσεῖτε καὶ μὴ θροεῖσθε· μικρὸς γάρ ἐστιν ὁ κόπος, ἀλλὰ γλυκεῖα ἡ ἀνταπόδοσις. Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὦ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφηπλωμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γˊ Στιχολογίαν, ἕτερα

Ἦχος πλ. αˊ

Τὸ συνάναρχον Λόγον

Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριὴλ γαστρὶ συνέλαβεν, ἀλλˊ ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον. Μαρτυρικὸν Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ῥῦσαι λαόν σου, συνήθως κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων. Ἱλασμόν, Χριστέ, πταισμάτων δίδου. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Γῆν ἐφˊ ἢν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἢν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν. Ἱλασμόν μοι δώρησαι, τῶν πεπραγμένων μοι Σωτήρ, καὶ ἄνες μοι, πρὸ τοῦ ἔνθεν ἀπελθεῖν, κάθαρον πολλῆς, σηπεδόνος Κύριε, ὁ καθαρίσας λεπρούς, καὶ ἀξίωσον κᾀμὲ ἀμέμπτως παραστῆναί σοι, μέλλοντι ἔρχεσθαι, κρῖναι ζῶντας καὶ νεκρούς. Λήμην ἣν περίκειμαι, τοῖς τῆς ψυχῆς μου ὀφθαλμοῖς, κωλύουσαν, μὴ ὁρᾷν σου τὰς αὐγάς, ἃς ἐπιφανείς, ἐφˊ ἡμᾶς ἐξήπλωσας, Ἥλιε ἄδυτε, ταύτην κάθαρον Σωτήρ, καὶ δίδου ἐνοπτρίζεσθαι, Κύριε εὔσπλαγχνε, τῶν χαρίτων σου τὸ φῶς. Μαρτυρικὰ Ἄγρυπνοι γενόμενοι, τῶν προσταγμάτων τοῦ Χριστοῦ, φύλακες, ἐκοιμίσατε ἐχθροῦ κακίαν ἅπασαν, Ἀθληταὶ μακάριοι· διὸ βαρούμενον ὕπνῳ τῶν ἁμαρτιῶν, πρὸς μετανοίας δέομαι, θείαν ἐγρήγορσιν, διεγείρατε κᾀμέ. Σαρκὶ συμπλεκόμενοι, τῷ πολεμήτορι ἐχθρῷ, Μάρτυρες, ἐτροπώσασθε αὐτὸν τῷ ὅπλῳ τοῦ Σταυροῦ, καὶ αἱμάτων ῥεύμασι κατεποντίσατε, καὶ στεφάνους ἐκ Θεοῦ, τῆς νίκης ἐκομίσασθε, ᾄδοντες ψάλλοντες, ἐπινίκιον ᾠδήν. Θεοτοκίον Ῥῦσαι συνηθείας με, ἁγνὴ Παρθένε πονηρᾶς, στήριξον, ἐπὶ πέτραν ἐντολῶν, περιτρεπόμενον μεθοδείαις Δέσποινα, τοῦ παλαιοῦ πτερνιστοῦ, καὶ ἀξίωσον κᾀμέ, Χριστῷ εὐαρεστῆσαι καλῶς, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Κανὼν τοῦ τιμίου Προδρόμου, οὗ ἡ Ἀκροστιχίς. Βαπτιστά, τήν δε τὴν παράκλησιν δέχου. Ἰωσήφ ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Βίον καθηγνισμένον, ζωήν τε ἄϋλον, ἐπεδείξω Προφῆτα, ἐν ὑλικῷ τῷ σώματι· διὸ δυσωποῦμέν σε, μιμητάς σου ἔργασαι, τοὺς ἐν πίστει σε μακαρίζοντας. Ἄβυσσον καταδύσας, τῆς εὐσπλαγχνίας Χριστόν, ποταμίοις ἐν ῥείθροις, αὐτὸν δυσώπει Πρόδρομε, ξηράναι τὴν ἄβυσσον, τῶν κακῶν μου δέομαι, καὶ φωτίσαι μου τὴν διάνοιαν. Πρόδρομε τοῦ Σωτῆρος, ἐκ μετανοίας μοι, ἀφορμὰς προξενούσας, κατάνυξιν δοθῆναί μοι, βορβόρου με πλύνουσαν, ἁμαρτίας αἴτησαι, τὸν φιλάνθρωπον ἱκετεύω σε. Θεοτοκίον Τέτοκας ἀπορρήτως, ὠδίνων ἄνευθεν, ὃν Πατὴρ πρὸ αἰώνων, ἀρρεύστως ἀπεγέννησε, πανύμνητε Δέσποινα, ὃν δυσώπει σῴζεσθαι, ἀπὸ πάσης βλάβης, τοὺς σοὶ προστρέχοντας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοῖς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός. Μετανοεῖν σοι τῷ Θεῷ ἐπαγγέλλομαι, καὶ πάλιν ἁμαρτάνων τί γένωμαι; πῶς σοι ἐποφθήσωμαι, ἡνίκα κρίνῃς τὴν γῆν; Ὅτι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκα, τῷ πάντα γινώσκοντι προσέρχομαι, καὶ προσπίπτω σοι· δέξαι με ὥσπερ τὸν Ἄσωτον. Μαρτυρικὰ Νενεκρωμένῳ λογισμῷ οἱ παράνομοι, τοὺς τὴν ζωὴν ποθοῦντας ᾐκίζοντο, νικηφόρους Μάρτυρας, ὁμολογοῦντας Χριστόν. Χοροὶ Μαρτύρων τοῖς χοροῖς ἠριθμήθησαν, τῶν νοερῶν Ἀγγέλων ἰσάγγελοι, γεγονότες χάριτι, τοῦ θείου Πνεύματος. Θεοτοκίον Τῆς μετανοίας πύλας νῦν μοι ὑπάνοιξον, πύλη φωτὸς Παρθένε καὶ εἴσοδον, τῶν παθῶν ἀπόκλεισον, τῆς ταπεινῆς μου ψυχῆς.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπˊ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Ἰάσεις τοῖς προσιοῦσι πίστει τῷ οἴκῳ σου, θαυμαστὲ προφῆτα πηγάζων πάντοτε, ἴασαι τὰ πάθη τῆς ἐμῆς, καρδίας δυσωπῶ σε, τὰ παναθλίως συμφυέντα μοι, ἐξ ἀπροσεξίας πανόλβιε. Στενάζω καὶ ὀδυρμοῖς συνέχομαι πάντοτε, ἐννοῶν τὸ βῆμά σου τὸ ἀδέκαστον, μόνε δικαιότατε Κριτά, ἐν ᾧ με ἱκεσίαις, τοῦ Βαπτιστοῦ σου ἀκατάκριτον, Κύριε Θεὲ μου συντήρησον. Τῆς νέας καὶ παλαιᾶς μεσίτης γενόμενος, μεσιτείαις θείαις ἔνδοξε Πρόδρομε, πεπαλαιωμένον με πολλαῖς, βοῶ σοι ἁμαρτίαις, τῇ μετανοίᾳ καινοποίησον, ὅπως ἐν αἰνέσει γεραίρω σε. Θεοτοκίον Ἁγία Παρθενομῆτορ μόνη Πανύμνητε, ἐγκλημάτων μώμου ἡμᾶς ἀπάλλαξον, φώτισον ἡμῶν τὸν λογισμόν, ἁγίασον καρδίαν, καὶ αἰωνίου ἡμᾶς λύτρωσαι, πάντας καταδίκης δεόμεθα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε. Ῥημάτων σου Κύριε, καταφρονήσας φωταγωγούντων, σκότους ἔργα ἔπραξα, καὶ πτοοῦμαί σου, τὸ ἐκεῖθεν μέγα κριτήριον. Ἱστίῳ πτερώσωμεν, ἐνθέου φόβου ψυχῆς τὸ σκάφος, πρὸς λιμένα τε μετανοίας φθάσωμεν, τῶν κακῶν φυγόντες τὰ κύματα. Μαρτυρικὰ Σταλάζοντα Μάρτυρες γλυκασμόν, ὤφθητε θεῖα ὄρη, καὶ παράδεισος θεοφύτευτος, ζωῆς ξύλον, ἔχοντες τὸν Κύριον. Τοξεύμασιν Ἅγιοι, ὑπομονῆς τε καὶ καρτερίας, κατεσφάξατε πολεμίους δαίμονας, καὶ στεφάνους δόξης ἐλάβετε. Θεοτοκίον Ἡ πάναγνος Δέσποινα, ἁμαρτανόντων ἡ προστασία, τῶν πιπτόντων θεία ἐπανόρθωσις, ὡς Θεὸν τεκοῦσα δοξάζεται.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Τὰ ἄνω κατοικήσας βασίλεια, ὡς στρατιώτης ἀληθής, τοῦ Βασιλέως Χριστοῦ Βαπτιστά, αὐτὸν δυσώπει ἀπαύστως, λαὸν κατοικτειρῆσαι τιμῶντά σε. Ἡγίασεν ἐκ μήτρας σε Κύριος, ὁ προειδὼς τὸ εὐγενές, τῆς σῆς καρδίας ἀοίδιμε, αὐτὸν ἱκέτευε πάντας, ἡμᾶς καθαγιάσαι δεόμεθα. Νεκροῖς εὐηγγελίσω τὴν ἔλευσιν, τοῦ νεκρωθέντος διˊ ἡμᾶς, αὐτὸν ἱκέτευε Πρόδρομε, νενεκρωμένον ζωῶσαι, κᾀμὲ ταῖς ἁμαρτίαις καὶ σῶσαί με. Δεσμοῖς προσομιλήσας μακάριε, καὶ φυλακαῖς διὰ Χριστόν, δεσμὰ κακῶν μου διάλυσον, καὶ τὰ σεπτά με φυλάττειν, προστάγματα δυνάμωσον δέομαι. Θεοτοκίον Ἐλέησόν με μόνη Πανύμνητε, τὸν ἐλεήμονα Θεόν, ὑπερβολῇ ἀγαθότητος, ἀνερμηνεύτως τεκοῦσα, καὶ ῥῦσαι αἰωνίου κολάσεως.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς. Ἐξ ἔργων σωτηρία, ἐμοὶ οὐκ ἔστι· πολλὰ γὰρ ἐπὶ τῆς γῆς, ὁ τάλας ἥμαρτον, καὶ τρέμω τὸ φρικτὸν βῆμά σου, ὅτε κατακρῖναι μέλλεις ὁ Θεός, τοὺς παραβάτας τῶν σῶν ἐντολῶν. Πῶς ἄφρων ἐγενόμην, πῶς ἐσκοτίσθην ποιῶν τὸ πονηρόν; πῶς οὐ συνῆκά σου τὸν φόβον; ἀλλˊ εἰς γῆν νένευκα, καὶ ἐξωμοιώθην κτήνεσι πολλοῖς; ἐπίστρεψόν με Θεὲ τοῦ παντός. Μαρτυρικὰ Τὸ νέφος τῶν Μαρτύρων, διεσκέδασαν τὰ νέφη τῶν πικρῶν βασάνων, καὶ ηὔγασαν ἡμέραν ἀληθοῦς γνώσεως, καὶ πολυθεΐας ἔλυσαν ἀχλύν, καὶ πρὸς τὸ ἄδυτον ἔφθασαν φῶς. Ἁγίασον τὸν νοῦν μου, ταῖς τῶν ἁγίων Μαρτύρων σου, Χριστὲ πρεσβείαις δέομαι, καὶ δεῖξον φωτισμοῦ ἔμπλεων, καὶ τῆς αἰωνίου δόξης κοινωνόν, ἵνα δοξάζων ὑμνῶ σε Σωτήρ. Θεοτοκίον Θεὸν ἀρρήτῳ Λόγῳ, Παρθενομῆτορ ἐκύησας, ἡμῖν πᾶσι μετάνοιαν διδοῦντα, τοῖς πολλὰ πταίουσι, διὰ μεσιτείας σου τῆς ἀγαθῆς, καταφυγὴ τῶν πιστῶν καὶ λιμήν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Τέτοκε στειρεύουσα γαστήρ σε Πρόδρομε, τὰς στειρευούσας καλῶν καρδίας, εὐτέκνους δεικνύοντα, ἐγκάρποις σου λόγοις· διό σε μακαρίζομεν. Ἤνθησας ὡς εὔοσμον κρίνον ἀοίδιμε, ἐν ταῖς ἐρήμοις· διὸ βοῶ σοι. Τῆς ψυχῆς μου Πρόδρομε, πᾶσαν δυσωδίαν, κακίας ἀποδίωξον. Νόμου μέσον ἕστηκας σοφὲ καὶ χάριτος, διὸ κραυγάζω· Τροπούμενόν με ἁμαρτίας Πρόδρομε, νόμῳ οἰκτειρῆσαι, τὸν Κύριον ἱκέτευε. Θεοτοκίον Πύλη ἀδιόδευτε τῆς δόξης Ἄχραντε, διάνοιξόν μοι τῆς μετανοίας πύλας, προξενούσας μοι τὰς θείας εἰσόδους, καὶ τὴν ἐκεῖ κατάπαυσιν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου. Ἰδοὺ καιρὸς ἐπιστροφῆς, κᾀγὼ κατάκειμαι, ὕπτιος ἀεί, ἀναισθησίᾳ πολλῇ, κρατούμενος πάντοτε Λόγε, τὴν πώρωσιν τῆς καρδίας μου, διαλύσας ἐλέησόν με. Στενάζοντα ὡς ποτέ, τὸν Τελώνην οἴκτειρον, οἰκτίρμον Χριστέ, καὶ ὡς τὴν Πόρνην θερμῶς, δακρύειν ἀξίωσον, ἵνα ἐκπλύνω κᾀγὼ τὸν βόρβορον, τῶν πολλῶν μου ἐγκλημάτων. Μαρτυρικὰ Μεγαλομάρτυρες Χριστοῦ, μεγάλως πταίσαντα, μεγάλης φλογὸς τῆς ἐν γεέννῃ ἐκεῖ, μενούσης με ῥύσασθε, ἵνα μεγάλως κᾀγὼ πανένδοξοι, τὴν ὑμῶν δοξάζω μνήμην. Ἀγωνισάμενοι καλῶς, λαμπρῶς ἐστέφθησαν οἱ Ἀθληταί σου, ζωαρχικῇ δεξιᾷ, ὦ Θεὲ καὶ Κύριε· διὸ τούτων σεπταῖς παρακλήσεσι, σῶσον πάντα τὸν λαόν σου. Θεοτοκίον Θεοχαρίτωτε σκηνή, τοῦ ἁγιάσματος σεπτὴ κιβωτέ, λυχνία θείου φωτός, ἄρτου ζωῆς τράπεζα, Λόγου παλάτιον ἔμψυχον, οἶκον Πνεύματός με δεῖξον.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος. Ἀπορρήτοις λάμψεσι, διαλάμπων Πρόδρομε Χριστοῦ, ἐνεργεῖ πρεσβείᾳ σου καταύγασον, τὰς καρδίας τῶν εὐσεβῶς ἀνυμνούντων σε. Ῥαθυμίας ὕπνῳ με, συσχεθέντα Πρόδρομε Χριστοῦ, καταυγάσας χάριτι διέγειρον, τοῦ προθύμως τὰ θεῖα πράττειν θελήματα. Ἀπὸ πάσης θλίψεως, ἐναντίας λύτρωσαι ἡμᾶς, τοὺς προστάτην θεῖόν σε πλουτήσαντας, καὶ πρεσβευτὴν πρὸς τὸν Δεσπότην μακάριε. Θεοτοκίον Καταιγὶς χειμάζει με, ἁμαρτίας Ἄχραντε ἁγνή, σπεῦσον ἐξελέσθαι με εἰσάγουσα, μετανοίας πρὸς τοὺς λιμένας Πανάμωμε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν. Τὰς ἀνομίας μου, τὰς ἀδικίας μου Σωτήρ, τὰ ἄπειρα πταίσματα, Χριστὲ συγχώρησον, καὶ μελλούσης με ῥῦσαι κολάσεως, διὰ τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν. Ὥσπερ ὁ Ἄσωτος, κατεδαπάνησα νῦν, τὸν πλοῦτον ὃν εἴληφα, καὶ λιμῷ φθείρομαι, ὑστερούμενος ἐνθέου βρώσεως, μετανοοῦντα Σωτήρ, δέξαι καὶ σῶσόν με. Μαρτυρικὰ Νεκρὸν εἰργάσασθε, τὸν πολεμοῦντα ἐχθρόν, τὰ μέλη νεκρούμενοι, πολλαῖς κολάσεσιν, ἀξιάγαστοι Κυρίου Μάρτυρες· διὸ οἱ πιστοὶ εὐσεβῶς, εὐφημοῦμεν ὑμᾶς. Δαιμόνων φάλαγγας, τυράννων πᾶσαν πληθύν, τοξεύμασι Μάρτυρες, ἐτραυματίσατε, καρτερίας τε καὶ γενναιότητος, καὶ πρὸς ζωὴν ἀληθῆ, μετετέθητε νῦν. Θεοτοκίον Λιμὴν σωτήριος, ἐδείχθης πᾶσιν Ἁγνή, παθῶν τὸ κλυδώνιον καταπραΰνουσα, πρὸς γαλήνην τε πάντας μετάγουσα, τῆς μετανοίας σεμνή, τοὺς ἐν γῇ ταπεινούς.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Λόγοις δυσωποῦμέν σε, τὸν τοῦ Λόγου Πρόδρομον, Πατρῴαν ὡς ἔλυσας, φωνὴν ἐν τῷ τίκτεσθαι, διάλυσον τοὺς βρόχους, τῶν ἡμῶν ἁμαρτημάτων. Ἥλιε πολύφωτε, λάμψον μετανοίας μοι, σωτήριον ἔλλαμψιν, καὶ σκότους με λύτρωσαι παθῶν παρενοχλουντων, τὴν ζοφώδη μου καρδίαν. Στεῖραν ψυχὴν κέκτημαι, καὶ καρδίαν ἄτεκνον, στείρας θεῖον βλάστημα, καρποὺς μετανοίας με, βλαστάνειν ἐκδυσώπει, Βαπτιστὰ Χριστοῦ ἀπαύστως. Τριαδικὸν Ἴσον τῷ Γεννήτορι, τὸν Υἱὸν δοξάζομεν, καὶ Πνεῦμα τὸ ἅγιον, Τριάδα ἀχώριστον, ἐνθέως μελῳδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον Θέον ἀπεκύησας, παιδίον Πανάμωμε, Χριστὸν τὴν ἀνάπλασιν, ἡμῶν ἐργαζόμενον, τῶν πεπαλαιωμένων, τῇ ἀρχαίᾳ παραβάσει.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἰδοὺ προσῴζεσαν, καὶ κατεσάπησαν, οἱ τῆς ψυχῆς μου μώλωπες Χριστέ, καὶ ταλαιπωρήσας, κατεκάμφθην διόλου, φαρμάκοις μετανοίας, Σωτὴρ ἰάτρευσόν με. Δολίως ὄφις με, ὁ πονηρότατος, ἀποσυλήσας, ἐπλήρωσε κακῶν, καὶ στενάζων κράζω· Μὴ ἀπώσῃ με Λόγε, τὸν κατακεκριμένον, καὶ τεταπεινωμένον. Μαρτυρικὰ Οὐ παρετράπητε, κρείττονος στάσεως, τοὺς τοῦ Σταυροῦ δέ, Πανεύφημοι ἐχθρούς, τοὺς ὑποσκελίζειν, ὑμᾶς ὑπολαβόντας, ἐπτώσατε τελείως, σοφοὶ ἀνατραπέντας. Ὑμᾶς πανεύφημοι, Κυρίου Μάρτυρες, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες, οὐ λιμός, οὐ τροχὸς μερίζων, οὐδὲ βάσανος ἄλλη, κατίσχυσε χωρίσαι, Θεοῦ τοῦ φιλανθρώπου. Θεοτοκίον Ἀγγέλών καύχημα, βροτῶν διάσωσμα, ἐγγυητής μου γενοῦ, Μῆτερ Θεοῦ, ὅπως ἐπιστρέψω, καὶ κομίσωμαι λύσιν, τῶν προημαρτημένων, ἐν γνώσει καὶ ἀγνοίᾳ.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Δῆμον προχοαῖς, ταῖς Ἰορδάνου λούεις, κηρύττων μετάνοιαν, μέγιστε Πρόδρομε· ὅθεν βοῶ σοι· Τὰ τῶν παθῶν μου ῥεῖθρα, ξήρανον πηγὰς μοι, δακρύων ἐπιπέμπων. Ἔντρομος γενοῦ, ἐννοουμένη ὅλη, ψυχὴ τὸ κριτήριον, τοῦ Παντοκράτορος, κράζουσα· οἰκτίρμον, διὰ τοῦ Βαπτιστοῦ σου, οἴκτειρόν με σῶσον, καὶ τῶν βασάνων ῥῦσαι. Χείλη ῥυπαρά, καὶ μολυνθεῖσαν γλῶσσαν, κινῶ σοι πρὸς δέησιν, ἅγιε Πρόδρομε, σπεῦσον ἐν τάχει, βοήθει μοι παντοίαις, προσβολαῖς τοῦ πλάνου, ἀπαύστως κλονουμένῳ. Τριαδικὸν Ὄμβρισον ἡμῖν, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὁμοούσιε, πταισμάτων ἄφεσιν, ὅπως τυχόντες, παντελοῦς σωτηρίας, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ὕψωσας ἡμᾶς, τῷ ὑψηλῷ σου τόκῳ, βαράθρων συμπτώσεως, θεοχαρίτωτε· ὅθεν φωναῖς σε, χαριστηρίοις πίστει, Κόρη ἀνυμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν· διό σε Θεοτόκε μεγαλύνομεν. Ἴνα σου μεγαλύνω τὸ μακρόθυμον δυνατέ, μακροθύμησον ἔτι ἐπˊ ἐμοί, καὶ μὴ ἐκκόψῃς με, ὡς τὴν ἄκαρπον Λόγε συκῆν, κραυγάζω σοι, ὅπως τῆς μετανοίας, καρπούς προσφέρω σοι. Ὡς φοβερὸς σὺ μόνε κραταιὲ καὶ δυνατέ! καὶ τίς σου ὑποστήσεται τὴν φοβερὰν ἀπειλήν, ὅταν μέλλῃς εἰς κρίσιν αὐτὸς καθέζεσθαι; ἐν ᾗ συντήρησόν με ἀκατάκριτον. Μαρτυρικὰ Σωμάτων ἀλγηδόνας ἀλγηδόσι θείαις ὑμῶν, ἐξαίρετε Κυρίου Ἀθληταί· διὸ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη χαλεπώτατα, ἰατῆρες ὡς ὄντες ἐμπειρότατοι. Ἡλιακῶν ἀκτίνων ἐξαστράπτει πλέον ὑμῶν, ἡ θήκη τῶν λειψάνων, τὰς αὐγάς, τῆς θείας χάριτος, καὶ λαμπρύνει καρδίας, καὶ καταυγάζει ψυχάς, τῶν πίστει Ἀθλοφόροι εὐφημούντων ὑμᾶς. Θεοτοκίον Φωτοειδὴς νεφέλη προηγουμένη νέου λαοῦ, πρὸς γῆν ἐπαγγελίας ἀληθῶς, θεοχαρίτωτε ἀνεδείχθης, καὶ πύλη εἰσάγουσα πρὸς ζωήν· διό σε Θεοτόκε μεγαλύνομεν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ, ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. Ἰδοὺ ἡ εὐπρέπεια, τοῦ σοῦ οἴκου, οἷα οὐρανός, γνωρίζεται ἐπὶ γῆς, Πρόδρομε Χριστοῦ, ἐν ᾧ ἀφικόμενος, ἀγλαΐαις θείαις φρυκτωρεῖς, τοὺς καθˊ ἑκάστην σε, νῦν ἐν τούτῳ, μακαρίζοντας. Ὡς ὑπάρχων γνήσιος, τοῦ Δεσπότου, φίλος Βαπτιστά, φιλεῖν με τοῦτον εὐθείᾳ, γνώμῃ ἀκλινεῖ, παμμάκαρ καρδίωσον, καὶ τὰ πάθη τὰ φθοροποιά, ἀποβδελύττεσθαι, συνωθοῦντα πρὸς ἀπώλειαν. Σὺ οὐκ ἔφυς κάλαμος, ἐναντίοις, πνεύμασι σοφέ, κλονούμενος, ἀλλˊ ἡμῶν, θεῖος στηριγμός, καὶ ἄσειστον ἔρεισμα, Ἐκκλησίας, ἣν ταῖς σαῖς εὐχαῖς, τήρει ἀκλόνητον, ἀποπαύων ἄπαν σκάνδαλον. Ἡ τοῦ Κτίστου ἔλευσις, ἐπὶ θύραις, τί οὖν πενθεῖς, σαυτὴν ἀθλία ψυχή, ζῶσα ἀμελῶς; ἀνάνηψον βόησον, τῷ Κυρίῳ. Φεῖσαί μου Σωτήρ, ταῖς παρακλήσεσι, τοῦ Προδρόμου ὡς φιλάνθρωπος. Θεοτοκίον Φωτοφόρον ὄχημα, τοῦ Ἡλίου, ὤφθης ἀληθῶς, τοῦ λάμψαντος ἐκ τῶν σῶν, ἄχραντε ἁγνή, λαγόνων καὶ λύσαντος, τῆς ἀπάτης σκότος χαλεπόν· ὅθεν ἐν πίστει σε, κατὰ χρέος μεγαλύνομεν.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος πλ. αˊ

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλˊ ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, ἁγία Δέσποινα Θεοτόκε Παρθένε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. αˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὡς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ πάσης ῥῦσαι ἀγαθέ, κολάσεως δέομαι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως, ὅπως τούτου θείαις προσευχαῖς, πταισμάτων ῥυσθείημεν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμῳ ψυχῇ, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων, ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι. Δόξα... Ἀκατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταῖς πρεσβείαις με σῶσον, λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοι. Καὶ νῦν... Θεοτοκίον Διὰ παντὸς ταῖς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα, ἱκετεύω, ῥύπου με παντός, καθάρισον Δέσποινα.

ΤΕΤΑΡΤΗ ΠΛ. Α΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Παῦσον τὰς τῶν δαιμόνων ὁρμάς, τὰς κατˊ ἐμοῦ ἐπερχομένας φιλάνθρωπε, ζητούντων τοῦ θανατῶσαι, τὴν ταπεινήν μου ψυχήν, καὶ καταγαγεῖν με εἰς ἀπώλειαν, αὐτῶν τὰς βουλάς τε, καὶ τὰς ἐνέδρας ματαίωσον, τὰς καθˊ ἑκάστην, ἐν νυκτὶ καὶ ἡμέρᾳ τε, καὶ ἐκλύτρωσαι, ἀπὸ τούτων με Δέσποτα, παῦσον τὸ πολυτάραχον, τοῦ βίου κλυδώνιον, ῥῦσαι γεέννης καὶ σκότους, τοῦ αἰωνίζοντος δέομαι, Χριστὲ ὅταν ἔλθῃς, κρῖναι κόσμον μετὰ δόξης, ὡς ὑπεράγαθος.

Βίβλων ἀνοιγομένων Χριστέ, ἐν τῇ ἡμέρᾳ τῆς φρικτῆς παρουσίας σου, καὶ πάντων παρισταμένων, τῷ κριτηρίῳ τῷ σῷ, καὶ ἀποβλεπόντων τὴν ἀπόφασιν, πυρὸς πρὸ τοῦ βήματος, ἑλκομένου καὶ σάλπιγγος, σφοδρῶς ἠχούσης, τί ποιήσω ὁ ἄθλιος, ἐλεγχόμενος, ὑπὸ τῆς συνειδήσεως, καὶ καταδικαζόμενος, εἰς φλόγα τὴν ἄσβεστον; Δέομαι οὖν πρὸ τοῦ τέλους, λύσιν εὑρεῖν τῶν πταισμάτων μου, Χριστὲ ὁ Θεός μου, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

ᾞρας ἐπὶ τῶν ὤμων Χριστέ, τὸν σὸν Σταυρόν, ἐπὶ τὸ πάθος ἐρχόμενος, καὶ τύπον ἡμῖν παρέσχες, ἐν σοὶ τοὶς θέλουσι ζῇν, πῶς συνδοξασθῶμέν σοι καὶ ζήσωμεν, αὐτὸς καταξίωσον, καὶ ἡμᾶς συμμετόχους σοι, τῶν παθημάτων, καὶ τῆς δόξης γενήσεσθαι, τὴν σὴν νέκρωσιν, ἑαυτόῖς περιφέροντας, νέκρωσόν μου φιλάνθρωπε, σαρκός τὰ σκιρτήματα, καὶ ἐκ τοῦ θείου σου φόβου, μέλη τὰ ταύτης καθήλωσον, νεκρὸν πρὸς τὸν κόσμον, ζῶντα δὲ ταῖς ἐντολαῖς σου, μόνον ποιήσας με.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Κλαίω καὶ σκυθρωπάζω πικρῶς, κατανοῶν τὸ φοβερὸν λογοθέσιον, ἐξ ἔργων μὴ κεκτημένος, ἀπολογίας μικρᾶς, ἀφορμὴν ὁ τάλας· διὸ δέομαι, πρὶν ἢ ἐπιφθάσῃ με, τέλος βίου τὸ ἄδηλον, πρὸ τῆς δρεπάνης, πρὸ θανάτου, πρὸ κρίσεως, πρὸ τοῦ μέλλειν με, τὰς εὐθύνας εἰσπράττεσθαι, ἔνθα τὸ πῦρ τὸ ἄσβεστον, καὶ σκότος ἐξώτερον, ὅπου ὁ σκώληξ ἐκεῖνος, ὁ κατεσθίων τοὺς πταίοντας, Ἁγνὴ τῶν πταισμάτων, ἀπολύτρωσίν μοι δίδου, καὶ μέγα ἔλεος.

Θρόνος Χερουβικὸς ἀληθῶς, ὡς ὑπερτέρα τῶν κτισμάτων γεγένησαι· ἐν σοὶ γὰρ ὁ θεῖος Λόγος, τὴν ἡμετέραν μορφήν, ἀναπλάσαι θέλων κατεσκήνωσε, καὶ σοῦ ἐξελήλυθε, σαρκοφόρος ὡς εὔσπλαγχνος, Σταυρὸν καὶ πάθος, διˊ ἡμᾶς κατεδέξατο, καὶ Ἀνάστασιν, ὡς Θεὸς ἐδωρησατο· ὅθεν ὡς καταλλάξασαν, ἡμῶν τὴν κατάκριτον, φύσιν τῷ Πλάστῃ σὺν τούτῳ, εὐχαριστοῦντές σοι κράζομεν· Παράσχου πταισμάτων, τὴν συγχώρησιν εὐχαῖς σου, ἡμῖν καὶ ἔλεος.

Ῥεῖθρα δακρυρροΐας ἐμῆς, τῆς ἐξ ὀμμάτων μου, Υἱὲ ποθεινότατε, ὁ χρόνος ξηράναι ὅλως, οὐ κατισχύσει ποτέ, ἡ Ἁγνὴ θρηνοῦσα ἀπεφθέγγετο· σὺ φῶς γὰρ τὸ ἄδυτον, τὸ φωτίζον φωτίσματι, διˊ οὗ φωστῆρες, οἱ μεγάλοι πεπήγασιν, οἱ οὐράνιοι, καὶ τὸ πᾶν κατουσίωται, τί μοι τὸ βλέπειν ἥλιον, φωτὸς ἐμοῦ δύναντος; φῶς μου γλυκὺ πῶς ἐσβέσθης, ὁ φωτισμὸς τοῦ προσώπου μου; Λοιπὸν ἀπαλείψω τῶν δακρύων μου τοῖς ῥείθροις, κόρας ὀμμάτων μου.

Σταυροθεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. αˊ

Ὁ Σταυρός σου Χριστέ, εἰ καὶ ξύλον ὁρᾶται τῇ οὐσίᾳ, ἀλλὰ θείαν περιβέβληται δυναστείαν, καὶ αἰσθητῶς τῷ κόσμῳ φαινόμενος, νοητῶς τὴν ἡμῶν θαυματουργεῖ σωτηρίαν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Μόνον παγέντος τοῦ ξύλου Χριστὲ τοῦ Σταυροῦ σου, ἡ πλάνη πεφυγάδευται, καὶ ἡ χάρις ἐξήνθησεν· οὐ γὰρ ἔτι καταδίκης ἐστὶ τιμωρία, ἀλλὰ τρόπαιον ἐδείχθη ἡμῖν σωτηρίας. Σταυρὸς ἡμῶν στήριγμα. Σταυρὸς ἡμῶν καύχημα. Σταυρὸς ἡμῶν ἀγαλλίαμα.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Σταυροθεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Στᾶσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνῳδοῦσα ὠδύρετο, βοῶσα· οὐ φέρω Τέκνον, προσηλωμένον ὁρᾷν, ἐπὶ ξύλου ὅν περ ἀπεκύησα· ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὃ εἴρηκεν, ὁ Συμεὼν τῇ καρδίᾳ, ἐμῇ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλˊ ὦ νῦν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. αˊ

Τόπος Κρανίου, Παράδεισος γέγονε· μόνον γὰρ ὡς ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτήρ, εἰς ἡμῶν εὐφροσύνην· Δόξα σοι. Τὸ ξύλον τοῦ Σταυροῦ σου, Σωτὴρ ἡμῶν, τοῦ κόσμου ἀνεδείχθη σωτήριον· ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, ἡ πάντων ζωή. Κύριε δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν συνάναρχον Λόγον Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς, τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὡς κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τὸν σταυρωθέντα Σωτῆρα καὶ λυτρωτὴν ἡμῶν, ἑκουσίως ὡς οἶδε καὶ ὡς ηὐδόκησεν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι προσήλωσε Σταυρῷ, τὰς ἁμαρτίας τῶν βροτῶν, ῥυσάμενος ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσεν. Σταυρὸν ὑπομείνας σοῦ ἑκουσίᾳ βουλῇ, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἐφώτισας ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ φόβῳ δοξάζομέν σε, φιλάνθρωπε καὶ οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον ὅμοιον Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Προφητῶν αἱ προρρήσεις ἰδοὺ πεπλήρωνται, ἡ ἀρχαία βουλή σου τὸ πέρας εἴληφε· σὺ γὰρ ἑκὼν Παμβασιλεῦ, σαρκὶ ἐπτώχευσας Χριστέ, καὶ κατεδέξω διˊ ἡμᾶς, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· διὸ δοξάζομεν Λόγε, τὴν ὑπὲρ νοῦν σου συγκατάβασιν. Μαρτυρικὸν Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν συνάναρχον Λόγον Μεμυκότα σε κόρας, Υἱὲ παμφίλτατε, ὀφθαλμοῖς καθορώσης, τὸ φῶς μου σβέννυται· οὐδὲ γὰρ ἥλιον ὁρᾷν ὅλως ἀνέχομαι, ἤθελον Λόγε τοὺς ἐμούς, ἐξορυχθῆναι ὀφθαλμούς, σκοτίσθητι φῶς ἡλίου· ὁ γὰρ δούς σοι τὸ φῶς ἐν λόγῳ, ἐν τῷ Σταυρῷ τὰς κόρας ἔμυσε.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Τὸν κόσμον ὑψοῖ Χριστός, ὑψωθεὶς ξύλῳ. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Τὸν ἀκαταληψίᾳ κατανοούμενον, σαρκωθέντα, καὶ κόσμῳ ἐμφανισθέντα σώματι, ξύλῳ ἀπῃώρησε, βουληθέντα πάλαι, Ἑβραίων δῆμος παρανομώτατος. Ὅτε τὴν καρποφόρον, Χριστέ σε ἄμπελον, ἐπὶ ξύλου Ἑβραῖοι, Σταυροῦ μανέντες ὕψωσαν, τότε οἶνον ἔσταξας, εὐφροσύνης ἅπασαν, μέθην Λόγε κακῶν ἐξαίροντα. Μαρτυρικὰ Νόμοις οὐχ ὑποπίπτει, ἐπαίνων Μάρτυρες, ἡ ὑμῶν καρτερία· ὑπὲρ γὰρ φύσιν πᾶσαν βροτῶν, πόνους ὑπηνέγκατε, καὶ πρὸς λῆξιν ἄπονον, ἐσκηνώσατε εὐφραινόμενοι. Κύματα τῶν βασάνων, ὑπερνηξάμενοι, κυβερνήσει τοῦ Λόγου πανεύφημοι, Χριστοῦ Ἀθληταί, λιμένας ἐφθάσατε οὐρανίους, θείας γαλήνης ὄντως ἐπαπολαύοντες. Σταυροθεοτοκίον Ὅτε τὸν ἐκ γαστρός σου, τεχθέντα Κύριον, κατενόησας ξύλῳ ἀδίκως ἀνυψούμενον, Παρθένε ἐδάκρυσας, καὶ τούτου ὕμνησας ὄντως, τὴν ἄπειρον συγκατάβασιν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου. οὗ ἡ Ἀκροστιχίς. Πέμπτον πέφυκεν ᾆσμα νῦν τῇ Παρθένῳ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ἵππον καὶ ἀναβάτην

Πύλη τῆς θείας δόξης ἡ διανοίξασα, Παραδείσου τὴν πύλην, τῆς μετανοίας πύλας μοι, διάνοιξον δέομαι, καὶ τὸν νοῦν μου φώτισον, τοῦ ὑμνεῖν σε θεοχαρίτωτε. Ἔστησας τοῦ θανάτου τὴν ῥύμην, τέξασα τὸν ζωῆς, καὶ θανάτου δεσπόζοντα Πανάμωμε, αὐτὸν οὖν ἱκέτευε, τὰ νεκροῦντα πταίσματα, τὴν ψυχήν μου στῆσαι, καὶ σῶσαί με. Μόνην ἐκ γενεῶν σε, τὴν καλλονὴν Ἰακώβ, ἐξελέξατο Λόγος, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ σοῦ σεσωμάτωται, ἐξ αἱμάτων Δέσποινα, διασῴζων με μεσιτείαις σου. Πόκος καθάπερ ὄμβρον τὸν ἐπουράνιον, ἐπὶ σὲ κατελθόντα, κατεδέξω Πάναγνε· διὸ τὰ ὀμβρήματα, τῶν παθῶν μου ξήρανον, ἱκετεύω σε Μητροπάρθενε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπˊ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Σταυροῦσαι, καὶ παράδεισος πάλιν ἀνοίγεται, καὶ Λῃστὴς πρὸ πάντων χαίρων εἰσέρχεται, θνῄσκεις Ἰησοῦ μου, καὶ ἐχθρὸς ὁ πλάνος θανατοῦται, ὁ νεκρωθεὶς Ἀδάμ ζωοῦται δέ. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. Μαραίνεις τῆς ἁμαρτίας, φλόγα σταυρούμενος, Ἰησοῦ ἐν ξύλῳ διˊ ἀγαθότητα, λύεις τὴν ἀπάτην δεσμευθείς, γυμνούμενος ἐνδύεις, καταστολὴν δόξης τὸν ἄνθρωπον. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου. Μαρτυρικὰ Ὁ δείξας ἀειφανεῖς, ἀστέρας τοὺς Μάρτυρας, ἀσεβείας σκότος διασκεδάζοντας, τούτων παρακλήσεσι Χριστέ, τὴν νύκτα τῶν παθῶν μου ἀποδίωξον, καὶ φώτισον, τήν ἐσκοτισμένην καρδίαν μου. Νομίμως οἱ εὐκλεεῖς, ἠρίστευσαν Μάρτυρες, νομίμῳ πίστει ἐστεφανώθησαν, καὶ παρανομούντων τὰς βουλάς, ἐξέκλιναν ἐμφρόνως, καὶ τὴν τρυφὴν τὴν θείαν ἔλαβον, καὶ τοῦ Παραδείσου τὴν οἴκησιν. Σταυροθεοτοκίον Ὑμνοῦσιν Ἀγγελικοί, χοροί σε Πανύμνητε, ἀσυγκρίτως τούτους τὴν ὑπερέχουσαν· τέτοκας Θεὸν γὰρ ἐν σαρκί, τὸν ξύλῳ τὴν κατάραν, τὴν ἐκ τοῦ ξύλου ἀφανίσαντα, καὶ τὴν εὐλογίαν πηγάσαντα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ πήξας ἐπˊ οὐδενός

Τῷ βέλει τῆς ἁμαρτίας, τραυματισθέντα με, τῷ ἐν σοὶ φαρμάκῳ ὅλον ὑγείωσον, καὶ τῆς συνεχούσης με Ἁγνή, ἀπάλλαξον ὀδύνης, τῶν ὀδυνῶν ἡ ἀπαλλάξασα, γένος τῶν ἀνθρώπων τῷ τόκῳ σου. Οἱ μάτην τὴν ταπεινήν, καρδίαν μου θλίβοντες, καὶ ἐπιζητοῦντες τοῦ θανατῶσαί με, Δέσποινα ἀόρατοι ἐχθροί, τῇ σῇ καταβληθέντες, ἐπιστασίᾳ διαμένουσιν, ἄπρακτοι, αἰσχύνης πληρούμενοι. Ναμάτων ζωοποιῶν με, πλήρωσον Δέσποινα, ἡ τὸ θεῖον ὕδωρ κόσμῳ πηγάσασα, τῶν ἀνομιῶν μου τοὺς δεινούς, ξηράνασα χειμάρρους, καὶ τῆς καρδίας μου τὰ κύματα, θείᾳ σου γαλήνῃ πραΰνουσα. Παρῆλθον τὰ σκιωδῶς, τῷ νόμῳ τελούμενα· τὸν γὰρ νομοδότην Χριστὸν ἐκύησας, χάριν ἱλασμὸν καὶ φωτισμόν, ἡμῖν νομοθετοῦντα, καὶ τῆς κατάρας ἐξαιρούμενον, ἄχραντε Παρθένε πανύμνητε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Ψυχῶν τὴν παντελῆ ἀπολύτρωσιν, περιποιούμενος Χριστέ, Πατρὸς εἰς χεῖρας παρέδωκας, τὴν παναγίαν ψυχήν σου, ἐν ξύλῳ ἑκουσίως κρεμάμενος. Ὁ ἄδικος κριτὴς κατακρίνει σε, δικαιοκρῖτα Ἰησοῦ, τεθνᾶναι ξύλῳ κρεμάμενον, ὅπως ἡμᾶς δικαιώσῃς, ἀδίκῳ δυσμενεῖ ὑποκύψαντας. Μαρτυρικὰ Ἰδεῖν κατηξιώθητε Μάρτυρες, τὰ διˊ αἰῶνος ἀγαθά, κινδύνοις πλείστοις καὶ θλίψεσι, καὶ ἀνηκέστοις βασάνοις, ἐν γῇ περιφανῶς ὁμιλήσαντες. Χειμῶνα πειρασμῶν ὑπεξήλθετε, καὶ πρὸς τὸ ἔαρ ἀμοιβῶν, ἐπουρανίων ἐφθάσατε, καὶ τοῖς χοροῖς τῶν Ἀγγέλων, σεπτοὶ κατηριθμήθητε Μάρτυρες. Σταυροθεοτοκίον Ῥομφαία Θεομῆτορ διῆλθέ σου, εὐλογημένη τὴν ψυχήν, ἡνίκα εἶδες σταυρούμενον, τὸν σὸν Υἱὸν καὶ εἰς χεῖρας, ψυχὴν τὰς πατρικὰς παραθέμενον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Τὴν θείαν ἐννοήσας σου κένωσιν

Ἐξ ἔργων σωτηρία οὐκ ἔστι μοι, ὑπὸ τὴν σκέπην σου· διό, ἐν πεποιθήσει προσέδραμον, ἀπεγνωσμένον με σῶσον, πρεσβείαις σου πανύμνητε Δέσποινα. Φωτὸς τὸ καθαρὸν ἐνδιαίτημα, Ἡλίου ὄχημα σεπτόν, τὴν σκοτισθεῖσαν καρδίαν μου, τῇ τῶν δεινῶν ἀμαυρώσει, καταύγασον καὶ σῶσόν με Δέσποινα. Ὑφάνασα ἱστὸν ἐξ αἱμάτων σου, παρθενικων τὸν οὐρανόν, νεφέλαις Κόρη ἐνδύοντα, καταστολὴν ἀφθαρσίας, ἀπάτῃ γυμνωθέντα με ἔνδυσον. Κοιλάδων τῶν τοῦ βίου ὡς κρίνον σε, ἀναλαβὼν ὁ πλαστουργός, ἐκ σοῦ τῷ κόσμῳ διέπνευσε, πνευματικὴν εὐωδίαν, Παρθένε Παναγία Θεόνυμφε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Ἵστασο κρινόμενος δικαιοκρῖτα Χριστέ, καὶ κατακρίνων σαρκὶ τὴν ἔχθραν, καλάμῳ τυπτόμενος, καὶ ἐλευθερίαν, τελείαν ὑπογράφων μοι. Σὲ ὡς ἐθεάσατο σαρκὶ κρεμάμενον, Χριστὲ ἐν ξύλῳ, τὸ φῶς εἰς σκότος, μετέβαλεν ἥλιος, καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι διερράγησαν. Μαρτυρικὰ Τὰ τῆς γῆς πληρώματα καθηγιάσατε· ὡς πληρωταὶ γὰρ τῶν θείων νόμων, πανεύφημοι Μάρτυρες, τὴν ἁγιωσύνην, ἀθλοῦντες ἐκληρώσασθε. Οἱ περικαλλέστατοι καὶ θεαυγέστατοι, οἱ θείαν δόξαν ἐνδεδυμένοι, καὶ ἀπογυμνώσαντες, ἐχθροῦ τὴν κακίαν, οἱ Μάρτυρες τιμάσθωσαν. Θεοτοκίον Σὲ τὴν Παναμώμητον Θεοῦ λοχεύτριαν, διˊ ἧς κατάρα ἀπεστειρώθη, καὶ ἡ ἀπολύτρωσις καὶ ἡ εὐλογία, ἐδόθη μακαρίζομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον

Εὕρω σε βοήθειαν, ἐξαιρουμένην με, ἐν ᾥρα δίκης τῆς καταδίκης, ὅτε ἐπὶ βήματος, τοῦ ἐκ σοῦ τεχθέντος, Παρθένε παραστήσομαι. Νόμῳ με τροπούμενον, τῆς ἁμαρτίας Ἁγνή, καὶ ταῖς ἀπάταις τοῦ ἀλλοτρίου, συνεχῶς πλανώμενον, καὶ κρημνοῖς πταισμάτων, ὠθούμενον ἐπίστρεψον. Ἄνθρακα κυήσασα, ὃν ἐθεάσατο, ὁ Ἡσαΐας κατάφλεξόν μου, τὴν ὕλην Πανάμωμε, τῶν ἁμαρτημάτων, καὶ φώτισόν με δέομαι. Σάρκα ἐξ αἱμάτων σου, Χριστῷ δανείσασα, τὰ σαρκικά μου Παρθένε πάθη, διˊ ὅλου καθάρισον, καὶ τῆς ἀπαθείας, τὴν τρίβον μοι ὑπόδειξον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος. Ὑψωθεὶς μακρόθυμε, ἐπὶ ξύλου πάσας τοῦ ἐχθροῦ, τὰς ἐπάρσεις ἔπτωσας, καὶ ἔσωσας τοὺς πεσόντας, διὰ πολλὴν ἀγαθότητα. Ψυχαὶ τῶν Δικαίων σε, ἐπὶ ξύλου πάλαι τὴν ψυχήν, παραδόντα Δέσποτα, ὡς ᾔσθοντο αἰωνίων Λόγε, δεσμῶν ἀπελύοντο. Μαρτυρικὸν Ὡς στερροὶ ἀδάμαντες, τῶν βασάνων πᾶσαν τὴν πυράν, καρτερίᾳ γνώμης ὑπηνέγκατε, καὶ τὸν ἐχθρόν, ταπεινωθέντες ἐπτώσατε. Θεοτοκίον Θαυμαστὸς ὁ Τόκος σου, ὁ μεγάλα θαύματα ποιῶν, καὶ ἐν τοῖς Ἁγίοις δοξαζόμενος, Θεοτόκε μόνη, πανθαύμαστε Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Μαινομένην κλύδωνι

Μὴ καταπιέτω με, ῥαθυμίας Δέσποινα βυθός, ἁμαρτίας κῦμα μὴ καλύψῃ με, ἀλλὰ τῇ σῇ μόνῃ πρεσβείᾳ σωθήσομαι. Ἀγαθὸν κυήσασα, εὐεργέτην καὶ δημιουργόν, παναγία Δέσποινα φιλάγαθε, τὴν ψυχήν μου, κεκακωμένην ἀγάθυνον. Νόμῳ προετύπου σε, ἡ λυχνία τέξασαν τὸ φῶς, τὸ φωτίσαν Πάναγνε τὰ σύμπαντα· διὸ βοῶ· Ἐσκοτισμένον με φώτισον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Ἔστεψαν ἀκάνθαις σε, Βασιλεῦ ἀθάνατε, δῆμος ὁ παράνομος, προρρίζους ἐκτέμνοντα, τῆς πλάνης τὰς ἀκάνθας, ὁ Θεὸς εὐλογητὸς εἶ. Ἵνα ἐπενδύσῃς με, στολὴν Λόγε ἄφθαρτον, γυμνοῦσαι θελήματι, καὶ φέρεις ἐμπτύσματα, καὶ σταύρωσιν καὶ πάθος, ἀπαθὴς ὢν κατˊ οὐσίαν. Μαρτυρικὰ Σύμμορφοι γενόμενοι, παθημάτων Ἅγιοι, τοῦ πάντων δεσπόζοντος, εἰκότως ὑπάρχετε υἱοί, καὶ κληρονόμοι, Βασιλείας ἀσαλεύτου. Ξύλοις οὐκ ἐνείματε, σέβας ἀλογώτατον, τὸν ξύλῳ τανύσαντα, χεῖρας Χριστομάρτυρες, σεβόμενοι ὡς πάντων, Βασιλέα καὶ Δεσπότην. Σταυροθεοτοκίον Ξένη σου ἡ γέννησις, ὑπάρχει Πανάμωμε· Θεὸν γὰρ ἐγέννησας, τὸν ξύλῳ μαράναντα, τὴν φλόγα τῆς κακίας, καὶ φωτίσαντα τὸν κόσμον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ ὑπερυψούμενος

Ὑμνῶ σε Πανάμωμε, Θεὸν ὑπερύμνητον· ἀσπόρως γὰρ ἔτεκες, θεοῦντα τοὺς μέλποντας, Παρθένε Παναγία, ὁ Θεὸς εὐλογητὸς εἶ. Νέκρωσον τὰ πάθη μου, ζωὴν ἡ κυήσασα, ἔγειρόν με κείμενον, ἐκ τάφου Θεόνυμφε, τοῦ τῆς ἀναισθησίας, ἵνα πόθῳ σε δοξάζω. Τὸν ἀπειροδύναμον, τὴν ἡμῶν ἀσθένειαν, φορέσαντα τέτοκας, Ἁγνή, ὃν ἱκέτευε, δεινῶς ἐξασθενοῦσαν, θεραπεῦσαι τὴν ψυχήν μου.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὕψιστε Θεέ, ἐπὶ Σταυροῦ ὑψώθης, χολὴν ποτιζόμενος, ὁ γλυκασμὸς τῆς ζωῆς, λόγχῃ κεντᾶσαι, ἐναποσφάττων ὄφιν, τὸν ἐν Παραδείσῳ, Ἀδὰμ καταβαλόντα. Λύεις με δεσμῶν, τῆς ἁμαρτίας Λόγε, θελήσει δεσμούμενος, καὶ αἰωνίοις δεσμοῖς, Σῶτερ δεσμεύων τὸν δυσμενῆ Βελίαρ· ὅθεν σου δοξάζω, τὸ πάθος εἰς αἰῶνας. Μαρτυρικὰ Ὤφθητε φωτός, ἐν μετοχῇ ἀΰλῳ, φῶτα ὄντες δεύτερα, ἅγιοι Μάρτυρες, σκότος τῆς πλάνης ἐξαίροντα, καὶ πάντων, πιστῶν τὰς καρδίας, φωτίζοντα ἐνθέως. Ἱερουσαλήμ, τῆς ἄνω ἐλευθέρας, υἱοὶ χρηματίζετε, καταφαιδρύνοντες, τῶν πρωτοτόκων, Μάρτυρες Ἐκκλησίαν, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας. Σταυροθεοτοκίον Ἵστασο Σταυρῷ, κατανοοῦσα Κόρη, πηγνύμενον Δέσποινα, Χριστὸν ὃν ἔτεκες· ὅθεν ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, ἄναρχε ἀνάρχου, Πατρὸς Υἱὲ καὶ Λόγε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Σοὶ τῷ παντουργῷ

Ἡ περικαλλής, καὶ θεαυγὴς Παρθένος, καλῶς ταῖς ἰδέαις με, κάλλυνον φαίδρυνον, ὅπως κραυγάζω· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πύλη τοῦ φωτός, τῆς μετανοίας πύλην, φωταυγῆ μοι ἄνοιξον, ἀποδεικνύουσα πᾶσαν εὐθεῖαν, ὁδὸν δικαιοσύνης, φέρουσαν εἰς θείου, θελήματος εἰσόδους. Ἅγιον Ἁγνή, ὑπεραγία Λόγον, πιστοὺς ἁγιάζοντα, ἀρρήτως τέτοκας, τοῦτον δυσώπει, τὴν ταπεινὴν ψυχήν μου, νῦν καθαγιάσαι, κακίᾳ μιανθεῖσαν. Ῥεῖθρον διαυγές, πηγὴ ἀθανασίας, ἐκ σοῦ προελήλυθεν, ἁγία Δέσποινα· ὅθεν βοῶ σοι· Τὰ ῥεῖθρα τῶν κακῶν μου, ξήρανον τοῖς ὄμβροις, τῆς σῆς Ἁγνὴ πρεσβείας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ, ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. Ὡς ἀμνὸς ἀνήρτησαι, ἐπὶ ξύλου Δέσποτα Χριστέ, τὰς σιαγόνας συνθλῶν, λύκου νοητοῦ, καὶ τούτου ἐκ στόματος, ἀφαρπάζων σοῦ τὰ λογικά, Δέσποτα πρόβατα, καὶ προσάγων τῷ Γεννήτορι. Στέφανον ἀκάνθινον, ἀνεδήσω οἷα Βασιλεύς, βασιλευόντων Χριστέ, τὰ τοῦ πονηροῦ, καθαίρων βασίλεια, καὶ ἐκ ῥιζῶν τέμνων ἀγαθέ, πλάνης τὴν ἄκανθαν· ὅθεν πίστει σε δοξάζομεν. Μαρτυρικὰ Ἤστραψεν ὡς ἥλιος, ἡ βεβαία ἔνστασις ὑμῶν, καὶ πᾶσαν τῶν δυσμενῶν, ἔλυσεν ἀχλύν, Μάρτυρες ἀήττητοι, φωταγωγοὶ πάντων τῶν πιστῶν, πύργοι ἀκλόνητοι, εὐσεβείας ἀξιάγαστοι. Φάλαγξ θεοσύλλεκτος, στρατὸς θεῖος, δῆμος ἐκλεκτός, ἁγία παρεμβολή, ὤφθητε ὑμεῖς, Μάρτυρες πανεύφημοι, τοῦ πονηροῦ, τὰς παρεμβολάς, ἐξαφανίζοντες, τοῦ Σωτῆρος θείᾳ χάριτι. Σταυροθεοτοκίον Φυτουργὸν ἐκύησας, εὐσεβείας τὸν Δημιουργόν, φυτεύοντα ἐπὶ γῆς, γνῶσιν ἀληθῆ, καὶ τὴν ἐκβλαστήσασαν, ἀπὸ φυτοῦ, λύοντα ἀράν, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Θεμέλιον ἄσειστον, σωτηρίας τέτοκας Ἁγνή, ἐπὶ ὑδάτων τὴν γῆν, θείαις προσταγαῖς, τὸν θεμελιώσαντα, ἐν ᾧ ἡμᾶς, τοὺς εἰλικρινῶς, σὲ μακαρίζοντας, στηριχθῆναι καθικέτευε. Ἐν ὁδῷ εἰρήνης με, προσταγμάτων θείων ἀπλανῶν, πορεύεσθαι ἀκλινῶς, ποίησον Ἁγνή, δαιμόνων τὸν τάραχον, καὶ τῶν παθῶν, τὰς ἐπαγωγάς, ἀποδιώκουσα, καὶ τόν νοῦν μου καταυγάζουσα. Νυσταγμῷ κρατούμενον, ἀμελείας βλέπων ὁ ἐχθρός, ἐπέρχεται ἀναιδῶς, ὕπνῳ ἡδονῆς, ἐλπίζων συλῆσαί με, ἀλλˊ αὐτή με, φύλαξον Ἁγνή, τῇ ἀκοιμήτῳ σου, μεσιτείᾳ Μητροπάρθενε. Ὡς αὐτοκατάκριτος, ἐννοῶ μου τῶν ἁμαρτιῶν, τὸ πλῆθος καὶ τὸ φρικτόν, βῆμα τοῦ Κριτοῦ, ἐν ᾧ μέλλω κρίνεσθαι, ἀλλˊ ἡ κριτήν, τέξασα Θεόν, τότε με τήρησον, Θεοτόκε ἀκατάκριτον.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. αˊ

Κύριε, ἐπὶ Μωϋσέως ποτὲ τοῦ Προφήτου, μόνον ὁ τύπος τοῦ Σταυροῦ σου δεικνύμενος, ἐνίκα τοὺς ἐχθρούς σου, νῦν δὲ αὐτὸν τὸν Σταυρόν σου κατέχοντες, βοήθειαν αἰτοῦμεν, κράτυνον τὴν Ἐκκλησίαν σου, καὶ δώρησαι τοῖς Βασιλεῦσιν ἡμῶν, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ὁ Σταυρός σου Χριστέ, καὶ τοῦ ᾍδου κατήργησε τὸ κράτος, καὶ τὸ γένος διέσωσε τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς τὸν κόσμον ῥυσάμενος, τῷ Λῃστῇ τὸν Παράδεισον ἤνοιξεν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος πλ. αˊ

Μακαρίζομέν σε

Ὡς ἀμνόν σε Λόγε, ἡ Ἀμνὰς καὶ Παρθένος, πρὸς σφαγὴν χωροῦντα, καθορῶσα ἐβόα· Ὢ ξένου τολμήματος! πῶς ἄνομοι σφάττουσι τὸν τοὺς ἀνθρώπους ζωοῦντα; Μέγα σου Υἱέ μου τὸ ἔλεος!

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. αˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀναβὰς ἐν τῷ Σταυρῷ, πᾶσαν ἐκλόνησας δαιμόνων πληθύν, καὶ κατέρραξας τὸ ὀλέθριον κράτος, τοῦ τυράννου Δέσποτα Χριστέ, σώσας τὸ ἀνθρώπινον. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἐκεντήθης τὴν πλευράν, κρουνοὺς ἀφέσεως πηγάσας μοι, προσηλώθης δὲ ἐπὶ ξύλου τὰς χεῖρας, ἐξηλώσας ἄπαν ἐμπαθές, τῶν ἀνθρώπων νόημα. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μιμηταὶ τῶν τοῦ Χριστοῦ, παθῶν γενόμενοι μακάριοι, πᾶσαν βάσανον Ἀθλοφόροι Κυρίου, διελθόντες τῶν ἐν οὐρανοῖς, τερπνῶν ἠξιώθητε. Δόξα... Προσκυνοῦμέν σε πιστῶς, Θεὸν τὸν ἕνα ἐν προσώποις τρισί, τὴν ἀδιαίρετον, καὶ ὁμότιμον φύσιν, κράζοντές σοι· Δόξα σοι Μονάς, Τριὰς ὁμοούσιε. Καὶ νῦν... Σταυροθεοτοκίον Παρισταμένη τῷ Σταυρῷ, Θεοχαρίτωτε, καὶ τὰς τοῦ Υἱοῦ τρώσεις βλέπουσα, τὴν ψυχὴν κατετρώθης, ἀνυμνοῦσα τούτου τὴν πολλὴν, ὄντως συγκατάβασιν.

ΠΕΜΠΤΗ ΠΛ. Α΄ ΗΧΟΣ

Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Βέλη ἠκονημένα ὑμεῖς, τοῦ δυνατοῦ ἀποσταλέντες Ἀπόστολοι, εἰς πᾶσαν τὴν οἰκουμένην, ἀπτέρῳ τάχει σαφῶς, πάντα τῶν δαιμόνων ἀπημβλύνατε, δεινὰ καὶ πυρίφλογα, βέλη ὄντως μακάριοι, πολυθεΐαν, ἐκποδὼν ποιησάμενοι, καὶ διδάξαντες, τὴν εὐσέβειαν ἅπαντας, πρόβατα χρηματίσαντες, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἀρχιποίμενος ὄντως, ὃς λύκων μέσον ἀπέστειλεν, ὑμᾶς τοῦ πραΰναι, τὴν αὐτῶν θηριωδίαν, διὰ τῆς πίστεως.

Λόγῳ μαθητευθέντες Θεοῦ, ἐνυποστάτῳ τῷ βροτοῖς ὁμιλήσαντι, διˊ ἄκραν φιλανθρωπίαν, καὶ προσλαβόντι αὐτῶν, ἀληθῶς τὴν φύσιν καὶ θεώσαντι, αὐτῷ οὖν ἑπόμενοι, θείοις ἴχνεσι πάνσοφοι, καὶ τὴν πτωχείαν, τὴν αὐτοῦ ἐμιμήσασθε, πάντα σκύβαλα, ἡγησάμενοι ἔνδοξοι· ὅθεν καὶ ἀπερρίψατε, χιτῶνα τὸν δεύτερον, μὴ βακτηρίαν, μὴ πήραν, ἐν τῇ ὁδῷ ἐπαγόμενοι, καὶ νῦν οὐρανίους, θησαυροὺς κληρονομῆσαι, κατηξιώθητε.

Σάλου τῶν πειρασμῶν καὶ δεινῆς, ἐρεσχελίας τῶν ἀσέμνων αἱρέσεων, δαιμόνων κακοβουλίας, καὶ τῶν ἀνθρώπων πικρᾶς, συστροφῆς καὶ ζάλης παμμακάριστοι, πυρός ἀφεγγοῦς τε, καὶ αἰωνίζοντος σκώληκος, βρυγμοῦ ὀδόντων, καὶ πάσης ἄλλης κολάσεως, ταῖς πρὸς Κύριον, ἱκεσίαις λυτρώσασθαι, πάντας ἡμᾶς, καὶ τεύξασθαι, αὐτόν δυσωπήσατε, διˊ ἐγκρατείας, καὶ πόνων, τῶν ἀρετῆς ἀντιδόσεων, τυχεῖν κληρουχίας, οὐρανῶν τε Βασιλείας, καὶ μέγα ἔλεος.

Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Χαίροις, ἡ ἱερὰ κεφαλή, τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, ὁ ποιμὴν ὁ μέγας ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα, ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι, ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τιμῶσι, τὴν πανσεβάσμιον μνήμην σου, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, ὁ ἱερώτατος νοῦς, τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα, ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, καταπονουμένων ἡ βοήθεια, ἀστὴρ ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε, ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου, περιστατούμενοι σῴζονται, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, ὁ θείου ζήλου πλησθείς, ἀπαγωγῆς τε πονηρᾶς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς διˊ ὀνείρων προσφοιτήσεσι, πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε, τῶν παθῶν ἀπελαύνουσα, μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα, πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Ἔχων ἁμαρτημάτων πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοι ἐν κατανύξει, καὶ συντριβῇ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον· καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοῖς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως, φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταῖς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέσθαι, υἱὸν φωτὸς ἀξιοῦσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος πλ. αˊ

Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλˊ ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Τοὺς Ἀποστόλους Κυρίου μελῳδικῶς, ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται· ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας, τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοι ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοι, τὸ πανάγιον Πνεῦμα, ὡς παρρησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Ὡς αὐτόπτας τοῦ Λόγου καὶ ὑπηρέτας Χριστοῦ, τοὺς σοφοὺς Ἀποστόλους ἀνευφημήσωμεν, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ὕμνοις ἅπαντες πιστοί· τὸν Χριστὸν γὰρ ἐκτενῶς, καθικετεύουσιν αὐτοί, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ προσκυνούντων αὐτῶν τὰ λείψανα. Τοὺς Ἀποστόλους συμφώνως ἀνευφημήσωμεν, ὡς κηρύξαντας πᾶσι πιστοῖς τὴν ἄψευστον, καὶ ὀρθόδοξον τοῦ Κυρίου διδαχήν, καὶ ἐκδιώξαντας τὴν τῶν αἱρέσεων ἀχλύν, καὶ φωτισμὸν πνευματικόν, ἐκλάμψαντας ἐν τῷ κόσμῳ, τὴν χάριν τὴν τῶν δογμάτων, καὶ δυσωποῦντας τοῦ σωθῆναι ἡμᾶς. Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Ἀπειρόγαμε Νύμφη καὶ ἀειπάρθενε, σὺν τοῖς θείοις αὐτόπταις ἀνευφημοῦμέν σε, ὅτι ἐν σοὶ ὁ δυνατὸς μεγαλεῖα ἐποίησε· διˊ ἡμᾶς γὰρ καθˊ ἡμᾶς, ὁ πρὸ αἰώνων ἐκ Πατρός, τῇ μήτρᾳ σου ἐνοικήσας, εὐδόκησε γεννηθῆναι, ἵνα ἐκ πλάνης σώσῃ τὸ γένος ἡμῶν.

Μετὰ τὴν βˊ Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Τοὺς Ἀποστόλους ἐν ὕμνοις ἀνευφημήσωμεν, ὡς αὐτόπτας τοῦ Λόγου καὶ θείους κήρυκας, καὶ τῶν ἐθνῶν πνευματικοὺς σαγηνευτὰς σαφῶς, ὅτι προσήγαγον ἡμᾶς, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ, ῥυσάμενοι ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσαν. Μαθηταὶ τοῦ Σωτῆρος θεῖοι Ἀπόστολοι, οἱ σωτήριον Λόγον ἐγκατασπείραντες, εἰς τὰ πέρατα τῆς γῆς, καὶ καταυγάσαντες, τοὺς ἐν τῷ σκότει καὶ σκιᾷ, καθημένους τὴν ἐμήν, φωτίσατε σκοτισθεῖσαν, ψυχὴν παθῶν ἀμαυρώσει, ταῖς ἱκεσίαις ὑμῶν πάνσοφοι. Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἐκ ψυχῆς κεκτημένων σκέπη ὑπάρχουσα, καὶ ἡμᾶς ἐκ πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον Ἁγνή, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.

Μετὰ τὴν γˊ Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου

Ἦχος πλ. αˊ

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου

Κύριε, τὸ ἀπόρρητον μυστήριον, τῆς σῆς σαρκώσεως κηρύξαντες οἱ ἄσοφοι, φιλοσόφους κατῄσχυναν, τοὺς ῥήτορας ἁλιεῖς ἐπεστόμισαν, καὶ γεγόνασι τῶν ἐθνῶν σοφοὶ διδάσκαλοι, φωτίσαντες τὰ πέρατα, φωτὶ τῆς θείας γνώσεως, διˊ αὐτῶν δίδου ἡμῖν, τὸ μέγα ἔλεος. Μαρτυρικόν, αὐτόμελον Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν συνάναρχον Λόγον Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Ἔλλαμψιν πρωτοδότως, τὴν φωτοδότιδα, τοῦ σαρκὶ ὁμιλῆσαι, βροτοῖς καταξιώσαντος, πλουτήσαντες ἔνδοξοι, τῆς ψυχῆς μου λύσατε, πάντα ζόφον θεῖοι Ἀπόστολοι. Τείνας καθάπερ βέλη, τὸ θεῖον τόξον ὑμᾶς, εἰς τὸν σύμπαντα κόσμον, ἀπέστειλεν Ἀπόστολοι, τὰ βέλη συντρίβοντας, τοῦ Βελίαρ ἅπαντα, καὶ ἰωμένους πιστῶν τὰ τραύματα. Ἔχοντες τὴν σοφίαν, αὐτὴν διδάσκαλον, ἐσοφίσατε πάντα, Ἀπόστολοι τὰ πέρατα· διό με φωτίσατε, τοῦ δυσμενοῦς ἅπασαν, κακουργίαν ἀποκρουόμενοι. Θεοτοκίον Μόνη εὐλογημένη, θεοχαρίτωτε, εὐλογίαις ἀνθρώπων, τὸ γένος χαριτώσασα, Χριστὸν καθικέτευε, σὺν τοῖς θείοις Ἄχραντε, Ἀποστόλοις ἐλεηθῆναι ἡμᾶς.

Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς. Πέμπτον προσάξω σοι, Νικόλαε, μέλος. Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ἵππον καὶ ἀναβάτην

Πίστει καὶ πόθῳ Πάτερ, οἰκειωθεὶς τῷ Θεῷ, τὰ πανάγια τούτου, ἐπλήρωσας θελήματα, δι΄ὧν ἐχρημάτισας, κατὰ πάντα ἅγιος, θεοφόρε Πάτερ Νικόλαε. Ἔχοντές σε προστάτην, πρὸς τὸν οἰκτίρμονα, περιστάσεσι μάκαρ, καὶ θλίψεσι κλονούμενοι, πρὸς σὲ καταφεύγομεν, δίδου χεῖρα σῴζουσαν, ἀπὸ πάσης ἡμᾶς στενώσεως. Μύρων Ἀρχιερέα, Χριστός σε ἔχρισεν, εὐωδίαις θαυμάτων, ἡμᾶς εὐωδιάζοντα· ὅθεν δυσωποῦμέν σε, δυσωδίας λύτρωσαι, ἁμαρτίας ἡμᾶς Νικόλαε. Θεοτοκίον Πάλαι τῶν Προφητῶν σε, χορὸς ἐκάλεσεν, ὄρος θεῖον Παρθένε, καὶ πύλην ἀδιόδευτον· ὅθεν δυσωποῦμέν σε, μετανοίας πύλας, Παρθενομῆτορ ἡμῖν ὑπάνοιξον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπˊ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Ὁ σάρκα ὑπερβολῇ, πτωχεύσας χρηστότητος, διˊ αὐτὸν πτωχεύσαντας κατεπλούτησεν, ἔνδοξοι Ἀπόστολοι ὑμᾶς, χαρίσμασι παντοίοις, καταφωτίζοντας τὰ πέρατα, θείαις καὶ σεπταῖς ἐπιγνώσεσι. Ἐπλήγην τῷ ἰοβόλῳ, ὄφεως δήγματι, καὶ τραυματισθεῖσαν καρδίαν κέκτημαι· ὅθεν σοι βοῶ τῷ διˊ ἐμέ, Χριστὲ τραυματισθέντι. Τῶν Ἀποστόλων σου δεήσεσιν, ἴασαι καὶ σῶσόν με δέομαι. Σαγήνῃ τῶν πρεσβειῶν, ὑμῶν παμμακάριστοι, ἐκ βυθοῦ κακίας τοῦ πολεμήτορος, καὶ ἐκ τρικυμίας λογισμῶν, παθῶν τε ψυχοφθόρων, ἀναγαγόντες με προσάξατε, τῷ Θεῷ τῶν ὅλων σῳζόμενον. Θεοτοκίον Τὸν ὄμβρον δεξαμένη, τὸν ἐπουράνιον, σὺν τοῖς Ἀποστόλοις τοῦτον ἱκέτευε, στῆσαί μου τοὺς ὄμβρους τῶν παθῶν, τὸ πέλαγος ξηρᾶναι τῆς ἁμαρτίας μου, καὶ σῶσαί με τὸν εἰλικρινῶς σε δοξάζοντα.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ πήξας ἐπˊ οὐδενός

Τὰ βέλη τοῦ πονηροῦ ἀπήμβλυνας Ὅσιε, ταῖς ἀντιτυπίαις τῶν θείων πόνων σου, ἀλλὰ ταῖς πρεσβείαις σου σοφέ, τῆς τούτου κακουργίας, καὶ ἐπηρείας διατήρησον, καὶ ἡμᾶς ἀτρώτους Νικόλαε. Ὁ βίον ἀγγελικόν, ἐν γῇ ἐνδειξάμενος, νῦν σὺν τοῖς Ἀγγέλοις ἀεὶ παρίστασαι, θρόνῳ τῆς Τριάδος ἱερῷ, ἡμῖν ἁμαρτημάτων, καὶ πειρασμῶν λύσιν αἰτούμενος, Πάτερ Ἱεράρχα Νικόλαε. Νοός μου τὰς ἀμαυρώσεις, πάσας ἀπέλασον, σοῦ ταῖς σελασφόροις εὐχαῖς Νικόλαε, κόπασον τὸν σάλον τῶν παθῶν, κυβέρνησόν με Πάτερ, πρὸς ἀπαθείας ὅρμον δέομαι, ὅπως ἐν αἰνέσει δοξάζω σε. Θεοτοκίον Παρέστης ἐκ δεξιῶν, Χριστοῦ ὡς Βασίλισσα, κροσσωτοῖς χρυσέοις θεοχαρίτωτε, περιβεβλημένη ἀληθῶς, ἡμῖν τὴν Βασιλείαν, τῶν οὐρανῶν τῇ μεσιτείᾳ σου, Κόρη προξενοῦσα πρεσβείαις σου.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Ἡ θύρα Ἰησοῦς ὁ Θεὸς ἡμῶν, καθυπανοίξας τὴν αὐτοῦ, τοῖς Ἀποστόλοις ἐπίγνωσιν, πᾶσι τοῖς ἔθνεσι θύραν, διήνοιξε τοῖς τούτων διδάγμασι. Υἱὲ Θεοῦ υἱοὺς κατὰ μέθεξιν, τοῦ οὐρανίου σου Πατρός, τοὺς Ἀποστόλους ἀνέδειξας, ταῖς παρακλήσεσι τούτων, υἱοὺς φωτὸς ἡμᾶς πάντας ποίησον. Οἱ θρόνων ἐπὶ δώδεκα μέλλοντες, σὺν τῷ Κριτῇ καὶ Βασιλεῖ, δεδοξασμένως καθέζεσθαι, τῆς φοβερᾶς καὶ φρικτῆς με, Ἀπόστολοι λυτρώσασθε κρίσεως. Θεοτοκίον Τοῦ θείου κιβωτὲ ἁγιάσματος, ἁγίασόν μου τὴν ψυχήν, τὸν λογισμὸν φωταγώγησον, διαπαντὸς δυσωποῦσα Χριστὸν σὺν Ἀποστόλοις σωθῆναί με.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Τὴν θείαν ἐννοήσας σου κένωσιν

Ῥεόντων ἀντηλλάξω τὰ μέλλοντα, ὧν κληρονόμους καὶ ἡμᾶς, εὐχαῖς ἁγίαις σου ποίησον, πειρατηρίων παντοίων, λυτρούμενος τοῦ βίου Νικόλαε. Ὁ Μύρων προεδρεύσας Νικόλαε, πάσας αἰσθήσεις τῆς ἐμῆς, καρδίας μύρισον Ἅγιε, πάθη δυσώδη ἐκ ταύτης, εὐχαῖς σου ἐκδιώκων ἑκάστοτε. Συντρίψας τοῦ ἐχθροῦ μηχανήματα, τοὺς ὁρατοὺς ἡμῶν ἐχθρούς, καὶ ἀοράτους Νικόλαε, διηνεκῶς πολεμοῦντας, τελείᾳ ἀφανείᾳ παράπεμψον. Θεοτοκίον Ἁγία Θεοτόκε βοήθει μοι, ταῖς ἡδοναῖς διηνεκῶς, βυθιζομένῳ τοῦ σώματος, καὶ ῥαθυμίας ἐν κλίνῃ, ἀεὶ κατακειμένῳ καὶ στένοντι.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Οἱ πνευματορρήτορες σοφοὶ Ἀπόστολοι, ἐν ὑπερώῳ πυρὸς ἐν εἴδει, τὸ Πνεῦμα τὸ ἅγιον, αὐτοῖς προσφοιτῆσαν, φρικτῶς καθυπεδέξαντο. Βέλη ἐκλεκτὰ ὑμᾶς Χριστὸς ἀπέστειλε, συνθλῶντας βέλη τῆς πονηρίας· διό με ἰάσασθε, τετραυματισμένον, τοῦ δυσμενοῦς τοῖς βέλεσι. Οἱ καταστρεψάμενοι τῆς ἀσεβείας τὴν γῆν, καταστραφεῖσαν ταῖς πλημμελείαις, τὴν ἐμὴν διάνοιαν, δρόσῳ ἰαμάτων, Ἀπόστολοι ἰάσασθε. Θεοτοκίον Μὴ καταδικάσῃς με, μὴ ἀπορρίψῃς με, τοῦ σοῦ προσώπου, ἐκδυσωπεῖ σε, ἡ ἁγνῶς τεκοῦσά σε, καὶ τῶν Ἀποστόλων, ὁ δῆμος πολυέλεε.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον

Ξόανα κατέαξας εἰδώλων Ἅγιε, βουλὰς ἀπράκτους αἱρετιζόντων, ἔδειξας Νικόλαε, καὶ ἀπαγομένους πρὸς θάνατον ἐξήρπασας. Ὤρθρισας πρὸς Κύριον ἐκ βρέφους Ὅσιε, καὶ ταῖς ἐκεῖθεν φωτοχυσίαις, ὅλως κατηγλάϊσαι· διὸ τῆς ψυχῆς μου, τὰ νέφη ἀποδίωξον. Σὲ καθικετεύομεν Πάτερ Νικόλαε, τῇ ὥρᾳ ταύτῃ, ἐν μέσῳ πάντων, γενοῦ τῶν καλούντων σε, τὰ πρὸς σωτηρίαν διδοὺς ἡμῖν αἰτήματα. Θεοτοκίον Ὁ ἀπερινόητος θεοχαρίτωτε, περιοχήν σε σωματοφόρος γενόμενος ἔσχηκε, βροτοὺς ἀπαλλάττων, περιεχούσης θλίψεως.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος. Νεμομένην ἔστησας, τῆς κακίας σῆψιν τῶν ἐθνῶν, τὰς ψυχὰς φιλάνθρωπε, τῷ ἄλατι, τῶν διδαχῶν τῶν ἱερῶν Ἀποστόλων σου. Τὸν βυθὸν ἐπίστασαι, τῶν κακῶν μου Δέσποτα Χριστέ, δός μοι χεῖρα σῶσόν με φιλάνθρωπε, ἱκεσίαις τῶν ἱερῶν Ἀποστόλων σου. Κριτὰ δικαιότατε, ἐν ἡμέρᾳ δίκης φοβερᾶς, τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως, τῶν εὐκλεῶν σου Ἀποστόλων δεήσεσι. Θεοτοκίον Τὸν ἀπεγνωσμένον με, ὑπὸ πλήθους τῶν ἀνομιῶν, σωτηρίας Κύριε ἀξίωσον, τῶν Μαθητῶν, καὶ τῆς Μητρός σου δεήσεσι.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Μαινομένην κλύδωνι

Ἵλεων ἀπέργασαι, τὸν Δεσπότην σοῦ ταῖς προσευχαῖς, πᾶσι τοῖς τιμῶσί σε Νικόλαε, ὅπως ἡμῖν λύσιν πταισμάτων δωρήσηται. Νοσημάτων λύτρωσαι, καὶ σκανδάλων τῶν βιωτικῶν, πειρασμῶν καὶ θλίψεων Νικόλαε, τοὺς πρεσβευτήν σε κεκτημένους πρὸς Κύριον. Ἰατρόν σε ἄριστον, ὁ Δεσπότης ἔδειξε Χριστός· διὸ τὰ νοσήματα θεράπευσον, τῶν εὐσεβῶς σοι προσιόντων Νικόλαε. Θεοτοκίον Κυοφόρος ἄνανδρος, Θεομῆτορ πέφηνας Ἁγνή· διὰ τοῦτο πίστει ἱκετεύω σε, τῆς ψυχῆς μου τὴν ῥαθυμίαν ἀπέλασον.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, ὑμᾶς ὑπερύψωσε, καὶ πᾶσαν κατέρραξεν, ἐχθροῦ τὴν δυναστείαν, Μαθηταὶ Χριστοῦ θεόπται. Ῥύπον τῆς κακίας μου, ῥείθροις κατανύξεως, ὑμῶν παρακλήσεσιν, Ἀπόστολοι πλύνατε, διδάσκοντες κραυγάζειν, ὁ Θεὸς εὐλογητὸς εἶ. Πυρὶ θείου, Πνεύματος, ὕλην κατεφλέξατε, πάσης ματαιότητος· διὸ φλογιζούσης με, λυτρώσασθε γεέννης, Μαθηταὶ Θεοῦ τοῦ Λόγου. Θεοτοκίον Ἡ τῆς καταπτώσεως, τοῦ Ἀδὰμ ἀνόρθωσις, ἔγειρον πεσόντα με, κακίας πρὸς βάραθρα, πρεσβείαις σου Παρθένε, καὶ τῶν θείων Ἀποστόλων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ ὑπερυψούμενος

Ὅλος ἀνακείμενος, τῷ Θεῷ Νικόλαε, ὅλον με διάσωσον, τοῦ βίου τοῖς πάθεσιν, ἀθλίως καθˊ ἑκάστην, περιπίπτοντα θεόφρον. Λαμπτὴρ θεαυγέστατε, τὸν νοῦν μου καταύγασον, παθῶν ἀμαυρότησιν, ἀεὶ σκοτιζόμενον, καὶ δίδου εὐσχημόνως, παροδεύειν ἐν τῷ βίῳ. Ἄπαν ἀνοιγόμενον, κατˊ ἐμοῦ Νικόλαε, εὐχαῖς σου ἀπόφραξον, στόμα πονηρότατον, καὶ ῥῦσαι ὁρατῶν με, δυσμενῶν καὶ ἀοράτων. Θεοτοκίον Ἐκ σοῦ ἡμῖν ἔλαμψεν, ἀνέσπερος Ἥλιος, νεφέλη ὁλόφωτε, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει, ἀγνωσίας Θεοτόκε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σὺ τὰς νοητάς, τῶν Ἀποστόλων Λόγε, νεφέλας ἐξήπλωσας, ἐπιρραινούσας, ἡμῖν, ὄμβρους πανσόφων, καὶ θείων διδαγμάτων, καὶ καταρδευούσας, ἡμᾶς εἰς τοὺς αἰῶνας. Οἱ περικαλλεῖς, τῆς Ἐκκλησίας στῦλοι, οἱ ταύτην βαστάζοντες, πίστεως δόγμασι, σεσαθρωμένην, ψυχῆς μου τὴν οἰκίαν, θείᾳ τεχνουργίᾳ, στηρίξατε θεόπται. Στέναξον ψυχή, καὶ ὀχετοὺς δακρύων, ἐξ ὅλης προσάγαγε, καρδίας κράζουσα, μόνε οἰκτίρμον, σῶσον ἱλάσθητί μοι, ταῖς τῶν Μαθητῶν σου, πρεσβείαις εὐπροσδέκτοις. Θεοτοκίον Σιὼν ἐκλεκτή, τοῦ Βασιλέως πόλις, τῆς ἄνω πολίτην με, ποίησον πόλεως, μετὰ τῶν θείων, Μαθητῶν δυσωποῦσα, ἄχραντε Παρθένε, τὸν ἄχρονον Υἱόν σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Σοὶ τῷ παντουργῷ

Μύρων γεγονώς, Ἀρχιεράρχης μέγας, ψυχῆς μου Νικόλαε, αἰσθήσεις μύρισον, ὅπως ἐκφύγω, παθῶν τὴν δυσωδίαν, καὶ τοῦ Παρακλήτου, εἰσδέξωμαι τὴν χάριν. Ἔστησας σοφέ, τῆς σῆς ἁγίας γλώσσης, τοῖς ῥεύμασι ῥεύματα, Ἀρείου δύσφημα· ὅθεν βοῶ σοι· τὴν ῥύσιν τῶν παθῶν μου, ξήρανον, εὐχαῖς σου, Νικόλαε παμμάκαρ. Λύτρωσαι ἡμᾶς, ἁμαρτιῶν εὐχαῖς σου, δαιμόνων κακώσεως, ἐθνῶν ἁλώσεως, πάντων ἀνθρώπων, πονηροτάτης βλάβης, ἵνα σε ὡς ῥύστην, ἡμῶν ἀνευφημῶμεν. Τριαδικὸν Οἱ τριαδικῶς, τὴν μοναρχίαν πίστει, ἀπαύστως δοξάζοντες, ἀναβοήσωμεν· Πάτερ καὶ Λόγε, καὶ πανάγιον Πνεῦμα, σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Σάρκα διˊ ἡμᾶς, ἐκ σοῦ Θεὸς φορέσας, ἁγνὴν σὲ Πανάμωμον, παντὸς τοῦ γένους ἡμῶν, θείαν Παρθένε, δεικνύει προστασίαν· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ μεγαλοφώνως.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ, ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. Οὐρανοὶ κατάστεροι, ἀγλαΐαις θείων ἀρετῶν, ἐδείχθητε νοητῶς, μέσον τὸν Χριστόν, ὡς Ἥλιον ἔχοντες, καὶ τὸ τῆς γῆς, πλήρωμα σοφοί, κατεφωτίσατε· διὰ τοῦτο μακαρίζεσθε. Τοῦ Χριστοῦ τὰ στίγματα, ἐν τῷ θείῳ σώματι ὑμῶν, ὡς κόσμον πανευπρεπῆ, φέροντες σοφοί, τὴν κατατακεῖσάν μου, δαιμονικοῖς βέλεσι ψυχήν, ταῖς πρὸς τὸν Κύριον, μεσιτείαις θεραπεύσατε. Λάκκῳ κατωτάτῳ με, ἁμαρτίας κείμενον Χριστέ, καὶ ῥαθυμίας δεινῆς, ὕπνῳ τὴν ψυχήν, ἐπιβαρυνόμενον, διὰ τῶν σῶν Λόγε μαθητῶν, ὥσπερ τὸν Λάζαρον, ἐξεγείρας σῶσον Κύριε. Θεοτοκίον Τῆς ψυχῆς μου εὔθυνον, τὰς πορείας, Λόγε τοῦ Θεοῦ, πρὸς τρίβους τῶν ἐντολῶν, σοῦ τῶν ἀπλανῶν, ἔχων τὴν τεκοῦσάν σε, δυσωποῦσαν ἄχραντον Ἁγνὴν καὶ τοὺς πανσόφους σου, Ἀποστόλους πολυέλεε.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ἡσαΐα χόρευε

Ἱεράρχης ἔνθεος, χρηματίσας πάσας τοῦ Χριστοῦ, ἐφύλαξας ἐντολάς· ὅθεν τῶν πιστῶν, φύλαξ θεῖος γέγονας, ἀπὸ πάσης τούτους συντηρῶν, Πάτερ Νικόλαε, ἐπηρείας καὶ κακώσεως. Ὥς ποτε διέθρεψας, ἀποροῦσαν ἄρτου ἐν λιμῷ, τὴν πόλιν σου ὡς καλός, Ὅσιε ποιμήν, ὡσαύτως διάθρεψον, τὴν ψυχήν μου ἄρτῳ νοητῷ, Πάτερ Νικόλαε, σὲ προστάτην εὐμοιρήσασαν. Σὲ τὸν μέγαν ἥλιον, τὸν ἐν ὕψει κείμενον ἀεί, τῆς Ἐκκλησίας Χριστοῦ, Ὅσιε ποιμήν, πιστῶς ἱκετεύομεν, σελασφόροις λάμψεσι φωτός, σκότος ἀπέλασον, ἁμαρτίας τῶν ψυχῶν ἡμῶν. Ἤγγικεν ὡς γέγραπται, ἡ ἡμέρα ἡ περιφανής, τῆς παρουσίας Χριστοῦ, ἄγονε ψυχή, ἀπόθου τὸ ῥάθυμον, καὶ προθύμως βόησον Χριστῷ. Κύριε σῶσόν με, Νικολάου παρακλήσεσι. Θεοτοκίον Φαεινὴν λυχνίαν σε, ὁ Προφήτης ἔβλεψεν Ἁγνή, λαμπάδιον νοητόν, φέρουσαν Χριστόν, διˊ οὗ ἐφωτίσθημεν, οἱ ἐν σκότει κείμενοι κακῶν, σὲ μακαρίζοντες, Θεοτόκε ἀειπάρθενε.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος πλ. αˊ

Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλˊ ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Τοὺς Ἀποστόλους Κυρίου, μελῳδικῶς ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται, ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Ἡ προεκλελεγμένη, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα ταῖς ψυχαῖς ἡμῶν, λύτρωσαι ἡμᾶς παθῶν καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη ὡς Μήτηρ Θεοῦ.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. αˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὥσπερ νεφέλαι φωτειναί, τὴν γῆν διήλθετε, τὸ ὕδωρ τὸ ζῶν, ἐπιρραίνοντες, καὶ καρδίας τακείσας, ἁμαρτίαις θεῖοι Μαθηταί, πλουσίως ἠρδεύσατε. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ὥσπερ ἀκτῖνες μυστικαί, Ἡλίου λάμψαντος ἐκ Κόρης ἁγνῆς, ἐφωτίσατε τοὺς ἐν σκότει ἀγνοίας, καθημένους θεῖοι Μαθηταί, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τὰς πυρακτώσεις τῶν δεινῶν, καθυπομείναντες προθύμῳ ψυχῇ, κατεφλέξατε τῶν εἰδώλων τὴν πλάνην, καὶ πρὸς θείαν ἐπαναψυχήν, μετήλθετε Μάρτυρες. Δόξα... Ἴνα δραχμὴν τὴν ἐν βυθῷ, τῷ τῶν πταισμάτων συγχωσθεῖσαν, Χριστὲ ἐξάρῃς, καὶ Πατρὶ προσαγάγῃς, Ἀποστόλους κήρυκας τελεῖς, διὰ θείου Πνεύματος. Καὶ νῦν... Θεοτοκίον Τῶν Ἀποστόλων καλλονή, θεοχαρίτωτε ὑπάρχουσα, ἀμαυρούμενον ἡδοναῖς με τοῦ βίου, μετανοίας λάμπρυνον αὐγαῖς, ὅπως μακαρίζω σε.

ΠΑΡΑΣΚΕΥΗ ΠΛ. Α΄ ΗΧΟΣ

Στιχηρὰ Σταυρώσιμον Δεσποτικὁν, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Παῦσαι τοὺς πόνους θέλων βροτῶν, καὶ τὰ ὀνείδη, ὑπεράγαθε Κύριε, Σωτήρ μου σταύρωσιν φέρεις, τὴν ἐπονείδιστον, χολῆς δὲ ἐγεύσω ἀνεξίκακε, ἡμῶν τὴν πικρίαν, πᾶσαν ἐξαίρων τὴν κάκιστον, ἐπλήγης λόγχῃ, τὴν πλευρὰν τὴν ἀκήρατον, τὰς πληγὰς ἡμῶν, ὡς Δεσπότης ἰώμενος· ὅθεν νῦν ἀνυμνοῦμέν σου, τὴν ἔνδοξον σταύρωσιν, καὶ προσκυνοῦντες τιμῶμεν, λόγχην, τὸν σπόγγον, τὸν κάλαμον, διˊ ὧν ἐδωρήσω, σοῦ τῷ κόσμῳ τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

Πάθος τὸ σὸν Χριστὲ προτυπῶν, Μωσῆς ὁ μέγας σου θεράπων ἀνύψωσεν, οἰκτίρμον χαλκοῦν τὸν ὄφιν, ὄφεων βλάβης βροτούς, ἰοβόλου δήγματος ἐξαιρούμενος, καὶ νῦν σταυρωθέντος σου, ἐπὶ ξύλου μακρόθυμε, κόσμος ἐκ βλάβης, ἐλυτρώθη τοῦ ὄφεως, καὶ ἀνυψώθη, ἀπὸ γῆς πρὸς οὐράνια· ὅθεν καὶ ἀγαλλόμενοι, ὑμνοῦμεν τὸ κράτος σου, καὶ τὸν Σταυρόν σου τιμῶμεν, καὶ προσκυνοῦμεν φιλάνθρωπε, διˊ οὗ πᾶσα κτίσις, εὗρεν ἄπονον ἀξίαν, καὶ μέγα ἔλεος.

Θέλων τὰς διαθέσεις Ἀδάμ, τοῦ πρωτοπλάστου ἐξηλῶσαι φιλάνθρωπε, εἰς τέλος πᾶσαν ὀδύνην, ὁ πλαστουργὸς τοῦ Ἀδάμ, ἥλοις προσηλώθης ἀναμάρτητε, Χριστὲ καὶ τῇ λόγχῃ, θείαν πλευρὰν τρωθεὶς διˊ ἡμᾶς, κωλύεις Λόγε, τὴν ῥομφαίαν τὴν φλέγουσαν, μὴ κωλύειν ἡμῖν, τοὶς σοῖς δούλοις τὴν εἴσοδον· ὅθεν δοξολογοῦντές σε, ὑμνοῦμεν τὸ κράτος σου, καὶ τὸν Σταυρόν σου τιμῶμεν, καὶ προσκυνοῦμεν φιλάνθρωπε, διˊ οὗ πᾶσα κτίσις, εὗρεν ἄπονον ἀξίαν, καὶ μέγα ἔλεος.

Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Ἔχων πεφορτισμένον ἀεί, τὸ τῆς ψυχῆς μου ἐπαυχένιον Δέσποινα, ἐκ πλήθους ἁμαρτημάτων, καὶ συμφορῶν χαλεπῶν, οὐ τολμῶ πρὸς ὕψος ἆραι ὄμματα· διὸ νενευκὼς εἰς γῆν, ἐκ καρδίας κραυγάζω σοι· Ἐλέησόν με, ἡ Θεὸν πολυεύσπλαγχνον, ἀνατείλασα, ἐξ ἀχράντου νηδύος σου, δεῖξον τῶν θαυμασίων σου, τὸ πλῆθος τὸ ἄπειρον, καὶ τὰς ἀχράντους καὶ θείας, πρὸς τὸν Υἱόν σου ἐκτείνασα, Παρθένε παλάμας, σωτηρίαν μοι παράσχου, ταῖς ἱκεσίαις σου.

Λαῖλαψ ἁμαρτιῶν χαλεπή, ἐν τῷ πελάγει με τοῦ βίου κατέλαβε, καὶ ζάλη καὶ τρικυμία, καὶ πρὸς βυθὸν συνωθεῖ, τὴν ἐμὴν καρδίαν ἀπογνώσεως. Ἁγνὴ ταῖς πρεσβείαις σου, τὴν ζωήν μου κυβέρνησον, πρὸς τὸν λιμένα, τῆς ζωῆς τὸν ἀκύμαντον, πρὸς μετάνοιαν, καὶ τελείαν διόρθωσιν, ἴδε μου τὴν ἀσθένειαν, καὶ πρόσχες τῇ κρίσει μου, δίδου μοι χεῖρα κειμένῳ, σῆς βοηθείας Πανύμνητε, Χριστὸν ἡ τεκοῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ὕλην ἁμαρτιῶν χαλεπῶν, ἐπισυνάξας ἐμαυτῷ ἐθησαύρισα, καὶ τρέμω ἀπὸ προσώπου, τοῦ σοῦ Υἱοῦ Ἀγαθή, πῶς ὑποίσω τότε τὸ κριτήριον· καὶ γὰρ ποταμὸς πυρός, ἕλκει βήματος ἔμπροσθεν, καὶ μυριάδες, τῶν Ἀγγέλων παρίστανται, τοὺς ἀνομοῦντας, ἐν αὐτῷ ἀπορρίπτοντες· ὅθεν πρὸ τῆς ἐξόδου μου, τοῦ βίου Πανάχραντε, καθικετεύω πρεσβεῦσαι, ὑπὲρ ἐμοῦ τὸν φιλάνθρωπον, κριτὴν ἐλεῆσαι, καὶ συγχώρησίν μοι δοῦναι, καὶ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Ὅλην ἀναλαβὼν τὴν ἐμήν, μορφὴν ὁ πλάστης καὶ Θεὸς ἐνεδύσατο, μορφῶσαι τὴν πρὶν πεσοῦσαν μορφὴν Ἀδὰμ βουληθείς, ἐν Σταυρῷ ὑψώθη, ὡς ὑπεύθυνος, ἑκὼν καὶ τὰς χεῖρας, προσηλωθεὶς νῦν ἰάσατο, τὰς πρὶν τῷ ξύλῳ, παρειμένας τῆς βρώσεως, ὃν ἡ Πάναγνος, θεωροῦσα ἠλάλαζε. Τίς ἐστιν ἡ τοσαύτη σου, Υἱέ μου ἀνείκαστος, μακροθυμία; οὐ φέρω, ἐπὶ Σταυροῦ ἀναρτώμενον, ὁρᾷν σε τὸν πάντα, τῇ δρακὶ διακρατοῦντα, Χριστὲ τὰ σύμπαντα.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος πλ. αˊ

Ὁ Σταυρός σου Κύριε, εἰ καὶ ξύλον ὁρᾶται τῇ οὐσίᾳ, ἀλλὰ θείαν περιβέβληται δυναστείαν, καὶ αἰσθητῶς τῷ κόσμῳ φαινόμενος, νοητῶς τὴν ἡμῶν θαυματουργεῖ σωτηρίαν, ὃν προσκυνοῦντες, δοξάζομέν σε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Μόνον παγέντος τοῦ ξύλου Χριστὲ τοῦ Σταυροῦ σου, ἡ πλάνη πεφυγάδευται, καὶ ἡ χάρις ἐξήνθησεν· οὐ γὰρ ἔτι καταδίκης ἐστὶ τιμωρία, ἀλλὰ τρόπαιον ἐδείχθη ἡμῖν σωτηρίας. Σταυρὸς ἡμῶν στήριγμα. Σταυρὸς ἡμῶν καύχημα. Σταυρὸς ἡμῶν ἀγαλλίαμα.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλˊ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν

Λόγχῃ σου τὴν πλευρὰν ὦ Υἱέ, ὀρυττομένην καθορῶσα τιτρώσκομαι, τῆς λύπης δεινὴ ῥομφαία, καὶ στεναγμὸν ἐκ ψυχῆς, προϊέναι ὅλως οὐ δεδύνημαι, ἡ Πάναγνος ἔλεγε, παρεστῶσα τῷ πάθει σου, καὶ τὴν σφαγήν σου, καθορῶσα τὴν ἄδικον, ἀνεξίκακε, ὑπεράγαθε Κύριε, ποῦ μοι τὰ εὐαγγέλια, βοῶσα σὺν δάκρυσι, ποῦ ὁ τὸ Χαῖρέ μοι λέξας; ποῦ ἡ λοχεία ἡ ἄφραστος; ποῦ Πέτρος ὁ φίλος; ἀλλὰ δόξα τῇ ἀφάτῳ μακροθυμίᾳ σου.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. αˊ

Τὸ ξένον τῆς Παρθένου

Τὸ ξύλον τοῦ Σταυροῦ σου, Σωτὴρ ἡμῶν τῷ κόσμῳ ἀνεδείχθη, σωτήριον· ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, ἡ πάντων ζωή. Κύριε δόξα σοι. Τὸν συνάναρχον Λόγον Ἑκουσίως οἰκτίρμον Σταυρὸν ὑπέμεινας, καὶ τὴν πάλαι κατάραν τὴν διὰ βρώσεως, ὡς παντοδύναμος Θεὸς σὺ ἐξηφάνισας· διὸ τὰ θεῖα καὶ σεπτά, πάθη σου Δέσποτα Χριστέ, ὑμνοῦμεν καὶ προσκυνοῦμεν, δοξολογοῦντες ἀπαύστως, τὴν ὑπὲρ νοῦν οἰκονομίαν σου. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τῷ Σταυρῷ τοῦ Κυρίου παρισταμένη, θρηνῳδοῦσα ἐβόα ἡ Θεοτόκος· Οἴμοι Τέκνον θεῖον, φῶς μου γλυκύτατον! πῶς ἐτανύθης ἐν Σταυρῷ, ὁ τείνας θεϊκῶς τὸν οὐρανόν ὡσεὶ δέρριν, καὶ ἐκ θαλάσσης ἀνάγων, πηγὰς ὑδάτων τῷ σῷ προστάγματι.

Μετα τὴν βˊ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Ὁ Σταυρὸν ὑπομείνας ἑκουσίᾳ βουλῇ, καὶ φθορᾶς τοὺς ἀνθρώπους ἐλευθερώσας Σωτήρ, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν σε, ὅτι ἐφώτισας ἡμᾶς, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ φόβῳ δοξάζομέν σε, φιλάνθρωπε καὶ οἰκτίρμον, ὡς ζωοδότην καὶ Κύριον. Τόπος Κρανίου, Παράδεισος γέγονε· μόνον γὰρ ὡς ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτήρ, εἰς ἡμῶν εὐφροσύνην, δόξα σοι. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Ἐν τῷ Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως παγέντα ἀμνὸν ὡς ἄκακον, θρῆνον ἐκίνει γοερόν, καὶ κατετρύχετο. Οἴμοι! βοῶσα τὸ ἐμόν, πῶς ἀπεσβέσθης φῶς πικρῶς; καὶ πῶς ὡς ἄδικος θνῄσκεις, μέσον κακούργων Υἱέ μου, ὁ Βασιλεὺς πάσης κτίσεως;

Μετὰ τὴν γˊ Στιχολογίαν Καθίσματα

Ἦχος πλ. αˊ

Τὸν συνάναρχον Λόγον

Ἐκ τοῦ ξύλου πικρίαν Ἀδὰμ ἐτρύγησε, πρὸς φθορὰν ὀλισθήσας φθόνῳ τοῦ ὄφεως, σοῦ δὲ παγέντος Ἰησοῦ, ζωὴν ἐτρύγησε, καὶ διὰ ξύλου τοῦ Σταυροῦ, πάλιν οἰκεῖ τοὺς οὐρανούς, καὶ κατηργήθη ὁ ὄφις, καὶ ἡ φθορὰ κατεπόθη, καὶ πάντες δόξαν σοι προσάγομεν. Μαρτυρικὸν Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα, ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον Τὸν συνάναρχον Λόγον Γαβριήλ μοι τὸ Χαῖρε πρὶν προσεκόμισε, μετˊ ἐμοῦ σε φωνήσας ἔσεσθαι Κύριε, ἡ Θεοτόκος ἐν κλαυθμῷ πικρῶς ἐφθέγγετο· πῶς οὖν εἰς λύπην ἡ χαρά, νῦν μοι ἐγένετο Υἱὲ; καὶ πῶς ὡς ἄπαις φανοῦμαι, ἡ ἀπειράνδρως τεκοῦσα, σὲ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν;

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Παθῶν με σῴζεις τῷ πάθει σου, Χριστέ μου, τὸν Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Παθοκτόνον Χριστέ, ἐθελουσίως αὐτός, ὑπέστης πάθος, καὶ ἀπέκτεινας τὸν ἀποκτείναντα, πάλαι ἐν Παραδείσῳ ἡμᾶς· διό σου δοξάζομεν, τὴν ἀγαθότητα. Ἀνυψώθης Σταυρῷ, καὶ κατεπόθη ἐχθρός, καὶ οἱ πεσόντες ἀνυψώθημεν, καὶ Παραδείσου πολῖται, Χριστὲ γεγόναμεν, τὸ κράτος δοξάζοντες, τῆς Βασιλείας σου. Μαρτυρικὰ Θυρεῷ τοῦ Σταυροῦ, καθοπλισθέντες καλῶς, πρὸς πάλην πᾶσαν τοῦ ἀλάστορος, προσεχωρήσατε σοφοὶ Μεγαλομάρτυρες, καὶ τοῦτον νικήσαντες, δόξης ἐτύχετε. Ὡς ἀρνία σεμνά, τῷ διˊ ἡμᾶς Ἀθληταί, ἀμνῷ τυθέντι προσηνέχθητε, τὰς ἐναγεῖς περιφανῶς θυσίας παύοντες· διὸ μακαρίζομεν, ὑμᾶς πανεύφημοι. Σταυροθεοτοκίον Νέον βρέφος ἡμῖν, τὸν παλαιὸν ἡμερῶν, ἁγνὴ Παρθένε ἀπεκύησας, παλαιωθεῖσαν τὴν φύσιν ἀνακαινίσαντα, ἀνθρώπων Πανάμωμε, τῷ θείῳ πάθει αὐτοῦ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς Πέμπτη δέησις τῇ Θεοτόκῳ πέλει. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Πύλη τοῦ ἀπροσίτου, φωτὸς Πανάμωμε, μετανοίας τὰς πύλας τῇ ψυχῇ μου διάνοιξον, καὶ δίδου τὴν εἴσοδον, τῆς ἐκεῖσε Κόρη, ἀγαλλιάσεως καὶ τερπνότητος. Ἔχων σε Θεοτόκε, προστάτιν ἄμαχον, καὶ ἀπόρθητον τεῖχος, καὶ σκέπην ἀνυπέρβλητον, ῥυσθείην τοῦ δράκοντος, τοῦ δολίου Πάναγνε, τοῦ πάλαι ἐκζητοῦντος, καταπιεῖν με σφοδρῶς. Μή με ἀπογυμνώσῃς, τῆς θείας σκέπης σου, μὴ κενὸν ἀποδείξῃς, τῆς χάριτός σου Ἄχραντε, μηδὲ ἀποπέμψῃς, κατῃσχυμένον Δέσποινα, ἀλλὰ παράσχου μοι τὸ σὸν ἔλεος. Παῦσον τῆς ταλαιπώρου, καὶ παναθλίας μου, Θεοτόκε καρδίας, πόνον τὸν ἀφόρητον, καὶ τοῦ σωτηρίου σου παράσχου μοι, Θεομῆτορ, θείαν αἴγλην καὶ σωτήριον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν. Μαραίνεις τὸν καρπὸν τῆς φθορᾶς, ἐν ξύλῳ Σωτὴρ ἀνυψούμενος, καὶ ἀφθαρσίας πηγὰς ἡμῖν, ἐκ πλευρᾶς ἐκβλύζεις Δέσποτα. Ἐτύθης ἐν Σταυρῷ ὡς ἀμνός, φλιὰς σφραγίζων τῶν ψυχῶν ἡμῶν, θείῳ σου αἵματι Δέσποτα· ὅθεν φόβῳ σε δοξάζομεν. Μαρτυρικὰ Στρεβλούμενοι Χριστοῦ Ἀθληταί, καὶ πολυτρόπως αἰκιζόμενοι, καὶ τοῖς θηρίοις ῥιπτόμενοι, ἀπερίτρεπτοι ἐμείνατε. Ὡς βότρυες ἀμπέλου ζωῆς, τοῦ μαρτυρίου οἶνον ἔβλυσαν, πιστῶν καρδίας εὐφραίνοντες, τοῦ Θεοῦ ἡμῶν οἱ Μάρτυρες. Σταυροθεοτοκίον Ζωῆς ἡμῖν πρόξενος Ἁγνή, θανὼν ἐν ξύλῳ ἀναδέδεικται, ὁ σὸς Υἱός τε καὶ Κύριος, δοξάζων τοὺς ὑμνοῦντάς σε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπˊ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε. Τοῦ κόσμου τὸ προσφύγιον σὺ εἶ Πανάχραντε, καὶ ἐν σοὶ προστρέχων, ἐκ διανοίας θερμῆς, πᾶς τις ἐκλυτροῦται τῶν δεινῶν· διό με προσδραμόντα, ἐν τῇ σῇ σκέπῃ ἀπολύτρωσαι, πάσης πονηρᾶς ἐνοχλήσεως. Ἡ μόνη τῶν γηγενῶν ἁπάντων ἀντίληψις, σὺ ἀντιλαβοῦ μου ἱλέῳ ὄμματι, Δέσποινα τοῦ κόσμου ἀγαθή, καὶ φρούρησον τῇ θείᾳ, ἐπισκοπῇ τῆς δυναστείας σου· ἔχεις γὰρ ἰσχὺν ἀνυπέρβλητον. Δυνάμει τῇ σῇ χειρός με τοῦ πολεμήτορος, καὶ τῆς τυραννίδος τούτου ἀφάρπασον, Δέσποινα τοῦ κόσμου ἀγαθή· μή με ἰσχύσας λάβῃ, καὶ καταπίῃ, καὶ πρὸς ὄλεθρον, ἄξῃ αἰωνίου κολάσεως. Ἐν φόβῳ καὶ ἐν τρόμῳ προσπίπτων κραυγάζω σοι, Θεοτόκε. Σύ μοι γενοῦ βοήθεια, Δέσποινα τοῦ κόσμου ἀγαθή, ἐν ὥρᾳ τοῦ θανάτου, ἡνίκα τῶν βεβιωμένων μοι, μέλλω τὰς εὐθύνας εἰσπράττεσθαι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη διˊ αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε. Ὅτε ἔδυς ἐν Σταυρῷ, δικαιοσύνης Ἥλιε Χριστέ, φῶς ἀνέσπερον ἀνέτειλας ἡμῖν, τοῖς ὑμνοῦσί σου Λόγε, τὴν φρικτὴν συγκατάβασιν. Ἱστάμενος πρὸ δικαστικοῦ, Χριστέ μου βήματος ποτέ, κατεδίκασας τὸν ἄδικον ἐχθρόν, καὶ ἐσταυρώθης μέσον καταδίκων, ἡμᾶς δικαιῶν. Μαρτυρικὰ Στεφανούμενοι νικητικῶς, οἱ τοῦ Χριστοῦ Ἀθληταί, τὸν ἀόρατον κατῄσχυναν ἐχθρόν, καὶ ἐκραύγαζον· Δόξα τῇ δυνάμει σου Κύριε. Τὰ ἀμάραντα ἄνθη πιστοί, τοῦ νοητοῦ Παραδείσου, τὰ πολύτιμα σκεύη τοῦ Χριστοῦ, δεῦτε τοὺς Ἀθλοφόρους, ἐν ὕμνοις εὐφημήσωμεν. Σταυροθεοτοκίον Ὡς ἑώρακας ἐν τῷ Σταυρῷ, Χριστὸν ὃν ἔτεκες Ἁγνή, ἀπεθαύμαζες τὴν ἄφατον αὐτοῦ, μακροθυμίαν· ὅθεν σὺν αὐτῷ σε δοξάζομεν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Ἡ πάντων γεννητῶν ὑπερέχουσα, ὡς τὸν Δεσπότην καὶ Θεόν, ἐν τῇ γαστρί σου βαστάσασα, τὸν ὑπὲρ πάντας ἀνθρώπους, ἐξαμαρτάνοντά με κατοικτείρησον. Σαρκός μου τὰς ἀτάκτους κατάσβεσον, ὀρέξεις ὄμβροις σῶν εὐχῶν, καὶ τῆς ψυχῆς μου διάναψον, τὸν λύχνον τὸν ἐσβεσμένον, πυρὶ τοῦ θείου ἔρωτος Πάναγνε. Ἰσχὺς τῶν ἀσθενούντων Πανάμωμε, ἀπεγνωσμένων ἡ ἐλπίς, καὶ τῶν πενθούντων παράκλησις, χαροποιόν μοι παράσχου πένθος, διˊ οὗ εὑρήσω τὴν ἄφεσιν. Σὲ τεῖχος καὶ ἀσφάλειαν Δέσποινα, σὲ προστασίαν ἀψευδῆ, σὲ πύργον ἀκαταμάχητον, πιστῶς ἀεὶ κεκτημένος, ἐλπίζω διὰ σοῦ σωτηρίας τυχεῖν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Πέτραι σε ἐπὶ ξύλου αἰσθόμεναι, ὑψωθέντα Χριστέ, διεσχίσθησαν, καὶ γῆς ἐσείσθη θεμέλια. Ἀπέθετο λαμπάδα ὁ ἥλιος, ὑψωθέντος σου, ἐν ξύλῳ Ἥλιε, δικαιοσύνης μακρόθυμε. Μαρτυρικὰ Θαυμάτων ἀπαστράπτεσθε Ἅγιοι, λαμπηδόνας, τὸ σκότος διώκοντες, τῶν νοσημάτων ἐν χάριτι. Ἐτέμνεσθε τὸ σῶμα, ὦ Μάρτυρες, τὸ δὲ πνεῦμα θείας ἀγαπήσεως, ἄτμητον εἴχετε ἅγιοι. Σταυροθεοτοκίον Ἰδοῦσα ἐπὶ ξύλου ὑπνώσαντα, τὸν Δεσπότην, θρηνοῦσα ἠλάλαζες, Παρθενομῆτορ πανάμωμε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Τίς μου τὸ χειρόγραφον, τῶν παραπτώσεων, καὶ τῶν ἀμέτρων πλημμελημάτων, Ἁγνὴ διαρρήξειεν, εἰμὴ σὺ προφθάσῃς, καὶ δῴης μοι τὴν λύτρωσιν. Ἦλθον εἰς ἀπόγνωσιν, ἐξ ἀπορίας πολλῆς, τὴν τῶν κακῶν μου, πληθὺν Παρθένε ἀναλογιζόμενος· διό σοι κραυγάζω· Ἐλέησον καὶ σῶσόν με. Θεοῦ Μῆτερ ἄφθορε, Θεοῦ λοχεύτρια, Θεοῦ τοῦ πάντα νεύματι μόνῳ, ἐκτελοῦντος ῥῦσαί με, τῆς αἰωνιζούσης, καταδίκης τὸν δοῦλόν σου. Ἔχουσα τὸ καύχημα, παρθενίας φαιδρόν, ὡς Μήτηρ αὖθις Θεοῦ γεραίρῃ, ὑπερτέρως Ἄχραντε· διό σοι τὸ Χαῖρε, τοῦ Γαβριὴλ προσφέρομεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σε τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε. Σταυρὸς ἐν γῇ ἐπήγνυτο, καὶ πτῶσις δαιμόνων ἐγίνετο, καὶ πίστεως ἕδρασμα ἀρχὴν ὑπεδέχετο, καὶ ἡ κακία ἐκ μέσου ἀπελήλατο. Ὁ ἥλιος ἐσβέννυτο, τὴν σάρκα ὡς λύχνον ἀνάψαντος, ἐν ξύλῳ σου Κύριε, δραχμὴ δὲ εὑρίσκετο, ἡ κεχωσμένη, ἐσκοτισμένοις πάθεσι. Μαρτυρικὰ Ὑψούμενος φιλάνθρωπε, ἐν ξύλῳ χοροὺς ἑπομένους σου, τοῖς ἴχνεσιν ἔσχηκας, Μαρτύρων τὸ πάθος σου, ἐκμιμουμένους, τὸ ἀπαθείας πρόξενον. Χειμάρρους ἐξηράνατε, τῆς πλάνης, αἱμάτων τοῖς ῥεύμασι, καὶ πῦρ ἀπεσβέσατε, δαιμόνων ἀλλότριον, τῇ θείᾳ δρόσῳ, στεφανηφόροι Μάρτυρες. Σταυροθεοτοκίον Ῥομφαία τὴν καρδίαν σου, διῆλθεν ἡνίκα σταυρούμενον τὸν κτίστην τεθέασαι, Παρθένε πανάμωμε, καὶ λόγχῃ θείαν, πλευρὰν ἐξορυττόμενον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος. Ἡ ζωὴν κυήσασα, οὐσιώδη, Δέσποινα ἁγνή, νοητοῦ θανάτου με ἐξάρπασον, καὶ τῆς ζωῆς, τῆς αἰωνίου ἀξίωσον. Τὴν ὄντως ἀσύγκριτον, ἐν τῷ κάλλει, πάντων γεννητῶν, σὲ αἰτοῦμαι Δέσποινα Θεόνυμφε, τῆς εἰδεχθοῦς κακίας με ἐλευθέρωσον. Οὐκ ἔχω ἀντίληψιν, ἐν τῷ κόσμῳ, πλήν σου ἀγαθή· διό σοι προσπίπτω καὶ κραυγάζω σοι· Μὴ ἀποστῇς, ἀπὸ τοῦ δούλου σου Πάναγνε. Κακουργῶν ὁ δόλιος, ταῖς ἡδοναῖς, τὸν νοῦν μου ἀεί, ἐκταράσσει. Δέσποινα βοήθει μοι, καὶ τῆς τούτου, πονηρίας με ἐξάρπασον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Ἵνα ῥυσθῶμεν ἡμεῖς, τῆς ἐνηδόνου ἁμαρτίας, χολῆς ἐγεύσω Χριστέ, ὁ γλυκασμὸς τῆς ζωῆς. Τοῦ ἐν Σταυρῷ Ἰησοῦ, τραυματισθέντος ἰατρεύθη, τὰ τραύματα τοῦ Ἀδάμ, τὰ πολυχρόνια. Μαρτυρικὰ Τετιμηκότες Χριστόν, διˊ ἐπιπόνου ἀτιμίας, τῆς ἀνωτάτω τιμῆς ἐτύχετε Ἀθληταί. Ἐθελουσίοις ὁρμαῖς, κεχωρηκότες πρὸς τὸ πάθος, οἱ Ἀθληταὶ νικηταί, ἐναπεφάνθησαν. Θεοτοκίον Μετὰ τὸν τόκον ἡ Ἁγνή, ὡς πρὸ τοῦ τόκου διαμένεις· Θεὸς γὰρ ἦν ὁ τεχθείς, ἵνα θεώσῃ βροτούς.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ. Ὦ Θεομακάριστε, Θεοτόκε πάναγνε, ψυχῆς μου τὴν κάκωσιν, ἴασαι καὶ δώρησαι, γαλήνην σωτηρίας, καὶ ζωῆς τὴν εὐφροσύνην. Πύλη ἀδιόδευτε, λόγοις ματαιότητος, τὰς πύλας ἀπόκλεισον, διˊ ὧν μοι ὁ θάνατος, καὶ ὁ τῆς ἁμαρτίας, ὄλεθρος ὑπεισέδυ. Ἔβλυσεν ὁ τόκος σου, ἀφθαρσίας νάματα· ἀλλὰ ταῖς πρεσβείαις σου, βλῦσαι παρασκεύασον, κᾀμοὶ τῆς συμπαθείας, τὸν αὐτοῦ ἄμετρον πλοῦτον. Λύτρωσαί με Πάναγνε, ἐκ πάσης κακώσεως, βίου περιστάσεων, συμφορῶν καὶ θλίψεων, καὶ νόσων καὶ κινδύνων, καὶ δεινῆς συκοφαντίας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπˊ ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ τὴν κατάραν του ξύλου, διὰ ξύλου ἰασάμενος, καὶ εὐλογίαν πηγάσας, τοῖς ἀνθρώποις ὑπεράγαθε, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὑπεραιρόμενον ὄφιν, τῷ Σταυρῷ σου ἐταπείνωσας, καὶ τὸν δεινῶς συμπτωθέντα, ταπεινούμενον ἀνύψωσας, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας. Μαρτυρικὰ Τοὺς καθαιρέτας τῆς πλάνης, καὶ προμάχους θείας πίστεως, τῆς Ἐκκλησίας τοὺς στύλους, καὶ στερροὺς ὄντως ἀδάμαντας, τοὺς Χριστοῦ ὁπλίτας, πιστοὶ τοὺς Ἀθλοφόρους, τιμήσωμεν ἐν ὕμνοις. Οἱ εὐκλεεῖς Ἀθλοφόροι, ὥσπερ ἥλιος ἐκλάμψαντες, τῶν ἀλγηδόνων τὰ νέφη, διεσκέδασαν ἐν χάριτι, καὶ τῆς ἀσεβείας, διέλυσαν τὸν ζόφον, τῇ πίστει τῆς Τριάδος. Θεοτοκίον Νυμφαγωγός σοι Παρθένε, Γαβριὴλ ἀποστελλόμενος· Χαῖρε ἐβόησε λέγων, φωτεινότατον παλάτιον, τοῦ παμβασιλέως Χριστοῦ, ἐν ᾧ οἰκήσας, βροτοὺς θεώσει πάντας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἐν τοῖς πειρασμοῖς, εὕρημί σε προστάτιν, ἐν θλίψεσι πρόμαχον, ἐν συμφοραῖς βοηθόν, ἐν τοῖς κινδύνοις σωτήριον λιμένα, καὶ ἐν πάσῃ λύπῃ, Σεμνὴ παραμυθίαν. Ἴδε τὴν ἐμήν, σεμνὴ Παρθένε πίστιν, ἴδε τὸν πόθον μου, ὃν εἰς σὲ κέκτημαι, ἴδε ψυχῆς μου τὸν ἔρωτα τὸν θεῖον, καὶ τὴν σήν μοι δίδου, πολυπλασίως χάριν. Φῶς τὸ νοητόν, σὺ ἐν γαστρὶ λαβοῦσα, φώτισον τὰ ὄμματα, τὰ τῆς καρδίας μου, λῦσον τὸν ζόφον τῶν ἐμῶν ὀφλημάτων, καὶ τῶν παθημάτων, σκέδασον τὴν ὁμίχλην. Ἡ τὴν ὑπὲρ νοῦν, τεκοῦσα σωτηρίαν, τὸν πᾶσι βραβεύοντα, τὴν σωτηρίαν βροτοῖς, Κόρη τὴν θείαν δίδου μοι σωτηρίαν, τῶν ἁμαρτημάτων, ἀναστέλλουσα λύμην.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν. Ἰσχὺς τοῦ ἐχθροῦ, καὶ κράτος ἀφῄρηται, κραταιὲ μόνε Κύριε, Σταυρῷ ὑψωθέντος σου, καὶ δακτύλους, ἐν τούτῳ αἱματώσαντος. Ὤρυξαν Χριστέ, χεῖρας καὶ πόδας σου, καὶ ὀστᾶ σου ἠρίθμησαν, σταυροῦντες οἱ ἄνομοι, καὶ χολὴν μετὰ ὄξους σε ἐπότισαν. Μαρτυρικὰ Στόματι λαμπρῷ, Θεὸν ἐκηρύξατε, χρηματίσαντα ἄνθρωπον, τυράννων ἐνώπιον, Ἀθλοφόροι καὶ δόξαν ἐκληρώσασθε. Ἤλγησαν ἐχθροί, ἀλγείνοντες μάστιξι, καὶ ποικίλαις κολάσεσιν, ὑμᾶς πανσεβάσμιοι, ἰατροὶ ἀλγηδόνων θεῖοι Μάρτυρες. Σταυροθεοτοκίον Φῶς ἡμῖν ἐκ σοῦ, Ἁγνὴ ἀνατέταλκεν, Ἰησοῦς καὶ ἐφαίδρυνε, τὴν κτίσιν σταυρούμενος, καὶ δαιμόνων τὸ σκότος ἀπεδίωξε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολὴ ὄνομα αὐτῷ, ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. Ἀλγεινοῖς κυκλούμενος, πολλοῖς γόνυ, κλίνω σοι Σεμνή, τὸ πρόσωπον εἰς γῆν ῥίπτω δυστυχῶς, δακρύων κραυγάζω σοι· Τῶν ζητούντων ῥῦσαι Ἀγαθή, καὶ θυμηδίας μοι, ἀνατολὴ ἐπιφάνηθι. Τὸ τῆς ἀπογνώσεως, ἐνισχύει, κράτος ἐν ἐμοί, χειλέων ἐκ ῥυπαρῶν, ποία σοι ᾠδὴ; καρδίας αἰτήματος κεχραμένης, τίς ἀποδοχή, ἀλλὰ θαυμάστωσον, τοῖς ἀθλίοις τὰ ἐλέη σου. Ἠλλοιώθην θλίψεσιν, ἠμαυρώθη νοῦς καὶ ὀφθαλμός, κυκλοῦσί μου τὴν ζωήν, ἄλγη χαλεπά· πρὸς τούτοις ἐκτήκει με, τὰ ἐκεῖθεν δείματα Σεμνή· ὧν με διάσωσον, τάς ὀδύνας μεταβάλλουσα. Ὁ βραχὺς ἀνήλωται, τῆς ζωῆς μου, βίος ἐν κακοῖς, καὶ πλήθει τῶν λυπηρῶν, καὶ τῶν ἀλγεινῶν· διὸ ἡ κυήσασα, Θεοτόκε πάντων τὴν χαράν, ταῦτα πρεσβείαις σου, εὐπροσδέκτοις ἐπικούφισον.

Ἀπόστιχα Σταυρώσιμα

Ἦχος πλ. αˊ

Κύριε, ἐπὶ Μωσέως ποτὲ τοῦ Προφήτου, μόνος ὁ τύπος τοῦ Σταυροῦ σου δεικνύμενος, ἐνίκα τοὺς ἐχθρούς σου, νῦν δὲ αὐτὸν τὸν Σταυρόν σου κατέχοντες, βοήθειαν αἰτοῦμεν, κράτυνον τὴν Ἐκκλησίαν σου, καὶ δώρησαι τοῖς Βασιλεῦσιν ἡμῶν, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ὁ Σταυρός σου Χριστέ, καὶ τοῦ ᾍδου κατήργησε τὸ κράτος, καὶ τὸ γένος διέσωσε τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς τὸν κόσμον ῥυσάμενος, τῷ Λῃστῇ Παράδεισον ἤνοιξεν, ὃν προσκυνοῦντες, δοξάζομέν σε, Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφˊ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφˊ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν, Ἦχος πλ. αˊ

Εὐλογημένος ὁ στρατὸς τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς. Εὐχαῖς αὐτῶν, Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Σταυροθεοτοκίον, Ἦχος πλ. αˊ

Παῦσον τὸ ἄλγος τῆς πολυωδύνου ψυχῆς μου, ἐβόα ἡ Ἄμεμπτος ὀδυρομένη Χριστῷ· εἰ γὰρ βροτοὺς ἐν τῷ πάθει σῴζεις, ἀλλὰ τιτρώσκεις ψυχὴν ἐμὴν Λόγε. Σὺ φῶς μου γλυκύτατον, σὺ τέκνον καὶ πλάστης μου, ἀνυμνῶ σου τὸ μακρόθυμον.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. αˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Θανατωθεὶς ἐπὶ Σταυροῦ, τοὺς διὰ βρώσεως πεσόντας ἡμᾶς, ἀνεζώωσας, Ζωοδότα οἰκτίρμον, καὶ πολίτας πάλιν Ἀγαθέ, παραδείσου ἀνέδειξας. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Προσηλώθης τῷ Σταυρῷ, Χριστὲ ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ἀπέσταξας πόμα σωτηριῶδες, ἐπευφραῖνον πάντων τῶν πιστῶν, καρδίας ὑμνούντων σε. Μαρτυρικὸν Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τυμπανιζόμενοι σοφοί, καὶ μεληδὸν κατατεμνόμενοι, εἰκονίσατε τὴν σφαγὴν τοῦ Δεσπότου· διὰ τοῦτο Μάρτυρες Χριστοῦ, ἀεὶ μακαρίζεσθε. Δόξα... Ἐπὶ Σταυροῦ ὁ τοῦ Πατρός, καὶ θείου Πνεύματος ἀχώριστος, ἐθελούσιον καθυπέμεινε πάθος, πάθη πάντα τὰ φθοροποιά, ἡμῶν ἐξαιρούμενος. Καὶ νῦν... Σταυροθεοτοκίον Θρήνοις συνέκοπτες σαυτήν, ὁρῶσα Δέσποινα ἐν ξύλῳ Σταυροῦ, τὴν ζωὴν ἡμῶν ἑκουσίως θανοῦσαν· ὅθεν πάντες θείαις σε φωναῖς, ἀεὶ μακαρίζομεν.

ΣΑΒΒΑΤΟΝ ΠΛ. Α΄ ΗΧΟΣ

Στιχηρὰ Δεσποτικά, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Φεῖσαι τοῦ σοῦ οἰκέτου Χριστέ, ἡνίκα μέλλει ἡ ψυχή μου τοῦ σώματος, προστάξει σου χωρισθῆναι, τοῦ ἀγαγόντος εἰς ἕν, τὸν χοῦν καὶ τὸ πνεῦμα, θείῳ νεύματι, ἐχθρῶν ἀοράτων, ἐπιδρομῆς καὶ κακώσεως, ἐνεδρευόντων, ἀφειδῶς διασπᾶσαί με, καὶ κατάβρωμα, ἑαυτῶν ἀπεργάσασθαι, ῥῦσαί με καὶ ἀξίωσον, τυχεῖν ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, καὶ στεναγμός, ἔνθα πέφυκε, τρυφῆς ὁ χειμάρρους, καὶ φωνὴ ἑορταζόντων, καὶ ἀγαλλίασις.

Ὥραν τῆς τελευτῆς δεδοικώς, καὶ τῶν δαιμόνων τὴν φρικτὴν ἐπανάστασιν, βοῶ σοι ἐκ κατωδύνου, ψυχῆς ὁ τάλας ἐγώ. Τὰς αὐτῶν παγίδας καὶ τὰ σκάνδαλα, τῇ σῇ δυναστείᾳ, Δέσποτα Κύριε σύντριψον, καὶ μὴ ἐάσῃς, τῆς αὐτῶν με σκαιότητος, παρανάλωμα, χρηματίσαι τὸν δοῦλόν σου· ἴδε μου τὴν κατήφειαν, καὶ πρόσχες τῇ θλίψει μου, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν ὀδυνῶν ἐλευθέρωσον, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ὥσπερ ἡ Χαναναία Σωτήρ, κᾀγὼ βοῶ σοι· Τὴν ψυχήν μου θεράπευσον, καὶ ῥῦσαι δαιμόνων βλάβης, καὶ ἐπηρείας ἐχθρῶν, τῶν παρὰ τὴν φύσιν ἐνοχλούντων με, ἀεὶ καὶ φθειρόντων, τὸ κατˊ εἰκόνα σου Κύριε, καὶ ἐξελκόντων, λογισμοῦ τὸ κριτήριον, εἰς ἀνόητα, καὶ ψεκτὰ ἐνθυμήματα· ἅπερ ἐκ τῆς καρδίας μου ἐξάλειψον δέομαι, καὶ ἐν αὐτῇ μοι τὸν φόβον, σοῦ τὸν ἁγνότατον φύτευσον, καὶ δὸς ἐν εἰρήνῃ ἐκτελέσαι μου τὸν βίον, ἐν ταπεινώσει ψυχῆς.

Μαρτυρικὰ, Ἦχος πλ. αˊ

Αὐτόμελον

Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τάς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος πλ. αˊ

Αὐτόμελον

Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

Ἦχος πλ. αˊ

Αὐτόμελον

Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας, τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος πλ. αˊ

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλˊ οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Νεκρώσιμα, Ἦχος πλ. αˊ

Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα, καὶ εἶπα· Ἆρα τίς ἐστι; Βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Σὺ ἔπλασάς με, Κύριε, καὶ ἔθηκας ἐπˊ ἐμὲ τὴν χεῖρά σου, καὶ ἐνετείλω μοι, καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ ἄνες μοι δέομαι, ὡς φιλάνθρωπος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

Μετὰ τὴν αˊ Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. αˊ

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Τὸν συνάναρχον Λόγον Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Θεοτοκίον Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ. Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα

Ἦχος πλ. αˊ

Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Νεκρώσιμον Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε. Δόξα... Καὶ νῦν... Θεοτοκίον Τὸν συνάναρχον Λόγον Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ τελείαις φύσεσιν, ἐκδυσώπησον αὐτόν, σὺν Προφήταις ἱεροῖς, καὶ Μάρτυσι καὶ Ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς. Σοῖς Χριστέ, δούλοις τούς δε τοὺς ὕμνους φέρω.Ἰωσήφ. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Γῆν ἐφˊ ἢν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἢν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν. Σώματα προϊέμενοι, τοῖς ἀνημέροις δικασταῖς, ἠνέγκατε ἀνυποίστους αἰκισμούς, γενναῖοι Ἀθληταί, προσδοκῶντες λήψεσθαι βραβεῖα ἄνωθεν, καὶ εἰσήγαγεν ὑμᾶς Χριστός, εἰς αἰωνίους σκηνάς, χαίροντας ᾄδοντας, ἐπινίκιον ᾠδήν. Ὅσιοι καὶ Δίκαιοι, καὶ Ἱεράρχαι εὐκλεεῖς, τελέσαντες τὰ προστάγματα Θεοῦ, ἐποίμαναν λαούς, καὶ καλῶς ὡδήγησαν ἐφˊ ὕδωρ γνώσεως, ἀξίως καὶ χειμάρρους τῆς τρυφῆς, ἀπειλήφασι, βρύοντες πάντοτε, ἰαμάτων ποταμούς. Ἴθυνόν με, Κύριε, πρὸς τοὺς λιμένας τῆς ζωῆς, δεήσεσι Προφητῶν πανευκλεῶν, σοφῶν Ἱεραρχῶν, ἱερῶν Γυναίων τε τῶν ἀθλησάντων στερρῶς, καὶ τὸν ἄρχοντα ἀεί, ἀνδρείᾳ πατησάντων φρενί, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν. Νεκρώσιμον Σὲ καθικετεύομεν, τὸν εὐδιάλλακτον Θεόν, ἀνάπαυσον ἐν τοῖς κόλποις Ἀβραάμ, τοὺς δούλους σου, Χριστέ, οὓς πιστῶς μετέστησας, ἐκ τῆς τοῦ βίου ταραχῆς, καὶ ἀξίωσον αὐτούς, φωτὸς διαιωνίζοντος, τούτων τὰ πταίσματα, παρορῶν ὡς ἀγαθός. Θεοτοκίον Χαῖρέ σοι κραυγάζομεν, τῇ κυησάσῃ τὴν χαράν, Πανύμνητε, φωταγώγησον ἡμῶν, τὸν νοῦν καὶ τὴν ψυχήν, καὶ πρὸς τρίβους γνώσεως, πάντας ὁδήγησον, καὶ πταισμάτων ἱλασμόν, δοθῆναι πᾶσιν αἴτησαι, Δέσποινα ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς. Θεοφάνους ὁ πέμπτος εἰς νεκροὺς κανών. ᾨδὴ αˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Θειοτάτῃ στοργῇ, οἱ Ἀθλοφόροι Χριστοῦ, τυράννων θράσος κατηδάφισαν, τοῖς μεταστᾶσι δὲ πιστοῖς, οἱ συμπαθέστατοι, αἰτοῦνται, τὴν ἄφεσιν καὶ τὴν ἀνάστασιν. Ἐν Ἁγίων σκηναῖς, ἐν ταῖς αὐλαῖς σου Χριστέ, τοὺς μεταστάντας κατασκήνωσον, τὴν ὀφειλὴν ὑπὲρ αὐτῶν καταβαλλόμενος, τὸ αἷμά σου Δέσποτα τὸ τιμιώτατον. Ἡ σοφία Θεοῦ, ὁ ἀκριβής χαρακτὴρ, ὁ πάντα φέρων τοῦ Γεννήτορος, οὓς προσελάβου οἰκτίρμον, αὐτὸς ἀνάπαυσον, διδοὺς τὴν ἀΐδιον μακαριότητα. Θεοτοκίον Φωτοφόρος σκηνή, χρυσοειδὴς κιβωτός, τὸν Θεὸν Λόγον περιέχουσα, σεσαρκωμένον διˊ ἡμᾶς τὸν καταλύσαντα, θανάτου τὴν δύναμιν, ὤφθης Πανάμωμε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοῖς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός. Ῥαβδιζομένου οὐκ ἐφείσασθε σώματος, πανεύφημοι ὁπλῖται νευρούμενοι, ταῖς ἐλπίσι Μάρτυρες, τῶν αἰωνίων τερπνῶν. Ἱεραρχίας τὴν στολὴν ἐφαιδρύνατε, ἰδέαις ἐναρέτοις ποιμάναντες, τοῦ Χριστοῦ τὸ ποίμνιον, ἐπὶ νομὰς ζωηράς. Σάρκα νεκροῦντες ἐγκρατείᾳ οἱ ὅσιοι, ζωῆς θείας μετέσχον· αὐτῶν Χριστέ, ἱεραῖς δεήσεσι, κινδύνων ῥῦσαι ἡμᾶς. Νεκρώσιμον Τοῖς κοιμηθεῖσι τὴν ἐκεῖθεν ἀνάπαυσιν, Φιλάνθρωπε παράσχου, ἃ ἔπραξαν, ἐπὶ γῆς ὀφλήματα, παρορῶν ὡς Θεός. Θεοτοκίον Εὐλογημένην γυναικῶν σε ὡς ἔβλεψε, κατάλογος γενναίως ἐνήθλησε, καὶ τῷ σῷ προσήνεκται, Παρθενομῆτορ Υἱῷ.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ὁ Θεὸς τῇ σῇ δυνάμει, καὶ κατάβαλε Αἱρετικῶν τὰ φρυάγματα, καὶ ἀνύψωσον τὸ κέρας ἡμῶν. Ἀνδρείως ταῖς τυράννων ὁρμαῖς, ἀνθεστηκότες ἠγωνίσαντο, οἱ Ἀθληταί, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν κεκοιμημένων Χριστέ. Νομίμοις ἐντραφέντας τοῖς σοῖς, τοὺς μεταστάντας Ὑπεράγαθε, ἐν φωτεινοῖς σου σκηνώμασι, προσδεξάμενος ἀνάπαυσον. Ὁ μόνος ἐλεήμων Θεός, οὓς ἐξελέξω καταξίωσον, τῆς τῶν Ἁγίων λαμπρότητος, παρορῶν αὐτῶν τὰ πταίσματα. Θεοτοκίον Ὑμνοῦμεν τὸν σὸν τόκον Ἁγνή, διˊ οὗ τῆς πρῴην κατακρίσεως, καὶ τῆς κατάρας ἐρρύσθημεν, καὶ θανάτου ἐλυτρώθημεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε. Δυνάμει σου, Κύριε, οἱ Ἀθλοφόροι ἐχθρῶν δυνάμεις κατεπάτησαν, καὶ ἰσχὺς γεγόνασι τῶν πιστῶν, καὶ μέγα κραταίωμα. Οἱ Ὅσιοι ἅπαντες, ἀγαλλιάσει, ἀγαλλιῶνται, καὶ ἐνδέδυνται οἱ Ἱερεῖς οἱ ἔνθεοι, δικαιοσύνην ὥσπερ ἱμάτιον. Ὑμνήσωμεν ἅπαντες, τοὺς θεηγόρους Θεοῦ Προφήτας, καὶ τιμήσωμεν Γυναικῶν κατάλογον, τὸν καλῶς τὸν δρόμον τελέσαντα. Νεκρώσιμον Λιμένι σου Δέσποτα, τῆς Βασιλείας ἐγκαθορμίσας, οὓς μετέστησας ταραχῆς καὶ κλύδωνος, τοῦ παρόντος βίου ἀνάπαυσον. Θεοτοκίον Ὁ Ἄχρονος γέγονε, νῦν ὑπὸ χρόνον ἐκ σοῦ Παρθένε· τοῦτον αἴτησαι διαλῦσαι ἅπαντα, τῆς ψυχῆς μου τὰ χρόνια πταίσματα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δˊ

Ἦχος πλ. αˊ

Ἀκήκοα, Κύριε

Συναΐδιόν σε τῷ Πατρὶ ὁμολογοῦντες εὐσεβῶς, ἀνῃρέθησαν οἱ Μάρτυρες Χριστέ, καὶ βοῶσί σοι. Σῶσον οὓς προσελάβου δούλους σου. Ὁ γενόμενος ἐν τοῖς νεκροῖς, καὶ νεκρὸς ἐλεύθερος Χριστέ, νεκροῖς ζωὴν αἰώνιον διδούς, τὴν ἀνάπαυσιν δὸς νῦν, τοῖς μεταστᾶσι δούλοις σου. Παραγενόμενος εἰς τὸ σῶσαι, τὸ πλανώμενον Χριστέ, τὸν Παράδεισον ἀξίωσον οἰκεῖν, οὓς μετέστησας, πίστει δικαιώσας καὶ χάριτι. Θεοτοκίον Ἐπεσκίασεν ἡ τοῦ Ὑψίστου, Κόρη δύναμις ἐν σοί, καὶ Παράδεισον εἰργάσατο ζωῆς, ξύλον ἔχουσα, μέσον τὸν μεσίτην καὶ Κύριον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς. Ἰάσεις τοῖς νοσοῦσι, πηγάζει Μαρτύρων τὰ ὀστᾶ· μὴ συντριβέντα γὰρ κακίᾳ, ὡσεὶ χνοῦν ἐλέπτυναν, τὰ τῆς δυσσεβείας ἅπαντα ὀστᾶ, καὶ τὴν ἡμῶν ἀνορθοῦσι συντριβήν. Σοὺς νόμους συντηροῦσαι, Ἱεραρχίαι ἐποίμαναν λαούς, καὶ καθωδήγησαν, Οἰκτίρμον, πρὸς ζωὴν τὴν μένουσαν, οἱ δὲ Ὅσιοι, ἐνέκρωσαν παθῶν, τυραννίδα τελείῳ νοΐ. Τιμάσθωσαν Προφῆται, καὶ σὺν αὐτοῖς πάντες Δίκαιοι πιστῶς, καὶ εὐφημείσθωσαν ὁσίως αἱ πολιτευσάμεναι, καὶ διὰ βασάνων λάμψασαι ἐν γῇ, θεῖαι Γυναῖκες, ὡς δοῦλαι Χριστοῦ. Νεκρώσιμον Οὓς ἐκ γῆς προσελάβου, ἐν οὐρανίοις κατάταξον σκηναῖς, πιστοὺς οἰκέτας σου, τούτων παρορῶν τὰ πταίσματα, δι΄ὑπερβολὴν χρηστότητος τῆς σῆς, ὁ σαρκωθεὶς δι΄ἡμᾶς τοὺς βροτούς. Θεοτοκίον Ὑμνοῦμέν σε Παρθένε, διˊ ἧς ἐφάνη ὁ Θεὸς ἐπὶ γῆς, βροτὸς γενόμενος. Χαῖρε γῆ εὔκαρπε, ἡ καρποφορήσασα στάχυν μυστικὸν ἡμῖν, τὸν διατρέφοντα πᾶσαν πνοήν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ εˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Μαρτύρων προσδεξάμενος Κύριε, τὰς αἰτήσεις, ψυχὰς ἃς μετέστησας, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον. Προέφησας οὐκ ὄψεται θάνατον, ὁ πιστεύσας εἰς σέ· διὸ Δέσποτα, τοὺς μεταστάντας ἀνάπαυσον. Τερπνότητος τοῦ οἴκου σου Κύριε, τοὺς σοὺς δούλους τυχεῖν καταξίωσον, καὶ τῆς γλυκείας μεθέξεως. Θεοτοκίον Ὁ Λόγος ὁ Πατρὶ συναΐδιος, σαρκωθεὶς ἐκ Παρθένου ἐνέκρωσε, διὰ θανάτου τὸν θάνατον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου. Σῶμα προδόντες αἰκισμοῖς, οἱ Μάρτυρες, τυράννων χερσίν, ἠγάλλοντο τῇ ψυχῇ· τὴν θείαν γὰρ ἔβλεπον, ὄντως αἰώνιον ἀπόλαυσιν, καὶ τὰς θείας ἀντιδόσεις. Δόξα σοφῶν Ἱεραρχῶν, καὶ τῶν Ὁσίων σὺ ὑπάρχεις Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν, τὸν σὸν λαὸν οἴκτειρον, ὅν περ ἰδίῳ σου αἵματι, ὡς φιλάνθρωπος ἐκτήσω. Ἐκ σοῦ λαμπόμενοι τὸν νοῦν, Προφῆται Κύριε, δηλοῦσι μακράν, τὰ ἐσόμενα τρανῶς, Γυναῖκες δὲ σθένει σου, κράτος ἐχθροῦ καταλύουσιν, ἐν ἀσκήσει καὶ ἀθλήσει. Νεκρώσιμον Τοὺς μεταστάντας ἐξ ἡμῶν, πιστοὺς οἰκέτας σου, χοροῖς ἐκλεκτῶν, συναριθμῶν Ἀγαθέ, ἀνάπαυσον Κύριε, πάντα τὰ τούτων ἐγκλήματα, παρορῶν διˊ εὐσπλαγχνίαν. Θεοτοκίον Ὁ διαπλάσας κατˊ ἀρχάς, τὴν Εὔαν Κύριε, Παρθένου νηδύν, καθυποδὺς τὴν ἐμήν, ἐργάζῃ ἀνάπλασιν, δούλου σχῆμα ἐνδυσάμενος, ὁ Δεσπότης τῶν ἁπάντων.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ςˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σε τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε. Στρατεύματα Μαρτύρων σου, τὰς ἄνω Δυνάμεις μιμούμενα, Χριστὲ δυσωποῦσί σε, παράσχου φιλάνθρωπε, τοῖς μεταστᾶσι τὴν παρὰ σοῦ ἀπόλαυσιν. Ἐν τόποις ἀναψύξεως, ἐν τόποις Ἁγίων λαμπρότητος, ἐν τόποις ἀνέσεως, ὡς μόνος φιλάνθρωπος, οὓς προσελάβου ἐγκατάταξον οἰκέτας σου. Ἱλάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου δεόμεθα, ζωῆς καταξίωσον τῆς ἀνωλέθρου, καὶ μακαρίας λήξεως. Θεοτοκίον Συλλήψεως ἀσπόρου σου, τίς λόγος ὁ φράσαι δυνάμενος, τὸ θαῦμα Πανάμωμε; Θεὸν γὰρ ἐγέννησας, διˊ εὐσπλαγχνίαν ἡμῖν ἐπιδημήσαντα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν. Ὑμεῖς πυρούμενοι, σφοδρῶν βασάνων φλογί, τὸ φίλτρον θερμότερον, Μάρτυρες ἔνδοξοι, ἐδείκνυτε τὸ πρὸς Κύριον, καταδροσίζον ὑμᾶς λογισμῷ εὐσεβεῖ. Σοφίᾳ Πνεύματος, καλλωπισθέντες σοφοί, λαοῦ ἡγήσασθε, ἱερουργήσαντες, τῆς χάριτος τὸ Εὐαγγέλιον, καὶ ὡς Χριστοῦ λειτουργοὺς εὐφημοῦμεν ὑμᾶς. Ὑμεῖς νεκρώσαντες, τὴν σάρκα πόνοις πολλοῖς, ζωῆς ἠξιώθητε, μελλούσης Ὅσιοι, πρεσβεύοντες αὐτῆς τυχεῖν ἡμᾶς, τοὺς νεκρουμένους ἀεί, ταῖς τῶν παθῶν προσβολαῖς. Μακαριώτατος, χορὸς Θεοῦ Προφητῶν, Γυναίων κατάλογος, ἀγωνισάμενος, διˊ ἀσκήσεώς τε καὶ ἀθλήσεως, καὶ καθελὼν τὸν ἐχθρόν, εὐφημοῦμεν πιστῶς. Νεκρώσιμον Νεκροῖς ὁμιλήσας, ἡ πάντων Λόγε ζωή, τοὺς νῦν καταλείψαντας, βίου τὸν τάραχον, λιμένι σου θείῳ καθόρμισον, τὰς ἁμαρτίας αὐτῶν παρορῶν Ἀγαθέ. Θεοτοκίον Οἱ Θεοτόκον σε, φρονοῦντες γνώμῃ εὐθείᾳ, πυρὸς αἰωνίζοντος, καὶ σκότους Δέσποινα, ῥυσθείημεν τῇ μεσιτείᾳ σου, καὶ ἀοράτων ἐχθρῶν πολεμούντων ἡμᾶς.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν. Νῦν ἀπροσίτου φωτός, ἐμφορηθῆναι δίδου, Σῶτερ, τοῖς μεταστᾶσι, λιταῖς τῶν Ἀθλοφόρων σου. Ἐν Ἐκκλησίᾳ, Χριστέ, τῶν πρωτοτόκων τοὺς ἐν πίστει, τελειωθέντας, Οἰκτίρμον συναρίθμησον. Κεκοσμημένους στολαῖς, τῆς ἀφθαρσίας τοὺς σοὺς δούλους, τοὺς μεταστάντας πρὸς σέ, Σῶτερ ἀνάπαυσον. Θεοτοκίον Ῥύμην θανάτου Ἁγνή, ζωὴν ἀσπόρως συλλαβοῦσα, τὴν οὐσιώδη Πανάμωμε διέκοψας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὑπερνηξάμενοι, βασάνων πέλαγος, τῇ κυβερνήσει τοῦ Λόγου Ἀθληταί, ῥείθροις τῶν αἱμάτων, ἐβυθίσατε πάσας, τὰς φάλαγγας τοῦ πλάνου, καὶ ζῆτε εἰς αἰῶνας. Σοφοὶ γενόμενοι, Ἱερουργοὶ πιστῶς, Ὀρθοδοξίας ἐφˊ ὕδωρ τὴν ὑμῖν, πιστευθεῖσαν ποίμνην, ἐξεθρέψατε, ὄντως, τρυφῆς τερπνὸν χειμάρρουν, τρυφᾶτε εἰς αἰῶνας. Φωστῆρες Ὅσιοι, πιστῶν ἐδείχθητε, ὡς ἐκτελέσαντες ἔργα τοῦ φωτός, καὶ πρὸς θεῖον φέγγος μετετέθητε, σκότους ἡμᾶς ἐλευθερῶσαι, Χριστὸν ἐκδυσωπεῖτε. Εὐφραίνου σύλλογος, Γυναικῶν στάδιον, πλῆρες παντοίων ἀνύσας αἰκισμῶν, καὶ χορὸς ἀγάλλου, Προφητῶν καὶ Δικαίων, τῶν εὐαρεστησάντων, Χριστῷ εἰς τοὺς αἰῶνας. Νεκρώσιμον Ῥομφαίαν Δέσποτα, τὴν στρεφομένην, δίδου τοῖς σοῖς δούλοις, ἀκωλύτως διελθεῖν, μεταστᾶσι τοῦ βίου, ἔνδον τοῦ Παραδείσου, αὐτοὺς κατασκηνώσας, ὡς μόνος ἐλεήμων. Θεοτοκίον Ὡς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον, ὡς εὐδιάβατον κλίμακα Θεοῦ, ὡς τῶν σῳζομένων ἀπλανῆ ὁδηγίαν, τὴν Κεχαριτωμένην ὑμνήσωμεν Παρθένον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ηˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπˊ ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ τῶν ἁγίων Μαρτύρων, τοὺς ἀγῶνας προσδεξάμενος, καὶ διˊ αὐτῶν ἀναπαύων, τοὺς ἐν πίστει κοιμηθέντας τῇ σῇ, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὑπερκοσμίου σου δόξης, λαμπηδόσι καταστράπτεσθαι, τοὺς ἐξ ἡμῶν μεταστάντας, καταξίωσον ὡς εὔσπλαγχνος, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Σὺν ταῖς ἁγίων χορείαις, οὓς μετέστησας κατάταξον, καὶ Ἀβραὰμ ἐν τοῖς κόλποις, τῷ Λαζάρῳ συναρίθμησον, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Κεκοσμημένη τῷ κάλλει, τῆς ἁγνείας Μητροπάρθενε, καλλοποιὸν εὐπρεπείας, ἐνδιαίτημα γεγένησαι· ὅθεν σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν· διό σε Θεοτόκε μεγαλύνομεν. Ἱερουργοὶ Ποιμένες, Προφητῶν ἁγίων χορός, Δικαίων ἀναρίθμητον πλῆθος, Μαρτύρων σύλλογος, ἱεραῖς μελῳδίαις μακαριζέσθωσαν, πρεσβεύοντες σωθῆναι τὰς ψυχάς ἡμῶν. Ὡς θαυμαστῶς ἀσκήσας, τῶν Ἁγίων δῆμος ὁ σοφός, θαυμάτων ἐπιδείξεσι πολλῶν, νῦν τεθαυμάστωται, ταῖς αὐτῶν ἱκεσίαις, θαυμαστὲ Κύριε, θαυμάστωσον εἰς πάντας τὰ ἐλέη σου. Σὺν Ἱερομάρτυσι, τελεσάντων δρόμον καλῶς, Γυναίων ἀναρίθμητος πληθύς, ἥ τε ἀθλήσασα, καὶ ἀσκήσασα πόθῳ, μακαριζέσθω πιστῶς, Ἀγγέλων ταῖς χορείαις συνυπάρχουσα. Νεκρώσιμον Ἡ τῶν ἁγίων πάντων, δυσωπεῖ σε Λόγε πληθύς· ἀνάπαυσον τὰ πλήθη τῶν πιστῶς, μετατεθέντων ἐκ γῆς, διὰ πλῆθος ἐλέους, τὰ πεπραγμένα αὐτοῖς ἅπαντα, ἐν βίῳ παραβλέπων ὡς μὀνος ἀγαθός. Θεοτοκίον Φρενοβλαβῶς Παρθένε, ἁμαρτίας πράξας πολλάς, τὴν κόλασιν ἐκδέχομαι λοιπόν, ἀφˊ ἧς με λύτρωσαι, ἀδιστάκτῳ καρδίᾳ τῇ θείᾳ σκέπῃ σου, προστρέχοντα, τῆς μόνης προστασίας τῶν πιστῶν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θˊ

Ἦχος πλ. αˊ

Ὁ Εἱρμὸς

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν. Ἄθλων ἱερῶν οἱ Μάρτυρες ἔπαθλα, εἰληφότες δωρήσασθαι, σὲ νῦν ἱκετεύουσι, τοῖς πιστῶς μεταστᾶσι Σῶτερ ἄνεσιν. Νέκρωσιν ὑπέστης μόνε Ἀθάνατε, ὁ νεκροῖς τὴν Ἀνάστασιν, παρέχων ὡς εὔσπλαγχνος, καὶ τῆς ἀθανασίας τὴν λαμπρότητα. Ὤρθωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, καὶ ζωὴν τὴν αἰώνιον, ἐλπίζειν ἐδίδαξας, ἧς τυχεῖν τοὺς σοὺς δούλους Σῶτερ δώρησαι. Θεοτοκίον Νόμου αἱ σκιαί, παρῆλθον τῷ τόκῳ σου, ἡ ἀλήθεια ἔλαμψεν, ἡ χάρις δεδώρηται, Θεοτόκε· διό σε μεγαλύνομεν.

Ἦχος πλ. αˊ

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Στιχηρά, Μαρτυρικὰ, Ἦχος πλ. αˊ

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή, διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἀνεβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ Ἀγγέλων διαγωγή, εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον, Ἦχος πλ. αˊ

Οὐκ ἔστι τῶν ἐν βίῳ τερπνῶν οὐδέν, ὃ οὐ παρελεύσεται, οὐ πλοῦτος, οὐ τυραννίς, οὐ νεότητος ἄνθος· ὁ γὰρ θάνατος πάντα ἐπίσης λυμαίνεται, διαδέχεται δὲ τὰ μὴ σαλευόμενα· σπείρεται γὰρ ἐν φθορᾷ, ἐν ἀφθαρσίᾳ ἐγείρεται, σπείρεται ἐν ἀτιμίᾳ, ἐν δόξῃ ἀνίσταται. Διὸ Χριστέ, οὓς προσελάβου δούλους σου, μετὰ δικαίων ἀνάπαυσον ὡς φιλάνθρωπος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ΄ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Ἀπόστιχα τοῦ Θεοφάνους, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας, ὡς οἰκτίρμων κατάταξον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀπολαύσεως, ἐν κόλποις ἀνέσεως, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρῶς ἀναφαίνεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμενοι, πάντων Δικαίων οἱ δῆμοι, περὶ τὴν σὴν ἀγαθότητα, μεθˊ ὧν ἀριθμήσας, τοὺς οἰκέτας σου παράσχου, τὸ μέγα ἔλεος. Στίχ. αˊ.Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ψάλλειν παναρμονίῳ φωνῇ, δοξολογεῖν τε τὸ σὸν κράτος εὐδόκησον, Οἰκτίρμον τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων, πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητα, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθˊ ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος. Στίχ. βˊ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπˊ αἰῶνος, δικαιωθέντες τῷ σῷ, σωτηρίῳ πάθει καὶ τῷ αἵματι, διˊ οὗ ἐξηγόρασας, τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν ὅσα ἥμαρτον· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος· διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. αˊ

Χαίροις ἀσκητικῶν ἀληθῶς

Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας, Δέσποινα, ἐν μήτρᾳ τὸν νομοδότην, καὶ Βασιλέα Χριστόν, συλλαβοῦσα μόνη Μητροπάρθενε, διˊ οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν εἰδότων σε, θεομήτορα, βίβλῳ ζώντων ἐγγράψασθαι, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες Πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. αˊ

Οἱ Μακαρισμοὶ Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τὸν ἀρχέκακον ἐχθρόν, θανέντες Μάρτυρες ὠλέσατε, καὶ διήλθετε πρὸς τὰ ἄνω στεφθέντες, θείαις νίκαις τῷ παμβασιλεῖ, Θεῷ παριστάμενοι. Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Ἱερωσύνης τῷ φωτί, οἱ Ἱεράρχαι λαμπρυνόμενοι, ἐδοξάσθησαν, καὶ Ὁσίων τὰ πλήθη, ἀϊδίου ἔτυχον ζωῆς· ὅθεν μακαρίζονται. Νεκρώσιμον Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, ἐν τόπῳ Δέσποτα ἀνέσεως, οὓς μετέστησας, κατασκήνωσον Λόγε, παραβλέψας τούτων τὰ ἐν γῇ, Σῶτερ πλημμελήματα. Δόξα... Ὦ Τριάς, Ἱεραρχῶν, καὶ τῶν Μαρτύρων τοῖς ἀγῶσι σεπτῶν, δυσωπήθητι, καὶ τοῖς πίστει θανοῦσι, σωτηρίαν δώρησαι ψυχῆς, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν... Θεοτοκίον Ἡ τὸν Ἀχώρητον παντί, θεοχαρίτωτε, χωρήσασα, καὶ κυήσασα ὑπὲρ φύσιν καὶ λόγον, τοῦτον πᾶσιν ἵλεων ἡμῖν, γενέσθαι ἱκέτευε.


Источник: Παρακλητική ἤτοι Ὀκτώηχος ἡ Μεγάλη, Βενετία 1858

Комментарии для сайта Cackle