Азбука веры Православная библиотека Ορθόδοξα βιβλία Библия (Αγία Γραφή) Наставник благочестия. Беседы на Евангелие от Иоанна. Том 1 (Ὁδηγὸς Εὐσεβείας. Ὁμιλίαι εἰς τὸ Κατὰ Ἰωάννην Εὐαγγέλιον. Τόμος Α')
митр. Анфим (Цацос)

Οδηγος Ευσεβειας ητοι εκατον περιπου ομιλιαι εις το κατα ιωαννην ευαγγελιον

Источник

Содержание

ΤΟΜΟΣ Α´ Ο πατριαρχης Κωνςταντινουπολεως Νεοφυτος επιβεβαιοι Περιαηψις περι συστασεως εκκλησιαστικου βιβλιου Βασιλειον τῆς Ελλαδος ἡ ιερα συνοδος τῆς εκκλησιας τῆς Ελλαδος Εισαγωγη А´. Περι του ευαγγελιστου Ιωαννου В´. Αιτιαι καὶ αφορμαι του κατα Ιοαννην ιερου ευαγγελιου πρὸς συγγραφην Περι του χρονου καὶ του τροπου της συγγραφης του Ευαγγελιου Ηερι τοῦ υφους τοῦ Ευαγγελιστου Ἰωαννου Συγκρισις τοῦ κατα Ἰωαννην Ευαγγελιου πρὸς τὰ αλλα τρια Ευαγγελια Ὀμιλία Α´. Ὁ Ἰωάννης κηρύττει τὴν Θεότητα τοῦ Λόγου τοῦ Θεοῦ Ὁμιλία В´. Ὁ Λόγος ἐστὶν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων Ὀμιλία Γ´. Μαρτυρία Ἰωάννου περὶ Χριστοῦ Ὀμιλία Δ´. Οἰ πιστεύοντες εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἠξιώθησαν «τέκνα Θεοῦ γενέσθαι» Ὀμιλία Ε´. Λόγος σὰρξ γενόμενος ἀπεκάλυψε τὴν ἑαυτοῦ δόξαν τοῖς τε μαθηταῖς αὐτοῦ καὶ τῷ κόσμῳ Ὀμιλία ΣΤ´ (εκτη) Ὁ υἱὸς τοῦ Θεοῦ ἐστιν ἡ πηγὴ τῶν θείων χαρισμάτων Ὀμιλία Ζ´. Παλαιᾶς καὶ Καινῆς Διαθήκης σύγκρισις·ἡ ἐκ τοῦ νόμου ὠφέλεια Ὀμιλία Η´. Ὁ υἱὸς τοῦ Θεοῦ ἐξηγήσατο ἡμῖν πᾶσαν περὶ Θεοῦ γνῶσιν, τὴν δικαιοσύνην καὶ εὐσπλαγχνίαν αὐτοῦ Ὀμιλία Θ´. Περὶ τοῦ βαπτίσματος Ὀμιλία Ι´. Ὁ Ἰωάννης δείκνυσι τὸν Ἰησοῦν ὡς τὸν ἀμνὸν τοῦ Θεοῦ Ὀμιλία ΙΑ´. Κλῆσις τῶν Ἀποστόλων Σίμωνος Ἀνδρέου καὶ τῶν ἄλλων. Ὁ Ἰησους αποκαλυπτεται αὐ τοις κατα μικρον Ὀμιλία ΙΒ´. Ὁ Γάμος ἐν Κανᾷ. – Πρῶτον θαῦμα τοῦ Ἰησοῦ Ὀμιλία ΙΓ´. Ὁ Ἰησοῦς ἐκβάλλει τοῦ Ἱεροῦ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας Ὀμιλία ΙΔ´ Διάλογος τοῦ Ἰησοῦ πρὸς τὸν Νικόδημον, ἤτοι περὶ ἀναγεννήσεως Ὀμιλία ΙΕ´. Διδασκαλία τοῦ Ἰησοῦ περὶ τῆς ἀνάγκης καὶ τῶν μέσων τῆς ἀναγεννήσεως Ὀμιλία ΙΣΤ´. Ἐξακολού0ησις τοῦ μετὰ τοῦ Νικοδήμου διαλόγου τοῦ Ἰησοῦ ο χαλκους οφις τυπος του Χριστου Ὀμιλία ΙΖ´. Συνέχεια τοῦ πρὸς τὸν Νικοδήμον διαλόγου τοῦ Ἰησοῦ Ὀμιλία ΙΗ´. Ο Ἰωάννης μαρτυρεῖ περὶ τοῦ Ἰησοῦ Ὡς ὡς Χριστοῦ καὶ Ἀρχηγου τῆς Αἰωνιου ζωης Ὀμιλία ΙΘ´. Ὁ μετὰ τῆς Σαμαρείτιδος διάλογος τοῦ Ἰησοῦ Ὀμιλία Κ´ Συνέχεια του προς την Σαμαρειτιδα διαλογου του Ἰησου Ὀμιλία ΚΑ´. Ὁ Ἰησοῦς ὁμιλεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ παρὰ τὸ φρίαρ τοῦ Ἰακὼβ Ὀμιλία ΚΒ´. Περὶ πίστεως τῶν Σαμαρειτῶν Ὀμιλία ΚΓ´. Ὁ Ἰησοῦς θεραπεύει τὸν υἱὸν τοῦ Βασιλικοῦ Ὀμιλία ΚΔ´. Ὁ Ἰησοῦς θεραπεύει τὸν παρα τῇ προβατικῇ κολυμβηθρᾳ παραλυτικον Ὀμιλία ΚΕ´. Μοχθηρία τῶν Ἰουδαίων. Παραίνεσις τοῦ Ἰησοῦ τῷ, ἰαθέντι παραλυτικῷ Ὀμιλία ΚΣΤ´. Ὁ Ἰησοῦς διαλέγεται πρὸς Ἰουδαίους περι του κυρους και της πνευματικης αυτου ισχυος Ὀμιλία ΚΖ´. Ὁ Ἰησοῦς κηρύττει τὴν ἀνάστασιν τῶν νεκρῶν εις ζωην ἢ εις κρισιν Ὀμιλία ΚΗ´. Ὁ Ἰησοῦς κηρύττει τοῖς Ἰουδαίοις, ὅτι τὰ τὲ εργα, α εποιει, καὶ αἰ αγιαι γραφαι μαρτυρουσι περι αὐτοῦ, ὡς απεσταλμενου παρὰ τοῦ πατρός Ὀμιλία ΚΘ´. Ὁ Κύριος ἡμῶν ἐλεγχει τοὺς Ἰουδαίους επι τῇ απιστιᾳ καὶ πωρωσει αὐτων Ὀμιλία Λ´. Ὁ Ἰησοῦς τρέφει πεντακισχιλίους ἄνδρας εἰτα διατασσει τους μαθητας, ινα συναγαγωσι τα περισσευματα τῶν κλασματων Ὀμιλία ΛΑ´. Οἱ μαθηταὶ κινδυνεύοντες ἐν τῇ θαλάσσῃ βηθουνται υπο τοῦ Ιησογ Ὀμιλία ΛВ´. Ἡ εἰς Χριστὸν πίστις ἐστὶν ἔργον οπερ απαιτει παρ’ ἡμων ὁ Θεος Ὀμιλία ΛГ´. Ὁ Ἰησοῦς παρίσταται ὡς ἄρτος τῆς ζωῆς καὶ αποκαλυπτει τὸ θελημα τοῦ ουρανιου αυτου πατρος τοις εἰς αυτον πιστευουσι Ὀμιλία ΛΔ´ Ἡ εἰς Χριστὸν πίστις δῶρον εστι τοῦ Θεοῦ Ὀμιλία ΛЕ´. Ὁ Ἰησοῦς κηρύττει ὅτι αὐτός, ἐστιν ὁ ἄρτος τῆς ζωῆς Ὀμιλία ΛΣΤ´. Ἐγκατάλειψις τοῦ Ἰησοῦ ὑπὸ μαθητῶν τινων Ὀμιλία ΛΖ´. Συνδιάλεξις τοῦ Ἰησοῦ μετὰ τῶν ἀδελφῶν αυτου Ὀμιλία ΛΗ´. Ὁ Ἰησοῦς πορεύεται εἰς Ἰερουσαλὴμα καὶ μετα τῶν Ιουδαιων διαλεγεται Ὀμιλία ΛΘ´. Ὁ Ἰησοῦς εξακολουθῶν τὴν μετὰ τῶν Ἰουδαίων διαλεξιν αποδεικνυει αυτοις ὅτι ουδεμιαν περι Θεου αληθη γνωσιν εχουσιν Ὀμιλία Μ´. Συνέχεια τῆς πρὸς τους ιουδαιους συνδιαλεξεως τοῦ Ιησου εν Ιερουσαλημ Ὀμιλία ΜΑ´. Διάφοροι γνῶμαι τοῦ λαου περὶ τοῦ Ἰησοῦ Χριστου. Ματαια τῶν Φαρισαιων πρὸς συλληψιν τοῦ Ἰησου αποπειρα Όμιλία ΜΒ´. Οἱ Γραμματεῖς καὶ Φαρισαῖοι ἄγουσι τῷ Ἰησοῦ γυναῖκα εν μοιχεια κατειλημμενην Ὀμιλία ΜΓ´. Ἐξακολούθησις τῆς πρὸς τοὺς Ἰουδαίους διαλέξεως τοῦ Ἰησοῦ καταδεικνυντος αυτοις, ὅτι ἑαν μὴ πιστευσωσιν αυτω εν ταις ἁμαρτιαις αὐτων αποθανουνται Ὀμιλία ΜΔ´. Συνέχεια τῆς συνδιαλέξεως. Ο Ιησους επαγγελλεται ελευθεριαν τοις ἑαυτου Μαθηταις Ὀμιλία ΜΕ´ Συνέχεια τῆς συνδιαλέξεως τοῦ Κυρίου·οἱ Χριστιανοί ἐλευθεροῦνται τοῦ ζυγοῦ τῆς ἁμαρτίας Ὀμιλία ΜΣΤ´. Συνέχεια τῆς συνδιαλέξεως· διαφορὰ μεταξὴ τῶν τέκνων τοῦ Θεοῦ καὶ τοῦ Σατανᾶ Ὀμιλία ΜΖ´. Ἐξακολούθησις τῆς συνδιαλέξεως τοῦ Ἰησοῦ· ὁ Ἰησοῦς κατηγορεῖται ὡς βλάσφημος Ὀμιλία ΜΗ´. Θεραπεία τοῦ ἐκ γενετῆς τυφλοῦ Ὀμιλία ΜΘ´. Οἱ Φαρισαῖοι ἀνακρίνουσι τὸν ἀναβλέψαντα τυφλὸν Ὀμιλία Ν´. Τὸ αὔθαδες καὶ ἀλαζονικὸν πνεῦμα τῶν Φασαίων  

 

Οδηγος Ευσεβειας ητοι εκατον περιπου ομιλιαι εις το κατα ιωαννην ευαγγελιον

Μητροπολιτου πρ. αγχιαλου Ανθιμου Τσατσου του εξ Ιωαννινων

ΕΙΙΟΙΚΟΛΟΜΗΤΙΚΑ ΕΙΣ ΠΙΣΤΙΝ ΚΑΙ ΕΥΣΕΒΕΙΑΝ

ΙΙΑΣΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΟΙΚΟΓΕΝΕΙΑΣ

ΔΙΗΡΗΜΕΝΑΙ ΕΙΣ ΤΟΜΟΥΣ ΔΥΟ

ΤΟΜΟΣ Α´

«Ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσς». (Τιμ. Α´ Δ. 8).

Ἀδείᾳα τοῦ Ὑπουργείου τῆς Δημοσίας Εκπαιδεύσεως.

ὑπ’ ἀριθμὸν 1497 καὶ χρονολογίαν 8 Σαμπὰν 1310 (13 Φεβρουαρίου 1308–1893).

Εν Κωνσταντινουπολει εκ τοῦ πατριαρχικου τυπογραφειου

1893

ΤΩΙ ΠΑΝΑΓΙΩΑΤΩ ΘΕΙΟΤΑΤΩ ΚΑΙ ΣΟΦΩΤΑΤΩ ΟΙΚΟΥΜΕΝΙΚΩ ΠΑΤΡΙΑΡΧΗ

ΚΥΡΙΩ ΚΥΡΙΩ

ΝΕΟΦΥΤΩΙ ΤΩΙ Η’

ΤΩ ΤΗΝ ΠΗΔΑΛΙΟΥΧΙΑΝ

ΤΗΣ ΚΑΘΟΛΟΥ ΑΝΑΤΟΛΙΚΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

ΔΕΞΙΟΣ ΠΑΝΥ ΙΘΥΝΟΝΤΙ

ΤΟ ΠΟΝΗΜΑ ΤΟΥΤΟ

ΕΥΣΕΒΑΣΤΩΣ ΑΝΑΤΙΘΗΣΙΝ

Ο ΠΟΝΗΣΑΕ

Τοῖς ἐντευξομένοις.

Ἀποχωρήσαντες ἀκουσίως τοῦ ἐν ἐν ἐρεγείᾳ ἀρχιερατίκοῦ ὑπουργήματος καὶ εἰς τὴν φίλην πατρίδα μεταδάντες, πολλὴν δὲ, ὡς εἰκὸς, χρόνον εὔκαιρον ἔχοντες, ἔγνωμεν, ὅπως χρησιμοποιήσωμεν τὸ πολύτιριον τοῦτο χρῆμα, τὸν χρόνον. Καὶ δὴ περὶ τὴν ἀνάγνωσιν καὶ μελέτην τῶν ἁγίων Γραφῶν ἀσχοληθέντες, πολλὴν τὴν προσοχὴν ἐπεστήσαμεν ἐπὶ τοῦ κατὰ Ἰωάννην ἱεροῦ Εὐαγγελίου· διότι τοῦτο, καθάπερ πᾶσιν ὡμολόγηται, τὸ θεολογικώτερόν ἐστι πάντων τῶν λοιπῶν Εὐαγγελίων. Ἔχοντες δὲ πάντοτε ἐν νῷ, ὅτι οὐχὶ τὸ πολὺ, ἀλλ’ ἡ προαίρεσις τιμᾶται καὶ ἐπιδοκιμάζεται, καὶ ἀπὸ τοῦ σημείου τούτου, ὡς ἀπ’ ἀφετηρίας ὁρμώμενοι, ἐσκέφθημεν ὅπως προσενέγκωμεν καὶ ἡμεῖς τοῖς ἐν Χριστῷ ἀδελφοῖς καὶ πᾶσι τοῖς ὀρθοδόξοις χριστιανοῖς ψιχίον τι ἐκ τῆς πενιχρᾶς ἡμῶν πνευματίκῆς τραπέζης, παραδιδόντες αὐτοῖς ἅπαν τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐν 100 περίπου ὁμιλίαις ἑρμηνευτικαῖς καὶ ἠθικαῖς, συνορῶντες, ὅτι τὸ ἐλάχιστον τοῦτο πόνημα ἡμῶν κενόν τι ἀναπληρώσει ἐν τῇ νεωτέρᾳ ἡμῶν θεολογικῇ φιλολογίᾳ. Κατὰ τὴν συγγραφὴν δὲ τούτου ἔσχομεν βοηθήματα μάλιστα τοὺς, μεγάλους τῆς Ἐκκλησίας, Πατέρας, καὶ διδασκάλους, οὐχ ἧττον καὶ ὅσους πρὸς τὸν σκοπὸν ἐπιεικεῖς ἐκρίναμεν τῶν νεωτέρων.

Εννοεῖται ὅτι πολὺ πρὸς τοῦτο ἐμοχθήσαμεν, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, νομίζοντες, ὅτι τῶν κόπων ἡμῶν τούτων καὶ μόχθων ἐπαρκοῦσαν ἀμοιβὴν ἕξομεν, ὅταν καὶ ὑπ’ ἄλλων πεισθῶμεν ὅτι οὐχὶ εἰς κενὸν εἰργασάμεθα. Καὶ ἐνδέχεται μὲν τὸ πόνημα ἡμῶν τοῦτο ἵνα ἐνέχῃ καὶ ἐλλείψεις, ἀλλὰ τοῖς κρείττοσιν ἡμῶν ταῦτα ἀφίνοντες λέγομεν μετὰ τοῦ Πλατωνικοῦ ἀττικοῦ (φιλοσόφου «Οὐ πάνυ γε ῥᾴδιον εὑρεῖν ἔργον, ἐφ’ ᾧ οὐκ ἄν τις αἰτίαν ἔχοι· χαλεπὸν γὰρ οὕτω τι ποιῆσαι, ὥστε μηδὲν ἁμαρτεῖν· χαλεπὸν δὲ καὶ ἀναμαρτήτως τι ποιήσαντας μὴ ἀγνώμονι κριτῆ περιτυχεῖν» (Ξ. Ἀπομν. β´, η´, 5).

Ὡσαύτως δὲν ἐκρίναμεν σύμφορον ἵνα ἐν τῷ κειμένῳ ἑκαστης ὁμιλίας παραθῶμεν καὶ τὰς οἰκείας παραπομπὰς, καὶ τοῦτο, ὅπως μὴ διασπάται κατὰ τὴν ἀνάγνωσιν ὁ ὀφθαλμὸς τοῦ εὐσεβοῦς ἀναγνώστου.

Καὶ ταῦτα μὲν διὰ βραχέων περὶ τοῦ πονήματος· ἤδη δὲ καθῆκον ἐπιβεβλημένον ἡγούμεθα, ὅπως διαπύρους ἐκφράσωμεν τὰς εὐχαριστίας ἡμῶν πρός τε τὴν ἐν τοῖς Πατριαρχείοις Κεντρικὴν Ἐκκλησιαστικὴν Ἐπιτροπὴν διὰ τὴν εὐμενῆ κρίσιν, δι’ ἧς περιέβαλε τὸ ἡμέτερον ἔργον καὶ πρὸς τὴν Ἱερὰν Σύνοδον τοῦ Βασιλείου τῆς Ἑλλάδος αὐθορμήτως καὶ προφρόνως λίαν προβᾶσαν εἰς ἔκδοσιν συστατηρίου ἐγκυκλίου. Ὡσαύτως εὐγνωμόνως εὐχαριστοῦμεν καὶ πᾶσι τοῖς Σεβασμιωτάτοις ἱεράρχαις τοῦ κλίματος τοῦ Οἰκουμενικοῦ Θρόνου ὡς καὶ πᾶσι τοῖς ἀξιοτίμθις ἐκεινοις κυρίοις, οἵτινες ἐνθέῳ ζήλῳ κινούμενοι ἐπεμελήθησαν τὴν ἐγγραφὴν συνδρομητῶν εἰς ὧν τὴν συνδρομὴν ὀφείλεται ἡ εἰς φῶς ἔκδοσις τοῦ ἔργου ἡμῶν, ἐφ’ ᾧ ἀπονέμομεν αὐτοῖς τὴν ἄκραν ἡμῶν εὐγνωμοσύνην, καὶ ὧν τὰ ὀνόματα καταχωρισθήσονται ἐν τῷ τέλει τοῦ Β´ τόμου.

Τελευτῶντες ἐκφράζομεν ἐγκαρδίους εὐχαμστίας καὶ πρὸς τὴν Α. Ἐνδοζότητα τὸν γλωσσομαθῆ καὶ εὐπαίδευτον Πρόεδρον τοῦ Συμβουλίου τῆς λογοκμσίας ἐν τῷ Ὑπουργείῳ τῆς Δημοσίας Ἐκπαιδεύσεως, Ναΐμ βέην Φράσσαρην διευκολύναντα ἡμᾶς ἐν τῇ ἐκδόσει τῆς ἐπὶ τούτῳ κυβερνητικῆς ἀδείας.

Ἔγραφον ἐν Ἰωαννίνοις τῷ 1892, Ἀπριλίου ἀρχομένου.

Ο πατριαρχης Κωνςταντινουπολεως Νεοφυτος επιβεβαιοι

Ἀριθμ. (πρωτ. 4316/διεκπ. 2420)

Παναγιώτατε Δέσποτα,

Ἡ Πατρίαρχικὴ Κεντρικὴ Ἐκκλησιαστικὴ Ἐπιτροπὴ λαβοῦσα ὑπ’ ὄψιν τὴν ὑπ’ ἀριθμὸν πρωτοκόλλου 2313 καὶ ἡμερομηνίαν 29 Ἀπριλίου ἐ. ἔ. αἴτησιν τοῦ Πανιερωτάτου Μητροπολίτου πρώην Ἀγχιάλου κυρίου Ἀνθίμου Τσάτσου, ὑποβάλλοντοσπρὸς ἔγκρισιν τὴν ὑπ’ αὐτοῦ φιλοπονηθεῖσαν συγγραφὴν ΟΔΗΓΟΝ ΕΥΣΕΒΕΙΑΣ ἢ «Ὁμιλέας εἰς ἅπαν τὸ κατὰ Ἰωάννην ἱερὸν Εὐαγγέλιον», καὶ διεζελθοῦσα ἀντὴν μετ’ ἐπιστασίας, εὗρεν οὐ μόνον σννᾴδονσαν τῇ διδασκαλίᾳ τῆς Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας καὶ πολιτικῶς ἀνεπίληπτον, ἀλλὰ καὶ τὰ μάλιστα ὠφέλιμον παντὶ χριστιανῷ, ὡς ἐποικοδομητικὴν εἰς τὸν κατὰ Χριστὸν βίον. Ταῦτα εὐσεθάστως καθυποβάλλουσα τῇ Ὑμετέρα Θειοτάτῃ Παναγιότητι ἡ Ἐπιτροπὴ διὰ τὰ περαιτέρω διατελεῖ.

Ἐν τοῖς Πατριαρχείοις τῇ 5 Αὐγούστου 1892.

Εὐπειθεστάτη

Ὁ Πρόεδρος

† Ὁ Βελεγράδων ΔΩΡΟΘΕΟΣ

Ὁ Γραμματεὺς

Ἱεροδιάκονος ΦΩΤΙΟΣ.

Περιαηψις περι συστασεως εκκλησιαστικου βιβλιου

Βασιλειον τῆς Ελλαδος ἡ ιερα συνοδος τῆς εκκλησιας τῆς Ελλαδος

Ἀριβ. πρωτ. 1075.

Πρὸς τοὺς ἀνὰ τὸ Κράτος Σεβασμιωτάτους Ἱεράρχας καὶ τὰς ἐπισκοηικὰς ἐπιτροηάς.

Ὁ Ἱεράρχης πρῴην Ἀγχιάλου, κ. Ἄνθιμος ὁ Τσάτσος, ἐφ ἱκανὰ ἔτη ἐνδελεχῶς περὶ τὴν σύντονον μελέτην τῶν ἁγίων Γραφῶν ἀσχολούμενος, ἰδίως δὲ ἐγκύψας εἰς τὴν μελέτην τοῦ ΕὐαγγεΛιστοῦ Ἰωάννου, τοῦ κατ’ ἐξοχὴν θεωρηίκοῦ Θεολόγου ἐφιλοπόνησεν ἔργον ψυχικῆς ὠφελείας πρόξενον, ἐν ᾧ περιέλαδεν ἐκατὸν περίπου ὁμιλίας ὀνομάσας τοῦτο «Ὁδηγὸν εὐσεβείας.»

Ἐπειδὴ τοίνυν τὴν ἔκδοσιν τοιούτου πονήματος ἡ Σύνοδος; ὠφελιμωτάτην ἡγήσατο παντὶ χριστιανῷ πρὸς ἐποικοδομὴν ἔν τε τῇ εὐσεβείᾳ καὶ τῷ κατὰ Χρίστὸν βιοῦν, συνίστησιν ἀντὸ πᾶσιν ὑμίν καὶ δι’ ὑμών παντὶ τῷ Ἰερῷ κλήρῳ τῷ ἐγκοσμίῳ καὶ τῷ μονάζοντι, ὅπως συσταθῇ καὶ ὑφ’ ὑμῶν ὡς τοιοῦτο, παροτρυνόντων τοὺς πιστοὺς ἐγγραφῆναι συνδρομητὰς ἐν τῇ συνημμένῃ ἀγγελίᾳ τοῦ Σεβασμιωτάτου συγγραφέως, ἣν δὲον ὑποβαλεῖν τῇ Συνόδῳ διὰ τὰ ἐχόμενα.

Ἐν Ἀθήναις, τῇ 16 Νοεμβρίου 1892.

ὁ Ἀβηνῶν ΓΕΡΜΑΝΟΣ Πρόεδρος,

ὁ Λαρίσσοης ΝΕΟΦΥΤΟΣ,

ὁ Δημητμιάδος ΓΡΗΓΟΡΟΣ,

ὁ Μαντινείας καὶ Κυνουαρίας ΘΕΟΚΛΗΤΟΣ

ὁ Θαυμακοῦ ΜΙΣΑΗΛ.

ὁ Γραμματεὺς

ὁ Ἀρχιμανδρίτης ΓΕΝΝΑΔΙΟΣ ΠΑΝΑΓΗΩΤΟΠΟΥΛΟΣ.

Εισαγωγη

А´. Περι του ευαγγελιστου Ιωαννου

§ 1. Συγγραφεὺς τοῦ παρόντος ἱεροῦ Εὐαγγελίου ἐστὶν Ιωάννης ὁ υἱὸς τοῦ Ζεβεδαίου καὶ τῆς Σαλώμης, ἀδελφὸς δὲ Ἰακώβου, γεννηθεὶς ἐν Βηθσαϊδᾷ τῆς Γαλιλαίας. Ὁ πατὶρ αὐτοῦ ἀλιεὺς τὸ ἐπάγγελμα ἐζήσκει ἐν τούτῳ καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, οἵτινες «ἧσαν κοινωνοὶ τῷ Σίμωνι» ἐν τῷ ἐργῳ τούτῳ. Τὰ περὶ τῆς κλήσεως αὐτοῦ τε καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ὑπὸ τοῦ Ἰησοῦ ὁμοφώνως μαρτυροῦσιν ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος ἐν τοῖς ἱεροῖς αὐτῶν Εὐαγγελίοις. Κατ’ αὐτοὺς λοιπὸν ὁ Ἰησοῦς «προβὰς ἐκεῖθεν (ἐκ τῆς θαλάσσης τῆς Γαλιλαίας, ὅπου εὗρε καὶ τὸν Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ) ὀλίγον εἶδεν ἄλλους δύο ἀδελφοὺς Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν. Καὶ εὐθέως ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μαθητῶν, ἀπῆλθον ὁπίσω αὐτοῦ». Ἦν ὁ κατ’ ἐξοχὴν ἠγαπημένος τοῦ Κυρίου μαθητής· ἔδειξε δὲ ὁ Κύριος ἡμῶν τὴν πρὸς αὐτὸν ἀγάπην ὅτε μόνον αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἰάκωβον καὶ τὸν Πέτρον παρέλαβεν ἐν τῇ θεραπείᾳ τῆς θυγατρὸς τοῦ Ἰαείρου, ἐν τῇ θείᾳ αὐτοῦ μεταμορφώσει, ἐν τῇ πρὸς τὸν οὐράνιον αὐτοῦ Πατέρα ἀγωνιώδει προσευχῇ. Ἀλλὰ τὴν ἰδιαιτέραν· αὐτοῦ ἀγάπην τρανῶς ἔδειξεν ὁ Κύριος ἡμῶν, ὅτε ἐπέτρεψεν αὐτῷ ὅπως ἐπὶ τοῦ στήθους αὐτοῦ ἀνακλιθῇ ἐν τῷ μυστικῷ Δείπνῳ, ὅτε μονονουχὶ ἀδελφὸν αὐτὸν ἐκ ἀλεσεν ἐμπιστευθεὶς αὐτῷ τὴν Μητέρα αὐτοῦ διὰ τῶν πρὸς αὐτὴν λόγων αὐτοῦ «γύναι ἰδοὺ ὁ υἱὸς σου» καὶ πρὸς τὸν μαθητὴν «ἰδοὺ ἡ μήτηρ σου».

§ 2. Ἀλλὰ καὶ ὁ Ἰωάννης ἦν ἐπίσης ἀντάξιος τῆς ἀγάπης ταύτης· διότι διεκρίνετο ἐπὶ ἀκραιφνεῖ καὶ ἀδόλῳ ἀγάπῃ τε καὶ ἀφοσιώσει πρὸς τὸν Κύριον ἡμῶν, ἃς ἀρετὰς λίαν πεμφανῶς κατέδειξεν· ἐν ᾧ δῆλον ὅτι τοῦ Ἰησοῦ παραδοθέντος τοῖς· Ἰουδαίοις καὶ ἀπὸ τοῦ ἑνὸς ἀρχιερέως εἰς τὸν ἄλλον μεταβαίνοντος καὶ χλευασμοὺς ὑπ’ αὐτῶν ὑφισταιμένου, πάντες οἱ μαθηταὶ ἀφῆκαν αὐτὸν καὶ διεσκορπίσθησαν εἰς τὰ ἴδια, μόνος ὁ Ἰωάννης οὐ μόνον ὀυδόλως ὡς ὁ Πέτρος ἐδειλίασεν, ἀλλὰ καὶ γνωστὸς ὢν τῷ ἀρχιερεῖ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν τοῦ ἀρχιερέως»· καὶ ἔτι πλέον καὶ ἐν αὐτῷ τῷ σταυρῷ παρηκολούθησεν αῦτὸν, καὶ εἰς τὸν τάφον τοῦ Ἰησοῦ ἀναστάντος «προσδραμὼν τάχιον τοῦ Πέτρου «καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια». Ἡ πρὸς τὸν Κύριον ἡμῶν λοιπὸν ἀγάπη καὶ ἀφοσίωσις κατέστησαν αὐτὸν οὕτω τολμηρὸν καὶ ἐπιστήθιον αὐτοῦ μαθητήν.

§ 3. Μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν ἐπὶ τοὺς Ἀποστόλους, ὁ εὐαγγελιστὴς Ἰωάννης παρέμεινεν ἐν Ἰερουσαλὴμ θεραπεύων καὶ περιθάλπων τὴν ὑπὸ τοῦ Ἰησοῦ ἐμπιστευθεῖσαν μητέρα αὐτοῦ, ὡς στύλος τῆς ἐκεῖ Ἐκκλησίας θεωρούμενος· ἐκήρυξε δὲ μετὰ τοῦ Πέτρου τὸν λόγον τοῦ Θεοῦ ἐν Σαμαρείᾳ «πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐαγγελισάμενος». Ἀκολούθως μετὰ τὴν πρὸς Κύριον ἐκδημίαν τῆς μητρὸς τοῦ Ἰησοῦ1 μετέβη εἰς Ἀσίαν καὶ μάλιστα εἰς Ἔφεσον, ἔνθα ἐπὶ πολὶν χρόνον διέτριψε διδάσκων καὶ κηρύττων τὸν λόγον τοῦ Θεοῦ καὶ στηρίζων τὴν ἐκεῖ Ἐκκλησίαν. Ἐν τῷ ἐπὶ τοῦ ὠμοῦ Δομιτιανοῦ διωγμῷ ἐξωρίσθη ἐκ τῆς Ἐφέσου καὶ ἀπήχθη εἰς Ρώμην, ἔνθα ἐν λέβητι πλήρει ζέοντος ἐλαίου βληθεὶς καὶ θείᾳ δυνάμει σῷος καὶ ἀβλαβὴς τηρηθεὶς ἐξωρίσθη πάλιν εἰς Πάτμον, ἔνθα συνέγραψεν εἰς ὕφος προφητικὸν καὶ συμβολικὸν τὴν Ἀποκάλυψιν αὐτοῦ2, ἐν ᾗ πεμγράφει τὸν μέλλοντα τελικὸν θρίαμβον τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Μετὰ δὲ τὸν θάνατον τοῦ Δομιτιανοῦ (96 μ. Χρ.) ἀνεκλήθη καὶ ὁ Ἰωάννης καὶ ἐπέστρεψεν εἰς Ἔφεσον3, ἔνθα ἔμεινε διδάσκων μέχρι τοῦ θανάτου αὐτοῦ συμβάντος ἐν ἔτει ἀπὸ Χριστοῦ ἑκατοστῷ καὶ ἐν γήρᾳ βαθεῖ.

§ 4. Ὁ βίος αὐτοῦ ἦν ἀδιάλειπτος σειρὰ κόπων τε καὶ μόχθων καὶ ποικίλων κινδύνων, ἀλλὰ πάντα ταῦτα ὑπερέβαλε διὰ τῆς δυνάμεως Ἐκείνου, ὃν κατ’ ἐξοχὴν ἡγάπα, καὶ τὴν ἀγάπην τοῦ ὁποίου συνίστη τοῖς μαθηταῖς αὐτοῦ, ὡς καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην «Τεκνία μου, ἔλεγε, μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ γλώσσῃ, ἀλλὰ ἔργῳ καὶ διανοίᾳ». Καὶ ἀλλαχοῦ πάλιν, «Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν ὁ μὴ ἀγαπῶν οῦκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν». Πανταχοῦ καὶ πάντοτε κύμον θέμα εἶχεν ὁ μακάριος οὗτος Ἀπόστολος, τὸ θέμα τῆς ἀγαπης δι’ ὃ καὶ «Ἀπόστολος τῆς ἀγάπης» πάνυ δικαίως ἐκλήθη. Ἐν βαθεῖ γήρατι φθὰς, καὶ μὴ δυνάμενος, ἵνα πορευθῇ ἐν τῇ κοινῇ τῶν Χριστιανῶν συναθροίσει, ἤρχετο μετὰ πολλοῦ τοῦ κάπου βασταζόμενος ὑπὸ τῶν μαθητῶν καὶ θαυμαστῶν αὐτοῦ. Ἐν ὀποίᾳ ἡλικίᾳ ἀπέθανε, διὰφωνοῦσιν οἱ πατέρες, διότι τινὲς μὲν λέουσιυ ὅτι ἀπέθανεν ἐν ἡλικίᾳ 94 ἐτῶν, ἄλλοι δὲ ἐν ἡλικίᾳ 98, καἰ ἕτεροι ἐν ἡλικίᾳ 99 ἐτῶν4.

В´. Αιτιαι καὶ αφορμαι του κατα Ιοαννην ιερου ευαγγελιου πρὸς συγγραφην

§ 5. Ἡ κυμωτάτη ἀφορμὴ τῆς τοῦ ἱεροῦ τούτου Εὐαγγελίου συγγραφῆς ἐστὶν ἡ βλάσφημος πλάνη τοῦ Κηρύνθου, τοῦ Ἐβίωνος, τῶν Νικολαϊτῶν καὶ ἄλλων αἱρετικῶν συγχρόνων αὐτῷ, ὧν οἱ πλεῖστοι ἠρνοῦντο τὴν θεότητα τοῦ Ἰησοῦ Χριστοῦ5. Ὅπως ἀναιρέσῃ λοιπὸν τὴν ὑπ’ αὐτῶν διασπαρεῖσαν δυσσεβῆ καὶ βλάσφημον πλάνην συνέγραψεν ὁ Ἰωάννης τὸ ἑαυτοῦ Εὐαγγέλιον. Ἄλλη ἀφορμὴ κάθ’ἣν τὸ κατ’ αὐτὸν ἄγιον Εὐαγγέλιον συνεγράφη, μνημονεύεται παρὰ τοῦ Κλήμεντος τοῦ Ἀλεξανδρείας6 θ καὶ παρ’ Εὐσεβίου7. Κατὰ ταύτην οἱ ἐπίσκοποι καὶ ἐν γένει οἱ πιστοὶ τῆς Ἀσίας, ὅσην, ὡς ἀνωτέρω εἴπομεν, ἐπεσκέφθη, ἢ τὸ ὄνομα αὐτοῦ διεφημίσθη, παρώρμησαν αὐτὸν ἵνα γράψῃ τὸ κατ’ αὐτὸν ἱερὸν Εὐαγγέλιον, ἐπιθυμοῦντες ὅπως γραπτὰ ἐχωσι πάντα, ὅσα ὁ Ἀπόστολος ἐδίδαξεν αὐτοὺς καὶ οὕτω παραδοθσί καὶ ταῖς ἐπομέναις γενεαῖς. Ὑπάρχει δὲ καὶ ἄλλη αἰτία, καθ’ ἣν τὸ Εὐαγγέλιον τοῦτο συνεγράφη μνημονευομένη ὑπό τε τοῦ Κλήμεντος καὶ τοῦ Ἱερωνύμου8. Ὁ Ἰωάννης δήλον ὅτι συνέγραψε τὸ κατ’ αὐτὸν Εὐαγγέλιον παρορμηθεὶς, ὅπως συμπληρώσῃ ἐκεῖνα, ἄπερ οἱ ἄλλοι Εὐαγγελισταὶ παρέλειψαν, (διότι, ὡς γνωστὸν, τελνοτσῖος τῶν λοιπῶν Εὐαγγελιστῶν ἔγραψε τὸ ἑαυτοῦ Εὐαγγέλιον) καὶ ἅμα συμβιβάσῃ ἐν πολλοῖς τὴν διήγησιν αὐτῶν. Καὶ τῷ ὄντι ἐάν τις ἀντιπαραβάλῃ τὸ τοῦ Ἰωάννου Εὐαγγέλιον πρὸς τὰ τῶν ἄλλων Εὐαγγελιστῶν πολλὰς διαφορὰς εὑρήσει. Ἐν ᾧ φέρ’ εἰπεῖν, οἱ ἄλλοι Εὐαγγελισταὶ διηγοῦνται τὸν βίον καὶ τὰς πράξεις τοῦ Ἰησοῦ ἐν Γαλιλαίᾳ, ὁ Ἰωάννης περιορίζεται ἀφηγούμενος τὰ θαύματα καὶ τὰς θαυμαστὰς ὁμιλίας τοῦ Σωτῆρος ἐν Ἰουδαίᾳ καὶ δὴ ἐν Ἱερουσαλήμ. Καὶ τοιαῦται μὲν αἱ αἰτίαι καὶ ἀφορμαὶ, δι’ ἃς τὸ ἱερὸν τοῦτο Εὐαγγέλιον σῦνεγράφη.

Περι του χρονου καὶ του τροπου της συγγραφης του Ευαγγελιου

§ 1. Παρὰ τοῖς ἀρχαίοις καὶ νεωτέροις ὁμολογεῖται ὅτι ὁ Εὐαγγελιστὴς Ἰωάννης ἔγραψε μετὰ τοὺς τρεῖς ἄλλους Εὐαγγελιστάς9 ἀλλὰ, κατὰ ποίαν ἐποχὴν ἀκριβῶς ἔγραψε τὸ αὑτοῦ Εὐαγγελιον, τοῦτο ζήτημά ἐστι, περὶ οὗ διαφωνοῦσιν οἱ ἑρμηνευταί. Ἡ μᾶλλον δὲ παραδεδεγμένη γνώμη ἐστὶν ἡ προσδιορίζουσα τὴν συγγραφὴν περὶ τὸ 98 ἔτος τοῦ Ἰησοῦ Χριστοῦ· κοινῶς δὲ συμφωνοῦσι πάντες ὅτι ὁ Ἰωάννης ἔγραψεν ἐν ἡλικίᾳ πολὺ προβεβηκυίᾳ· τόπος δὲ τῆς συγγραφῆς κατὰ τὴν πιθανωτέραν γνώμην ἐστὶν ἡ Ἔφεσος. Πάντες δὲ οἱ πατέρες καὶ οἱ κμτικοὶ ὁμοφώνως παραδέχονται ὅτι ἡ ἀρχικὴ τοῦ Εὐαγγελίου γλῶσσά ἐστιν ἡ Ἑλληνική.

Ηερι τοῦ υφους τοῦ Ευαγγελιστου Ἰωαννου

§ 1. Τὸ κατὰ Ἰωάννην Εὐαγγέλιόν ἐστιν ἔργον πρωτότυπον καὶ ἀμίμητον·οὐδεὶς πρὸ αὐτοῦ ὑπάρχει, ὃν ἐμιμήθη, ἀλλὰ. οὐδὲ ἐν τοῖς μαθηταῖς αὐτοῦ εὑρέθη τις προσεγγίσας τῷ διδασκάλῳ, κατὰ τὴν δύναμιν καὶ τὴν ζωηρότητα τοῦ ὕφους. Ὁ Εὐαγγελιστὴς Ἰωάνκέκτηται πάντα τὰ προσόντα, ἅτινα συνιστῶσι τὸν τέλειον συγγραφέα, καὶ ἰδίᾳ τὰ προσόντα ἐκεῖνα, ἅτινα γνωρίζονσι τὸν ἱερὸν λόγον, ἤτοι τὴν ἐναργῆ παράστασιν, τὴν ἐν ἐνότητι ποικιλίαν καὶ τὴν δύναμιν τοῦ ἐμποιεῖν βαθυτάτας ἐντυπώσεις, διαλεκτικοῦ ἀφελεστάτου. Ὁ λόγος τοῦ Εὐαγγελιστοῦ ἀνεπιτήδευτος ὤν τυγχάνει ἄμεσος παράστασις καὶ ἀπαύγασμα τῆς διανοίας αὐτοῦ· διὰ δὴ τοῦτό ἐστιν ἐπαγωγὸς, σαφὴς, ἐκφραστικὸς καὶ ἐν τῷ δέοντι βραχύς ἐν τῇ συνδέσει δὲ ἐστὶν ἁπλοῦς. Διότι οἱ παρ’ αὐτῷ, συνήθεις μάλιστα, σύνδεσμοί εἰσιν ὁ δὴ, οὧν καὶ. – Διὰ τῆς παραθέσεως δὲ λέξεων – ζωὴ καὶ θάνατος, φῶς καὶ σκότος, Ἰησοῦς Χριστὸς καὶ κόσμος – παράγει εἰς τὸν ἀναγνώστην ὅ, τι σχοινοτενεῖς καὶ ἐπιτετηδευμέναι περίοδοι οὐδόλως θὰ ἠδύναντο. Κατὰ τοῦτο τὸ ὑψηλὸν ὕφος τοῦ Εὐαγγελιστοῦ, ὅπερ διατελεῖ θαυμαζόμενον διὰ πάντων τῶν αἰώνων, συγκεράννυται μετὰ χάριτος καὶ ἀφελείας, αἵτινες διαρρήδην ἀποκλείουσαι τὴν ἰδιότητα τοῦ ἐπιτετηδευμένου λόγου κυροῦσιν ὅτι ὁ θεόπνευστος συγγραφεὺς ἑτοίμως καὶ προχείρως χρῆται τῷ λόγῳ, ὅταν τε αἰθέριος θεολογῇ καὶ ὅταν ἐπὶ τὰ ταπεινότερα ἐν ἐνδιατρίβῃ.

§ 2. Τῆς σαφηνείας δὲ μόνον ἐπιμελούμενος ὁ Εὐαγγελιστὴς ἐκφράζεται τὰς ἰδέας ὑπὸ διπλοῦν τύπον, καταφατικὸν καὶ ἀποφατικὸν, ἢ παρενείρει ἐξηγήσεις ἐπιτηδείας πρὸς τὸν σκοπόν· οὐδ’ ἐπισυνάγει ἐπὶ τὸ αὐτὸ μακρὰν καὶ πολυμερῆ διδασκαλίαν τοῦ Κυρίου – ὡς ὁ ἱερὸς Ματθαῖος – ἀλλά καταμερίζων ταύτην ἀποδίδωσι, συνδέων πρὸς τὰς σχετικὰς ἀφορμὰς καὶ πεμστάσεις.

§ 3. Ἐν δὲ τῇ ἀφηγήσει καθόλου τῶν γεγονότων, ὁ ἡμέτερος Εὐαγγελιστὴς οὐδόλως παραλείπει, ὅπου ἡ ἀκρίβεια ἀπαιτεῖ τοῦτο, καὶ τὰς ἐλαχίστας λεπτομερείας· καὶ ἐν τούτοις δὲ οὐχ’ ἥκιστα ἐκδηλοῦται ἡ ἰδιάζουσα αὐτῷ χάρις τοῦ λόγου· θεσπέσια τῷ ὄντι τυγχάνουσι κατὰ τρόπον ἀφηγήσεως τὰ κατὰ τὴν Σαμαρείτιδα, τὴν ἀνάστασιν τοῦ Λαζάρου, τὴν νίψιν τῶν ποδῶν τῶν Μαθητῶν, τὴν ἐπίσκεψιν τοῦ Πέτρου καὶ τοῦ Ἰωάννου εἰς τὸ μνημεῖον, ἅτινα ζωηρότατα ἀναπαριστῶσι τὸ παρελθὸν ἐνώπιον τοῦ ἀναγνώστου. Ἀμίμητα δὲ πάντῃ ἐπέχουσι θέσιν αἱ κατὰ τῆς τελευταίας ὥρας τοῦ Κυρίου σκηναὶ, ἐν αἶς τὰ πρόσωπα, ὁ Σωτὴρ τοῦ κόσμου, οἱ μίσους καὶ μοχθηρίας μεστοὶ Ἀρχιερεῖς καὶ Φαρισαῖοι, ὁ ἐν δειλίᾳ ἀγέρωχος καὶ ἐν ἀπιστίᾳ δεισιδαίμων Πιλᾶτος δρῶσιν οὕτω ζωηρῶς, ὥστε ἐπέχουσι τὸν ἀναγνώστην ἰσχυρῶς ἐνδιαφερόμενον μέχρι τῆς τελείας λύσεως τοῦ δράματος.

§ 4. Τὸ ὕφος δὲ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ θὰ ἤρκει ἵνα κυρώσῃ τὴν γνησιότητα τοῦ ἔργου, καὶ ἀποδείξῃ δηλονότι, ὅτι τὸ τέταρτον Εὐαγγέλιόν ἐστι τοῦ ἀποστόλου Ἰωάννου. Τῳόντι τὸ ὕφος τοῦτό εἰσι φθόγγοι μάτυρος αὐτόπτου, γονίμου καὶ ὑψιπέτου, οἷος ὁμολογεῖται ὁ μακάριος Ἰωάννης·ἀλλ’οὐχ ἧττον ἀποκαλύπτει ἑαυτὸν ὁ συγγραφεὺς, διότι, ὅταν οὗτος ἐν τῇ ρύμῃ τοῦ λόγου ἀναγκάζηται ἵνα ποιήσηται μνείαν τοῦ μαθητοῦ Ἰωάννου, οὐδόλως ἀναφέρει αὐτὸν ὀνομαστὶ, ἀλλὰ χαρακτηρίζει διὰ τῶν ἑξῆς, ὁτὲ μὲν «ὁ ἄλλος Μαθητὴς», ἄλλοτε δὲ εἷς τῶν Μαθητῶν αὐτοῦ, ὁ ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς»· διότι, ὡς γνωστὸν κατὰ τὴν κοινὴν ὁμολογίαν οἱ χαρακτῆρες οὗτοι μόνῳ τῷ ἀποστόλῳ Ἰωάννῃ προσήκουσι. Τῳόντι τὸ τέταρτον Εὐαγγέλιόν ἐστι τὸ κατ’ ἐξοχὴν Εὐαγγέλιον τῆς ἀγάπης, ἔργον τοῦ Ἀποστόλου τῆς ἀγάπης, ὡς οἱ ἐξ ἀρχῆς πατέρες τῆς Ἐκκλησίας παρέδωκαν.

§ 5. Ὁ Ἀπόστολος τῆς ἀγάπης ἀναφαίνεται εἰς ἐκάστην σελίδα τοῦ ἱεροῦ αὐτοῦ Εὐαγγελίου. Ἡ ἀγάπη αὕτη, ἧς ἀντικείμενον ἧν ὁ ἀπόστολος Ἰωάννης ὑπάρχει αὐτῷ ἡ ὡραιοτέρα ἀνάμνησις ὡς ὁ ὡραιότερος τίτλος τῆς δόξης. Οὐδεὶς τῶν ἄλλων Εὐαγγελιστῶν ἀναφέρει συχνότερον τὰ ὀνόματα τοῦ Σωτῆρος, Ἰησοῦς καὶ Χριστὸς, ὡς ὁ ἀπόστολος Ἰωάννης. Ἀποδιδων τῷ θείῳ αὐτοῦ διδασκάλῳ εἰλικρινεστέραν ἀφοσίωσιν ἔχει τὸ ὄνομα αὐτοῦ ἀκαταπαύστως ἐν τῇ καρδίᾳ, θεωρεῖ δὲ ἄφατον χαρὰν ἵνα προφέρῃ καὶ γράφῃ αὐτό. Ἐν τέλει μόνον ἐν τούτῳ τῷ Εὐαγγελίῳ τὰ δύο ρήματα τὰ τὴν ἀγάπην ἐκφράζοντα ἐπ ἀναλαμβάνονται μᾶλλον πλειότερον, ἢ ἐν ταῖς τρισὶν ὁμοῦ τοῖς ἄλλοις Εὐαγγελίοις·

§ 6. Ὁ ἡμέτερος Εὐαγγελιστὴς κατεχόμενος ὑπὸ τῆς ἀγάπης πρὸς τὸν Λόγον, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ θεὶς τὴν καρδίαν αὐτοῦ ἐπὶ τῆς τοῦ θείου διδασκάλου, ἤντλησε τὸ ζῶν ὕδωρ ἐξ αὐτῆς τῆς πηγῆς τῆς ζωῆς, καὶ ἔσχεν οὕτως ἀφάτῳ κοινωνίᾳ πλήρη καὶ τελείαν γνῶσιν τῶν μυστηρίων τοῦ Χριστοῦ, ὥστε προσφέρων ἡμῖν θησαυρὸν ὑπερχειλίζοντα, πληροῖ ἡμᾶς τοῦ ζῶντος τούτου ὕδατος, ὅπερ αὐτὸς ἤντλησεν ἐκ τῆς ζωηρρύτου ἐκείνης πηγῆς, καὶ καθίστησιν ἵνα ἀντηχῇ πάντοτε πάντοτε εἰς τὰ ὦτα ἡμῶν ἡ φωνὴ αὐτοῦ τοῦ Λόγου.

Συγκρισις τοῦ κατα Ἰωαννην Ευαγγελιου πρὸς τὰ αλλα τρια Ευαγγελια10

Ἐάν τις ἀντιπαραβάλῃ τὸ Εὐαγγέλιον τοῦ Ἰωάννου πρὸς τὸ τοῦ Ματθαίου καὶ Μάρκου καὶ Λουκᾶ, θέλει ἰδεῖ ὅτι, πλὴν ὀλίγων τινῶν γεγονότων, ἅτινα ἐπαναλαμβάνει, ὑποτιθεὶς ἀρκούντως γνωστὰ, ὅσα περιέχουσι τὰ τρία πρῶτα Εὐαγγέλια, πλεῖστα ἄλλα νέα διηγεῖται, καὶ πράξεις καὶ λόγους τοῦ Κυρίου· ἔτι δὲ καὶ λεπτομερείας τινὰς, ὑπὸ τῶν πρὸ αὐτοῦ παραλειφθείσας, οἷον τὴν ἱστορίαν τῶν πρώτων χρόνων τῆς τοῦ Ἰησοῦ Χριστοῦ διδασκαλίας μέχρι τῆς φυλακίσεως τοῦ βαπτιστοῦ Ἰωάννου, καὶ διαφόρους τινὰς περιστάσεις τοῦ πάθους, τοῦ θανάτου καὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος. Παρέρχεται δὲ ἐν σιωπῇ, πρὸς τοῦς ἄλλοις, τὴν ἱστορίαν τοῦ δαιμονιζομένου, τοῦ ὁμολογήσαντος τὴν θεότητα τοῦ Ἰησοῦ Χριστοῦ ἐν τῇ συναγωγῇ τῆς Καπερναοὺμ, καὶ τῶν δύο δαιμονιζομένων ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν, οἵτινες τὴν αὐτὴν ὁμολογίαν ἔδωκαν· εἰς ταῦτα δὲ τὰ γεγονότα παρῆν καὶ αὐτὸς ὁ Ἰωάννης11. Ὑποθέτει ἐπίσς γνωστὴν τὴν μεταμόρφωσιν τοῦ Σωτῆρος, εἰς ἣν ὡσαύτως παρευρέθη12, δὲν λέγει τι περὶ τοῦ βαπτίσματος τοῦ Σωτῆρος, περὶ τῆς ὁμολογίας τοῦ ἀποστόλου Πέτρου, καὶ πολλῶν ἄλλων. Ἀλλὰ διατὶ ὁ Ἰωάννης ἀποσιωπᾷ ταῦτα πάντα τὰ γεγονότα καὶ ἕτερα πλείονα, καίπερ ἔχοντα προφανῶς σχέσιν τινὰ καὶ ἀναφορὰν πρὸς ὃν προέθετο σκοπόν; Ἴσως διότι ἠγνόει αὐτά; Ἀλλὰ πῶς ἦτο δυνατὸν νὰ ἀγνοῇ αὐτὸς, ὅστις παρηκολούθει πάντοτε τὸν θεῖον αὐτοῦ διδάσκαλον; Τὸν λόγον τῆς τούτων ἀποσιωπήσεως ὑπὸ τοῦ ἡμετέρου Εὐαγγελιστοῦ δὲν δυνάμεθα κατ’ ἄλλον τρόπον νὰ ἐξηγήσωμεν ἀποχρώντως, εἰ μὴ, ἐὰν παραδεχθῶμεν ὅτι, ἐπειδὴ ταῦτα πάντα τὰ γεγονότα ἧσαν ἤδη ἱστορημένα εἰς τὰ Εὐαγγέλια τὰ αὐθεντικὰ καὶ γνωστὰ ὄντα εἰς ἐκείνους, πρὸς οὓς ἔγραφε, δὲν ἠθέλησε νὰ ἐπαναλάβῃ αὐτὰ, προτιμήσας νὰ περιορισθῇ μόνον εἰς ὅσα οἱ ἄλλοι εὐαγγελισταὶ παρέλειψαν. Διὰ τὸν αὐτὸν λόγον δὲν ἀναφέρει πάσας τὰς ἠθικὰς ἐντολὰς τῆς ἐπὶ τοῦ ὄρους ὁμιλίας τοῦ Κυρίου, τὰς ὁποίας γράφουσιν ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς, περιοριζόμενος νὰ δείξῃ ὅτι ἡ ἠθικὴ αὕτη εἶναι θεία, καὶ ὁ διδάσκαλος αὐτῆς θεῖος καὶ ἀΐδιος. Καίτοι ἀποδεικνόει τὴν ἀποστολὴν τοῦ Ἰησοῦ Χριστοῦ ἐκ τῶν θαυμάτων αὐτοῦ, καίτοι λέγει μάλιστα ὅτι πάμπολλα ἐποίησε θαύματα, ἀλλ’ ὅμως δὲν ἀναφέρει, εἰ μὴ πέντε, βεβαίως ἐπειδὴ ἐγίνωσκεν ὅτι τὰ λοιπὰ ἀρκούντως ἐμνημονεύθησαν ὑπὸ τῶν πρώτων Εὐαγγελιστῶν. Δὲν ὁμιλεῖ παντάπασι περὶ τῶν περιοδειῶν τοῦ Ἰησοῦ Χριστοῦ εἰς τὴν Γαλιλαίαν, τῶν ἀκριβέστατα περιγραφεισῶν ὑπὸ τῶν πρὸ αὐτοῦ, ἀλλὰ διηγεῖται τὰ θαύματα καὶ τὰς θαυμαστὰς ὁμιλίας τοῦ Σωτῆρος ἐν Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, περὶ ὧν ἐκεῖνοι οὐδόλως ὡμίλησαν. Διότι ἐάν τις ἐξαιρέσῃ τὴν ἱστορίαν τοῦ πάθους, ἥτις ἐν ἑκάστῳ τῶν τεσσάρων Εὐαγγελίων ἀποτελεῖ τὸ ἀκριβέστερον μέρος, ὁ Ματθαῖος καὶ Μάρκος περιορίζουσι σχεδὸν ὅλως διόλου τὰς διηγήσεις αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, μὴ ἐξερχόμενοι τῶν ὀχθῶν τῆς λίμνης Γεννησαρὲτ ἢ τῶν παρακειμένων τόπων. Ὁ Λουκᾶς τῷ ὄντι ὑπερβαίνει ταῦτα τὰ ὅρια καὶ ἀκολουθεῖ τὸν Ἰηοῦν Χριστὸν εἰς τὴν Ἰουδαίαν, διηγούμενος διεξοδικῶς τὰς διαφόρους διδασκαλίας, τὰς κηρυχθείσας ὑπὸ τοῦ Σωτῆρος ἐν τοῖς πέριξ

τῆς Ἱερουσαλὴμ13 κατὰ τὸν τελευταῖον χρόνον τῆς ἐπἰ γῆς διατριβῆς αὐτοῦ, καὶ παραλειφθείσας ὑπὸ τῶν πρώτων Εὐαγγελιστῶν· ἀλλὰ σιωπᾷ, ὡς ἐκεῖνοι, πάντα, ὅσα συνέβησαν ἐν Ἱερουσαλὴμ, κατὰ τὰς εἰς αὐτὴν πεμοδείας τοῦ Χριστοῦ, πρὸ τῆς θριαμβευτικῆς αὐτοῦ εἰσόδου εἰς τὴν μητρόπολιν ταύτην τῶν Ἰουδαίων. Καὶ οἱ τρεῖς φαίνονται ὅτι ἵστανται εἰς τὰ ὅρια τῆς Ἰουδαίας ἢ εἰς τὰς πύλας τῆς Ἱερουσαλὴμ, καὶ ἀναμένουσιν ἐκεῖ τὴν ἐπάνοδον τοῦ Σωτῆρος. Ἀλλ’ ὁ Ἰωάννης ἀκολουθεῖ ἄλλο σχέδιον ὅλως ἀντίθετον· μὴ ἐνασχολούμενος εἰς τὰς περιοδείας τοῦ Κυρίου ἐν τῇ Γαλιλαίᾳ, φαίνεται ὅτι θέλει νὰ συνοδεύση αὐτὸν μόνον ἐν τῇ Ἰουδαίᾳ. Ἐκ τούτου προέρχεται ὅτι ὅλον σχεδὸν τὸ Εὐαγγέλιον αὐτοῦ πληροῦσιν αἱ ὁμιλίαι καὶ αἱ πράξεις τοῦ θεανθρώπου Ἰησοῦ, καὶ ὅτι ἐκ τῶν πρὸ τοῦ σωτηρίου πάθους γεγονότων δὲν ἀναφέρει εἰμὴ δύο, περιγραφέντα ἤδη ὑπὸ τῶν προγενεστέρων Εὐαγγελιστῶν, ἤτοι τὸν πολλαπλασιασμὸν τῶν ἄρτων καὶ τὸν ἐπὶ τῆς θαλασσης περίπατον τοῦ Χριστοῦ, τὸν ἐπακολουθήσαντα εὐδὺς μετὰ τὸ θαῦμα τῶν ἄρτων14. Ἀλλὰ καὶ τὰ δύο ταῦτα γεγονότα ἱστορεῖ ἐξ ἀνάγκης, ὡς εἰσαγωγικὰ καὶ ἑρμηνευτικὰ τῶν ὁμιλιῶν τοῦ Σωτῆρος, τῶν πληρουσῶν τὸ λοιπὸν τοῦ κεφαλαίου, περὶ ὧν οἱ πρὸ αὐτοῦ οὐδέν τι ἐμνημόνευσαν. Τἀνάπαλιν δὲ, προσθέτει εἰς τὴν ἱστορίαν τοῦ μυστικοῦ δείπνου τὴν διήγησιν τοῦ νιπτῆρος· προσδιορίζει τὴν ἐποχὴν τῆς φυλακίσεως τοῦ βαπτιστοῦ Ἰωάννου, ἣν ὁ Ματθαῖος καὶ ὁ Μάρκος δὲν ἀναφέρουσιν ἐν τῷ οἰκείῳ τόπῳ, καὶ ἀκολουθεῖ τὴν χρονολογικὴν τάξιν τοῦ Λουκᾶ· προσδιορίζει τὸν τόπον, ὅπου ἐγεινεν ἡ τριπλῆ ἄρνησις τοῦ ἀποστόλου Πέτρου, καὶ συμβιβάζει τὴν διήγησιν τῶν τριῶν ἄλλων Εὐαγγελιστῶν περὶ τῶν προσώπων, τῶν προκαλεσάντων τὴν τριπλῆν ταύτην ἄρνησιν·προσδιορίζει ὡσαύτως τὸν χρόνον τῆς ἐμφανίσεως τῶν ἀγγέλων εἰς τὸ μνημεῖον τοῦ Σωτῆρος, λέγων ὅτι ἐνεφανίσθησαν μετὰ τὴν εἰς τὸ μνημεῖον ἄφιξιν τῶν ἁγίων γυναικῶν15, προσδιορίζει τὰ τέσσαρα πάσχα, ἅτινα ἑώρτασεν ὁ Χριστὸς, καὶ παρέχει τὸν τρόπον νὰ κατατάξωμεν πάντα τὰ ὑπὸ τῶν τριῶν ἄλλων Εὐαγγελιστῶν ἱστορούμενα γεγονότα εἰς χρονολογικήν τινα τάξιν, καὶ νὰ ὑπαγάγωμεν αὐτὰ εἴς τινα συμφωνίαν. Ἡ ἔκθεσις αὕτη ἀποδεινύει, ὡς φαίνεται, προφανώς ὅ,τι ἄλλως καὶ ἡ ἐκκλησιαστικὴ παρὰδοσις διδάσκει, ὅτι ὁ ἠγαπημένος μαθητὴς τοῦ Κυρίου προτίθεται ἐν τῷ Εὐαγγελίῳ αὐτοῦ νὰ ἀναπληρώσῃ ὅσα παρελειψαν οἱ πρὸ αὐτοῦ. Πρὸς ἀνακεφαλαίωσιν τῶν μέχρι τοῦδε εἰρημένων ἐπισυνάπτομεν ἐνταῦθα καὶ τὴν σημείωσιν τοῦ Γάλλου κριτικοῦ Κελλεμέρου· «Τὸ διάφορον τοῦ σκοποῦ τοῦ Ἰωάννου, καθ’ ὃ διακρίνεται ἀπὸ τῶν ἄλλων Εὐαγγελιστῶν, ἐγέννησεν ἐξ ἀνάγκης καὶ τὰς μεγάλας διαφορὰς εἰς τὸ εἶδος· δὲν γράφει ἱστορίαν, ἀλλὰ συμπλήρωμα εἰς τὰς ἤδη γεγραμμένας ἱστορίας· ὅθεν τὸ σύγγραμμα αὐτοῦ δὲν εἶναι δυνατὸν νὰ ἔχῃ τὴν μορφὴν τελείου τινὸς ὅλου· διὰ τοῦτο δὲν πρέπει νὰ ζητῶμεν τὴν ἀρχὴν ἐκείνην, τὸ μέσον καὶ τὸ τέλος, ἅπερ διήγησίς τις συνήθως ἀπαιτεῖ· δὲν ἀρχίζει ἀπὸ τῆς γεννήσεως τοῦ Ἰησοῦ Χριστοῦ· μεταβαίνει ἀπὸ ὑποκειμένου εἰς ὑποκείμενον, παραλείπων ἐνίοτε τὰ ἐν τῷ μεταξύ· διηγεῖται καθ’ ἕκαστα πολλὰ τῶν τελευταίων συμβάντων τοῦ Σωτῆρος, καὶ δὲν καταπαύει τὴν ἱστορίαν κατὰ τὸν συνειθισμένον τρόπον, ἀλλ’ ἐπαναλαμβάνει πάλιν τὴν διήγησιν16, ἀφ’ οὗ σχεδὸν ἐτελείωσεν αὐτήν»17.

Ὀμιλία Α´. Ὁ Ἰωάννης κηρύττει τὴν Θεότητα τοῦ Λόγου τοῦ Θεοῦ

1) «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος.

2) Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.

3) Πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν» (ΙΩΑΝΝ. α´ 1–3).

§ 1. Οἰ ἄλλοι τρεῖς Εὐαγγελισταὶ Ματθαῖος, Μάρκος, καὶ Λουκᾶς ἐν τοῖς ἱεροῖς αὐτῶν εὐαγγελίοις ἐν πάσῃ ἀφελείᾳ καὶ ἀπλότητι ἀφηγοῦνται τὰς κυριωτέρας λεπτομερείας περὶ τῆς γεννήσεως, τῆς ἀποστολῆς καὶ διαφόρων περιπετειῶν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, πρὸς δ’ ἔτι τὰ θαύματα, τοὺς λόγους καὶ ἐν γένει τὴν διδασκαλίαν αὐτοῦ· οὐχὶ ὅμως ἅπαντα, ὅσα ἐποίησεν, οὐδὲ πάντα, ὅσα ἐδίδαξεν ὁ Κύριος ἡμῶν, οἱ ἱεροὶ καὶ θεόπνευστοι οὗτοι Εὐαγγελισταὶ ἔγραψαν, ἀλλὰ πάντα, ὅσα αὐτὸ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐγίνωσκεν, ὅτι εἰσὶν ἀναγκαῖα ἡμῖν «πρὸς ζωὴν καὶ εὐσέδειαν». Ὑελείπετο ἤδη ἵνα γωρίσωσιν ἡμῖν, τίς ἧν ὁ λαλήσας καὶ ποιήσας ταῦτα· διότι οἱ εἰς αὐτὸν πιστεύοντες ἐθεώρουν αὐτὸν ὡς τὸν προσδοκώμενον Μεσσίαν, ὡς «τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν βασιλέα τοῦ Ἰσραήλ». Οἱ ἀπόστολοι ἐν πρώτοις ἀνεγνώμσαν καὶ ὡμολόγησαν τὴν ἀλήθειαν ταύτην λέγοντες, «Σὺ εἶ ὁ Χριστὸς, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος».

§ 2. Ἀλλὰ.τίς καὶ ποίας φύσεως ἧν ὁ Χριστός; ἧν ἆρά γε ὃν κτιστόν, ῶσπερ ὁ φανεὶς τῷ Δανιὴλ καὶ τῇ Παρθένῳ Μαρίᾳ ἄγγελος; καὶ ἐν ποίᾳ ἐν νοίᾳ ὁ τίτλος Υἱὸς τοῦ Θεοῦ πρέπει νὰ ἐκ ληφθῇ; διότι καὶ ὁ Ἀδὰμ οὕτω καλεῖται ὡς μὴ ἔχων ἐπὶγειον πατέρα. Ἐν τοῦτοις ὁ εὐαγγελιστὴς Ἰωάννης ὁ ἐπιστήθιος οὗτος καὶ ἠγαπημένος τοῦ Χριστοῦ μαθητὴς, ἅμα δὲ καὶ τρανὸς τῆς θεότητος τοῦ Λόγου κῆρυξ, κηρύττει ἐνταῦθα λίαν σαφῶς ὅτι «ὁ δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθὼν ἐκ τῶν οὐρανῶν», οὐκ ἦν τὸ παράπαν ὂν κτιστὸν, οὐδὲ ἐν τῇ συνήθει ἐννοίᾳ καλεῖται Υἱὸς Θεοῦ, ἀλλ’ ὅτι ἐν τῇ ἰδίᾳ αὐτοῦ φύσει κατέχει ἁπάσας τὰς ἰδιότητας τὰς τῷ Θεῷ ἀνηκούσας οὐσιωδῶς. Λέγει δὲ ὁ Εὐαγγελιστὴς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἧν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος», ἐν ἀρχῇ δηλονότι ἀπάσης κτίσεως, ἐν ἀρχῇ παντὸς χρόνου, ἐν ἀρχῇ πάσης αἰωνιότητος, ἢ, καθ’ ἃ λέγει ὁ ἀπόστολος Παῦλος, «αὐτός ἐστι πρὸ πάντων». Ἀλλὰ διὰ τί ὁ ἱερὸς Εὐαγγελιστὴς λέγει «Ἐν ἀρχῇ ἦν ὁ Λόγος», καὶ οὐχὶ «ἐν ἀρχῇ ἦν ὁ Υἱὸς»; Ἵνα τὸ ἀπαθές τῆς γεννήσεως δείξῃ· ἵνα δηλώσῃ, ὅτι οἵα ἡ σχέσις τοῦ λόγου πρὸς τὸν νοῦν, τοιαύτη καὶ ἡ τοῦ Θεοῦ Λόγου πρὸς τὸν Πατέρα. Ἐξετάσωμεν τὴν τοιαύτην σχέσιν. Ὁ λόγος φύσει γεννᾶται ἐκ τοῦ νοῦ ἡμῶν, τοῦ ὅποίου ἐκφράζει καὶ ἀποκαλύπτει τὰ τε αἰσθήματα καὶ διανοήματα· μένων δὲ ἐντὸς ἡμῶν μετὰ τοῦ γεννήσαντος αὐτὸν νοῦ καὶ ἐνδιάθετος διὰ τοῦτο καλούμενος, ἐστὶν ἀόρατος μετὰ ἀοράτου, νοητὸς μετὰ νοητοῦ, ἀσώματος μετὰ ἀσωμάταυ· μέλλων δὲ ἐξελθεῖν χωρεῖ ἐπὶ ὸό στόμα, ὁπόθεν φωνὴν ἐνδυσάμενος προέργεται εἰς τὸ κενὸν καὶ οὕτως ὁ πρώην ἄδηλος γίνεται δῆλος νῦν, ἐξελθὼν δὲ πληροῖ μυρίας ἀκοάς. Τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ τοῦ θείου καὶ ἀϊδίου Λόγου τὸν Θεοῦ. Οὗτος ἐξηγεῖται καὶ ἀποκαλύπτει τὰ αἰσθήματα, τὰς βουλὰς καὶ τὰ θελήματα τοῦ Θεοῦ, μεθ’ οὗ κοινὰ τὰ πάντα ἔχει, εἰς μυρίας μυριάδας πιστῶν. Ψευδὴς δ’ ἐστὶν ἡ ὑπόθεσις, ὅτι ὁ ἐξἐλθὼν λόγος ὁ καὶ προφομκὸς διὰ τοῦτο καλούμενος ἀφίσταται δῆθεν τοῦ γεννήσαντος αὐτὸν νοῦ· διότι τίς τῶν ἀνθρώπων, ἐπειδὰν λαλήσῃ λόγαν καὶ διδάξῃ ἄλλους ἑαυτὸν τοῦ λόγου κενοῖ; Ἡ παραδοχὴ τῆς τοιαύτης ὑποθέσεώς ἐστιν ἄντικρυς μωρία, ἐπομένως έάν τι φθέγξωμαι καὶ προέλθῃ εἰς ἄλλων ἀκοὰς, οὐδόλως εἰπεῖν δύναμαι ὅτι τὸν ἐμὸν νοῦν κατέλιπον ἔρημον, οὕτως ἔχει καὶ περὶ τοῦ Λόγου τοῦ Θεοῦ· οὐδόλως δυνάμεθα εἰπεῖν ὅτι ὁ ἐκ τῶν πατμκῶν κόλπων ἐξελθὼν καὶ εἰς τὴν γῆν ἀποσταλεὶς Λόγος κατέλιπε τὸν γεννήσαντα. Καὶ ὁ θεῖος Χρυσόστομος λέγει που· «Διὰ τί τοῦτο παρῃτήσατο ὁ Εὐαγγελιστὴς καὶ οὐκ εἶπεν ἐν ἀρχῇ ἦν ὁ Υἱὸς; Ἵνα μὴ ἡ τοῦ υἱοῦ προσηγορία πάθους γέννησιν εἰσαγάγῃ· ἀλλὰ λέγει αὐτὸν Λόγον, ἵνα τὸ ἀπαθὲς παραστήσῃ τῆς γεννήσεως». Καὶ ἀλλαχοῦ· «Ἐπειδὴ γὰρ ἀπαθὴς ἡ τοῦ Λόγου γέννησις, Λόγον λέγει ἵνα ἀπὸ τῶν κατὰ σὲ τὰ ὑπὲρ σέ παιδευσῃ, ὅτι ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πάθει γεννᾷ, οὐ τέμνεται, οὐ ρεῖ, οὐδὲ ἄλλο τι τῶν σωματικῶν ὑφίσταται· οὕτω καὶ ἡ θεία καὶ ἀπαθὴς γέννησις ἄφραστος καὶ ἀκατάληπτος οὐ τεμνουμένη, οὐ μεριζομένη ... ἀλλ’ ἑνουμένη καλῶς».

§ 3. Διὰ τοῦτο λοιπὸν ὁ ἱερὸς Εὐαγγελιστὴς ἀρχόμενος τοῦ κατ’ αὐτὸν Εὐαγγελίου λέγει: «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἧν ὁ Λόγος», ἵνα ἡμῖν δείξῃ ὅτι ὁ Λόγος ὁ προσλαβὸν ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν ἦν πρὸς τὸν Θεὸν μετέχων τῆς αὐτῆς καὶ ἀπαραλλάκτου οὐσίας τε καὶ φύσεως αἰωνίου, οὐχὶ κτιστῆς, ἦν πρὸ πάντων τῶν αἰώνων. Ἵνα δὲ μή τις υἱὸν ἀκούσας ὑπολάβῃ αὐτὸν νεώτερον τοῦ Πατρὸς, ἀκουσάτω τοῦ θείου Χρυσοστόμου λέγοντος: «Εἐπὲ γάρ μοι τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτὴς ἐκπηδᾷ τῆς τοῦ ἡλίου φύσεως, ἢ ἄλλοθέν ποθεν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ καὶ τὰς αἰσθήσεις πεπηρωμένον, ὅτι ἐξ αὐτῆς. Ἀλλ’ ὅμως καὶ ἐξ αὐτοῦ ὂν τοῦ ἡλίου τὸ ἀπαύγασμα οὐκ ἄν ποτε ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς φύσεως, ἐπειδὴ μηδὲ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ». Ἦν λοιπὸν πρὸ πάντων τῶν αἰώνων ὡς συναΐδιος Σοφία τοῦ Θεοῦ, καθὰ λέγει ὁ ψαλμῳδὸς, «Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε», καὶ ὁ ἐπώνυμὸς τῆς σοφίας: «Ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδραθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με... Ἡνίκα ἡτοίμαζε τὸν οὐρανον συμπαρήμην αὐτῷ... ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην... καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ»18.

§ 4. Ὁ Εὐαγγελιστὴς Ἰωάννης ἐπάγεται ἔτι περὶ αὐτοῦ λέγων: «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν· ἀκούσωμεν καὶ τοῦ θεηγόρου Παύλου προσεπιμαρτυροῦντος: «Ἐν αὐτῷ (τῷ Λόγῳ) ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα ... τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ πάντα ἐν αὐτῷ συνέστηκεν». Πάντα δι’ αὐτοῦ ἐγενετο οὐχὶ δὴ ἀνεξαρτήτως τοῦ Πατρὸς, ἀλλὰ κοινῇ μετ’ αὐτοῦ·«Ἡμῖν λέγει ὁ θεῖος ἀπόστολος, ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ». Ἐν τῇ βίβλῳ τῆς Γενέσεως ἀναγινώσκομεν ὅτι «Ἑν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», καὶ κατανοοῦμεν ἐνταῦθα ὅτι ἐκτελεστὴς τῆς δυνάμεως αὐτοῦ, σύμβουλος αὐτοῦ ἧν ὁ Λόγος, καθὰ μαρτυρεῖ περὶ τούτου λέγων ὁ ψαλμωδός: «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν». «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ». Τοῦτο πάντως ἐννοῶν καὶ ὁ θεῖος ἀπόστολος λέγει: «Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῆ Χριστοῦ», «ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν». «Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ».

§ 5. Ὁ ἄνθρωπος βεβυθισμένος ὢν ἐν τῷ σκότει τῆς περὶ Θεοῦ ἀγνωσίας οὐδὲν σαφὲς περὶ τοῦ ὑπερτάτου τούτου ὄντος ἐγίνωσκεν. Ἡ περὶ Θεοῦ γνῶσις αὐτοῦ ἐβάδιζε συνῳδὰ τῇ πνευματικῇ αὐτοῦ ἀναπτύξει. Καὶ τῷ ὄντι ὁ νοῦς ἡμῶν πείθει ἡμᾶς ὅτι ὑπάρχει ὂν ἀπ’ ἀρχῆς, πρὸ πάντων, καὶ δι’ οὗ τὰ πάντα ἐκτίσθησαν καὶ ὑφίστανται. Ὁ νοῦς πληρέστατα συνᾴδει τοῦς λόγοις τοῦ ψαλμῳδοῦ, «Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί». Ἀλλὰ πλήρη καὶ τελείαν περὶ Θεοῦ καὶ τῶν ἰδιοτήτων αὐτοῦ γνῶσιν οὐδόλως θὰ ἠδυνάμεθα ἵνα ἔχωμεν, εἰ μὴ ὁ Θεὸς ἀπεκάλυπτεν ἡμῖν διὰ τοῦ μονογενοῦς Υἱοῦ καὶ Λόγου αὐτοῦ. Ὁ ἄνθρωπος πεπερασμένος ὢν οὐδόλως δύναται διὰ τῆς ἐρεύνης αὐτοῦ νὰ κατανοήσῃ τι περὶ τῆς φύσεως καὶ ἐν γένει τῆς οὐσίας τοῦ Θεοῦ. Μὴ δυνάμενοι λοιπὸν διὰ τῶν ἐρευνῶν ἡμῶν ἵνα ἀποκαλύψωμεν μήτε τὴν φύσιν, μήτε τὴν ὑπόστασιν τοῦ Πλάστου – διότι κατὰ τὸν Ἰὼβ, «μὴ ἴχνος Κυρίου εὑρήσεις; ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ὧν ἐποίησεν ὁ παντοκράτωρ»; καὶ κατὰ τὸν Παῦλον, «Τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο»; – Ταπεινωθῶμεν δὴ ἐνώπιον αὐτοῦ λέγοντες: «Ἄξιος εἶ, Κύριε, λαβεῖν τὴν δόξαν, τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα καὶ διὰ τὸ θέλημά σου εἰσὶ καὶ ἐκτίσθησαν». «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως· Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ»! Τῷ θελήματί σου σὺ ἔκτισας τὰ πάντα, ἀλλὰ τίς ἀποβλέπων εἰς τὴν κατάστασιν τοῦ κόσμου πρὸ τῆς ἐλεύσεως τοῦ θείου Λόγου Σου, βλέπων τὸ κτίσμα μὴ ἀναγνωρίζον τὸν κτίστην αὐτοῦ, ἀπηλλοτμωμένον τοῦ δημιουργοῦ αὐτοῦ, θὰ ἐπίστευε τοῦτο; Ὁ ἐν ἀρχῇ λοιπὸν δημιουργήσας τὴν γῆν πρὸς χρῆσιν τοῦ ἀνθρώπου καὶ τοῦτον ὅπως κατοικῇ αὐτὴν, ηὐδόκησεν ἵνα ἅπαξ ἔτι παρεμβῇ ὑπὲρ τοῦ ἀνθρώπου, ὅστις «ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεδλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς». Ὁ εἰπὼν ἐν ἀρχῇ; «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», αὐτὸς οὗτος λέγει ἔτι καὶ νῦν, ἀναπλάσωμεν τὸν ἀνθρωπον κατὰ τὴν εἰκόνα ἐκείνην, ἣν δι’ ἑαυτὸν ἀπώλεσε καὶ κατὰ τὴν ὁμοιότητα ἐκείνην, ἣν ἡ ἁμαρτία ὅλως ἠμαύρωσε καὶ κατέστρεψεν, «Ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν», «ἐλάλησεν ἡμῖν ἐν υίῷ» (ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν».

§ 6. Ἐὰν τοίνυν ἀκούσωμεν τὴν πρόσκλησιν αὐτοῦ, ἐὰν ὑπακοόσωμεν τῷ Λόγῳ αὐτοῦ, ἡ ἀποκάλυψις ἡ γενομένη ἡμῖν ἐνταῦθα διὰ τοῦ Εὐαγγελιστοῦ Ἰωάννοὐ ἔσται τὸ θεμέλιον τῆς τε ἐλπίδος καὶ τῆς παραμυθίας ἡμῶν. Ἐὰν Ἐκεῖνος, ὃν ἤλθομεν εὑρεῖν καὶ παρ’ ᾧ κατεφύγομεν «φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς», «ᾖ ὁ ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας», ἡ μεγαλειότης, ἡ δύναμις καὶ ἡ ἐξουσία αὐτοῦ στερεοῦσι καὶ στερεώσουσιν ἡμᾶς. Ὁ ἐπαγγελλόμενος λύτρωσιν καὶ σωτηρίαν πᾶσι τοῖς εἰλικρινῶς πρὸς αὐτὸν προσερχομένοις οὐκ ἔστι προφήτης ἔχων ἐξουσίαν τοῦ ἀποκαλῦψαι τὸ θέλημα τοῦ Θεοῦ, οὐδ’ ἄνθρωπος φύσει ὅμοιος ἡμῖν, ἀλλ’ «ὡς ἐν μορφῇ Θεοῦ ὑπαρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τοῦ εἶναι ἴσα Θεῷ». «Ναὶ μὲν «ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος»· ἐγένετο ἄνθρωπος ἵνα τὴν καταπεσοῦσαν ἀνθρωπότητα σώσῃ, «κατὰ πάντα, καθ’ ὁμοιότητα, ἀλλὰ χωρὶς ἁμαρτίας». Ἔστιν ὁ Λόγος τοῦ Θεοῦ, οἧπερ «ἐν τῷ ὀνόματι πᾶν γόνυ κάπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός».

§ 7. Πρὸς τί λοιπὸν διαστρέφουσί τινες καὶ διαστρεβλοῦσι τὴν Γραφήν; Διατί ἐξαλείφουσιν ἀπ’ αὐτῆς τοὺς οὐσιωδεστάτους χαρακτῆρας καὶ ὡς εἰπεῖν ἀναγράφουσιν αὐτὴν ἐκ νέου ἵνα, εἰ δυνατὸν, ἐξαλείψωσιν ἀπ’ αὐτῆς τὰς ἐναργεῖς ὑποτυπώσεις καὶ τὰ ἀνεξίτηλα ἴχνη τῆς Θεότητος τοῦ Χριστοῦ κινδυνεύοντες οὕτω ματαίως ἵνα βασκάνωσι τὴν ἀλήθειαν ταύτην τὴν οὕτω διακεκμμένην καὶ ἐπὶσημον; Ὁ Σωτὴρ λέγει· «Ἐρευνᾶτε τὰς Γραφάς»· «Ἐρευνᾶτε», ἀλλὰ. μὴ παραφθείρετε· «ἐρευνᾶτε» μὴ ἁπλῶς ἀναγινώσκοντες, ἀλλὰ τὰ βάθη τῶν νοημάτων ἐξιχνιάζοντες. Ὥσπερ ὁ Θεὸς ἔθηκεν ἔμπροσθεν ἡμῶν τὴν φύσιν τῶν πραγμάτων οἷον λίθους, ξύλα, σίδηρον, χαλκὸν καὶ λοιπὰ, ἀφῆκε δὲ ἡμῖν τὴν ἐπὶνοιαν καὶ τὴν τέχνην πρὸς ὑπηρεσίαν ἡμῶν, οὕτως ἔδωκεν ἡμῖν καὶ τὰς Γραφὰς, τὰς δὲ θεωρίας καλύψας ἀφῆκεν ἡμῖν τὴν τέχνην τοῦ νοῦ, τὴν ἐξαισίαν ὄντως ταύτην καὶ εὐγενῆ τέχνην ἵνα χρησιμοποιήσωμεν ταύτας διὰ τὴν ἡμῶν ὠφέλειαν Πάντῃ περιττόν ἐστιν εἰπεῖν ὁπόση ὠφέλεια προέρχεται ἡμῖν ἐκ τῆς καλῆς καὶ μετὰ λόγου χρήσεως τῶν δοθέντων ἡμῖν ὑπὸ τοῦ Θεοῦ πραγμάτων, τοὐναντίον δὲ ὁπόση προκύπτει ζημία ἐκ τῆς ἀγνοίας τῆς χρήσεως, ἢ ἐκ τῆς μὴ ἐσκεμμένης χρήσεως. Οὕτως ἔχει καὶ περὶ τῆς Γραφῆς· ὁ Θεὸς δῆλον ὅτι κατέλιπεν ἡμῖν τὰς ἁγίας Γραφὰς ἵνα ἴδῃ τὴν σπουδὴν ἡμῶν, εἰ ἐπισταμένως καὶ μετὰ λόγου μελετῶμεν αὐτὰς, ἢ παρερμηνεύομεν. Μὴ παραχαράττωμεν λοιπὸν, μηδὲ «στρεβλώμεν αὐτὰς πρὸς τὴν ἰδίαν ἡμῶν ἀπώλειαν».

§ 8. Ἀληθῶς ὁ Υἱὸς καὶ Λόγος τοῦ προανάρχου Πατρὸς «σάρξ ἐγένετο», ἄνθρωπος φύσει ὅμοιος ἡμῖν «συμπαθῶν ταῖς ἀσθενείαις ἡμῶν», ἀλλ’ ἅμα ἐστὶ καὶ Θεὸς ἔχων ἅπασαν τὴν δύναμιν ὅπως σώσῃ ἡμᾶς. Ἰδοὺ ἡ βάσις, ἐφ’ ἧς ἐθεμελιοῦτο ἡ πίστις τοῦ Παύλου λέγοντος, «Τίς ἐγ καλέσει κατὰ ἐκ λεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν». Ἀνάγκη λοιπὸν ὅπως εἰς αὐτὸν ἀποκαλύψωμεν τοὺς φόβους ἡμῶν· Ἀὐτός ἐστι παντοδύναμος ἵνα ἐνισχύσῃ καὶ στηρίξῃ ἡμᾶς καὶ «δύναται σώζειν εἰς τὸ παντελὲς τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ». Ἀναγινώσκομεν ἐν τῇ Γραφῇ, ὅτι «προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλοὺς, τυφλοὺς, κωφοὺς, κυλλοὺς καὶ ἑτέρους, πολλοὺς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐθεράπευσεν αὐτούς». Μιμηθῶμεν καὶ ἡμεῖς αὐτοὺς καὶ φέρωμεν παρὰ; τοὺς πόδας αὐτοῦ πάσας ἡμῶν τὰς ἠθικὰς ἀσθενείας «μοιχείαν, πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, εἰδωλολατρείαν, φαρμακείαν, ἔχθρας, ἔρεις, ζήλους, θυμοὺς, ἐριθείας, διχοστασίας, αἱρέσεις, φθόνους, φόνους, μέθας, κώμους, καὶ τὰ ὅμοια τούτοις», καὶ ὦμεν βέβαιοι ὅτι εὑρήσομεν τάχιστα τὴν θεραπείαν αὐτῶν. Αὐτός ἐστιν εὔσπλαγχνος καὶ ἕτοιμος πάντοτε ἵνα ἀνακουφίσῃ, «καταρτίσῃ, στηρίξῃ, σθενώσῃ, θεμελιώσῃ» ἡμᾶς καὶ προσκαλεῖ μάλιστα λέγων: «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». Δεῦτε, οὐχὶ ὁ δεῖνα καὶ δεῖνα, ἀλλὰ πάντες οἱ ἐν φροντίσιν, οἱ ἐν μερίμναις, οἱ ἐν στενοχωρίαις, οἱ ἐν θλίψεσιν, οἱ ἐν λύπαις, οἱ ἐν κινδύνοις, οὐχὶ ἵνα ἀπαιτήσω εὐθύνας, ἀλλ’ ἵνα λύσω ἁμαρτήματα, ἀλλ’ ἵνα σώσω ὑμᾶς· ἐπὶ τούτῳ γὰρ ἐλήλυθα εἰς τὸν κόσμον. Τίς ἐξ ἡμῶν εἰς τὴν πρόσκλησιν ταύτην τοῦ Κυρίου ὀκνηρὸς φανήσεται; Προσέλθωμεν λοιπὸν αὐτῷ «ἐν πνεύματι ταπεινοφροσύνης τε καὶ πραότητος», Αὐτὸς δὲ, ὅς ἐστι «πεμβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Ὁ ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ», ἀδύνατον ἵνα παρίδῃ ἡμᾶς. «Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν».

Ὁμιλία В´. Ὁ Λόγος ἐστὶν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων

4) «Ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων».

5) Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν» (ΙΩΑΝΝ. α´ 4–5).

§ 1. Ὁ εὐαγγελιστὴς Ἰωάννης καταδείζας ἤδη διὰ τῶν εἰρημίν τὴν θεότητα, τὴν ἀϊδιότητα καὶ τὴν δημιουργὸν τοῦ Λόγου δύναμιν προστίθησι νῦν «ὅτι ἐν αὐτῷ ζωὴ ἧν», ἤτοι ἡ ζωὴ ἐκείνη, ἐξ ἧς ἐξαρτᾶται ἡ ζωὴ ἡ δι’ αὐτοῦ τοῦς ἀνθρώποις διδομένη, «ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ»· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ». Ἀλλ’ ἡ ζωὴ, περὶ ἧς ἐνταῦθα γίνεται λόγος, μείζων ἐστὶ τῆς ἐμφυσηθείσης ἐν τῷ προσώπῳ τοῦ πρώτου ἀνθρώπου, ὅτε «ἐγένετο εἰς ψυχὴν ζῶσαν». «Ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων». Ποία δ’ ἐστὶν ἡ ζωὴ αὕτη; Ἡ ζωὴ αὕτη ἐστὶν οὐχὶ ἡ φυσικὴ, ἀλλ’ ἡ πνευματικὴ, «ἧς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος» (Χρυσόστομος). Καὶ αὕτη ἐστὶ«τὸ φῶς τῶν ἀνθρώπων», «οὐ μόνον τῶν Ἰουδαίων, ἀλλὰ καθόλου τῶν ἀνθρώπων· οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἧλθον τὴν γνῶσιν, καὶ καινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς» (Χρυσόστομος). Ἡ ζωὴ αὕτη ἐστὶν ἐν τῷ Υἱῷ καὶ δι’ αὐτοῦ μετεδόθη ἐν τῇ καρδίᾳ τῶν ἀνθρώπων· διότι, ὡς λέγει ὁ θεῖος Ἀπόστολος «ἡμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἀμαρτίαις... συνεζωοποίησε». Δι’ ὅπερ αὐτὸς οὐτὸς ὁ Εὐαγγελιστὴς ἐν τῇ πρώτῃ τῶν αὑτοῦ ἐπἰστολῶν σημειοῦται περὶ τοῦ Λόγου τῆς ζωῆς λέγων, «Ὅ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ τῆς Λόγου τῆς ζωῆς ... ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν». «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος». Ἡ δήλωσις αὕτη προσήκει ἀληθῶς Ἑκείνῳ, ὅστις γεννᾷ ἐν τῇ ψυχῇ νέαν ὕπαρξιν παρατεινομένην μέχρι τῆς αἰωνιότητο. Ἡ ζωὴ αὕτη ἐστὶν ἐν τῇ ψυχῇ, ὅ,τι τὸ φῶς ἐστιν ἐν τῷ ἀνθρωπίνῳ σώματι, «εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον»; Ἀλλ’ ἔτι μεῖζον ἔσται τὸ σκότος τῆς ψυχῆς ἄνευ τοῦ φωτὸς τούτου, τοῦ πηγάζοντας ἐκ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ καθιστῶντας ταύτην ἱκανὴν πρὸς ἐκπλήρωσιν τῶν σκοπῶν, δι’ οὓς ὑπὸὁ τοῦ Παναγάθου Θεοῦ ἐδημιουργήθη καὶ νῷ ἐπροικίσθη.

§ 2. Σπέρματά τινα τῆς θείας ταύτης ζωῆς, ἀκτῖνές τινες τοῦ οὐρανίου τε καὶ θείου τούτου φωτὸς ἧσαν πάντοτε διεσπαρμένα ἐν τῷ κόσμῳ διότι, ὥς περ ἐν τῇ φύσει πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς τὸ, φῶς τοῦτο προαγγέλλεται ἡμῖν διὰ τινος ἀπαυγάσματος, ὅπερ ὅσον κἂν ᾖ ἀνεπαρκὲς πρὸς τὰς τοῦ βίου ἡμῶν ἀνάγκας, ὑπὸ παλλὰς ὅμως ἐπόψεις ὠφελιμώτατόν ἐστι, τοῦτ’ αὐτὸ συνέβη καὶ εἰς τὸ πνευματικὸν φῶς, ὅπερ πρὶν ἐν ὅλῃ αὐτοῦ τῇ λαμπρότητι ἀνατείλῃ, ὑπέφαινεν ἤδη· πρὸ πολλοῦ δηλονότι χρόνου, ἐφαίνοντο ἀμυδραί τινες λάμψεις τοῦ θείου τούτου φωτὸς, ἀπαυγάζουσαι ἔστιν ὅτε ἐνιαχοῦ ἀντανακλάσεις ἐν τῷ σκότει, πρὶν οἱ περὶ Ἱερουσαλὴμ λόγοι τοῦ Προφήτου πληρωθῶσι. «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γίρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν».

§ 3. Οὕτω διὰ τῶν πρωΐμων τούτων ἀκτίνων τινὲς τῶν ἐθνικῶν μᾶλλον τῶν ἄλλων φωτισθέντες καὶ ἐπιθυμοῦντες ἵνα ἑαυτοὺς ἀπὸ τῆς ἐν ὅλῳ τῷ κόσμῳ βασιλευούσης τότε γενικῆς περὶ Θεοῦ ἀγνοίας ἐξαγάγωσιν, ὡρμήθησαν διὰ τῆς φιλοσοφίας, «ἣ. ὡς λέγει τις εὐδόκιμος τῶν ἀρχίων ρητόρων, πρός τε τὰς πράξεις ἡμᾶς ἐπαίδευσε καὶ πρὸς ἀλλήλους ἐπράϋνε καὶ τῶν συμφορῶν τὰς τε δι’ ἀμαθίαν καὶ τὰς ἐξ ἀνάγκης γιγνομένας διείλεν», ἵνα εὕρωσι τὸν Κύριον «ψη λαφοῦντες», «ὡς καὶ τινες τῶν ποιητῶν αὐτῶν εἰρήκασι· «Τοῦ γὰρ καὶ γένος ἐσμὲν», οἵτινες ὑπὸ τοῦ ἀμυδροῦ τούτου φωτὸς ὁδηγούμενοι ἐλάτρευον τὰς ὑπεράνω αὐτῶν ὁμολογουμένας δυνάμεις, μὴ γινώσκοντες ἀκριβῶς, τίνας ἐπεκαλοῦντο· ὥστε ὁ ἀπόστολος Παύλος «Ἀναθεωρῶν τὰ σεβάσματα τῶν Ἀθηναίων, εὗρε καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ». Τὸ φῶς τοῦτο ἔτι πορρωτέρω αὐτοὺς θὰ ὡδήγει, εἰμὴ ἡμαυροῦτο πολάκις· διότι «οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπ ἐπιγνώσει».

§ 4. Ἀλλ’ ἐν τῷ μέσῳ μάλιστα τοῦ Ἰουδαϊκοῦ λαοῦ ἡ ζωὴ ἦἣν ἔτι μᾶλλον «τὸ φῶς τῶν ἀνθρώπων». Πολλοὶ πρὸς τὸ φῶς τοῦτο ἐλθόντες ἔλαβον τὴν ζωὴν, εἶχον φόβον Θεοῦ καὶ ἔπραττον, ὅπερ ἦν δίκαιον, «δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦντες». – Διὰ τοῦ φωτὸς τούτου «πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι’ ἧς ἐμαρτυήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται». – Διὰ τοῦ φωτὸς τούτου «Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδείν θάνατον ... πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ». Διὰ τοῦ φωτὸς τούτου ὁ Ἀβραὰμ ὑπήκουσε τῇ κλήσει τοῦ Θεοῦ «καταλιπὼν πατρίδα καὶ συγγενεῖς αὐτοῦ καὶ ζητῶν κρείττονα κατοικίαν, τὴν ἐν οὐρανοῖς αἰώνιον». Διὰ τοῦ φωτὸς τούτου παρῄτησε Μωσῆς πᾶσαν τέρψιν καὶ ἡδονὴν ἐν τῇ αὐλῇ Φαραὼ, «μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ». Διὰ τοῦ φωτὸς τοῦτοῦ «πολλοὶ προφῆται καὶ δίκαιοι» ἀπέθανον «πάντες μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ πεισθέντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς». Διὰ τοῦ φωτὸς τούτου «οἱ ἅγιοι πάντες, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων». Διὰ τοῦ φωτὸς τούτου ὁ βαπτιστὴς Ἰωάννης ὡμολόγησεν ὅτι «οὐκ ἔστιν αὐτος ὁ Χριστὸς, ἀλλ’ ὁ ὀπίσω αὐτοῦ ἐρχόμενος, ὃς ἔμπροσθεν αὐτοῦ γέγονεν· οὗ αὐτὸς οὐκ ἔστιν ἄξιος, ἵνα λύσῃ αὐτοῦ τὸν ἱμᾶντα τοῦ ὑποδήματος». Διὰ τοῦ φωτὸς τούτου ὁ εὐαγγελιστὴς Ἰωάννης ἐκήρυξεν οὕτω τρανῶς τὴν θεότητα καὶ ἀϊδιότητα τοῦ θείου Λόγου εἰπών: «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος».

§ 5. «Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν» Ὁ νόμος οὐδὲν ἄλλο ἦν, εἰ μὴ «σκιὰ τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων ἔχων», ἥτις ἐν ὅλῃ αὐτῆς τῇ λαμπρότητι ἔμελλε φανερωθῆναι ἐν τῷ κόσμῳ· διότι «ὁ προφητικὸς λόγος ἧν λύχνος φαίνων ἐν αὐχμηρῷ τόπῳ». Δι’ ὅ οἱ προσαγαγόντες τοῦτον εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπεθύμουν μὲν ἰδεῖν τὰ τότε ἐν ὀπτασίᾳ αὐτοῖς φανερωθέντα, ἀλλ’ οὐκ εἰδον «ἐρευνῶντες εἰς τίνα ἣ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προσμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταύτας δόξας». Ἡ προαιώνιος καὶ ἄπειρος βουλὴ τοῦ Θεοῦ, ἣν ηὐδόκησεν ἐκπληρῶσαι ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἐλθὼν «δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρων ἀντὶ πολλῶν», οὐδόλως ἠδύνατο ἵνα κατανοηθῇ εἰ μὴ ἀμυδρῶς, πριν τὰ γεγονότα ἄπλετον ἐπιρρίψωσιν ἐπὶ τῶν προρρήσεων φῶς. Ἡ τῶν ἀνθρώπων θέσις πρὸς τὰ τοῦ Θεοῦ, πρὸς τὰ παρόντα καθήκοντα αὐτῶν καὶ πρὸς πάσας τὰς μελλούσας αὐτῶν προσδοκίας περιγράφεται ἐναργῶς ἐν τοῖς οὕτως ἐκφραστικοῖς τούτοις ρήμασι: «Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». Ἐν τῷ μεταξὺ τοῦ γενικοῦ τούτου τῆς ἀγνωσίας σκότους, ὡς εἴρηται, ἐφαίνοντο βέβαιοί τινες καὶ ἀσφαλεῖς ἀκτῖνες ρίπτουσαι ἀσθενὲς ἔστιν ὅτε φῶς μὴ δυνάμενον ἵνα τὸ πυκνὸν διαλύσῃ σκότος. Ἡ περὶ Θεοῦ ἀγνωσία ἦν καθολικὴ, ἅτε δὴ μηδενὸς περὶ τούτου ἀκριβεῖς καὶ θετικὰς ἔχοντος γνώσεις.

§ 6. Λίαν λυπηρὸν τῷ ὄντι ἐστὶν, ἀλλ’ ὁμολογητέον ὅτι ἡ περιγραφὴ αὕτή ἁρμόζει πληρέστατα εἰς τοὺς καθ’ ἡμᾶς χρόνους ὁπότε οὐδεμίαν μάλιστα ἀπολογίαν ἔχομεν εἰπεῖν· διότι «τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῦς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν». Τὸ ἀσθενὲς φῶς, ἡ ἀβέβαιος γνῶσις, ἣν κατεῖχον οἱ τῶν Ἰουδαίων Πατμάρχαι, οὐδόλως κατὰ δίκαιον λόγον ἠδύνατο ἵνα λογισθῇ αὐτοῖς ὡς ἁμαρτία. Ἀλλὰ φεῦ! τί πρέπει νῦν νὰ εἴπωμεν περὶ τοῦ ἑκουσίου σκότους, ἐν ᾧ εὑρίσκονται οἱ κλείοντες τοὺς ὀφθαλμοὺς εἰς τὸ φῶς τῆς ἡμέρας, εἰς τὸν ἐν ὅλῃ αὐτοῦ τῇ λαμπρότητι ἀνατείλαντα «ἥλιον τῆς δικαιοσύνης»; Οἱ ὑπὸ τοῦ ἡμετέρου Εὐαγγελιστοῦ ἀναφερόμενοι λόγοι τοῦ Λυτρωτοῦ βαρύτατα καταδικάζουσι τὸ ἀμέριμνον, τὴν ἀπάθειαν καὶ τὴν ἀδιαφορίαν ἡμῶν, «εἰ μὴ ἧλθον, λέγει, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν». Αὐτὸς ὁ Θεὸς ἀναλαβὼν τὴν σωτηρίαν τῶν ἀνθρώπων ἀγγέλλει, κηρύττει βουλὴν προαιώνιον «ἀπὸ καταβολῆς κόσμου» προωρίσμένην καὶ δίδωσιν ἐνδείξεις αὐτῆς διὰ στόματος «ἀγίων τοῦ Θεοῦ ἀνθρώπων, οἵτινες ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν». Αὐτός ἐστιν αἴτιος ἵνα διὰ τῶν ἀκτίνων τοῦ προφητικοῦ φωτὸς προηγηθῶσιν οἱ μέλλοντες ἐτοιμάσαι τὴν ὁδὸν ἔμπροσθεν αὐτοῦ καὶ ἐπιστρέψαι τοὺς ἀνθρώπους προτρέποντες αὐτοὺς ἵνα ἐγρηγορῶσι καὶ ἑτοιμασθῶσιν εἰς τὴν λαμπρὰν τῆς ἐλεύσεως αὐτοῦ λαμπηδόνα, μέχρις οὗ «· ὁ ἥλιος τῆς δικαιοσύνης» ἀνατείλῃ κομίζων τὴν «ἴασιν ἐν ταῖς πτέρυξιν αὐτοῦ» καὶ ἡ φωνὴ αὐτῶν ἀντηχήση ἀπὸ ἄκρου ἕως ἄκρου τὴς γῆς». «Ἐγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός».

§ 7. Ὁ ἧχος τῆς φωνῆς ταύτης ἀδύνατον ἦν νὰ μὴ ἀφιχθῇ καὶ μέχρις ἡμῶν ἡ Γραφὴ ὡς λαμπρὸς καὶ ἐπιδέξιος καλλιτέχνης εἰκονίζει τὴν καταστροφὴν καὶ τὴν πτῶσιν, ἐν ᾗ μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος διετέλει, τοσοῦτον ἐλεεινὴν καὶ ἀξιοδάκρυτον·ὥστε αὐτὴ αὕτη ἡ ὑψίστη δύναμις, αὐτὴ ἡ ζωὴ ἡ τὴν ζωὴν δίδουσα, ἐδέησεν ἵνα ἔλθῃ καὶ ἐξαγοράσῃ αὐτὸν, αὐτὸ τὸ θεῖον τὸ πλάσαν αὐτὸν κατὰ πρῶτον ἐδέησεν ἵνα πάλιν ἀναπλάση αὐτόν. Ἐκεῖνος, οὗ «χωρὶς ἐγένετο οὐδὲ ἓν, ὃγέγονεν», ἧλθε νῦν καὶ «ἐζήτησε» καὶ εὗρε καὶ «ἔσωσε τὸ ἀπολωλός». Θλιβερὰ τῷ ὄντι ἧν ἡ κατάστασις, ἣν ἔπρεπε νὰ ἀνακουφίσῃ καὶ θεραπεύσῃ, θλιβερὰ τῷ ὄντι ἦν ἡ καταστροφὴ, ἣν ἔπρεπε νὰ ἐπανορθώσῃ! Μὴ πιστεύωμεν λοιπὸν τὸν κόσμον τοῦτον τὸν δόλιον καὶ ἀπατεῶνα, ὅστις, ὡς ἄλλος ὄφις, ἐν ᾧ αὐτὸς εὑρίσκεται ἐν τῇ πλάνῃ καὶ τῇ ἀπάτῃ, ἀγωνίζεται ἀπατῶν πάσῃ δυνάμει καὶ λέγων ὅτι ὁ ἅνθρωπος ἀπομακρυνόμενος τοῦ Θεοῦ μακάριος καὶ εὐδαίμων ἐστὶν, ἀσφαλὴς καὶ βέβαιός ἐστιν, εἰ καὶ ἐκτεθειμένος εἰς τὴν ὀργὴν τοῦ Πλάστου αὐτοῦ τυγχάνει. Εἰ ὁ ἐλθὼν εἰς τὸν κόσμον Σωτήρ ἐστιν ἐκεῖνος, ὃς «ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν,» οὐδεμίαν ἔχω ἀνάγκην ἵνα ἄλλον τινὰ μεταχειμσθῶ ὡς ὁδηγὸν δεικνύοντά μοι, ὁποῖόν ἐστι τὸ βάθος καὶ ἡ ἔκτασις τῆς ἀθλιότητος τοῦ ἀνθρωπίνου γένους. Ταῦτα δὲ πάντα καταφαίνονται ἐν τῇ μακροθυμίᾳ καὶ εὐσπλαγχνίᾳ, μάλιστα δὲ καὶ κατ’ ἐξοχὴν ἐν τῇ θυσίᾳ τοῦ λυτρωτοῦ. Ἡ ἄπειρος θυσία ἡ ἐπὶ τοῦ σταυροῦ ἐν τῷ Γολγοθᾷ τελεσθεῖσα διδάσκει ἡμᾶς ἵνα ἀναλογιζώμεθα τὸ βάρος τοῦ ὀφειλήματος ἡμῶν, τὸ φορτίον τῆς ἁμαρτίας τοῦ ἀνθρώπου. Μάθωμεν λοιπὸν νὰ ἐκτιμῶμεν τὴν σπουδαιότητα τῶν ὑποχρεώσεων ἡμῶν. «Ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.» «Τῆς ζωῆς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος καὶ τοῦ φωτὸς λάμψαντος ἡμῖν, οὐκ ἔτι τὸ σκότος ἐστὶν, ἀλλὰ μένει διὰ παντὸς ἐν ἡμῖν τὸ ζῆν, καὶ θάνατος αὐτοῦ περιγενέσθαι οὐ δύναται.» Ἰδοὺ τὰ ἀγαθὰ, ἅπερ ἔφερε τοῦς ἀνθρώποις ὁ Λόγος τοῦ Θεοῦ, Θεάνθρωπος Ἰησοῦς, ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων! Ἀλλὰ τίσιν ἀνθρώποις; Τοῖς πιστεύουσιν εἰς τὸ Φῶς, τοῦς μισοῦσι τὸ σκότος.

§ 8. Μηδεὶς λοιπὸν ἐξ ἡμῶν κλείσῃ τὰς θύρας τῆς καρδίας αὐτοῦ τῷ φωτὶ τούτῳ, καὶ οὕτω στερηθῇ τῶν ζωογόνων αὐτοῦ ἀκτίνων, ἀλλ’ ἂς ἀναπετάσῃ αὐτὰς ἵνα δαψιλῶς ἐπισπάσηται ταύτας. Διότι καθὼς οὐκ ἔστι δυνατὸν ἵνα ἀπόλαύσῃ τις τῶν ἡλιακῶν ἀκτίνων μὴ διανοίγων τοὺς ὀφθαλμοὺς, οὕτω πάντῃ ἀδύνατόν ἐστιν ἵνα μέτοχος γένηται τοῦ λαμπροῦ καὶ ζωηρρύτου τούτου φωτὸς μὴ ἀνοίγων τὰ ὄμματα τῆς ψυχῆς καὶ ὀξυδερκῆ ταῦτα κατασκευάζων πάντοτε. Εἴθε ἡ εὔσπλαγχνος βουλὴ τοῦ Θεοῦ ἡ πληρωθεῖσα, ὅτε ὁ «Λόγος σὰρξ ἐγένετο», πληρωθείη καὶ ἡμῖν «ἵνα γινώσκωμεν τὸν ἀληθινόν καὶ ὦμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υίῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. ὅστις ἐστὶν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ αἰώνιος»!

Ὀμιλία Γ´. Μαρτυρία Ἰωάννου περὶ Χριστοῦ

6) «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ ὄνομα αὐτῷ Ἰωάννης.

7) Οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ.

8) Οὐκ ἦν ἐκεῖνος τὸ φῶς ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

9) Ἦν τὸ φῶς τὸ ἀληθινόν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» (ΙΩΑΝΝ. α´ 6–9).

§ 1. Γεγονὸς οὕτω μέγα καὶ σπουδαῖον, οἷον ἡ εἰς κόσμον φανέρωσις τοῦ υἱοῦ τοῦ Θεοῦ, ἡ ἐνσάρκωσις τοῦ αἰωνίου Λόγου, οὐδόλως ἠδύνατο ἵνα ἄνευ τινὸς γένηται προκηρυξεως. Πλεῖσται ὅσαι προφητεῖαι προεκηρύχθησαν περὶ τούτου μέχρι καὶ τῶν ἐλαχίστων αὐτοῦ περιπετειῶν. Πάντες προσεδόκων καὶ ἰδίᾳ οἱ Ἰουδαῖοι, εἰς οὓς ἐπηγγέλθη «ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραὴλ», ὅτι ἐλεύσεταί τις μέλλων νὰ λυτρώσῃ αὐτοὺς ἀπὸ τῆς διαφθορᾶς καὶ τῆς παντοίας ἐξαχρειώσεως, εἰς ἣν παρεδόθησαν. «Ὅτε κατὰ τὰς αἰωνίους βουλὰς τοῦ Θεοῦ ἧλθε τὸ πλήρωμα τοῦ χρόνου, καθὰ λέγει ὁ Παῦλος, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ», ἐξ ἀποστείλας πρὸ τούτου Ἰωάννην τὸν τοῦ Ζαχαρίου «ἵνα ἑτοιμάσῃ τὴν ὁδὸν Κύριου εὐθείας ποιήσῃ τὰς τρίβους αὐτοῦ». Ἀπεστάλη «ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς», ὅπερ οὐκ ἔτι ἔμελλεν ἵνα φαίνῃ ἐν τῇ σκοτίᾳ χάριν ὀλίγων, ἀλλὰ «λάμπῃ ἔμπροσθεν τῶν ἀνθρώπων», φωτίζον πάντας. Εἰ δὲ μήπω πάντες ἐφωτίσθησαν, τοῦτο δυστυχῶς συμβαίνει, διότι οἱ ἄνθρωποι κλείουσι συνήθως τοὺς ὀφθαλμοὺς εἰς τὸ φῶς ἐκ πρώτης προσβολῆς.

10)«Ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.

11) Εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον» (ΙΩΑΝΝ. α´ 10–11).

§ 2. Ἡ σοφία, ἡ δύναμις, καὶ ἡ ἀγαθότης τοῦ ποιητοῦ ἐν ὅλῃ αὐτῶν τῇ λαμπρότητι ἐφανερώθησαν τῷ ἀνθρώπῳ· ὁ Θεὸς «οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφήκεν, ἀγαθοποιῶν, οὐρανόθεν ἡμῖν ὑετοὺς διδούς καὶ καιροὺς καρποφόρους»· ἀλλ’ «ὁ κόσμος αὐτὸν οὐκ ἔγνω». «Ὁ κόσμος ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω διὰ τῆς ἰδιας σοφίας τὸν Θεὸν», τὸν ποιητὴν καὶ Πλάστην αὐτοῦ. Ὁ κόσμος ἦν καθόλου βεβυθισμένος ἐν τῇ σκοτίᾳ καὶ ἀγνωσίᾳ. Οἰ Ἰουδαῖοι, εἰς οὓς «γνωστὸς ὁ Θεὸς», εἷχον τελειοτέρας περὶ Θεοῦ γνώσεις καὶ ἁγνοτέραν πίστιν· τούτου δ’ ἕνεκα ὅτε ἀπεστάλη οὗτος ἐν αὐτοῖς παρὰ τοῦ Πατρὸς, ὤφειλον πάντες ἵνα ὑπακοὴν πρὸς αὐτὸν ὁμολογῶσιν ἀκολουθοῦντες τῇ φωνῇ τοῦ ἀπεσταλμένου τούτου καὶ ἀσμένως αὐτῷ πειθόμενοι. Ἀλλ’ οὐχ οὕτως ἐγένετο· διότι, καθὰ λέγει ὁ ἡμέτερος Εὐαγγελιστὴς, «εἰς τὰ ἴδια ἧλθε» δηλαδὴ εἰς τὸ ἐκλεκτὸν αὐτοῦ ἔθνος, εἰς τὸν περιούσιον αὐτοῦ λαὸν, «καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον». Ναὶ, οἱ Ἰουδαῖοι ἐν γένει οὐκ ἐδέξαντο αὐτὸν ὡς τὸν Μεσσίαν αὐτῶν καὶ ὁ λαὸς οὗτος, ὅστις ἑκουσίως ἀκούσας τὴν γλυκυτάτην αὐτοῦ καὶ σωτήμον διδασκαλίαν καὶ πολλαχῶς διὰ τῆς εὐεργετικῆς αὐτοῦ δυνάμεως ἀνακουφισθεὶς, προδοτικῶς ὅμως ἐγκατέλιπεν αὐτὸν ὅπως δέσμιος πρὸ τῶν ἀρχόντων αὐτοῦ ἀπαχθῇ οὐδὲ κἂν φωνὴν ὑπὲρ αὐτοῦ ὑψώσας.

§ 3. Ἀλλὰ, φέρε δὴ ἴδωμεν, ὁποῖοι ἧσαν ἆρά γε οἱ λόγοι, δι’ οὓς πάντες αὐτὸν οὐ παρέλοίβον; Μήπως οὐκ ἀνταπεκρίνετο εἰς τὰς περὶ αὐτοῦ προφητείας; Γνωστὸν τυγχάνει ὅτι ἡ γενεαλογίᾳ, ἡ γέννησις, ὁ βίος, τὰ θαύματα, ἡ διδασκαλία, ὁ σταυρικὸς θάνατος, ἡ ταφὴ, ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ εἰς οὐρανοὺς αὐτοῦ ἄνοδος ἐντελῶς ἦσαν σύμφωνα τοῖς τε τύποις καὶ ταῖς προφητείαις, ὧν αὐτὸς ἦν ἡ οὐσία καὶ τὸ ἀντικείμενον, καὶ οἵτινες προηγηθέντες αὐτοῦ ἐπληρώθησαν ἐν αὐτῷ καὶ εἰς αὐτὰς ἔτι τὰς ἐλαχίστας τοῦ βίου αὐτοῦ περιπετείας. Ἀλλὰ μήπως, διότι ἐποίει θαύματα ἀλλοῖα ἢ ὅσα αὐτοὶ παρὰ τοῦ Μεσσίου προσεδόκων; Ἀλλὰ γνωστὸν ὅτι «ὁ ἄνθρωπος οὖτος ἐποίει πολλὰ σημεῖα» καὶ ὅτι αὐτοὶ οὗτοι οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· «οὐδεὶς ταῦτα τὰ σημεῖα δύναται ποιεῖν, ἃ σύ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετὰ σοῦ»· καὶ τὸ θαυμασιώτερον δὴ τοῦτο: «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι». Ἀλλ’ «οὐ παρέλαβον αὐτὸν», διότι ἴσως οἱ λόγοι καὶ ἡ διδαχὴ αὐτοῦ οὐδόλως συνῇδον τῷ χαρακτῆρι, ὃν αὐτὸς ἑαυτῷ ἀπέδιδεν Ἀλλ’ αὐτοὶ πάλιν οὗτοι ὁμολογοῦσιν ὅτι «οὐδὲποτε ἄνθρωπος ἐλάλησεν ὡς οὗτος ὁ ἀνθρωπος». Καὶ «πάντες ἐθαύμαζον ἐπὶ τοῦς λόγοις τῆς χάριτος τοῦς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ». Διότι ἐδίδασκεν αὐτοὺς ὡς ἔχων ἐξουσίαν καὶ οὐχ ὡς οἱ γραμματεῖς». Καὶ ἐν τούτοις «οὐ παρέλαβον αὐτὸν» ἡ δὲ αἰτία τούτου οὐκ ἦν ἐν αὐτῷ, ἀλλ’ ἐν αὐτοῖς τοῦς Ἰουδαίοις. Ὁ Ἰησοῦς περιεβλήθη εἰδικόν τινα χαρακτῆρα, ἧλθε δῆλον ὅτι ὡς Σωτὴρ τοῦ ἀνθρωπίνου γένους, οἷος ὑπὸ τοῦ Ἀγγέλου εὐηγγελίσθη. «Σήμερον ἐγεννήθη ὑμῖν Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβὶδ» καὶ ἵνα πληρώση ταύτην τὴν ἀποστολὴν προσέλαβεν ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν καὶ ἀπέθανεν ἐπὶ τοῦ σταυροῦ ἵνα λυτρώσῃ τὸν ἀπολωλότα κόσμον καὶ ἐλευθερώσῃ τὸ ἀνθρώπινον γένος, ὅπερ ἡ ἁμαρτία διαφθείρασα εἶχεν. Ἀλλ’ ἵνα παραλάβῃ τις τὸν ἐρχόμενον ὑπὸ τοιαύτην ἰδιότητα, κηρύτυοντα ἑαυτὸν Σωτῆρα, ἀνάγκη ὅπως ἐν πάσῃ σπουδῇ καὶ προθυμίᾳ ὑπαρξῃ ἡτοιμασμένος εἰς τοῦτο· ἵνα, λέγομεν, δεχθῇ τις τὸν ἐπαγγελλόμενον τὴν ἀπελευθέρωσιν αὐτοῦ, ἀπαιτεῖται ἀπολύτως ἵνα ἔχῃ συνείδησιν τοῦ κινδύνου καὶ συναίσθησιν τῆς ἐγκαταλείψεως καὶ τῆς ἰδίας αὐτοῦ ἀσθενείας. Οὕτω δὴ ὅπως παραλάβῃ τις τὴν διὰ Ἰησοῦ Χριστοῦ προσφερομένην ἀπολύτρωσιν, ἀνάγκη ἵνα γινώσκῃ τὴν δουλείαν καὶ τὴν καταδίκην αὐτοῦ. Ἵνα παραλάβῃ τις τὴν αἰώνιον ζωὴν ὡς δῶρον τοῦ Θεοῦ, ἀνάγκη νὰ παραδοθῇ ψυχῇ τε καὶ σώματι τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, νὰ ἀπαρνηθῇ πᾶν προσωπικὸν δίκαιον καὶ συμφέρον αὐτοῦ καὶ τέλος πᾶν ὅτι ἡ ἰδία αὐτοῦ ἀξία παρέχει αὐτῷ.

§ 4. Οἰ Ἰουδαῖοι κατενόουν μὲν ταῦτα, ἀλλ’ ή ὑπερηφανία καὶ ἡ φιλαυτία αὐτῶν παρώρμα αὐτοὺς μᾶλλον εἰς ἀγανάκτησιν, αἱ χαροίαι αὐτῶν ἐσκληρύνοντο, ὡς ἡ τοῦ Φαραὼ, δι’ ὃ «οὐ παρέλαδον αὐτόν». Ὁ ἀπόστολος Παῦλος δηλοῖ τοῦτο διαρρήδην βεβαιῶν τὴν ἐνοχὴν αὐτῶν, «Ἀγνοούντες, λέγει, τὴν τοῦ Θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δίκαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν». «Οὐκ ἐγένοντο τέκνα Θεοῦ» διότι ἐξηκολούθουν ἐπαναπαυόμενοι ἐπὶ τῇ ἰδία αὐτῶν δυνάμει καὶ ἀρνούμενοι νὰ πιστεύσωσιν εἰς τὸν Χριστὸν ὡς τὸν Σωτῆρα καὶ Κύριον αὐτῶν διὸ ἐστερήθησαν τῆς ὑπ’ αὐτοῦ προσενεχθείσης αὐτοῦ εὐλογίας. Περὶ τῆς ἰσχυρογνωμοσύνης δὲ καὶ ἀπείθείας αὐτῶν τρανῶς μαρτυρεῖ τὸ Ε´ κεφάλαιον τοῦ ἡμετέρου Εὐαγγελίου, ἐν ᾧ ὁ Κύριος ἡμῶν λέγει πρὸς τοὺς πρὸς αὐτὸν προσερχομένους Ἰουδαίους: «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτιιροῦσαι περὶ ἐμοῦ καὶ οὐ θέλετε ἐλθεῖν πρὸς με, ἵνα ζωὴν ἔχητε.» Βλέπομεν ὅτι ἀποτείνεται πρὸς αὐτοὺς ὁ Κύριος ἐνταῦθα ὡς πρὸς ἀνθρώπους προσδοκῶντας τὴν αἰώνιον ζωὴν καὶ πιστεύοντας εἰς αὐτὴν κατὰ τὰς Γραφὰς αὐτῶν, ἀλλ’ οἵτινες οὐδόλως ἡρμήνευον, ὡς ἔδει αὐτὰς καὶ διὰ τοῦτο οὐδεμίαν εἶχον σωτηρίαν ἀρνούμενοι ὅπως δεγθῶσιν αὐτὴν παρ’ Ἐκείνου, ὅστις ἐστὶν ὁ αἴτιος αὐτῆς «Οὐ θέλετε ἐλθεῖν πρὸς με, ἵνα ζωὴν ἔχητε». Οὐ θέλετε ἐλθεῖν πρὸς τὴν πηγὴν ἵνα ἐν αὐτῇ καθαρισθῆτε οὐ θέλετε ἵνα ζητήσητε τὴν θύραν, δι’ ἧς ἱκανοὶ ἔσεσθε εἰς τὴν αἱώνιον ζωὴν εἰσελθεῖν. Οὗοι ἐφ’ ἑαυτοῖς καὶ ἐπὶ τῇ ἀλαζονείᾳ αὐτῶν μᾶλλον πεποιθότες οὐδόλως ἐπεθύμουν νὰ δεχθῶσι τὴν σωτηρίαν «χάριτι». Ὤκνουν ἵνα ταπεινωθῶσιν, ὅπως ἔπειτα ὑψωθῶσι, ζητοῦντες ἵνα ὑψωθῶσιν ἀφ’ ἑαυτῶν· εἶχον ἐν ἑαυτοῖς τὴν μωρὰν πεποίθησιν καὶ ἐκαυχῶντο ὅτι ἦσαν δίκαιοι καὶ οὐδενὸς χρείαν εἶχον.

§ 5. Ὁ Ἰησοῦς ἧλθεν ἵνα σώσῃ τὸν ἄνθρωπον ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τοῦ κράτους τῆς ἁμαρτίας· «καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ἐνῷ αὐτὸς προσεκάλει αὐτοὺς ἵνα λάβωσι τὴν αἰώνιον ζωὴν, καὶ ἀπῇτει παρ’ αὐτῶν μετάνοιαν, «τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος», λέγων «φέρετε καρποὺς ἀξίους τῆς μετανοίας», οὗτοι οὐδόλως προσεῖχον τοῖς λόγοις αὐτοῦ· μάλιστα καὶ μετὰ πολλῆς τῆς προθυμίας θὰ ἠκολούθουν τὸν ἐρχόμενον καὶ ὑπισχνούμενον τὴν ἐλευθέρωσιν αὐτῶν ἀπὸ ζυγοῦ ξένου, ἀπὸ τῶν χειρῶν τοῦ Ἡρώδου ἢ τῶν Ρωμαίων· ἀλλά τὸ παράπαν οὐκ ἧσαν διατεθειμένοι νὰ ἀκολουθήσωσι τὸν ἐλθόντα καὶ ἐπαγγελλόμενον τὴν ἀπαλλαγὴν αὐτῶν ἀπὸ τοῦ κράτους τῆς ἁμαρτίας, ζυγοῦ, οὗ τὸ βάρος οὐδόλως ᾐσθάνοντο, ἀγνοοῦνες ὅτι φόρον τῷ Σατανᾷ προσέφερον. Προσθετέον δὲ τούτοις καὶ τὰ ἐν τῷ Η´ κεφαλαίῳ τοῦ ἡμετέρου Εὐαγγελίου. Ὁ Κύριος ἡμῶν λαλῶν ἐνώπιον ὄχλου πολλοῦ «λέγει πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς». Ἀλλ’ οὗτοι μεθ’ ὑπερηφανίας καὶ ἀλαζονείας «ἀπεκρίθησαν αὐτῷ, Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λίγεις, ὅτι ἐλεύθεροι γενήσεσθε»; Οὐδόλως ἀτυχῶς ἐνόουν, οὐδὲ ἐπεθύμουν ἐννοήσαι ὅτι ὁ δυνάμενος νὰ ἀνακαινίσῃ τὰς καρδίας αὐτῶν «ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας» ἠδύνατο ὄντως νὰ ἐλευθερώσῃ αὐτοής.

§ 6. Ναὶ, ὅπως δεχθῶσι τὸν ἀπαιτοῦτα παρ’ αὐτῶν ἵνα ὦσι «πτωχοὶ τῷ πνεύματι, καθαροὶ τῇ καρδίᾳ, πρᾳεῖς, πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ἐλεήμονες καὶ εἰρηνοποιοὶ», ὅπως δεχθῶσι τὸν ἐλθόντα ἵνα οὐρανίοις χαρίσμασι πλουτίσῃ αὐτοὺς, ὤφειλον πάντως ἵνα ἐγκαταλίπωσι τὴν ὑπερηφανίαν, τὸν ἐγωισμὸν, τὴν φιληδονίαν, τὴν ἀγάπην τοῦ κόσμου τούτου, τὴν φιλαργυρίαν, τὸν φθόνον καὶ τὴν ὑπόκρισιν· ἀλλ’ αἱ κακαὶ αὖται ἕξεις ἐπὶ τοσοῦτον αὐτῶν ἐχράτησαν, ὥστε συνίστων τὴν οὐσίαν αὐτῶν, ἀπετέλουν ἀναπόσπαστον μέρος τῆς ὑπάρξεως αὐτῶν, διὰ τοῦτο «οὐ παρέλαβον αὐτὸν», καὶ ἰδοὺ ἰδοὺ ὅπερ ἐπήνεγκε τὴν ἀπώλειαν καὶ τὴν τελείαν αὐτῶν καταστροφήν. Τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον, ἀλλ’ οὗτοι «ἠγάπησαν μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἧν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα», Αὐτὸς ἧλθεν εἰς τοὺς· ἰδίους, ἀλλ’ «οἱ ἴδιοι αὐτῶν οὐ παρέλαβον», μᾶλλον δὲ ἀπέβαλον αὐτὸν μὴ συνειδότες ὅτι «ἧσαν ταλαίπωροι, ἐλεεινοὶ καὶ πτωχοὶ καὶ τυφλοὶ καὶ γυμνοὶ, ὡς λέγει τὸ πνεῦμα τοῦ Θεοῦ ἐν τῇ ἀποκαλύψει».

§ 7. Οὕτω δὴ ἅπαξ ὁ τῆς κενοδοξίας καὶ φιλαρχίας ἔρως καὶ ἡ κακεντρεχὴς καὶ μεστὴ φθόνου κατὰ τοῦ Ἰησοῦ καρδία αὐτῶν τὸσοῦτον ἐπύρωσεν αὐτοὺς καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν τετύφλωκεν, ὥστε οὐδὲν ἄλλο ἐβουλεύοντο καὶ ἐμηχανεύοντο, εἰ μὴ πῶς ἀποκτείνωσιν αὐτὸν οὐδόλως ἀποβλέποντες οὔτε εἰς τὰς περὶ αὐτοῦ προφητείας, οὔτε εἰς τὰ θαυμάσια αὐτοῦ ἔργα, ἅπερ ἐποίει ἔμπροσθεν αὐτῶν· ἡ τοῦ Προφητάνακτος προφητεία αὕτη πληρέστατα ἐπ’ αὐτοῦ ἐφαρμόζεται, «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὐτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστη θαυμαστὴ ἐν ὀφθαλμοῖς ὑμῶν» (Ψαλμ. ριζ´, 22). Καὶ ὅτι δὲ ἡ προφητεία αὕτη εἰς Χριστὸν ἀναφέρεται, παντί που δῆλον· καὶ γὰρ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις παράγει τὴν προφητείαν λέγων: «Οὐδέποτε ἀνίγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας»; Οἰκοδομοῦντας λέγει τοὺς Ἰουδαίους, τοὺς νομοδιδασκάλους, τοὺς Γραμμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· «Σαμαρείτης εἶ σύ, καὶ δαιμόνων ἔχεις». Καὶ πάλιν· «οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον». Ἀλλ’ ὅμως οὗτος ὁ ἀποδοκιμασθεὶς οὕτως ἐφάνη δόκιμος, ὡς γενέσθαι κεφαλὴν γωνίας. Οὐ γὰρ ἅπας λίθος εἰς γωνίαν ἐπιτήδειος, ἀλλ’ ὁ δοκιμώτατος, καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συνδῆσαι δυνάμενος· ὅ τοίνυν ὁ Προφήτης λέγει, τοῦτό ἐστιν, ὅτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν Ἰουδαίων καὶ ἐξουθενωθεὶς, οὕτως ἐφάνη θαυμαστὸς, ὥστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι (συναρμόζειν), ἀλλὰ καὶ δύο συνδῆσαι τοίχους. Ποίους δὲ τοίχους; τοὺς ἐξ Ἰουδαίων καὶ Ἑλλήνων (ἐθνικῶν) πιστεύοντας, καθ’ ἅπερ καὶ ὁ Παῦλος λέγει· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τ’ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον». Καὶ πάλιν· «ἐποικοδομηθέντες τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου Ἰησοῦ Χριστοῦ» τὸ δὲ εἰρημένον πολλὴ κατηγορία τῶν Ἰουδαίων, ὅτι οἰκοδομοῦντες τὸν ἐπιτήδειον λίθον οὐκ ᾔδεισαν, ἀλλὰ καὶ ὡς ἀδόκιμον ἔρριψαν, τοιαύτην δυνάμενον οἰκοδομὴν ὑφῆναι. Εἰ δὲ βούλει τοὺς δύο τοίχους μαθεῖν, ἄκουσον καὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος. «Καὶ ἄλλα πρόβατα ἄχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ γενήσεται μία ποίμνη εἷς ποιμήν». Τοῦτο καὶ ἄνωθεν ὡς ἐν τύπῳ γέγονεν. Ὁ γὰρ Ἀβραὰμ ἑκατέρων γέγονε Πατριάρχης τῶν τε ἐν ἀκροβυστίᾳ, τῶν τε ἐν περιτομῇ· ἀλλ’ ἐκεῖνο μὲν ὡς ἐν τύπῳ, τοῦτο δὲ ἐν ἀληθείᾳ. «Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας»· τουτέστι συνέδησεν ἐκάτερα τὰ ἔθνη. «Παρὰ Κυρίου ἐγένετο αὕτη»; Οὐκ ἦν ἀνθρώπινον, φησὶ, τὸ γενόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν, οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην; πλέξαι γωνίαν. Οὐδεὶς γοῦν ἴσχυσεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα μόνον. Καὶ γὰρ τοῦτο ἰδικῶς αὐτοῦ τὸ ἔργον· τουτέστι, τὸ ἔργον τὸ θαυμαστὸν καὶ παράδοξον, τὸ τῆς γωνίας. «Καὶ ἔστη θαυμαστὴ ἐν ὀφθαλμοῖς ὑμῶν». Τίς δέ ἐστι θαυμαστή; Ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, (συνάντησις) ἡ εἰς τὴν εὐσέβειαν. Καὶ γὰρ ἐκ τῶν Ἰουδαίων πολλαὶ μυριάδες ἐπὶστευσαν. Καὶ οἱ Ἀπόστολοι δὲ ἐξ Ἰουδαίων. Καλῶς δὲ εἶπεν· «ἐν ὀφθαλμοῖς ὑμῶν». Οὐ γὰρ πᾶσίν ἐστι τὸ θαῦμα κατάδηλον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειεν, ὅτι ἔνθα ἐσταυρώθη Χριστὸς, ἐκεῖ προσκυνεῖται Χριστὸς; καὶ οἱ μὲν σταυρώσαντες ἐν ἀτιμίᾳ μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημμένοι ... καὶ μυρίοις ἒθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, οἱ δὲ προσκυνοῦντες ἐν δόξῃ; Καὶ γὰρ πᾶσαν τὴν οἰκουμένην διέδραμεν ὁ λόγος (τοῦ Εὐαγγελίου) συνάπτων τῇ ἀληθείᾳ Ἔστι μὲν οὖν καὶ τοῖς ὁπωσοῦν ἐξετάζουσι θαυμαστὴ, πολλῷ δὲ ἀκριβέστερον καὶ σαφέστερον τοῖς πιστεύουσι, διὰ τοῦτο εἶπειν «ἐν ὀφθαλμοῖς ὑμῶν» (Χρυσόστομος).

§ 8. Εἴθε ἵνα ἡ πλάνη αὐτῶν μάθημα ἡμῖν γένηται καὶ ἡ ἀπώλεια αὐτῶν σωτηρία! Κατανοήσωμεν πόσον ταλαίπωροί ἐσμεν ὅπως ὑποδεχθῶμεν μετὰ χαρᾶς τὴν στιγμὴν τῆς ἐλευθερίας ἡμῶν! Ἀναγνωρίσωμεν τὴν μεγάλην ἡμῶν ἀσθένειαν, ἵνα ἐπιστηριχθῶμεν ἐπ’ Ἐκείνου, «ὅστις οὐκ ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον». «Περιπατήσωμεν ἀξίως τῆς κλήσεως, ἧς ἐκλήθημεν μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ προθυμίας ἀντεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης». Μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ». «Ἐνδυσώμεθα τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου», ἵνα, «ὅταν φανερωθῇ ὁ Χριστὸς, ἔχώμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ Αὐτοῦ ἐν τῇ παρουσίᾳ Αὐτοῦ». Ἀμήν.

Ὀμιλία Δ´. Οἰ πιστεύοντες εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἠξιώθησαν «τέκνα Θεοῦ γενέσθαι»

12) «Ὅσοι δὲ ἔλαβον αὐτόν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·

12) οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν» (ΙΩΑΝΝ. α´. 12–13).

§ 1. Καίτοι οἱ Ἰουδαῖοι «οὐ παρέλαβον» τὸν Μεσσίαν, «κρίναντες οὕτως ἑαυτοὺς οὐκ ἀξιους τῆς αἰωνίου ζωῆς, ἧν ὅμως κατὰ τὰς ἀνεξερευνήτους βουλὰς τοῦ Θεοῦ ἀναγκαῖον πρῶτον αὐτοῖς λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ». Ἦσαν δ’ ἐξ αὐτῶν ὅμως καὶ οἱ εἰπόντες, «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Σὺ ρήματα ζωῆς αἰωνίου ἔχεις» οὗτοι ἐνόησαν ὅτι οὗτος ἦν ὁ Μεσσίας καὶ οὐδόλως ἀντέστησαν τῇ διδασκαλίᾳ. αὐτοῦ, οὐδὲ ἠγανάκτησαν ἐπὶ τῇ προσφερομένῃ αὐτοῖς ἀπολυτρώσει. Παρεδέξαντο τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ, «ἐπὶστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, παρέλαβον αὐτὸν», καὶ παραλαβόντες παρέλαβον καὶ τὰς προνομίας, ἃς περ αὐτὸς Μόνος ἡδύνατο ἵνα δώσῃ, ἤτοι, «τὴν υίοθεσίαν». Καὶ ἐστεροῦντο πρότερον χάριτος ταύτης;

§ 2. Πάντες ἐν γένει εἰσὶ τέκνα Θεοῦ· ὁ Ἀδὰμ οὕτω ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ ἐν τῇ τοῦ Ἰωσὴφ γενεαλογίᾳ σημειοῦται. Ἀλλ’ ἅπας ὁ Ἰουδαῖκὸς λαὸς κατ’ ἐξοχὴν ἐκαλεῖτο τέκνα Θεοῦ. Ὁ Θεὸς διὰ Μωυσέως τοῦ θεράποντος αὐτοῦ ἀπέστειλεν ἀγγελίαν τῷ Φαραῷ, «Τάδε λέγει Κύριος· υἱὸς πρωτότοκὸς μου Ἰσραήλ». Ἐπίσης ὁ Μωυσῆς οὕτω καλεῖ αὐτούς. «Ὑμεῖς ἐστε τέκνα Κυρίου τοῦ Θεοῦ, ὑμῶν». Καὶ αὐτὸς ὁ Κύριος ἡμῶν ἀνεγνώρισεν αὐτοὺς ὡς τοιούτους, διακρίνων οὕτως αὐτοὺς τῶν ἐθνικῶν· «Οὐκ ἔστι καλὸν, λέγει, λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῦς κυναρίος». Καὶ ὁ Ἀπόστολος Παῦλος ἀναγνωρίζει τοὺς Ἰουδαίους ὡς τοιούτους λέγων, «οἴτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ νἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι». Ἐκ τούτων κατανοοῦμεν ὅτι ἡσαν ἔτι ἰκανοἰ ἵνα δεχθῶσιν, ὅπερ ἦν αὐτοῖς ἀναγκαίον, τὴν νἱοθεσίαν, ἥτις ἐπηγγέλθη κυρίως αὐτοῖς, ἀλλὰ τοῦ πρὸνομίου τούτου μὴ γενόμενοι μαθηταὶ τοῦ Χρίστοῦ ἐστερήθησαν καὶ ἔσχον αὐτὸ ἐκεῖνοι, οἵπερ παρέλαβον αὐτόν· «Ὅσοι δὲ ἔλαβον αὐτὸν» ἐν τῇ ἀνθρωπίνῃ μορφῇ, ὑφ’ ἣν ἧλθε καὶ «ἐπὶστευσαν εἰς τὸ ὄνομα αὐτοῦ», τούτοις ἔδωκε τὴν εὐλογίαν, ἣν μόνος αὐτὸς ἠδύνατὸ νὰ δώσῃ καὶ ἧς μόνον δι’ αὐτοῦ οὗτοι ἡδύναντο ἵνα ἀπολαύσωσιν. «Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». «Ἐγὼ ἔσομαι ὑμῖν εἰς ΠΑΤΕΡΑ, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς ΥΙΟΥΣ καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ». Τίτλος, ὃν ἐδικαιοῦντο μάλιστα ἵνα φέρωσιν οὐχὶ ὑπὸ κενὴν ἔννοιαν, διότι διὰ τῆς νίοθεσίας τῆς δοθείσης παρέλαβον τὴν ΥΠΟΔΟΧΗΝ, τὴν ΑΓΩΓΗΝ καὶ τὴν ΚΛΗΡΟΝΟΜΙΑΝ τῶν ΤΕΚΝΩΝ.

α´. Ἔχουσι τὴν ΥΠΟΔΟΧΗΝ τῶν ΤΕΚΝΩΝ. Ὁ Θεὸς ὡς πατὴρ πάντων μέριμνᾷ περὶ τοῦ ἀνθρωπίνου γένους. Πέμπει τοῖς ἀνθρώποις «ὑετοὺς καὶ καιροὺς καρποφόρους», «ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Ἀλλ´ ἄλλως ἐπαρκεῖ ταῖς χρείαις καὶ ἀνάγκαις τῶν μετεχόντων τῆς ἐν Χριστῷ Ἰησοῦ Διαθήκῆς. Οὗτοι ἀκράδαντον ἔχουσι τὴν πεποίθησιν καὶ τὴν βεβαιότητα ὅτι ὁ Θεὸς ἀναπληρώσει τὸ ἐλλεῖπον αὐτοῖς καὶ τὸ ἀναγκαῖον δώσει. «Οἰδε γὰρ ὁ Πατὴρ αὐτῶν ὁ οὐράνιος, ὅτι γρείαν ἔχουσι τούτων ἁπάντων»· «καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτῶν ἠριθμημέναι εἰσί». Τὰ τοῦ βίου αὐτῶν εἰσὶν οὕτω διατεταγμένα, ὥστε τὸ πᾶν συντελεῖ πρὸς τὸ ἀγαθὸν αὐτῶν. Εἰ πτωχοί εἰσιν, ἡ πτωχεία διασώζει αὐτοὺς ἀπὸ τοῦ πονηροῦ καὶ συντηρεῖ αὐτοὺς ἡ ταπεινότης εἰ πλούσιοί εἰσιν, ἵνα ὦσι πλούσιοι ἐν ἀγαθοῖς ἔργοις· εἰ ἐν δυστυχίᾳ εἰσὶν, ἵνα ἀπολαύσωσιν εἰρήνης, ἣν ὁ κόσμος οὗτος οὐ δύναται διδόναι· εἰ ἐν εὐτυχίᾳ εἰσίν, ἵνα ἀπολαύσωσι τῶν ζωτικῶν ἀκτίνων τῆς ἀγάπης τοῦ Θεοῦ. Πλούσιοι ἢ πτωχοὶ, δυστυχεῖς ἢ εὐτυχεῖς, ἐν ὑγιείᾳ ἢ ἐν ἀσθενείᾳ, ἐν ζωῇ ἢ ἐν θανάτῳ «τοῦ Κυρίου εἰσίν».

β´. Ὡς τέκνα Θεοῦ ἔχουσι καὶ τὴν ΑΓΩΓΗΝ, Εἰ τέκνα Θεοῦ εἰσιν, «ἄγονται ὑπό πνεύματος Θεοῦ» καὶ ἡ χάρις αὐτοῦ προπαρασκευάζει αὐτοὺς ἵνα δεχθῶσι τὴν ἀποκαλυφθεῖσαν αὐτοῖς δόξαν, καθαρίζει αὐτοὺς ἀπὸ τῆς διαφθορᾶς τῆς φύσεως αὐτῶν, ἀνακαινίζει αὐτοὺς κατὰ τὴν ἰδίαν αὐτοῦ εἰκόνα, ἀποσπῶσα τὰς καρδίας αὐτῶν ἀπὸ τῶν γηΐνων καὶ ὑψοῦσα αὐτὰς πρὸς τὰ οὐράνια. Προσφέρεται αὐτοῖς ὁτὲ μέν ἡπίως, ὁτὲ δὲ αὐστηρῶς κατὰ τὸν χαρακτῆρα αὐτῶν· ἔστι δ’ ὅτε καὶ παιδεύει αὐτοὺς, «ἵνα πλείονα καρπὸν φέρωσιν», ἀλλ’ ἐν πᾶσι τούτοις, κατὰ Παῦλον, «ὁ Θεὸς ὡς υἱοῖς αὐτοῖς προσφέρεται». «Αἱρετίζει αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, τὸν δουλεύοντα αὐτῷ».

γ´. Ἔχουσι τὴν ΚΛΗΡΟΝΟΜΙΑΝ τῶν ΤΕΚΝΩΝ. «Εἰ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ». Εἰ τέκνα εἰσὶν, «εὐλογημένοι ὑπὸ τοῦ Πατρός» εἰσιν, «ὅστις ηὐδόκησε δοῦναι αὐτοῖς τὴν βασιλείαν», «τὴν ἡτοιμασμένην αὐτοῖς ἀπὸ καταβολῆς κόσμου». Οὐδ’ ἧν ἀνάγκη ἵνα πλείονα περὶ τῆς κληρονομίας ταύτης γινώσκωμεν, πλὴν ὅτι ἐξηγοράσθημεν διὰ τοῦ τιμίου αἵματος Ἰησοῦ Χριστοῦ ἄξιοι γενόμενοι τῆς ἐπαγγελίας τῆς αἰωνίου διαθήκης, «κληρονομίας ἀφθάρτου καὶ ἀμιάντου καὶ ἀμαράντου, τετηρημένης ἐν οὐρανοῖς εἰς ἡμᾶς».

Τοιαῦται λοιπὸν αἱ προνομίαι τῶν γενομένων τέκνων τοῦ Θεοῦ διὰ τῆς ἐν Χριστῷ Ἰησοῦ πίστεως! Ἀλλὰ «τὴν γενεὰν αὐτῶν τίς διηγήσεται»; «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνορὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν». Οὐχ οὕτως ἔχε ἡ πνευματικὴ αὐτῶν γέννησις, ὥσπερ ἡ φυσική· αὕτή προέρχεται ἐκ θελήματος σαρκὸς, ἐκ θελήματος ἀνδρὸς, ἀλλά πνευματικὸν ὂν οὐ δύναται οὕτω γεννηθῆναι. Τοῦτο μόνος ὁ Θεὸς διὰ τὴς εἰς Χριστὸν κατεργάζεται πίστεως.

§ 4. Ἡ διαφθορὰ τοῦ Ἀδὰμ μετεβιβάσθη δυνάμει τοῖς ἀπογόνοις αὐτοῦ, ἀλλ’ οὐχ οὕτως ἔχει καὶ ὡς πρὸς τὴν χάριν τοῦ τε Ἀδὰμ καὶ τῶν ἀπογόνων αὐτοῦ. Οὐδεὶς δύναται ἵνα τῇ ἰδίᾳ αὐτοῦ θελήσει καὶ προαιρέσει μετενέγκῃ αὐτὴν εἰς ἕτερον καὶ βεβαιώσῃ αὐτὴν αὐτῷ. Ἡ χάρις ἐστὶ δώρον τοῦ Θεοῦ· καίτοι δὲ γινώσκομεν ὅτι αὕτη δικαίως καὶ νομίμως χορηγεῖται, οὐδόλως ὅμως δυνάμεθα ἵνα τὰς ἐνεργείας αὐτῆς παρακολουθήσωμεν. Καίτοι ἡ γνῶσις αὕτη μυστημώδους ἐστί καὶ πνευματικῆς φύσεως, δύναται ὅμως αὕτη νὰ ἀποκαλυφθῇ δι’ ἐζωτεμκῶν σημείων· αὕτη δίδεται πᾶσι τοῖς τὸν Ἰησοῦν Χριστὸν παραλαβοῦσιν. «Ὅσοι δὲ ἔλαβον, αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ».

§ 5. Ἐξετάσωμεν δὴ ἡμᾶς αὐτοὺς μὴ τυχὸν καὶ ἡμεῖς ὑπὸ τῶν αὐτῶν, ὑφ’ ὧν καὶ οἱ Ἰουδαῖοι, κατεχόμεθα αἰσθημάτων πρὸς τὸν Λυτρωτήν. Ἐν τῇ πρόσθεν ὁμιλίᾳ ἡμῶν εἴδομεν τὴν αἰτίαν, δι’ ἣν οἱ Ἰουδαῖοι «οῦ παρέλαβον αὐτόν Ταύτης δὲ δηλωθείσης ἀνταπεκρίθησαν ἆρά γε αἱ καρδίαι ἡμῶν πρὸς αὐτήν; Ἀπείρως δοξάσωμεν Θεὸν ὅτι οὐχ οὕτως ἔγει ἐν ἡμῖν· τοὐναντίον μάλιστα ἡμεῖς διακαῶς ἐπιθυμοῦμεν ἵνα σωθῶμεν καὶ τῆς αἰωνίου μακαριότητος τύχωμεν «οὐχὶ τῇ ἰδίᾳ ἡμῶν δικαιοσύνῃ», ἀλλὰ «τῇ δικαιοσύνῃ τοῦ Θεοῦ διά πίστεως Ἰησοῦ Χριστοῦ». Ἡμεῖς ἐπ ἰστεύσαμεν εἰς αὐτὸν ἵνα «ἔχωμεν ζωὴν αἱώνιον», εἰδότες ὅτι χωρὶς αὐτοῦ «ἐσμὲν νεκροὶ τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ἡμῶν». Καὶ ὄντως ὁ γινώσκων τὴν ἀξίαν τῆς ἑαυτοῦ ψυχῆς, τὸ κακὸν τῆς ἁμαρτίας, εἰς ἣν τὸ ἀνθρώπινον κυλίεται καὶ ἐν γένει ἅπασαν τὴν ἀσθενειαν καὶ τὸ ὀλισθηρὸν τῆς φύσεως ἡμῶν πιστεύει καὶ μετὰ θάρρους ἐλπίζει εἰς τὴν παντοδυναμίαν, τὴν ἀλήθειαν καὶ τὴν ἀγάπην Ἐκείνου, «δι’ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γεγονε» καὶ ὅστις ἐστί «Θεὸς τῆς σωτηρίας αὐτοῦ» ἡ ζωὴ καὶ τὸ φῶς τῆς ζωῆς αὐτοῦ.

§ 6. Ἂς ἔχωμευ ὑπ’ ὄψει τὴν ἐπἀγγελίαν τοῦ Κυρίου λέγοντος: «Ἐὰν ἡμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς», ἐλευθερώσει ἀπὸ τῆς δουλείας τῆς ἁμαρτίας καὶ τῶν συμπαρομαρτούντων αὐτῇ. «Ἡ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὅτι ἐν ἀπλότητι καὶ εἰλικρίνείᾳ Θεοῦ», παρελάβομεν Ἰησοῦν Χριστὸν ὡς ΠΡΟΦΗΤΗΝ ἡμῶν, ἵνα διδάξῃ ἡμᾶς τὸ θέλημα τοῦ Θεοῦ, ὡς ΘΥΤΗΝ ἡμῶν πρὸς ἱλασμὸν τῶν ἁμαρτιῶν ἡμῶν, ὡς ΚΥΡΙΟΝ ἡμῶν, ἵνα κανονίσῃ καὶ ὁδηγήσῃ τὸν βίον ἡμῶν.

§ 7. Μακάριοι ὄντως καὶ τρισόλβιοι ἐκεῖνοι, ὧν ἡ συνείδησις φέρει μαρτυρίαν, ὅτι τοιαύτη ἐστὶν ἡ κατάστασις καὶ ἡ ὕπαρξις αὐτῶν· οὗτοί εἰσι τὰ μάλιστα εὐδαίμονες, καὶ μακάριοι ὅτι οὐχὶ σὰρξ καὶ αἷμα ἔπλασεν αὐτοῖς «καρδίαν καθαρὰν» καὶ «ἐνεκαίνισε πνεῦμα εὐθὲς καὶ ἡγεμονικὸν», «ἀλλ’ ὁ πατὴρ αὐτῶν ὁ οὐράνιος». Εἰ ἡ καρδία αὕτη προήρχετο ἐκ σαρκὸς καὶ αἵματος, ἐκ θελήματος ἀνδρὸς, καὶ οὐχὶ ἐκ θελήματος Θεοῦ, θὰ ἔτρεμε πάντως καὶ θὰ ἐδειλία «ἐν ποικίλοις πειρασμοῖς». Οὗτοι, ὡς τέκνα Θεοῦ ἄρχονται φοβούμενοι, θλιβόμενοι διὰ τὴν ἁμαρτίαν, πιστεύοντες, ἐλπίζοντες, προσευχόμενοι καὶ κατανοοῦντες τὸ πολύτιμον τοῦ Χριστοῦ μετὰ πολλῆς τῆς προθυμίας ἐγκολποῦνται τὴν δι’ αὐτοῦ σωτηρίαν. «Τελείως ἐλπίζουσιν ἐπὶ τὴν φερομένην αὐτοῖς χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ αὐτῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα αὐτοὺς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γιγνόμενοι».

Ὀμιλία Ε´. Λόγος σὰρξ γενόμενος ἀπεκάλυψε τὴν ἑαυτοῦ δόξαν τοῖς τε μαθηταῖς αὐτοῦ καὶ τῷ κόσμῳ

14) «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν (καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ Πατρός·) πλήρης χάριτος καὶ ἀληθείας» (ΙΩΑΝΝ. α´. 14).

§ 1. Ὁ ἱερὸς Εὐαγγελιστὴς ἐν τοῖς ἔμπροσθεν τὴν Θεότητα τοῦ Λυτρωτοῦ διὰ τῶν «Θεὸς ἦν ὁ Λόγος» κηρύξας, νῦν ἐπἰβεβαιοῖ ἐν τῇ αὐτῇ ἀκριβείᾳ ἀλήθειαν «σωτήμον πᾶσιν ἀνθρώποις» τὴν ἐνανθρώπησιν αὐτοῦ «ὁ Λόγος σάρξ ἐγένετο». Ὁ ὢν Θεὸς τὴν ἀνθρωπίνην φύσιν ἀτρέπτως, ἀσυγχύτως καὶ ἀμερίστως ἐν ἑαυτῷ προσλαβὼν, οὐκ ἐπαύσατο τοῦ εἶναι, ὅπερ ἣν πρὸ πάντων τῶν αἰώνων, ἀλλ’ ἐγένετο, ὅπερ πρότερον οὐκ ἦν, Θεὸς καὶ ἄνθρωπος, ἤτοι Θεάνθρωπος κατὰ θείαν ὅλως καὶ πάνσοφον οἰκονομίαν. Διότι ἡ θεία φύσις μέλλουσα «ἐπισκέψασθαι» ἡμᾶς ὅπως ἀπὸ τοῦ βυθοῦ τῆς ἁμαρτίας «λυτρώσῃ» κατ’ ἀνάγκην ἔπρεπεν ἵνα μετάσχῃ τῶν αὐτῶν τοῖς ἀνθρώποις, τοῦτ’ ἔστι «σαρκὸς καὶ αἵματος», ὡς λέγει ὁ μακάριος Παῦλος. Ὁ τρόπος, δι’ οὗ Θεὸς καὶ ἄνθρωπος ἡνώθησαν, οὗ μόνον βροτοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀγγέλοις ἀκατάληπτος τυγχάνει· ἀλλ’ «οὐδὲν ἀδυνατεῖ τῷ Θεῷ».

§ 2. Τὸ μέγα τοῦτο καὶ ἀκατάληπτον τῷ ὄντι μυστήμόν ἐστιν ἐκπλήρωσις τῆς πρώτης ἐκείνης ἐπαγγελίας ἣν ὁ Θεὸς ἐπηγγείλατο εἰς τοὺς παραβάντας τὴν ἐντολὴν αὐτοῦ πρωτοπλάστους ἐν τῇ πρὸς τὸν ἀρχέκακον ὄφιν φοβερᾷ αὐτοῦ κατάρᾳ· «Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν». Τίς ὁ καὶ ἡλίου λαμπρότερον μὴ ὁρῶν ἐν τῇ ἀπαγγελίᾳ ταύτῃ τὴν ἄκραν τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον φιλανθρωπίαν τε καὶ εὐσπλαγχνίαν! Ὁ Χριστὸς λοιπὸν, τὸ ἐπηγγελμένον τῆς γυναικὸς σπέρμα ἐγεννήθη ἐκ γυναικὸς, τῆς παρθένου Μαρίας, καὶ ἐφἀνερώθη τῷ κόσμῳ, ἵνα τηρήσῃ τὴν κεφαλὴν τοῦ ὄφεως καὶ καταστρέψῃ τὰ ἔργα αὐτοῦ. Ὁ Μωυσῆς ἐβεδβαίωσε τοὺς Ἰσραηλίτας περὶ τῆς ἀληθείας ταύτης λέγων: «Προφήτην Κύριος ὁ Θεὸς ἐκ μέσου σου, ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι, αὐτοῦ ἀκούσεσθε». Αἱ περὶ τοῦ Σωτήρος προφητεῖαι τοῦ Ἡσαΐου σαφῶς ἡμῖν ἐξηγοῦνται, ὅτι ὁ ὑπὸ ἀνθρώπου μορφὴν φανησόμενος τοῖς ἀνθρώποις ἔσται «μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Ἡ ἐν σαρκὶ λοιπὸν ἐμφάνισις τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ ἦν προσδοκια οὐ μόνον τοῦ Ἰουδαϊκοῦ λαοῦ, ἀλλὰ καὶ παντὸς τοῦ ἀνθρωπίνου γένους, διὰ τῶν διαφόρων προφητειῶν ἐνισχυθεῖσα καὶ κραταιωθεῖσα. Ἡ ἁγία Γραφὴ ἐξηγεῖται ἡμῖν ὅτι ὁ Ἰησοῦς ἧλθεν ἵνα σώσῃ τὸν ἁμαρτωλὸν ἄνθρωπον, ἀποθνήσκων ἀντ’ αὐτοῦ τὸν θάνατον αὐτοῦ. «Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν». Ἐν τῇ θείᾳ αὐτοῦ φύσει οὐκ ἦν ποτε δυνατὸν ἵνα ὑποκύψῃ εἰς τὴν κατάραν τοῦ νόμου, εἰ μὴ ἐν τῇ φύσει, ἥτις ἦν ἀξία τῆς ἀρᾶς ταύτης διὰ τὴν τοῦ νόμου παράβασιν. «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα (γέγραπται γὰρ «ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου»). Ἐὰν λοιπὸν ἐκεῖνοι, οὓς ἧλθεν ἵνα λυτμόσῃ, κοινωνῶσι «σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν хЬ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἧσαν δουλείας». Διά τοι τοῦτο συνῳδὰ τῇ δυνάμει καὶ τῇ προωρισμένῃ βουλῇ τοῦ Θεοῦ» «σῶμα κατηρτίσθη» τῷ Λόγῳ, ὅστις, «γενόμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα» «ἐσκήνωσεν ἡμῖν» ἐν εἰκόνι καὶ ὑπὸ μορφὴν ἀνθρώπου. «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί». Μέγα τῷ ὄντι καὶ ὑπερφυὲς τὸ μυστήριον! ἀλλὰ πόσον ἀσυγκρίτως μεγαλειτέρα ἡ ἀγάπη καὶ ἡ εὐσπλαγχνία τοῦ Θεοῦ!

§ 3. Εἶτα ὁ Εὐαγγελιστὴς ἐπάγει: «Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός». Καίτοι ἐν τῇ ἀνθρώπίνῃ μορφῇ ὁ υἱὸς τοῦ Θεοῦ τοῖς βροτοῖς ἀπεκαλύφθη, ἐφάνη ὅμως ἐν τῇ δόξῃ τοῦ παντοδυνάμου Θεοῦ, ὥστε δυνάμεθα νὰ προσέλθωμεν αὐτῷ παραδεχόμενοι τὴν θεότητα καὶ ἀνθρωπότητα αὐτοῦ, δι’ ὧν ἡ σωτηρία ἡμῶν ἐγένετο. Ὁ Εὐαγγελιστὴς λέγων: «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ» μαρτυρεῖ ὅτι ἐξ ἰδίας ἀντιλήψεως ἐθεάσατο ταύτην. Τοῦτο δὲ ἐπιβεβαιοῦται ὑπὸ τε τῶν ἄλλων Εὐαγγελιστῶν καὶ ὑπὸ τοῦ μακαρίου Πέτρου λέγοντος: «Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος· λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶς δὲ ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης. Οὗτός ἐστιν ὀ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ἐγὼ ηὐδόκησα. Καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἀγίῳ». Τότε λοιπὸν, ὅτε ὁ Θεάνθρωπος Ἰησοῦς μετεμορφώθη «ἐν τῷ ὄρει τῷ ἀγίῳ», ὅτε «ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς», ὅτε «ὤφθησαν Μωσῆς καὶ Ἡλίας μετ’ αὐτοῦ συλλαλοῦντες», ὅτε «φωνὴ ἐκ τῆς νεφέλης ἐμαρτύρει λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱὸς μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα», τότε, λέγομεν, ὁ ἠγαπημένος καὶ ἐπιστήθιος τοῦ Χριστοῦ μαθητὴς εἶδε τὴν δόξαν αὐτοῦ, ὡς δόξαν μονογενοῦς παρὰ Πατρός. Οὐ μόνον δὲ τότε, ἀλλὰ καὶ ὅτε μετὰ τῶν ἄλλων μαθητῶν ἠκολούθει αὐτῷ, καθ’ ἑκάστην ἔβλεπε τὴν δόξαν αὐτοῦ ὑπὸ ἀνηκούστων μαρτυρουμένην θαυμάτων. Ἔβλεπε «τυφλοὺς ἀναβλέποντας, χωλοὺς περιπατοῦντας, λεπροὺς καθαριζομένους, κωφοὺς ἀκούοντας, νεκροὺς ἐγεἰρομένους». Καὶ ἐν τῷ καιρῷ δὲ τοῦ πάθους, ὅτε «εἱστήκει παρὰ τῷ σταυρῷ», εἶδε τὴν δόξαν αὐτοῦ, εἰδε τὴν κτίσιν ἅπασαν φόβῳ ἀλλοιουμένην καὶ συμπάσχουσαν· εἶδε «τὸν ἥλιον σκοτισθέντα, τὸ καταπέτασμα τοῦ ναοῦ σχιθὲν εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω, τὴν γῆν σεισθεῖσαν, τὰ μνημεῖα ἀνοιχθέντα, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀγίων ἐγερθέντα», εἶδε τὴν δόξαν, ὅτε «προδραμὼν τάχιον τοῦ Πέτρου ἧλθε πρῶτος εἰς τὸ μνημεῖον». Ταῦτα πάντα ἰδὼν ἐνόησεν ὅτι τοιαύτη δόξα οὐκ ἧν δόξα ἁπλοῦ ἀνθρώπου, ἀλλὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ θεοῦ. Εὐλόγως λοιπὸν καὶ πάνυ δικαίως ὁ Εὐαγγελιστὴς λέγει: «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός».

§ 4. Τοιαύτη ἐστὶν ἡ λαμπρὰ καὶ ἔξοχος μαρτυρία καὶ βεβαιότης, ἣν κατέλιπον ἡμῖν οἱ αὐτοπται καὶ οἱ ὑπηρεται τοῦ Λόγου περὶ τῆς δόξης αὐτοῦ. Αὕτη ἀπὸ γενεᾶς εἰς γενεὰν ἐκ τῶν πρώτων χριστιανῶν ἡμῖν μετεδόθη. Οἰ Ἀπόστολοι ἐθεάσαντο αὐτήν· ἐν διαφοροις δὲ συναθροίσεσιν, ὅτε ἐπορεύοντο «εὐαγγελιζόμενοι τὸν λόγον» «ἀπήγγειλαν, ὃ ἑωράκασι τοῖς ὀφθαλμοῖς αὐτῶν, ὃ ἐθεάσαντο καὶ αἱ χεῖρες αὐτῶν ἐψ ἡλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς». Τοῦτο δὲ, ὅπερ ἐβεβαίωαν καὶ ἐμαρτύρησαν οἱ αὐτόπται τοῦ Λόγου, ἐθεμελιώθη ὡς ἀλήθεια ἐν ταῖς πρώταις τῶν χριστιανῶν συναθροίσεσιν, οἵτινες τοσαύτην πίστιν καὶ ἀφοσίωσιν εἶχον πρὸς τὸν Ἰησοῦν ὡς τὸν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ὥστε ὁ μακάριος Πέτρος ἠδύνατο νὰ βεβαιώσῃ λέγων περὶ αὐτῶν·«Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ». Οὗτοι μετέδωκαν τὸν λόγον τῆς ἀλήθείας εἰς τὴν ἐπερχομένην γενεάν· τὸ σπέρμα διαχεῖται βαθμηδὸν καὶ γίνεται μέγα δένδρον, τοῦ ὁποίου οἱ κλάδοι πανταχόθεν ἐξετείνοντο, καὶ οὗ τὰ φύλλα «ἦσαν εἰς θεραπείαν ἐθνῶν». Ἀλλ’ ὥσπερ τὸ δένδρον ἐκεῖνο τὸ ἐπὶ πολλοὺς αἰῶνας ὑφιστάμενον καὶ τοὺς κλάδους αὐτοῦ πανταχόθεν ἐκτεῖνον ἤν ποτε σπέρμα, καὶ εἰ μὴ ὁ σπόρος οὗτος ἔπιπτεν εἰς τὴν γῆν, οὐδέποτε θὰ ἐφύετο, οὕτως ἔχει καὶ περὶ τῆς Χριστιανικῆς ἡμῶν πίστεως· οἱ πιστοὶ ἐπολλαπλασιάζοντο, οἱ αἰῶνες ἀλλήλους διεδέχοντο, τὰ ἔθνη τὰ μὲν μετὰ τὰ δὲ προσετίθεντο τῇ Ἐκκλησίᾳ καὶ ὁ χρόνος, καθ’ ὃν ἡ Ἐκκλησία αὕτη ἤρξατο, φαίνεται ἡμῖν λίαν ἀπομεμακρυσμένος. Ἐν τούτοις εἷς σπόρος ἐστὶν, ὁ δὲ σπόρος οὗτος ἐξεχύθη, ὅτε «ὁ Λόγος σάρς ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πλήρης χάριτος καὶ ἀληθείας», καὶ οἱ Ἀπόστολοι «ἐθεάσαναο τὴν δόξαν αὐτοῦ».

§ 5. Ἡ δόξα αὕτη ἐθεάθη καὶ ἐν ἐκάστῳ μετὰ ταῦτα ἐπερχομένῳ αἰώνι· διότι διὰ τοῦ κηρύγματος τῶν Ἀποστόλων καὶ τῶν διαδόχων αὐτῶν «πλήθη ἀπὸ τοῦ σκότους εἰς τὸ φῶς καὶ ἀπὸ τοῦ κράτους τοῦ Σατανᾶ εἰς τὸ τοῦ Θεοῦ μετέβαινον». Τὰ πλήθη ταῦτα προθύμως τὰς κοσμικὰς αὑτῶν ἐπιθυμίας καὶ τὰς ἐγκληματικὰς ἕξεις ἐγκαταλείποντες καὶ ἀποτιθέντες ταῦτα εἰς τοὺς πόβας τοῦ σταυροῦ «ἐλάμβανον τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος», ἵνα γένωυται «λαὸς πεμούσιος, ζηλωτὴς καλῶν ἔργων», ζῶντες ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ «τὴν διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμοῦντες ἐν πᾶσιν» οὕτως, ὥστε οἱ ἄνθρωποι «βλέποντες αὐτῶν τὰ καλὰ ἔργα», βλέπουσι τὸ φῶς αὐτῶν φαίνον καὶ εὑρίσκουσιν ἐν αὐτῷ μαρτυρίαν ἐν ἀργῆ τῶν ἐν τῷ Εὐαγγελίῳ περιεχομένων ἀληθειῶν. Ὁποία τῷ ὄντι ἀπροσμάχητος μαρτυρία περὶ τῆς δόξης τοῦ Χριστοῦ ἡ παρὰ τῷ Παύλῳ, ἀφηγουμένῳ ὅτι, ἐνῷ ἐπορεύετο εἰς Δαμασκὸν «ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας ἀγάγῃ δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν, «ἐξαίφνης ἡμέρας μέσης οὐρανόθεν ὑπέρ τὴν τοῦ ἡλιου λαμπρότητα φῶς περιέλαμψεν αὐτὸν», καὶ ἐτύφλωσε τοῦ διώκτην τοῦτον τῆς Ἐκκλησίας! Μετὰ δὲ τινας ἡμέρας αὐτὸς οὗτος ὁ διώκτης ὁδηγηθεὶς παρ’ Ἐκείνου, ὃν ἔμελλε διώξειν, ἐκἡρυττεν ὡς διαπρύσιος κῆρυξ ἄνω καὶ κάτω διαδραμὼν μονονουχὶ σύμπαν τὸ Ρωμαϊκὸν κράτος, εὐαγγελιζόμενος τὴν διδασκαλίαν Ἐκείνου, οὗ τὸ ὄνομα παντὶ τρόπῳ ἐζήτει νὰ ἐξαλείψῃ ἀπὸ τοῦ προσώπου τῆς γῆς! Θαυμάσιος μὲν ἧν ἡ φωνὴ ἡ ἐκ τῆς νεφέλης ἐξενεχθεῖσα, «Οὗτός ἐστιν ὁ Υἱὸς μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα», ἀλλά πόσον θαυμάσιος καὶ πειστικὴ ἦν καὶ ἡ φωνὴ τοῦ Στεφάνου, τοῦ πρώτου τούτου τῆς Ἐκκλησίας μάρτυρας καὶ διακόνου, θνήσκοντος, ὅτε «θεὶς τὰ γόνατα» ἐδεήθη τοῦ Ἐσταυρωμένου λέγων γεγωνυίᾳ τῇ φωνῇ, «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην» «Κύριε Ἰησοῦ, παράλαβε τὸ Πνεῦμά μου».

§ 6. Ἀλλα τίς ἠ ἀνάγκη νὰ ὑποστρέψωμεν εἰς τὰ παρελθόντα καὶ νὰ ἀναμαλέσωμεν ἐν τῇ μνήμῃ ἡμῶν ὑπερφυσικὰς ἐπαμβάσεις τῆς θείας δυνάμεως ὅπως εὕρωμεν ἀποδείξεις τῆς δόξης τοῦ Χριστοῦ, ὅπως εἰς τὴν προσφερομένην ἡμῖν μαρτυρίαν πεισθῶμεν; διότι ἕκαστον πρὸβατον τῆς ποίμνης τοῦ Χριστοῦ φέρει ἐν ἑαυτῷ μαρτυρίαν περὶ τῆς πίσπεως, τῆς δόζῆς καὶ τῆς δυνάμεως τοῦ θείου αὐτοῦ ποιμένος. Οὐ μὴν ἀλλὰ, καὶ αὐτοὶ οἱ ἄσπονδοι ἐχθροὶ τοῦ Χριστοῦ, οἱ Ἰουδαῖοι οὐδόλως ἀρνοῦνται τὰς ἐν τῇ Γραφῇ περιεχομένας ἀληθείας. Ἐπίσης βλέποντες χριστιανὸν ἐπαξίως φέροντα τὸ ὄνομα τοῦτο, ἔχομεν ἐν αὐτῷ ἀπόδειξιν ζῶταν παντὸς, ὅ,τι τὸ Εὐαγγέλιον λέγει περὶ τῆς εὐσπλαγχνίας τοῦ Οεοῦ, περὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ περὶ τῆς δυνάμεως τοῦ ἀγίου Πνεύματος. Ποῖον θαῦμα μεῖζον ἢ τὸ βλέπειν ἄνθρωπον ἔχοντα μὲν τὰ συμφέροντα καὶ τὰς ὑποθέσεις αὐτοῦ ἐπὶ γῆς, ἀλλὰ διάγοντα «ὡς πολίτην οὐρανοῦ» «κατανοοῦντα, δηλονότι, τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον» καὶ οὗτινος «ἡ ζωὴ κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ»; Οὐδόλως δυνάμεθα βεβαίως νὰ πιστεύσωμεν ὅτι ταῦτα πάντα εἰσὶ φυσικὰ, μάλιστα ἀναλογιζόμενοι ὁποῖοί εἰσιν οἱ πειρασμοὶ καὶ ὁποῖα τὰ τοῦ κόσμου θέλγητρα, ὁποία ἡ διαφθορὰ τῆς καρδίας, ἣν ἀγωνίζεται νὰ νικήσῃ καὶ ὁποῖαι αἱ ἐπαναστατικαὶ ἐπιθυμίαι τῆς σαρκὸς, ἃς καθ’ ἑκάστην ἀγωνίζεται νὰ καταστείλῃ.

§ 7. Εὐχαριστήσωμεν τῷ Θεῷ ἡμῶν ὅτι αἱ ἀποδείξεις αὗται τῆς δόξης τοῦ Χριστοῦ οὐδέποτε ἔλειψαν. Δυνάμεθα νὰ παρατηρήσωμεν ταύτας εἰς πάντα τὰ πέριξ ἡμῶν, ἔχομεν ταύτας ἐν ἡμῖν αὐτοῖς, καὶ οὐδεὶς πρέπει νὰ χαίρῃ, ἐὰν μὴ αἰσθάνηται ἐν ἑαυτῷ ἀληθῆ τὴν μαρτυρίαν ταύτην. Ἐκεῖνος κατέχει τὴν μαρτυρίαν ταύτην, ὅστις διὰ τῆς «εἰς τὸν Υἱὸν τοῦ Θεοῦ πίστεως» ἀνεκαινίσθη κατὰ τὴν εἰκόνα τοῦ Θεοῦ «ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας», καὶ ὅστις οὕτω διαφεύγει τὴν ἐν τῷ κόσμω διαφθοράν. Ὁ Θεὸς ἔθηκε τὴν μαρτυρίαν ταύτην εἰς τὴν δύναμιν ἑκάστου· «ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ», ἐν τῷ ἐνδομύχῳ αἰσθήματι τῆς καρδίας καὶ ἐν τῇ ὑπακοῇ τῆς ζωῆς αὐτοῦ. Ἡ ἔνδειξις αὕτη ἐστὶν ἀληθὴς καὶ βεβαία. Τοιαύτη ἐστὶν ἡ ἀληθὴς πίστις, τοιοῦτος ὁ ἐγγυητὴς αἰωνίου ζωῆς.

§ 8. Περαίνοντες τὴν ὁμιλίαν ταύτην ἀναγκαῖον ἡγούμεθα νὰ παρατηρήσωμεν τὸ ἑξῆς· «ὁ Λόγος σὰρξ ἐγένετο». Πρὸς τίνα σκοπόν; «Δῖ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν». Ναὶ, διὰ τὴν ἡμῶν σωτηρίαν ὁ Λόγος τοῦ Θεοῦ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, ἐταπείνωσεν ἑαυτὸν «γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», ἵνα ὑψώσῃ εἰς τὴν θείαν φύσιν αὐτοῦ τὴν πεπτωκυῖαν ἡμῶν φύσιν γενόμενος σάρξ ἵνα ὑψώσῃ ἡμᾶς ὑπεράνω τῆς σαρκὸς καὶ ποιήσῃ «μετόχους τῆς ἀγιότητος αὐτοῦ». Ὁ Υἱὸς τοῦ Θεοῦ ἐγένετο Υἱὸς ἀνθρώπου ἵνα γενώμεθα ἡμείς υἱοὶ Θεοῦ. Ἀλλ’ ἐὰν ἡμεῖς ἐξακολουθῶμεν ὄντες σαρκικοὶ, φιλήδονοι, ἅρπαγες, φιλάργυροι καὶ ... τί γενησόμεθα; «Οὐκ οἴδατε, κράζει ὁ Ἀπόστολος, ὅτι ἀκάθαρτοι, ἄδικοι, μοιχοὶ, κλέπται, πλεονέκται, μέθυσοι, λοίδοροι, ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν»; Εἰ ἠδυνάμεθα ἵνα τὴν βασιλείαν τοῦ Θεοῦ οὕτω χληρονομήσωμεν, εἰ φύσις τις ἀκάθαρτος μὴ ἀνακαινιζομένη ἠδύνατο νὰ παρασταθῇ ἐνώπιον τῆς δόξης τοῦ Θεοῦ, τίς ἡ ἀνάγκη ἵνα «ὁ σὰρξ γένηται καὶ σκηνώσῃ ἐν ἡμῖν»;

§ 9. Καθαρίσωμεν τοίνυν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελοῦντες ἀγιωσύνην ἐν φόβῳ Θεοῦ»· νεκρώσωμεν ὅτι συνιστᾷ ἡμῖν τὸν χοϊκὸν ἄνθρωπον καὶ «δοξάσωμεν τοῦ Θεὸν ἐν τῷ σώματι ἡμῶν καὶ ἐν τῷ πνεύματι ἡμῶν, ἅτινα εἰσι τοῦ Θεοῦ»·«εἰ γὰρ κατὰ σάρκα ζῶμεν, μέλλομεν ἀποθνήσκειν εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, ζησόμεθα» καὶ ζησόμεθα αἰωνίως.

Ὀμιλία ΣΤ´ (εκτη) Ὁ υἱὸς τοῦ Θεοῦ ἐστιν ἡ πηγὴ τῶν θείων χαρισμάτων

15) «Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.

16) Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.» (ΙΩΑΝΝ. α´. 15–16)

§ 1. Ἡ τοῦ βαπτιστοῦ Ἰωάννου τοῦ καὶ Προδρόμου τοῦ Χριστοῦ ἀποστολὴ ἦν ἵνα ἑτοιμάση τὴν ὁδὸν εἰς τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον. Ἐκεῖνος ὅμως, οὗ τὴν ἔλευσιν ἐκήρυττεν, «οὗ οὐκ ἦν ἰκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων,» καὶ ὅστις «ὀπίσω αὐτοῦ ἐρχόμενος, ἔμπροσθεν αὐτοῦ γέγονεν ὅτι πρῶτος αὐτοῦ ἦν,» ἧλθεν ἤδη καὶ ἦν ἐν μέσῳ τοῦ ἐκλεκτοῦ λαοῦ αὐτοῦ ἕτοιμος, ὅπως ἀρχὴν τῆς αὐτοῦ ἀποστολῆς ποιήστηται. Ὁ Ἰωάννης λοιπὸν ἔμελλεν ἵνα πρὸ τοῦ ὑπ’ αὐτοῦ κηρυττομένου ὑποχωρήσῃ, ὥσπερ ὁ πρὸ τῆς ἠοῦς λαμπρῶς ἀνατέλλων ἀστηρ τῆς πρωΐας ἀφανίζεται ἅμα τῇ ἐμφανίσει τοῦ ἀνατέλλοντος ἡλίου ἐν τῷ ὁρίζοντι.

Ὁ Εὐαγγελιστὴς δείκνυσιν εἶτα, ὁποῖαί εἰσιν αἱ ὠφέλειαι τοῦ νέου τούτου φωτὸς, δῆλα δὴ ἡ εὐεργετικὴ ἐπὶ τοῦ κόσμου ἐπὶδρασις αὐτοῦ. Ἡ θεία φύσις, ἡ ἀϊδιότης καὶ ἡ παντοδυναμία τοῦ υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ σαφῶς ἤδη ἐκηρύχθησαν διὰ τῶν «Ἐν ἀρχῇ ἣν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος, ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὅ γέγονεν.» Ἀλλὰ πάῦτα ταῦτχ ἦ σαν μὲν πάντως ἐν αὐτῷ, ἐλαχίστη ὅμως, ἵνα μὴ εἴπωμεν, οὐδεμία, ὠφέλεια ἐκ τούτων τοῖς ἀνθρώποις προσεγίγνετο. Ὥσπερ ἡ ὄψις θησαυροῦ τινος ἡ πλουσία καὶ πλήρης χρυσοῦ ἢ λίθων πολυτελῶν ἀνωφελής ἐστιν ἡμῖν, ἐὰν μὴ φθάσαντες γενώμεθα κάτοχοι αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θησαυρὸς, οὗτινος φύλαξ ἐστὶν ὁ Χριστὸς ἤτοι ἡ πηγὴ τῶν θείων αὐτοῦ χαρισμάτων δέον ἵνα κτῆμα πᾶσι γένηται. Ὁ θησαυρὸς οὗτος ἠνοίχθη εἰς πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας, ἐδοκιμάσθη ὑπὸ τῶν ἀποστόλων, ὁ δὲ Εὐγγελιστὴς ὁμιλῶν ἐξ ἰδίας αὐτοῦ πείρας λέγει· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος». Καὶ ἀληθῶς ἐκ τῆς ἀεννάου ταύτης πηγῆς ἔλαβον τὸ χάρισμα τῆς υἱοθεσίας, τῆς ἱερωσύνης, τῆς προφητείας, τῆς θαυματουργίας, τῶν ἰαμάτων, τῶν γλωσσῶν, τῆς γνώσεως τῶν μυστηρίων. «Ἐκ τοῦ πληρώματος αὐτοῦ» οἱ μαθηταὶ τοῦ Χριστοῦ, οἱ τέως ἁλιεῖς, ἔλαβον τὴν δύναμιν ἵνα λαλῶσιν «ἐν σοφίᾳ, ᾗ οὐκ ἠδυνήθησαν ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι αὐτοῖς». «Ἐκ τοῦ πληρώματος αὐτοῦ» ἔλαβον θάρρος καὶ δύναμιν νὰ ἀποκριθῶσι πρὸς τὸν ἀρχιερέα καὶ τοὺς ἱερεῖς τῆς Ἱερουσαλὴμ λέγοντς· «Εί δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν». «Ἐκ τοῦ πληρώματος αὐτοῦ» ἔλαβον τὴν δύναμιν ποιεῖν ἔργα ὑπερβαίνοντα τὴν δύναμιν τοῦ ἀνθρώπου, ὡς ἐκήρυξεν ὁ Πέτρος τοῦτο θεραπεύσας τὸν ἐπὶ τῆς Ὁραίας. πύλης καθήμενον παραλυτικόν «Ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν». «Ἐκ τοῦ πληρώματος αὐτοῦ» ὁ ἀπόστολος Παῦλος λαβὼν ἐτόλμησεν εἰπεῖν· «Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε ὑπῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει».

§ 2. Πάντες λοιπὸν, καθὰ λέγει ὁ Εὐαγγελιστὴς, ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλαβομεν καὶ οὐχὶ μόνον οἱ ἀπόστολοι· διότι, εἰ τὴν δαψιλῆ ταύτην χάριν «ἐκ τοῦ πληρώματος αὐτοῦ» μόνοι ἐλάμβανον οἱ ἀπόστολοι, οἱ εἰς Χριστὸν πιστεύοντες «διὰ τοῦ Λόγου αὐτῶν» μικρὸν, ἵνα μὴ εἴπωμεν οὐδὲν, θὰ εἶχον τὸ διαφέρον, διότι τοῦτο οὐδόλως θὰ ἀπέβλεπεν αὐτούς· ἀλλὰ λέγων ὁ Εὐαγγελιστὴς ταῦτα ὁμιλεῖ ἐν ὀνόματι πάντων τῶν μελλόντων νὰ πιστεύσωσιν εἰς αὐτὸν, ὡσανεὶ λέγων· «ἡμεῖς πάντες οἱ δώδεκα οἱ τριακόσιοι, οἱ πεντακόσιοι, οἱ τριστχίλιοι, οἱ πεντακιστχίλιοι, αἱ πολλαὶ τῶν Ἰουδαίων μυριάδες ἅπαν τὸ πλήρωμα τῶν πιστῶν, καὶ τῶν τότε, καὶ τῶν νῦν, καὶ τῶν αὖθις ἐσομένων ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλαβομεν». Δῆλον δὲ ὅτι ὁ Χριστὸς «οὐ μεθεκτὴν ἔχει τὴν δωρεὰν, ἀλλ’ αὐτοπηγὴ καὶ αὐτόρριζά ἐστι πάντων τῶν καλῶν, αὐτοζωὴ, καὶ αὐτοφῶς, καὶ αὐτοαλήθεια· οὐκ ἐν ἑαυτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης. Χριστός ἐστι πηγὴ, ἀφ’ ἧς δυνανται πάντες ἀντλῆσαι ὕδωρ ζῶν. «Οἰ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ φάγετε καὶ πορεύεσθε καὶ ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ». «Καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ τῆς ζωῆς δωρεάν». Τοῦτο ἐκφράζεται πολλάκις ἐν τῇ ἁγίᾳ Γραφῇ ὑπὸ διαφόρους μορφάς. Δῆλον δὲ ὅτι ὁ Χριστὸς ὁτὲ μὲν παρίσταται ὡς ὁ κορμὸς, ἐξ οὗ ἐξέρχεται ὁ χυλὸς ὁ ζωὴν δίδων πᾶσι τοῦς κλάδοις τοῦ δένδρου, ὁτὲ δὲ ὡς ἡ πηγὴ, ἧς τὰ ὕδατά εἰσιν ἀνεξάντλητα καὶ ἄλλοτε ὡς ἀκένωτος θησαυρὸς σοφίας καὶ γνώσεως, ἧς μετέχουσι πάντες διὰ τοῦ Πνεύματος αὐτοῦ, ἀπονέμοντος ταῦτα ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, ὥστε ἀντικαθιστᾷ αὐτοῖς τὸ ἀπολεσθὲν καὶ ἐπανορθοῖ τὰ θλιβερὰ τῆς ἐκ τῆς ἁμαρτίας πτώσεως αὐτῶν, ἀποτελέσματα. Οὕτως, ὡς λέγει ὁ θεῖος Παῦλος, «ἑκάστῳ δίδοται ἡ φανέρωσις πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἐτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεως ... πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἐκάστῳ, καθὼς βούλεται».

§ 3. Ὁπόσον πλούσιος ὁ θησαυρὸς οὗτος! Ὁπόσον δαψιλὴς ἡ πηγὴ τῶν ὑδάτων ἡ ἐκ τοῦ πληρώματος αὐτοῦ πηγάζουσα! «Ἐν ἀσθενείαις, ἐν ἥβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ἐσμέν»; «Προσερχώμεθα μετὰ παρρησίας» εἰς τὴν πηγὴν ταύτην «ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν». Ἔχομεν ἀνάγκην συγχωρήσεως; Καὶ μὴ οὐκ ἔστιν αὕτη ἀναγκαία πᾶσιν ἡμῖν καὶ ἀπαραίτητος; Ἐκεῖ δράμωμεν, ὅπου ἀφειδῶς αὕτη ἐπιχορηγηθήσεται ἡμῖν. Ὁ Χριστὸς προσήνεγκε διὰ τοῦ σταυρικοῦ αὐτοῦ θανάτου ἱκανοποίησιν εἰς τὴν θείαν δικαιοσύνην πλήρη καὶ τελείαν διὰ τὰς ἁμαρτίας πάντων τῶν εἰς αὐτὸν πιστευόντων. Αὐτὸς ἐπὶσης ηὐδόκησεν ἵνα ὁ ἐπὶ τοῦ σταυροῦ κρεμάμενος λῃστὴς δοκιμάσῃ, «ὅτι τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας». Ἔχομεν ἀνάγκην γνώσεων; Αὐτός ἐστι τὸ φῶς τοῦ κόσμου. Αὐτὸς ἀπεκάλυψεν ἡμῖν ὅ,τι ἐστὶν ἀναγκαῖον εἰς γνῶσιν τὸν Θεοῦ καὶ ἡμῶν αὐτῶν. Αὐτὸς ἐξηγήσατο ὁποία ἐστὶν ἡ τοῦ παρόντος καὶ τοῦ μέλλοντος κόσμου φύσις. Αὐτὸς εἶπεν ἡμῖν ὁποῖοί εἰσιν οἱ ὑπὸ τοῦ Θεοῦ ἐλεούμενοι καὶ οἱ ἐλπίζοντες ἀπὸ τῆς εὐσπλαγχνίας αὐτοῦ. Αὐτὸς ἐντελῶς ἐπλήρωσε τὴν προσδοκίαν πάντων τῶν ἐθνῶν. «Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστὸς, ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα». Ἔχομεν πάλιν ἀνάγκην δυνάμεως μὴ ὑπαρχούσης ἐν ἡμῖν αὐτοῖς ἵνα ὑποτάξωμεν καὶ νεκρώσωτὴν τὴν φυσικὴν ἐκείνην ροπὴν τὴν ἕλκουσαν ἡμᾶς πρὸς τὴν ἁμαρτίαν, νὰ καταθλίψωμεν τὴν ἐν ἡμῖν ὑπάρχουσαν ἁμαρτίαν καὶ ἀνακαινίσωμεν τὰς καρδίας ἡμῶν κατὰ τὴν εἰκόνα τοῦ Πλάστου ἡμῶν; Αὐτός ἐστιν ἡ πηγὴ πάσης πνευματικῆς νίκης, καὶ ὁ Θεὸς εὐδοκεῖ νὰ ἐπαναπαυώμεθα ἐπὶ τοῦ πληρώματος τῆς δυνάμεως αὐτοῦ ἵνα λάβωμεν «χάριν ἀντὶ χάριτος» λίαν δαψιλῶς καὶ προθύμως. Ὅθεν ἐξαρτώμενοι πάντοτε ἐξ αὐτοῦ οἱ μαθηταὶ καὶ πιστοὶ αὐτοῦ ὀπαδοὶ διατελοῦσιν εἰς συνεχῆ μετὰ τοῦ διδασκάλου αὐτῶν, ὡς οἱ στρατιῶται μετὰ τοῦ ἀρχηγοῦ αὐτῶν, οἱ δοῦλοι μετὰ τοῦ Κυρίου αὐτῶν.

§ 4. Ἀπ’ αὐτοῦ τοίνυν, τοῦ Χριστοῦ, δέον νὰ ζητῶμεν τὸ ἐλλεῖπον ἡμῖν τῆς χάριτος καὶ τῆς πνευματικῆς γνώσεως. Οὐδὲν δυνάμεθα χωρὶς αὐτοῦ ποιεῖν, ὥσπερ αὐτὸς οὗτος περὶ τούτου λέγει: «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν». Μετ’ αὐτοῦ δὲ τὰ πάντα δυνάμεθα, ὡς αὐτὸς πάλιν λέγει: «Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν». Ἀλλὰ καὶ ὁ Ἀπόστολος αὐτοῦ: «Πάντα ἰσχύω», λέγει, «ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ». Μηδεὶς καυχάσθω· «τί γὰρ ἔχεις ὅ οὐκ ἔλαβες», «Ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ». Μηδεὶς ἀπελπιζέτω· διότι τίς ποτε ἐξ ἡμῶν προσῆλθεν αὐτῷ πλήρης πίστεως καὶ μετανοίας καὶ ἐξεβλήθη ἔξω ἢ οὐκ ἔλαβε τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν αὐτοῦ; Ἐν ἡμῖν λοιπὸν κεῖται, ἐκ τῆς πίῶστέως καὶ τοῦ θεαρέστου βίου ἡμῶν ἐξαρτᾶται νὰ λάβωμεν «ἐκ τοῦ πληρώματος» τοῦ Χριστοῦ πλουσίως χαρίσματα· διότι μόνη ἡ χάρις οὐδόλως ἀρκεῖ πρὸς τὴν ἡμῶν σωτηρίαν, ἀλλ’ ἀνάγκη νὰ συντρέξῃ καὶ ἡ θέλησις ἡμῶν. Τοῦτο δὲ ἐπιτυγχάνεται ἐὰν «ἀποθέμενοι πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πᾶσαν καταλαλιὰν», «τῇ προσευχῇ προσκαρτερῶμεν γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαμστίᾳ».

Ὀμιλία Ζ´. Παλαιᾶς καὶ Καινῆς Διαθήκης σύγκρισις·ἡ ἐκ τοῦ νόμου ὠφέλεια

17) «Ὄτι ὁ νόμος διὰ Μωσέως ἐδόθη ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» (ΙΩΑΝΝ. α´. 17).

§ 1. Ἐνταῦθα γίγνεται σύγκμσίς τις τῆς πρώτης καὶ δευτέρας Διαθήκης, ἃς ὁ Θεὸς τῷ ἀνθρώπῳ διέθετο. Αἱ δύο αὗται Διαθῆκαὶ, ὡς ἐκ τῶν περιστάσεων, αἵτινες ἠκούθησαν αὐτὰς, λίαν πρὸς ἀλλήλας διαφέρουσιν·«ὁ νόμος διὰ Μωσέως ἐδόθη». Ὁ Μωυσῆς ἧν δοῦλος ἀγαπτὸς τῷ Θεῷ προορισθεὶς ὅπως ἀναγγείλῃ τὸ ἄγιον αὐτοῦ θέλημα εἰς τὸ ἐκλεκτὸν αὐτοῦ ἔθνος, ἧν ὅμως ἄνθρωπος ἐκ τοῦ πεπτωκότος τοῦ Ἀδὰμ καὶ αὐτὸς γένους καταγόμενος. «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο». Ὁ Θεὸς ἐν τῇ εὐσπλάγχνῳ Αὐτοῦ βουλῇ ἀπέστειλε «τὸν υἱὸν αὐτοῦ τὸν ἀγαπητὸν, ἐν ᾧ ηὐδόκησε», καὶ ὅστις «Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος» προεκηρύχθη.

§ 2. Πρὸς δ’ ἔτι ὅτε ὁ Μωυσῆς προσεκλήθη ἵνα λάβῃ τὴν ἀπόφασιν τῶν βουλῶν τοῦ Θεοῦ, τὸ ὄρος Σινᾶ «ἧν κεκαυμένον πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ρημάτων, καὶ οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθεῖναι αὐτοῖς λόγον». Καὶ οὕτω φοβερὸν «ἦν τὸ φανταζόμενον Μωσῆς εἶπεν, ἔκφοβοῦ εἰμι καὶ ἔντρομος». Ἀλλ’ ἡ «χάρις καὶ ἡ ἀλήθεια ἡ διὰ Ἰησοῦ Χριστοῦ γενομένη», ἐχαρακτηρίσθη ὑπὸ εὐαγγελισμοῦ λίαν διαφόρου· διότι τὸ πᾶν ἐν τούτῳ ἦν εὐσπλαγχνία καὶ συγκατάβασις Θεοῦ καὶ γλυκεῖα τοῖς ἀνθρώποις παραμυθία. «Μὴ φοβεῖσθε», λεγει ὁ ἄγγελος πρὸς τοὺς ἀκάκους καὶ ἀδόλους ποιμένας, «Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβὶδ», «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία».

§ 3. Ὅτι «ὁ νόμος διὰ Μωσέως ἐδόθη» τοῦς Ἰσραηλίταις «τοῦτο πολὺ, κατὰ πάντα τρόπον, πρῶτον ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ». Ὁ Θεὸς οὐδόλως ἠμέλησεν αὐτῶν, οὐδὲ παρέδωκεν αὐτοὺς ὥσπερ ἄλλα ἔθνη εἰς πνεῦμα διαφθορᾶς, εἰς ἀγνωσίαν ἑαυτοῦ καὶ τοῦ θελήματος αὐτοῦ. «Οὐκ ἐπελάθοντο τὰ χρίματα αὐτοῦ», ἀλλ’ «ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ», «ἅ ἐὰν τηρήσῃ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς». Πλεῖστοι ὖσαν «οἱ πίοιοῦντες κρῖμα καὶ ἀγαπῶντες ἔλεος καὶ ἕτοιμοι εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ζῆν κατὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς τοῦ νόμου». Ἑν τούτοις ὁποῖον ἆρά γε θὰ ἦν τὸ ἀποτέλεσμα τοῦ νόμου τούτον τοῦ Θεοῦ, εἰ μὴ ἦν ἐτέρα ἀποκάλυψις τοῦ θελήματος αὐτοῦ; Μεγάλη πάντως ἢθελεν εἶναι καταδίκη παντὸς τοῦ ἀνθρωπίνου γένους, ὅτι «ἐλέγχεται πᾶς ὁ κόσμος περὶ ἁμαρτίας», «ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ». Τὸν νόμον τοῦτον ὁ Κύριος ἡμῶν πολλάκις ἐπανέλαβε καὶ κῦρος αὐτῷ ἔδωκε καὶ ἐν πολλοῖς ἐπλήρωσε καὶ τέλος ἐν δυσὶν ἐντολαῖς συνέπτυξε ταῖς ἑξῆς: «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν». Τίς ἐξ ἡμῶν θέτων ἐπὶ τῆς καρδίας τὴν χεῖρα αὐτοῦ δύναται νὰ κηρύξῃ ἑαυτὸν ἀθῶον πάσης παραβάσεως τοῦ νόμου τούτου;

§ 4. Εἰ τοιαῦται αἱ ἐντολαὶ τοῦ νόμου εἰσὶν, «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῦς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου». Δῆλον ὅτι «ὁ νόμος ἐπιγινώσκει τὴν ἁμαρτίαν», καὶ ὅτι «οὐ δικαιοῦται ἀνθρωπος ἐξ ἔργων νόμου». Ὅθεν δῶμεν χάριτας τῷ Θεῷ» ὅτι «ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο». Ὁ ἀπόστολος Παῦλος διδάσκων ἡμᾶς πῶς πρέπει νὰ αἰσθανώμεθα καὶ ἐννοῶμεν τὴν εὐγνωμοσύνην ἡμῶν ταύτην λέγει: «Ἡ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· τῷ δε Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὠφέλιμον καὶ λίαν σωτήριόν ἐστιν, ἵνα αἱ ἀλήθειαι αὗται παρίστανται πάντοτε ἐνώπιον ἡμῶν, ἵνα ἀναλογιζώμεθα ὁπόσα ἐποιήσαμεν, ἃ οὐκ ἔδει ποιῆσαι καὶ ὁπόσα οὐκ ἐποιήσαμεν, ἃ ἔδει ποιῆσαι. Ἡ μόνη δὲ παραμυθία ἡμῶν εἰς τοῦτο δέον νὰ στηρίζηται ὅτι «χάριτί ἐσμεν σεσωσμένοι»· καὶ ὅτι «ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθημεν ἐν τῷ νόμῳ Μωσέως δικαιωθῆναι, ἐν τούτῳ (τῷ Χριστῳ) πᾶς ὁ πιστεύων δικαιοῦται».

§ 5. Ὅθεν ὁ νόμος τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ Πνεύματος ἐπειρᾶτο ἵνα «ἐλέγξῃ τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως», καὶ γένηται «παιδαγωγὸς ἡμῶν, διδάσκαλος ἱκανὸς ἵνα ἄγῃ ἡμᾶς εἰς Χριστὸν», καὶ ἀναγκάσῃ φόβῳ τὸν παραβάτην, ὅπως δεχθῇ μετ’ εὐγνωμοσύνης τὴν διὰ Ἰησοῦ Χριστοῦ προσφερομένην αὐτῷ εὐσπλαγχνίαν αὐτοῦ. Ἐν τῷ κόσμῳ βλέπομεν συχνάκις τὸν ἐγκληματίαν ἀρνούμενον τὸ ἑαυτοῦ ἔγ κλημα καὶ πεποιθότα, ὅτι θὰ ἐκφύγῃ, βαθεῖαν καὶ ἐπὶμονον τηροῦντα σιγὴν, ἔστι δ’ ὅτε καὶ μετ’ ἀπαραδειγματίστου ὑπομονῆς ὑποφέροντα τὰς βασάνους· ἀλλ’ ὅταν μάρτυς τις, ὃν οὐδόλως ἄλλως προσεδόκα παραστὰς κατ’ αὐτοῦ πείσῃ αὐτὸν περὶ τῆς ἐνοχῆς αὐτοῦ, αὐτίκα τὸ θάρρος ἐκλείπει αὐτόν. Αἰσθάνεται ἤδη τὸν ἔλεγχον τῆς συνειδήσεως βαρέως πλήττοντα αὐτὸν, ὁ δὲ φόβος τοῦ θανάτου συνήγορον ἔχων τὸν νόμον καὶ ἀψευδῆ μάρτυρα παρίσταται ἐνώπιον αὐτοῦ καὶ ὑποτάσσει αὐτόν. Τοιουτοτρόπως συμβαίνει καὶ εἰς πάντα ἄνθρωπον· ὁ νόμος ἐδόθη ἡμῖν παρὰ τοῦ Θεοῦ ἵνα κατ’ αὐτὸν τὸν βίον ἡμῶν διάγωμεν, πράττοντες μὲν ὅ,τι συνᾷδει αὐτῷ, τελέως δὲ ἀποφεύγοντες πᾶν τὸ ἀπᾷδον καὶ ἀσύμφωνον αὐτῷ. Ἔπρεπε λοιπὸν καὶ ἡμεῖς ἵνα κατ’ αὐτὸν διευθύνωμεν πάσας τὰς κλίσεις καὶ ἐπιθυμίας τῆς καρδίας ἡμῶν, ὅπως μὴ τελευτῶντες πέσωμεν εἰς τὰς χεῖρας Θεοῦ, ὃν οὐδόλως ἐμεριμνήσαμεν ἵνα ἵλεων καταστήσωμεν. Ὁ νόμος φαίνεται λέγων ἡμῖν «Διὰ τί συζητεῖτε καὶ ἐρίζετε ἐναντίον Θεοῦ; Οὐδόλως μεταβαλεῖν δύνασθε τὰ ἀμετάβλητα, οὐζόλως δύνασθε μεταβαλεῖν τὸ θέλημα τοῦ Θεοῦ, ὅπερ πρὸ αἰώνων ἐστὶν ἐγκεχαραγμένον ἐπὶ τῶν στηλῶν τοῦ θείου δικαίου. Τοῦτο μόνον δύνασθε, ἵνα ἀπορρίψήτε τὴν βουλὴν αὐτου καὶ στρέψητε τὴν ὀργὴν αὐτοῦ καθ’ ὑμῶν αὐτῶν. Δύνασθε νὰ καταφρονήσητε τὸ ἔλεος τοῦ Θεοῦ καὶ τελευτῶντες νὰ δοκιμάσητε τὴν ὀργὴν αὐτοῦ. Εἴτε θέλετε, εἴτε μὴ, δέον νὰ ὑποκύψητε εἰς τὸν θάνατον καὶ ἐμφανισθῆτε τάχιον ἢ βράδιον ἐνώπιον τοῦ Θεοῦ ἵνα κριθῆτε κατὰ τὸν δοθέντα τοῦτον νόμον. «Οὐαὶ τῷ ἐρίζοντι κατὰ τοῦ ποιήσαντος αὐτόν». Μετανοεῖτε καὶ ἐπιστρέψατε πρὸς Κύριον· ὑπάρχούσιν ἔτι τὰ μέσα τῆς εἰρήνης καὶ τῆς συνδιαλλαγῆς. «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο»· ρίψατε λοιπὸν ἐπ’ αὐτὸν τὸ φορτίον ὑμῶν «καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Ὡς ὁ νόμος ἀπαιτεῖ τελείαν ὑποταγὴν, οὕτω καὶ ὁ Χριστὸς ἐπαγγέλλεται ἡμῖν τελείοιν συγχώρησιν. Οὐδείς ποτέ ἠδυνήθη ἵνα τελείαν ἔχῃ τῷ νόμῳ ὑπακοήν· τελεία ὅμως συγχώρησίς ἐστι βεβαία εἰς πάντας τοὺς ζητοῦντας ἵνα διὰ τῆς δικαιώσεως, ἥτις πηγάζει ἐκ Θεοῦ διὰ τῆς ἐν Χριστῷ πίστεως, δεκτοὶ γένωνται. Αἱ δύο λοιπὸν Διαθῆκαι ἔχουσι πρὸς ἀλλήλας τὴν μεγάλην ταύτην διαφοράν: ἡ μὲν πρώτη ἐστὶ διαθήκη ἐντολῆς, ἡ δὲ δευτέρα εὐσπλαγχνίας βεδαιούσης ἡμᾶς, ὅτι, καίτοι ὁ ἄνθρωπος παρέβη τὴν τοῦ Θεοῦ ἐν τολὴν, τὴν διαθήκην τῆς ἐντολῆς, ὁ Θεὸς ὅμως ἐπιφυλάττει αὐτῷ τὴν διαθήκην τῆς χάριτος· καίτοι ὁ ἄνθρωπος εὑρίσκεται λίαν ὑποδεέστερος τῆς ὑπακοῆς, ἣν ὁ Θεὸς ἀπῇτει, ὁ Θεὸς ὅμως οὐδαμῶς ἀπορρίπτει τοὺς ἀναξίους αὐτοῦ δούλους. Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν!»

§ 6. Τούτων δ’ οὕτως ἐχόντων, ἐπιτρέπεται ἡμῖν ἵνα ἐκιφαυλίζωμεν καὶ περιφρονῶμεν τὸν νόμον; Μὴ γένοιτο! Ὁ Κύριος ἡμῶν προβλέπων πᾶσαν περὶ τούτου ἔνστασιν, «Μὴ νομίσητε», λέγει, «ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι». Ὁ Κύριος Ἰησοῦς ἀνέπτυξε τὸν νόμον τοῦτον, ἐτελειοποίησεν αὐτὸν καὶ τέλος εἰς δύο ἐντολὰς (ἃς ἀνωτέρω ἐξεθέσαμεν) συμπτύξας ἀπέδειξεν ὅτι τὸ πνεῦμα τῶν ἐντολῶν τούτων καὶ οὐχὶ τὸ γράμμα τηρητέον ἐστί· «τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ». Ἀλλὰ καὶ οἱ Ἀπόστολοι καταδεικνύουσιν ὁποῖον ἀποτέλεσμα δέον ἵνα παράγωσιν ἐπὶ τε τῆς καρδίας καὶ τοῦ βίου ἡμῶν αἱ ἐντολαὶ αὗται19. Ἡ πρώτη λοιπὸν σκέψις ἡμῶν δέον ἵνα ᾖ ἡ ἐξῆς: Ὁποῖον ἐστι, τὸ θέλημα τοῦ Θεοῦ πρὸς ἡμᾶς. Ὁ Κύριος καὶ Θεὸς ἡμῶν αὐτὸς ἐτήρησεν ἀκριβῶς τὰς ἐντολὰς ταύτας οὐχὶ ἵνα ἀπαλλάξῃ ἡμᾶς τούτων, ἀλλ’ ὅπως καταλίπῃ ἡμῖν ὑπόδειγμα ὡς ἐπιταγὴν, ἵνα ἀκολουθῶμεν «τοῖς ἴχνεσιν αὐτοῦ», περιπατοῦντες ὡς οὗτος περιεπάτησε, καὶ διάγοντες ὡς αὐτὸς διῆγεν. Ὁ νόμος λοιπὸν οὗτος δέον νὰ χρησιμεύσῃ ἡμῖν ὡς κανὼν διαγωγῆς, ὅπως κατ’ αὐτὸν ἐξετάζωμεν ἑαυτοὺς «ἵνα ἔχωμεν ἀπρόσκοπτον συνείδησιν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός». Ἡ δευτέρα ἡμῶν σκέψις διαφόρου ἐστὶ φυσεως· αἱ ἐντολαὶ αὗται ἐντολαὶ εἰσι τοῦ Θεοῦ, ὁ νόμος οὗτος νόμος αὐτοῦ ἐστι, νόμος τοῦ Πλάστου ἡμῶν· ποία θὰ ἦτο ἆρά γε ἡ ἐλπὶς ἡμῶν, εἰ ἐπρόκειτο νὰ ἀνταμειφθῶμεν συνῳδὰ τῇ ἐκ νεότητος ἡμῶν τηρήσει τοῦ νόμου; Εἰ ἡ δικαιοσύνη ἡμῶν ἔγκειται ἐν τῇ ἐμμονῇ εἰς «πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμοῦ»; εὐλογημένον καὶ δεδοξασμένον εἴη τὸ ὄνομα Ἐκείνου, ὅστις «ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου», γενόμενος «ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις».

§ 7. Ἐν τέλει ἕκαστος ἐρ ωτησάτω εαυτόν: Ετηρησα ἐν τε- καὶ ἀνελλιπώς τὰς ἐν τολὰς ταυτας; Μοὶ ἐπιτρέπεται ἵνα ἑκουσίως παραβαίνω αὐτάς; Ἀγαπῶ Κύριον τὸν Θεόν μου ἐξ ὅλης τῆς καρδίας μου, καὶ ἐξ ὅλης τῆς ψυχῆς μου καὶ ἐξ ὅλης τῆς διανοίας μου, καὶ τὸν πλησίον μου ὡς ἐμαυτόν; Ἔχω ὑποταγὴν εἰς τὸν Κύριον καὶ Σωτῆρα μου; Ὑποτάσσω αὐτῷ πᾶσαν κλίσιν καὶ ἐπιθυμίαν τῆς διεφθαρμένης καρβίας μου; Διάγω τὸν βίον μου συνῳδὰ τῷ νόμῳ; Δοκιμάζω καὶ κρίνω ἐμαὐτὸν κατὰ τὸν νόμον, καίπερ πεποιθὼς ὅτι οὔκ εἰμι πλέον «ὑπὸ τὸν νόμον» ἐνώπιον τοῦ Θεοῦ;

§ 8. Ὅθεν καὶ ὑπὸ τὴν χάριν τοῦ Εὐαγγελίου ὁ νόμος ἐστὶ χρήσιμος ἡμῖν καὶ πλείονα αὐτοῦ χρῆσιν ποιοῦσιν οἱ ἔχοντες πλείονα τοῦ Εὐαγγελίου γνῶσιν· ὥστε, οἱαδήποτε κἂν ᾖ ἡ πνευματικὴ ἡμῶν θέσις, ὁ νόμος ἀεὶ ὠφέλιμος ἡμῖν ἔσται, «καὶ ἅγιος καὶ ἡ ἑντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή».

§ 9. Ἐὰν λοιπὸν μὴ συνδιαλλαγῶμεν τῷ Θεῷ, ὁ νόμος οὐ παύεται καταδικάζων ἡμᾶς. «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ». Προσέλθωμεν τῷ Χριστῷ, ὅστις «τὰς ἁμαρτίας ἡμῶν ἀνήνεκεν» ἵνα «εὕρωμεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν». Εἰ καταφυγὴν ἐν τῷ σταυρῷ αὐτοῦ ζητοῦμεν, ἀτενίσωμεν καὶ ἐπὶ τοῦ νόμου· τηρῶμεν ἀκριβῶς αὐτὸν ἵνα οὕτω δυνηθῶμεν κάλλιον μετρεῖν τὸ ὑπερβαῖνον πᾶν μέτρον, τὴν ἀγαθότητα Ἐκείνου, ὅστις ἐξήλειψεν ἐκ τοῦ οἰκουμενικοῦ ἐκείνου χειρογράφου τὰς παραβάσεις ἡμῶν. Τηρῶμεν αὐτὸν ὡς κανόνα καθ’ ὃν δέον νὰ διάγωμεν, ὡς ὑπόδειγμα, καθ’ ὃ δέον νὰ κρίνωμεν ἡμᾶς αὐτούς. Παρατηρήσωμεν μετὰ τῆς δεούσης προσοχῆς, ὁπόσον ἀπέχομεν τοῦ ὑποδείγματος τούτου, καὶ ταπεινωθῶμεν ἵνα ἐνώπιον τῆς δόξης τοῦ Κυρίου ὑψωθῶμεν. «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». «Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»!

Ὀμιλία Η´. Ὁ υἱὸς τοῦ Θεοῦ ἐξηγήσατο ἡμῖν πᾶσαν περὶ Θεοῦ γνῶσιν, τὴν δικαιοσύνην καὶ εὐσπλαγχνίαν αὐτοῦ

18) «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐκεῖνος ἐξηγήσατο» (ΙΩΑΝΝ. α´. 18).

§ 1. Οἱ λόγοι οὔτοι τοῦ Εὐαγγελιστοῦ ἀναμιμνήσκουσιν ἡμᾶς σπουδαιοτάτην ἀλήθειαν· οὐδεμίαν γνῶσιν περὶ Θεοῦ ἔχομεν, ἐφ’ ἧς νὰ στηρίζωμεν πάσας ἡμῶν τὰς ἐλπίδας, πλὴν ἐκείνης, ἣν αὐτὸς οὗτος ἀπεκάλυψεν ἡμῖν διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. «Θεόν οὐδεις ἑώρακε πώποτε». Πάνυ λοιπὸν εὐλόγως καὶ ὁ Ἰὼβ λέγει: «Μὴ ἴχνος Κυρίου εὑρήσεις; ἢ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντοκράτωρ»; Ἐν τούτοις συναντῶμεν πολλάκις ἀνθρώπους σκεπτομένους περί τε τοῦ Θεοῦ καὶ τῶν βουλῶν αὐτοῦ, ὡς εἰ εἶδον αὐτὸν καὶ ἰσχυριζομένους ὅτι γινώσκουσι «τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ αὐτῶν»· ἔτι δὲ συχνότερον βλέπομεν ἀνθρώπους πράττοντας καὶ καθόλον τὸν βίου αὐτῶν διάγοντας ἐν πεποιθήσει, ὅτι ὁ Θεὸς ἐν τῇ αὐτῇ μοίρᾳ ἔχει καὶ καλοὺς καὶ κακοὺς καὶ ἑπομένως οὐδεμίαν διαφορὰν δείκνυσιν οὔτε πρὸς τοὺς δουλεύοντας αὐτῷ, οὔτε πρὸς τοὺς ἀμελοῦντας καὶ ἀπειθοῦντας τοῖς προστάγμασιν αὐτοῦ. Ἀγαθῇ τύχῃ ἡ περὶ Θεοῦ ἄγνοια αὕτη οὐκ ἔστιν ἀνίατος. Ἀληθές ἐστιν ὅτι, ἐπειδὴ «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», οὐδόλως ἠδυνάμεθα νὰ ἐννοήσωμεν ἀρκούντως οὔτε τὴν οὐσίαν, οὔτε τὸ θέλημα αὐτοῦ. Ἐν τούτοις πρέπει νὰ γινώσκωμεν καλῶς ὁποίαν ἔχει πρὸς ἡμᾶς δύναμιν καὶ ἐξουσίαν ὡς πρὸς τὸ ἀγαθὸν ἢ τὸ κακὸν, πρὸς τὴν κακοδαιμονίαν ἢ τὴν εὐδαιμονίαν περί τε τὸ σῶμα καὶ τὴν ψυχὴν ἡμῶν. Οὐδεμίαν λοιπὸν σπουδαιότητα κέκτηται ὅτι μὴ συνδιαλλαττόμενοι καὶ εἰρηνεύοντες μετὰ τοῦ Θεοῦ ἐκτιθέμεθα εἰς τὴν ὀργὴν αὐτοῦ καὶ στερούμεθα τῆς πατρικῆς αὐτοῦ εὐνοίας καὶ ἀγάπης;

§ 2. Ἰδοὺ λοιπὸν ἡ εὐλογία, ἣν φέρει ἡμῖν τὸ μέγα τοῦτο γεγονὸς, ὅπερ ὁ Εὐαγγελιστὴς προεκήρυξε λέγων, «ὁ Λόγος σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν πλήρης χάριτος καὶ ἀληθείας». «Θεὸς ἐφανερώθη ἐν σαρκί». Ὁ Θεὸς ἀπεκαλύφθη ἡμῖν «ἐν υἱῷ», ὅστις ἐστὶν «ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός ἐκεῖνος ἐξηγήσατο. Οἱ λόγοι οὖτοι τοῦ ἱεροῦ Εὐαγγελιστοῦ φαίνονταί πως ἀσυμβίβαστοι οὐ μόνον προς ὅσα αὐτὸς κατωτέρω λέγει (Ἰωάν. ιβ´ 14: «Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόζαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ»), ἀλλὰ καὶ πρὸς πολὰ τῆς Παλαιᾶς Διαθήκης χωρία, ἐν οἷς ρητῶς ἀναφέρεται ὅτι «πολλοὶ προφῆται καὶ δίκαιοι» ἄνδρες εἶδον τὸν Θεόν. Ἀλλ’ ἡ ἀντίφασις αἥτη ἐστὶ φαινομένη μόνον. «Οἱ ἅγιοι ἀνθρωποι» τῆς Παλαιᾶς Διαθήκης οὐδόλως εἶδον τὴν φύσιν τοῦ Θεοῦ, ἥτις ὅλως ἐστὶν ασχημάτιστος καὶ ἀπερίγραπτος καὶ ἀσύνθετος, ἵνα κατὰ τὸν θεῖον Χρυσόστομον εἴπωμεν, ἀλλ’ εἶδον τὸν Θεὸν ὅσον ἦν δυνατὸν «ἐκ φύσεως τέκνα ὀργῆς» κατὰ τὸν Ἀπόστολον ὄντες. Τοῦτο ἐπιβεβαιῶν, ὁ θεῖος Χρυσόστομος λέγει: «Τί οὖν ἐροῦμεν τῷ μεγαλοφωνοτάτῳ Ἡσαΐᾳ λέγοντι· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου»; Τί δὲ τῷ Ἰωάννῃ προσεπιμαρτυροῦντι αὐτῷ, ὅτι «ταῦτα εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ»; Τί δὲ τῷ Ἰεζεκιήλ; Καὶ γὰρ καὶ αὐτὸς ἐπὶ τῶν Χερουβὶμ καθήμενον αὐτὸν ὁρᾷ. Τί δὲ καὶ τῷ Δανιήλ; Καὶ γὰρ καὶ οὗτός φησιν· «Ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο». Τί δὲ καὶ αὐτῷ τῷ Μωυσῇ λέγοντι· «Δείξόν μοι τὴν δόξαν σου, ὅπως γνωστῶς ἴδω σε». Ὁ δὲ Ἰακὼβ καὶ ἀπὸ τούτου τὴν προσηγορίαν ἔλαβεν, Ἰσραὴλ ἐπικληθείς· Ἰσραὴλ γὰρ ὁ τὸν Θεὸν ὁρῶν ἐστι. Καὶ ἕτεροι δὲ αὐτὸν ἑωράκασι. Πῶς οὖν ὁ Ἰωάννης εἶπέ: «Θεὸν οὐδεὶς ἑώρακε πώποτε»; δηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας ὄψις. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο. Ἁπλῆ γὰρ τις καὶ ἀσχημάτιστος αὕτη, καὶ ἀσύνθετος καὶ ἀπερίγραπτος, οὐ κάθηται, οὐδὲ ἕστηκεν, οὐδὲ περιπατεῖ. Ταῦτα γὰρ πάντα σωμάτων. Πῶς δ’ ἐστὶν, αὐτὸς εἶδε μόνος». Ἐπειδὴ λοιπὸν κατὰ τὸν Ἀπόστολον (Α´ Τιμ. ς´ 16), «ὁ Θεὸς φῶς οἰκεῖ ἀπρόσιτον, ὅν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται», διὰ τοῦτο καὶ ὁ Ἰωάννης εἶπε· «Θεὸν οὐδεὶς ἐώρακε πώποτε· ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο», ἢ, ὡς ἐκφράζεται ὁ Εὐαγγελιστὴς Λουκᾶς οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατήρ, εἰμὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι» (Λουκ. ι´. 22).

§ 3. Ἡ ἀγία Γραφὴ μεγάλην βεβαίως περὶ Θεοῦ παρέχει ἡμῖν γνῶσιν παμστῶσα αὐτὸν ὡς «Θεὸν, Θεῶν καὶ Κύριον τῶν Κυρίων. Θεὸν μέγαν καὶ ἰσχυρὸν καὶ φοβερὸν»,(Λευιτ. ι´ 17) ὡς «Θεὸν πιστὸν φυλάσσοντα τὴν Διαθήκην καὶ τὸ ἔλεος τοῦς ἀγαπῶσιν αὐτὸν καὶ τοῦς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς» (Δευτ. ζ´ 9) – «Πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις· Θεὸς πιστὸς καὶ οὐκ; ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος.» (αὐτόθι λβ´ 14). Οἱ ψαλμοὶ τοῦ Δαβίδ βρίθουσιν ὑψίστων ἰδεῶν περὶ τῆς μεγαλωσύνης καὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ. Ὁ Εὐαγγελιστὴς Ἰωάννης ἐχ νεότητος αὐτοῦ ἐδιδάχθη περὶ τούτων, ὡς μέλος τοῦ Ἰουδαϊκοῦ ἔθνους, ὅπερ διεκρίνετο τῶν ἄλλων ἐθνῶν ὡς πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν διότι οὐκ ἤλλαξε τῆς δόξης τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν», (Ρωμ. α´ 23) καὶ οὐδέποτε ἐπίστευεν ὅτι αὐτομάτως ὁ κόσμος ἐγένετο. Ἐδιδάχθη ὁ Ἰωάννης ὅτι ὁ Θεός ἐστιν: «Ὕψιστος ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος ὕψιστος ἐν ἀγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν» (Ἡσ. νζ´ 15). Ἐδιδάχθη ὁ Ἰωάννης ὅτι «Κύριος ἐπ’ οὐδένα ἐπιβλέπει, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ». (αὐτόθι ξστ´ 2) Καὶ ὅμως κηρύττει ἡμῖν σαφῶς ὅτι ἡ Ἐνσάρκωσις τοῦ «μονογενοῦς υἱοῦ τοῦ ὄντος εἰς τὸν κόλπον τοῦ Πατρὸς τὸν Θεὸν ἡμῖν ἐφανέρωσεν ὡς μὴ δυναμένοις ἄνευ αὐτῆς ἵνα γινώσκωμεν τὸν Θεὸν ὡς καὶ τὰς ἰδιότητας ἐκείνας αὐτοῦ, δι’ ἃς ὁ υἱὸς «ἐφανερώθη ἐν σαρκὶ,» (Α´ Τιμ. γ´ 16) τοῦτ’ ἔστι τὴν Διχαιοσύνην καὶ Εὐσπλαγχνίαν Αὐτοῦ.

α’] Ἡ ἀγία Γραφὴ κηρύττει ἡμῖν ἐναγῶς ὅτι ὁ Θεὸς οὐδόλως ἀνέχεται· βλέπων τὸ πονηρόν·«Καθαρὸς ὀφθαλμὸς αὐτοῦ τοῦ μὴ ὁρᾶν πονηρὰ», ὅτι «οὐκ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβὴς»· «Ἐμοὶ ἐκδίκηις, ἐγὼ ἀνταποδώσω αὐτήν, λέγει. Κύριος». Ἀλλ’ ἐπειδὴ συνήθως οἱ ἄνθρωποι μυρίους ἐξευρίσκουσι λόγους ὅπως μὴ πιστεύσωσι τῷ Θεῷ, τούτου ἕνεκα «ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἡμῖν ἐξηγήσατο». Ἐγνώμσεν ἡμῖν τὸν Θεὸν, ὅτε ὑψώθη ἐπὶ τοῦ σταυροῦ, ἵνα ἐξαλείψῃ «τὰς ἁμαρτίας πολλῶν», ἵνα «τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐν τῷ σώματι αὐτοῦ», ἵνα «δώσῃ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν», «ἵνα ἀποθάνῃ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν» ὅπως δείξῃ ὅτι δεσμός ἐστιν ἀχώριστος μεταξὺ τῆς ἁμαρτίας καὶ τῆς κακοδαιμονίας ὡς ἀναγκαῖον τῆς ἁμαρτίας ταύτης ἐπακολούθημα, καὶ ὅτι «εἰ κατὰ σάρκα ζῶμεν, μέλλομεν ἀποθνήσκειν»· «τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος».

§ 4. Ὑποθέσωμεν βασιλεύς τις κύριος τῆς γῆς προεκήρυξε ἑαυτοῦ ὑπηκόοις, ὅτι πάντες οἱ ἐκουσίως τὸν νόμον αὐτοῦ παραβαίνοντες «θανάτῳ ἀποθανοῦνται». Ποίαν ἄρρητον δύναμιν θὰ εἶχεν ἆρά γε ἡ προκήρυξις Ἐκείνου, «Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν»; Ἰδοὺ λοιπὸν ὅτι ἡ Ἐνσάρκωσις τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ ἀριδήλως ἡμῖν ἐφανέρωσε τὴν τοῦ Πατρὸς αὐτοῦ ΔΙΚΑΙΟΣΥΝΗΝ.

β´] Ὁ Θεὸς ἀπεκαλύφθη ἐπὶσης ἡμῖν «ὡς διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας». Καὶ ὄντως τὸ Εὐαγγέλιον τοῦ Ἰησοῦ ἐκήρυξεν αὐτὸν ἐναργέστατα καὶ θετικώτατα. Ἐν αὐτῷ παρατηροῦμεν τὴν συνεχῆ καὶ ἀδιάλειπτον τῆς εὐσπλαγχνίας αὐτοῦ ἄσκησιν, «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀποληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον». Καὶ ὁ ἡμέτερος δὲ Εὐαγγελιστὴς ἐν τῇ α´. αὐτοῦ καθολικῇ ἐπιστολῇ, «Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, λέγει, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἡγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν». «Ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς» ἐγνώμσεν ἡμῖν τὸν Πατέρα ὡς ἀσχολούμενον περὶ τοῦ θαυμασίου ἔργου τῆς ἀπολυτρώσεως, μαρτυροῦντα τὴν ἀγαθότητα αὐτοῦ διὰ τοῦ «τῆς εὐσεβείας μυστηρίου», ἐν ᾧ ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι καὶ οὐ δύνανται» «οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ ἐπιλαμβάνεται», ἀποστείλας τοὺς ἀπεστοίλμένους αὐτοῦ πρὸς κόσμον ταραχώδη καὶ στασιαστὴν, ἵνα οὗτος ἐπιστραφῇ τῷ Θεῷ, ὅστις «ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτον, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».

§ 5. Ἰδου λοιπὸν ὁ χαρακτὴρ, ὑφ’ ὃν ὁ Θεὸς ἀπεκαλύφθη ἡμῖν διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ· ὁ Θεὸς, «ὃν οὐδεὶς ἑώρακε πώποτε» καὶ τοι γε οὐκ ἔστι μακρὰν ἀπὸ ἑνὸς ἐκάστου ἡμῶν», ἐγνώσθη διὰ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, ἐξ οὗ τὸ πᾶν ἐν τῷ κόσμῳ ἐξαρτᾶται. Ὁποιαδήποτε κἂν ῇ ἡ θρασύτης τῶν ἀνθρώπων ἵνα ἀνθίστανται οὐδαμῶς ἄλλως ἐννοήσουσιν αὐτόν, εἰμὴ ὅπως ἀπεκαλύφθη ἡμῖν διὰ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ· διότι οὐδεὶς δύναται ἐλθεῖν εἰς τὸν Πατέρα, εἰ μὴ δι’ αὐτοῦ, οὐδεὶς δύναται ἵνα γνωρίσῃ τὸν Θεὸν, ἐὰν μὴ ὁ ἠγαπημένος καὶ μονογενὴς αὐτοῦ υἱὸς ἀποκαλύψῃ αὐτόν Κατὰ ταῦτα ἀμάθεια, πλάνη, κατάκρισις ἔσται ἡ μερὶς παντὸς ἀνθρώπου ἀποβάλλοντος τὸν υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὴν οὐσίαν πασῶν τῶν ἐπαγγελιῶν, τὴν ζωὴν πασῶν τῶν παραινέσεων καὶ διατάξεων, τὸ φῶς τοῦ κόσμου, τὸ εἰδικὸν ἀντικείμενον τῆς τοῦ Πατρὸς ἀγάπης, τὸ μετέχον τέλος τῶν ἀνεξιχνιάστων βουλῶν τοῦ Θεοῦ. Ἴδε λέγει ὁ θεῖος Ἀπόστολος, «ἴδε χρηστότητα, καὶ ἀποτομίαν Θεοὺ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δέ σε χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σύ ἐκκοπήσεί». «Ἴδετε οἱ καταφρονηταὶ καὶ θαυμάσατε καὶ ἀφανίσθητε», Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾍδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ». «Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγῖδος ἡ μερὶς τοῦ πονηρίου αὐτῶν». «Ὑμεῖς οἱ μετανοοῦντες καὶ πτωχοὶ τῷ πνεύματι», Ναὶ λέγω ὑμῖν· χαίρετε καὶ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ»·

Ὀμιλία Θ´. Περὶ τοῦ βαπτίσματος

19) «Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτὸν, Σὺ τίς εἶ;

20) Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, Ὅτι οὐκ εἰμὶ ὁ Χριστός.

21) Καὶ ἠρώτησαν αὐτὸν, Τί οὖν; Ἠλίας εἶ σύ καὶ λέγει Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη. Οὔ.

22) Εἶπον οὖν αὐτῷ. Τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;

23) Ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Εὐθύνατε τὴν ὁδὸν Κυρίου· καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης» (ΙΩΑΝΝ. α´ 19–23).

§ 1. Ὁ Βαπτιστὴς Ἰωάννης, ὁ υἱὸς τοῦ Ζαχαρίου, ἀξιωθεὶς γενεσθαι Πρόδρομος τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ ἐκήρυττεν ἐν τῇ Ἰουδαίᾳ προσκαλῶν πάντας εἰς μετάνοιαν, «πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ», «Μετανοεῖτε, λέγων, ἤγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν». Τὰ κατὰ τὴν θαυμαστὴν αὐτοῦ γέννησιν γνωστά εἰσιν ἐκ τοῦ εὐαγγελιστοῦ Λουκᾶ. «Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμηλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ αὐτοῦ ἧν ἀκρίδες καὶ μέλι ἄγριον». Πολλοὶ βλέποντες αὐτὸν βαπτίζοντα καὶ μετάνοιαν κηρύττοντα ἠρώτων αὐτὸν λέγοντες, «Σὺ τίς εἶ; Τί οὖν; Ἠλίας εἶ σύ»; «Σὺ εἶ ὁ μέλλων λυτροῦσθαι. τὸν Ἰσραήλ»; Σύ εἶ ὁ Ἠλίας ὁ μέλλων κατὰ τὰς Γραφὰς «ἐλφεῖν πρῶτον»; «Ὁ προφήτης εἶ σύ»; Ἀλλ’ ὁ Πρόδρομος Ἰωάννης τί πρὸς ταῦτα ἀποκρίνετα αὐτοῖς; «Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός». Τί δὲ ἐκ τῆς ἀποκρίσεως ταύτης τοῦ Ἰωάννου ἐξάγεται; Ἡ ἄκρα αὐτοῦ φιλαλήθεια μὴ θέλοντος ἵνα ἁρπάσῃ τὴν δόξαν τοῦ Χριστοῦ, ἀλλὰ τοὐναντίον πάσαν περὶ αὐτοῦ ὡς Μεσσίου ἰδέαν τοῦ λαοῦ ἀποκρούοντος, καθὰ λέγει ὁ θεῖος Χρυσόστομος. «Τοῦτο οἰκέτου εὐγνώμονος, μὴ μόνον μὴ ἀρπαζειν δόξαν δεσποτικὴν, ἀλλὰ καὶ διακρούεσθαι διδομένην παρὰ τῶν πολλῶν».

§ 2. Ὁ Ἰωάννης οὐκ ἦν ὁ Χριστὸς, οὐδὲ ἠθέλησεν ἵνα ἀντιποιθῇ τὸ ὂντως μέγα καὶ ἐπίσημον ὄνομα τοῦ Ἠλιοὺ, καίτοι «προῄει ... ἐν πνεύματι καὶ δυνάμει Ἠλιοὺ, ἐπιστρέφων καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάζων Κυρίῳ λαὸν κατεσκευασμένον». Οὐκ ἧν ὁ προφήτης ὁ ἀπὸ Θεοῦ ἀποσταλεὶς ἵνα προειπῃ τὰ μέλλοντα· οὐκ ἧν ὁ Προφήτῃς ἐκεῖνος, περὶ οὗ ὁ Μωυσῆς λέγει, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε», ἀλλ ἧν Ἐκεῖνος, εἰς ὃν ὃν ἡ προφητεία τοῦ Ἡσαΐου κατὰ γράμμα ἐπληρώθη· «Ἦν ἡ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἐτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ».

24) «Καὶ οί ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.

25) Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔδε Ἠλίας οὐδὲ ὁ προφήτης;

26) Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε.

27) Αὐτός ἑστιν ὁ ὁπίσω μου ἐρχόμενος ὅς ἔμπροσθέν μον γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμᾶντα τοῦ ὑποδήματος.

28) Ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων» (ΙΩΑΝΝ. α´. 24–28).

§ 3. Μετὰ τὸν ὄχλον οἱ ἱερεῖς καὶ οἱ Λευΐταὶ καὶ μετ’ αὐτοὺς ἢ σπεῖρα τῶν Φρισαίων πάλιν ἐξετάζουσι τὸν Ἰωάννην διαπυνθανόμενοι περὶ αὐτοῦ. Ἀλλ’ οἱ τελευταῖοι οὗτοι μετὰ πολλοῦ τοῦ φθόνου καὶ βασκανίας οὐκ ὀλίγης λέγουσιν αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης»; Τί δὲ ζητοῦσι διὰ τῆς ἐρωτήσεως ταύτης; Οὐδὲν ἄλλο ἐπεθύμουν, εἰμὴ ὅπως ἀναγκάσωσιν αὐτὸν νὰ ὁμολογήσῃ ἑαυτὸν Χριστὸν καὶ οὕτω συκοφαντήσωσιν αὐτὸν παρὰ τῷ λαῷ, παρ’ ῷ μεγάλης ἀπήλαυε τιμῆς, προφήτης θεωρούμενος. Ἀλλ’ ὅμως ὁ πρόδρομος τοῦ Χριστοῦ, οὐδὲ νῦν ἀγανακτεῖ, ἀλλὰ πολλὴν πάλιν τὴν ἐπιείκειαν ἐπιδείκνυται· ἄλλος ἀντ’ αὐτοῦ ἠδύνατο αὐτοῖς εἰπεῖν· «Ὑμείς ἐμοὶ διατάττεσθε καὶ νομοθετεῖτε»: Τί λοιπὸν λέγει αὐτοῖς; « Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὅν ὑμεῖς οὐκ οἴδατε».

§ 4. Παρ’ ἑβραίοις δύο ἐν χρήσει βαπτίσματα ἧσαν ὧν τὸ μὲν ἀπήλλαττεν αὐτοὺς πύπων σωματικῶν, οὐχὶ δὲ καὶ ἁμαρτημάτων. Ὡς ὅταν τις αὐτῶν ὀστῶν ἥψατο νεκρῶν, ἢ ὅταν μὴ νενομισμένης ἐγεύσατο τροφῆς, ἢ λεπροῖς συνεμίγνυτο· «Λούεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσπέρας»· ἔσται ἕως ἑσπέρας»· εἷτα ἐκαθαίρετο. Ταῦτα πάντα οὐκ ἧσαν ἁμαρτήματα, ἀλλ’ ἀπλαῖ ἀκαθαρσίαι. Τὸ δὲ ἕτερον βάπτισμα ἧν ἐν χρήσει ὅτε τις τῶν ἐθνικῶν προσήλυτος προσήρχετο εἰς τήν ἰουδαϊκὴν θρησκείαν· οὗτος ἔδει ἵνα βαπτισθῇ ἀποπτύων οὕτω τὴν προτέραν εἰδωλολατρικὴν αὐτοῦ θρησκείαν, «εἰς τὸ λατρεύειν Θεῷ ζῶντι». Ἡ τοῦ βαπτίσματος τούτου τελετὴ ἐγίνετο οὐχὶ ἐν ἡμέρᾳ Σαββάτου, οὐδὲ ἐν νυκτὶ, οὐδὲ ἐν μεμονωμένῳ ὕδατι, ἀλλ’ ἐν συμβολῇ πολλῶν ὑδάτων καὶ ἐνώπιον δύο σεβαστῶν μαρτύρων. Σκοπὸς τοῦ βαπτίσματος τούτου ἧν ὅπως ὁ νέος προσήλυτος μεμολυσμένος ἐκ τῆς εἰδωλολατρείας καὶ τῶν συμπαρομαρτούντων αὐτῇ ἁμαρτημάτων ἁγνισθῇ δι’ αὐτοῦ.

§ 5. Τὸ τοῦ Ἰωάννου βάπτισμα σύμβολον ὂν «μετάνοίας εἰς ἄφεσιν ἁμαρτιῶν», βάπτισμα προκαταρκτικὸν «τοῦ ἐξ ὕδατος καὶ Πνεύματος βαπτίσματος» ὖν λουτρὸν μετανοίας καὶ οὐχὶ «λουτρὸν παλιγγενεσίας»· ἧν προπαρασκευή τις καρδιῶν εἰς ὑποδοχὴν τοῦ βαπτίσματος τῆς εἰς Χριστὸν πίστεως καὶ σωτηρίας, καὶ εἰς μετοχὴν τῆς τοῦ Θεοῦ ἐρχομένης βασιλείας· ἣν τὸ τοῦ Ἰωάννου βάπτισμα, βάπτισμα, διότι μήτε Πνεῦμα ἄγιον ἐδίδου, μήτε τὴν τῆς χάριτος παρεῖχε συγχώρησιν. «Ὅπου γὰρ, ὁ θεῖος Χρυσοστομος, οὐκ ὠνομάσθη Πατὴρ, Υἱὸς καὶ Ἅγιον Πνεῦμα, βαπτισμα μετανοίας μόνον ἐστὶν, ὅπου δὲ ὠνομάσθη Πατὴρ Υἱὸς καὶ ἄγιον Πνεῦμα, βάπτισμα υἱοθεσίας ἐστίν». Μετανοεῖν ἐκέλευεν ὁ Ἰωάννης, ἀμαρτίας οὐκ ἧν Κύριος, διὰ τοῦτο ἔλεγεν, «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἀγίῳ καὶ πυρί». Καὶ ὅτι μὲν τὸ βάπτισμα Ἰωάννου ἧν ατελὲς, δείκνυσι τοῦτο αὐτὸς ὁ Παῦλος· «Εὑρών τινας (ἐν Ἐφέσῳ) μαθήτὰς εἶπε πρὸς αὐτοὺς, εἰ Πνεῦμα ἄγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ’ οῦδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτοὺς, εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παύλος, Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσας δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἧλθε τὸ Πνεῦμα τὸ ἄγιον ἐπ’ αὐτούς». Ἰδοὺ πῶς ἧν ἀτελὲς τὸ Ἰωάννου βάπτισμα· εἰ μὴ ἦν ἀτελὲς οὐδαμῶς ὁ Παῦλος θὰ ἐβάπτιζε πάλιν αὐτοὺς, οὐδὲ τὰς χεῖρας θὰ ἐπέθετεν αὐτοῖς. Ποιήσας δὲ ἀμφότερα ταῦτα τρανῶς ἐδήλωσε τὴν ὑπεροχὴν τοῦ βαπτίσματος τοῦ ὑπὸ τοῦ Κυρίου ἡμῶν διαταχθέντος.

§ 6. Ὁ Κύριος ἡμῶν «Εἰς τὸν Φαρισαῖον Νικόδημον τὸν ἄρχοντα τῶν Ἰουδαίων τὸν ἐλθόντα πρὸς αὐτὸν νυκτὸς, καὶ εἰπόντα αὐτῷ, Ραββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν, ἅ σὺ ποιεῖς, ἐὰν μὴ ᾗ ὁ Θεὸς, μετ’ αὐτοῦ. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ πάλιν ὅτε «διέστη ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανὸν» ἐνετείλατο αὐτοῖς ἵνα πορευθέντες μαθητεύσωσι πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Καὶ «ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται». Ἄρα τὸ ἱερὸν βάπτισμα καθιέρωσεν ὁ Κύριος ὡς εἴσοδον ἄγουσαν τὸν πιστὸν εἰς τὴν βασιλείαν τῆς χάριτος, ὡς πύλην, δι’ ἧς ὁ πιστὸς εἰσέρχεται εἰς τὴν ἐκκλησίαν αὐτοῦ, ἧς ἐν τοῖς κόλποις μόνον ἡ σωτηρία ὑπάρχει. Ἕπεται οὖν ἐκ τούτων ὅτι τὸ βάπτισμα ἦν πᾶσιν ἀνεξαιρέτως ἀναγκαῖον καὶ αὐτοῖς τοῖς νηπίοις· διότι καὶ ταῦτα καίτοι μὴ ἔχοντα ἑκούσια ἁμαρτήματα γεννῶντα ὅμως μετὰ τοῦ προπατορικοῦ ἁμαρτήματος.

§ 7. Καὶ ὁ μὲν ἐξ ἐθνῶν προσήλυτος ἐκαθαρίζετο, ὡς ἔφθημ{?} εὶποντες, ἀπὸ τῆς εἰδωλολατρείας αὐτοῦ, ἡμεῖς δὲ οἱ εἰς Χριστὸν πιστεύοντες βαπτιζόμενοι ἐν τῇ τοῦ βαπτίσματος κολυμβήθρᾳ, ἁγνίζομεν ἅπασαν τὴν φύσιν ἡμῶν ἀπὸ τῆς διαφθορᾶς, ἣν ἐκ τῶν προπατόρων ἡμῶν ὡς κληρονομιάν ἐλάβομεν, καὶ εἰς ὅλως νέαν πνευματικὴν ζωὴν ἀναγεννώμεθα, «ἀποθέμενοι τὸν παλαιὸν ἀνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀνανεούμενοι τῷ πνεύματι τοῦ νοὸς ἡμῶν, καὶ ἐνδυόμενοι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας», καὶ ἀποτοτασσόμενοι τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ, καὶ συντασσόμενοι τῷ Χριστῷ καὶ ἀπάσῃ τῇ διδασκαλίᾳ αὐτοῦ.

§ 8. Τούτου ἕνεκα φέρομεν καὶ τὰ τέκνα ἡμῶν ἐπὶ τὸ ἅγιον βάπτισμα, «Μετ’ ἀληθινῆς καρδίας, ἐν πληροφορίᾳ πίστεως», μετὰ πολλῆς τῆς ἐλπίδος, μετὰ πολλῆς τῆς μετανοίας καὶ ταπεινώσεως καὶ μετὰ θερμῆς εὐχῆς καὶ δεήσεως, «ἵνα λουόμενα τῷ σώματι ὕδατι καθαρῷ ἐνδυθῶσι τὸν Χριστὸν» «ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε»· «καὶ κατέχωσι τὴν ὀμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, καὶ ὦσιν ἐρραντισμένα (κεκαθαρμένα) τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, ἐν ἁγιασμῷ Πνεύματος εἰς ὑπακοὴν καὶ ραντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ» καὶ ἀναγεννηθῶσι διὰ τοῦ Πνεύματος, ἵνα τύχωσι τῆς δικαιοσύνης καὶ τῆς ἀληθοῦς εὐσεβείας, καὶ οὕτως ἀπογραφῶσι διὰ τῆς ὀμολογίας τῆς πίστεως ἐν τῇ τοῦ Θεοῦ Καινῇ Διαθήκῃ, καὶ συγκαταμθμηθῶσιν ἐν τῷ χορῷ τῶν σεσωσμένων, ἐν τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, «ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος».

§ 9. Ἡμείς πάντες μὲν ἐβαπτίσθημεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἵνα τύχωμεν «τῆς παρὰ τοῦ Θεοῦ ἀφέσεως τῶν ἁμαρτιῶν διὰ τῆς μετανοίας καὶ τῆς πίστεως τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν», ἀλλ’ οὐδόλως ἐπαναπαυόμεθα μόνον ἐπὶ τῆς τοῦ μυστηρίου τοῦ βαπτίσματος τελετῆς, ἀλλὰ καὶ ἐπὶ τῆς πίστεως· διότι, ὥσπερ τὸ σῶμα χωρὶς ψυχῆς νεκρόν ἐστιν, οὕτω καὶ πίστεως χωρὶς νεκρά ἐστιν ἡ τοῦ βαπτίσματος τελετή. «Πίστις καὶ βάπτισμα, λέγει ὁ μέγας Βασίλειος, δύο τρόποι συμφυεῖς ἀλλήλοις καὶ ἀδιαίρετοι πίστις μὲν γὰρ τελειοῦται διὰ τοῦ βαπτίσματος, βάπτισμα δὲ διὰ πίστεως»· διότι τὸ βάπτισμα οὐκ ἔστι «σαρκὸς ἀπόθεσις ρύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα, σώζει ἡμᾶς δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ».

§ 10. Οἱ Ἀπόστολοι οὐδένα ἐβάπτιζον πρὶν διδάξωσιν αὐτὸν τὴν πίστιν καὶ εἰς εἰλικρινῆ μετάνοιαν φέρωσιν. «Ἰδοὺ ὕδωρ· τι κωλύει με βαπτισθῆναι; εἶπεν ὁ Εὐνοῦχος τῷ Φιλίππῳ· εἶπε δὲ Φίλιππος, εἰ πιστεύεις ἐξ ὅλης καρδίας, ἔξεστιν. Ἀποκμθεὶς δὲ (ὁ Εὐνοῦχος) εἶπε, Πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν». Τὰ νήπια καὶ τοι μὴ δυνάμενα ἐκπληρῶσαι τοὺς δύο τούτους ὅρους, τοὐτέστι τὴν πίστιν καὶ μετάνοιαν, οὐχ ἧττον ἱκανά εἰσι πρὸς τὸ βάπτισμα. Αὐτὸς ὁ Κύριος ἡμῶν κρίνει αὐτὰ ἄξια «τῆς βασιλείας τῶν οὐρανῶν». Ἀφοῦ δὲ ταῦτά εἰσιν ἱκανὰ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἄρα καὶ πρὸς τὸ βάπτισμα· καὶ τοῦτο ἀφορμὴν ἔδωκεν ἵνα διορίζωνται ἀνάδοχοι, οἵτινες σὺν τοῖς γονεῦσιν αὐτῶν ὑποχρεοῦνται, ἵνα διδάσκωσιν αὐτὰ ἐπιμελῶς τὰς ἀληθείας τῆς χριστιανικῆς πίστεως, «Καί ἐκτρέφουσιν αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου» καὶ τὴν εὐσέβειαν, ὥστε «ὃ ἄρτι οὐκ ἴσασι, γνώσονται μετὰ ταῦτα». Μεγάλη ἄρα ἡ τῶν γονείων καὶ ἀναδόχων εὐθύνη, ἐὰν παραμελήσωσιν, ἣν ἐνώπιον Θεοῦ καὶ τῆς Ἐκκλησίας ἀναλαμβάνουσιν ὑπόσχεσιν. Ἐπ’ αὐτῶν τῶν ἡμερῶν τῶν ἁγίων Ἀποστόλων ὁ νηπιοβαπτισμὸς ἧν ἐν χρήσει. Οἱ Ἀπόστολοι ἐβάπτιζον πολλάκις ὁλοκλήρους οἰκογενείας, ἐν αἷς ἀδύνατον ἧν νὰ μὴ ὦσι νήπια καὶ ἀνήλικα τέκνα. Πάντες οἱ ἀρχαιότεροι πατέρες καὶ συγὶραφεῖς τῆς Ἐκκλησίας μαρτυροῦσι τοῦτο. Ὁ ἅγιος Εἰρηναῖος γράφει «Χριστὸς ἧλθε σώσων πάντας τοὺς δι’ αὐτοῦ ἀναγεννωμένους εἰς Θεόν· νήπια καὶ παῖδας, καὶ νέους καὶ γέροντας». Ὁ Ὠριγένης τὸν νηπιοβαπτισμὸν ἀποκαλεῖ ἀποστολικὴν παράδοσιν.

§ 11. Ἐν τέλει λέγομεν ὅτι ἡ ἀγία καὶ ὀρθόδοξος ἡμῶν Ἐκκλησία πιστῶς ἐχομένη τῆς τε ἁγίας Γραφῆς καὶ τῶν ἀποστολικῶν παραδόσεων καὶ διατάξεων τελεῖ τὸ βάπτισμα διὰ τριττῆς καταδύσεως καὶ ἀναδύσεως, δι’ ὧν τὸν θάνατον, τὴν ταφὴν καὶ τὴν τριήμερον ἀνάστασιν τοῦ Κυρίου διαπιστοῖ. Οὕτω γὰρ ἑρμηνεύει ὁ θεῖος Ἀπόστολος λέγων «Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς ... καὶ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα». «Αἱ γὰρ τρεῖς καταδύσεις καὶ ἀναδύσεις τοῦ βαπτίσματος, ὡς ἔφθημεν εἰπόντες, τὴν τριήμερον ταφὴν καὶ τὴν ἀνάστασιν σημαίνουσι τοῦ Κυρίου». Καὶ «ἐν ταῖς τρισὶ καταδύσεσι καὶ ἰσαρίθμοις ταῖς ἐπικλήσεσι (τῶν ὀνομάτων τῆς ἁγίας Τριάδος) τελειοῦται τὸ μέγα μυστήριον τοῦ βαπτίσματος ἵνα καὶ ὁ τοῦ θανάτου τύπος ἐξεικονισθῇ, καὶ τῇ παραδόσει τῆς θεογνωσίας τὰς, ψυχὰς φωτισθῶσιν οἱ βαπτιζόμενοι». Μάρτυς ἀψευδής ἐστι καὶ ὁ μέγας τῆς Ἐκκλησίας πατὴρ καὶ διδάσκαλος Ἀθανάσιος λέγων, «τὸ καταδῦσαι τὸ παιδίον ἐν τῇ κολυμβήθρᾳ τρίττον καὶ ἀναδῦσαι τοῦτο δηλοῖ τὸν θάνατον καὶ τὴν τριήμερον ἀνάστασιν τοῦ Χριστοῦ». Περὶ τούτου πάντες οἱ θεῖοι πατέρες, καὶ οἱ τοῦ Β´ αἰῶνος ἀποστολικοὶ, καὶ οἱ τούτων διάδοχοι συμφώνως ὁμολογοῦσι διαγράφοντες ἐν τῷ βαπτίσματι τὴν τριττὴν κατά δυσιν κατὰ τὴν ἀποστολικὴν παράδοσιν.

§ 12. Περαίνοντες τοίνυν τὴν περὶ τοῦ ἀγίου βαπτίσματος ὀμιλίαν ἀναγκαῖον ἡγούμεθα ἵνα τὴν περὶ τούτου διδασκαλίαν τοῦ μακαρίου Παύλου ἐπαναλάβωμεν, «Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός ... Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα».

Ὀμιλία Ι´. Ὁ Ἰωάννης δείκνυσι τὸν Ἰησοῦν ὡς τὸν ἀμνὸν τοῦ Θεοῦ

29) «Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν καὶ λέγει Ἲδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

30) Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν.

31) Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.

32) Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν.

33) Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.

34) Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὖτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ» (ΙΩΑΝΝ. α´. 29–34).

§ 1. Ὁ Ἰησοῦς, καθ’ ὅν χρόνον Ἰωάννης ὁ βαπτιστὴς δημοσίᾳ τὴν ἱερὰν καὶ θείαν αὐτοῦ ἐτέλει ἀποστολὴν βαπτίζων τοὺς εἰς αὐτὸν πορευομένους «βάπτισμα μετανοίας», ἔζη μακρὰν τῆς κοινωνίας τῶν ἀνθρώπων. Τούτου ἕνεκα ὁ Ἰωάννης «οὐκ ᾔδει αὐτόν». Ἀλλ’ εί καὶ «οὐκ ᾔδει» τὸν Ἰησοῦν, κάλλιστα ὅμως ἐγίνωσκε τὸν σκοπὸν τῆς ἐλεύσεως αὐτοῦ· διότι τὸ Πνεῦμα τὸ ἅγιον ἀπεκάλυψεν αὐτῷ τοῦτο. Ὁ θεῖος Χρυσόστομος λόγαν περὶ τοῦ Ἰωάννου ποιούμενος λέγει· «Οὐκ ᾔδει αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην, ἀλλ’ ὅτε ἔμελλε βαπτίζεσθαι, τότε αὐτὸν ἔγνω καὶ ταῦτα τοῦ Πατρὸς αὐτὸν ἀποκαλύψαντος τῷ προφήτῃ καὶ τοῦ Πνεύματος δείξαντος Ἰουδαίοις, δι’ οὓς καὶ ἡ κάθοδος τοῦ Πνεύματος γέγονεν». (Ὁμιλία ΙΖ´ εἰς τὸν εὐαγγ. Ἰωάννην). Ἠδύνατο λοιπὸν ἵνα μαρτυρήσῃ περὶ Αὐτοῦ ὡς υἱοῦ τοῦ Θεοῦ ὡς ἐκ ἐκείνου, οὖ ἡ ἀποστολὴ ἔμελλεν ἵνα πέρας τῇ ἑαυτοῦ δώσῃ, ὡς ἐκείνου, ὅστις διὰ τῆς δωρεᾶς τοῦ ἀγιου Πνεύματος ἔμελλεν, «ἵνα τὸ βάπτισμα τῆς μετανοίας» συμπληρώσῃ, βάπτισμα, ὅπερ αὐτὸς προεκήρυττε. Δείκνυσιν Αὐτὸν τοῦς ἑαυτοῦ μαθηταῖς διὰ ρημάτων μεστῶν τύπων τε καὶ προφητειῶν λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

§ 2. Εἶπεν ἡμῖν ἤδη ὁ ἱερὸς Εὐαγγελιστὴς ὅτι «ὁ Λόγος σάρξ ἐγένετο». Ὁ σκοπὸς καὶ ἡ αἰτία τῆς ἐνσαρκώσεως ταύτης περιέχονται ἐν τοῖς ρήμασι τούτοις, «ὁ ἀμνὸς τοῦ Θεοῦ». Ἦλθεν ὁ ἀμνὸς τοῦ Θεοῦ ἵνα θῦμα γένηται ὑπὲρ τῶν ἁμαρτιῶν πάντων τῶν ἐξ Ἀδὰμ καταγόμενων· διότι αὐτὸς μόνος ἠδύνατο ἵνα τὴν ὑπὸ τῆς ἁμαρτίας ἐξυβρισθεῖσαν δικαιοσύνην τοῦ Θεοῦ ἐξιλεώσῃ. Ὁ Ἀδὰμ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, ἐν ᾧ ἔδει νὰ ἔχῃ ἄκραν ὑπακοὴν εἰς τὸ θεῖον αὐτοῦ θέλημα, τούτου δ’ ἕνεκα ἡ διαφθορὰ εἰς πάντας τοὺς ἀπογόνους αὐτοῦ εἰσεχώρησε. Πῶς λοιπὸν ὁ ἄνθρωπος ἠδύνατο ἵνα τοῦ μεγάλου αὐτοῦ παραπτώματος λάδῃ τὴν ἄφεσιν; πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ ἁγιότης τοῦ Θεοῦ, τοῦ ὑπερτάτου τούτου ὄντος καὶ τῆς ἁμαρτίας ἀμειλίκτου κολαστοῦ ἠδύνατο νὰ διασωθῇ; «Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἐνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ», τίς ἔπρεπε νὰ ᾖ ἐκεῖνος, «διὰ τῆς ὑπακοῆς» τοῦ ὀποίου «δίκαιοι κατασταθήσονται οἱ πολλοί»; Ἀλλ’ ἄγγελος ἔπρεπε νὰ ἡ μας ἡ ἀνθρωπος: Οὐδέτερος τούτων· ὁ ἄγγελος καίτοι τελειότερος τοῦ ἀνθρώττου, ὡς κτίσμα ὅμως καὶ οὖτος οὐδόλως ἠδύνατο νὰ σώσῃ ἡμᾶς· πολλῷ δ’ ἧττον ἄνθρωπος· διότι αὐτὸς οὗτος ἀπαραίτητον εἶχεν ἀνάγκν νὰ ἀπαλλαγῇ τῆς μαστιζούσης αὐτὸν διαφθορᾶς. «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἀνθρωπος; Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ». Ὁ υἱὸς λοιπὸν καὶ Λόγος τοῦ Θεοῦ ηὐδόκησε νὰ ὑποκύψῃ εἰς τὴν ποινὴν, ἥτις ἥρμοζεν εἰς τὴν ἔνοχον γενεάν». «Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ». Ἀναμαρτήτου ὄντος, ἡ ἀθωότης αὐτοῦ ἠδύνατο ἵνα δεκτὴ παρὰ τῷ Θεῷ γένηται ὡς προσφορά τις ἑκούσιος· διὸ προσλαβὼν ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φυσιν ὑπέκυψεν εἰς τὴν ποινὴν, εἰς ἣν ὁ ἄνθρωπος ἧν αἰωνίως καταδεδικασμένος καὶ οὕτως ἔσωσεν αὐτὸν, «οὐ πρέσβυς οὐδ’ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς». Καὶ ὄντως μόνον τοιοῦτον πρόσωπον ἡδύνατο ἵνα μεσίτης Θεοῦ καὶ ἀνθρώπων γένηται, μόνον τοιοῦτον πρόσωπον ἡδύνατο ἵνα τὸν ἄνθρωπον ὅμοιον τῷ Θεῷ ἀπεργάσηται τοιοῦτον, οἷος ἐκ τῶν χειρῶν αὐτοῦ ἐξῆλθε· μόνον τοιοῦτον πρόσωπον ἠδύνατο νὰ ἐπανορθώσῃ τὴν ἀνθρωπίνην φύσιν καὶ ἀνακαινίσῃ ἐν αὐτῇ φῶς, δύναμιν καὶ ζωὴν, ὧν ἐστερεῖτο τῆς ἁμαρτίας ἕνεκεν· διότι τὸ μὲν φῶς αὐτοῦ «σκότος ἦν», «ἡ δύναμις αὐτοῦ μικρὰ», καὶ ἡ ζωὴ αὐτοῦ «ἀτμίς ἡ πρὸ ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη». Μόνον τοιοῦτον πρόσωπον ἠδύνατο νὰ συγκεφαλαιώσῃ τὰ πάντα καὶ ἐξαλείψῃ πάντα τὰ ὀλέθρια ἐπ ἀκολουθήματα ἅπαντι τῷ κόσμῳ, καταλύσῃ τὸ κράτος καὶ συντρίψῃ τὴν κεφαλὴν τοῦ ἀρχεκάκου ὄφεως, τοῦ Διαβόλου.

§ 3. Ἰδοῦ ὅ,τι ἦν ἀπ’ ἀρχῆς προωρισμένον· ὁ Ἰησοῦς καλεῖται «ἀρνίον ἐσφαγμένον ἀπὸ καταβολῆς κόσμου». Ὁ προορισμὸς οὗτος εἰκονίσθη καὶ προεκηρύχθη μάλιστα παντοιοτρόπως ἐν τῇ Παλαιᾳ Διαθήκῃ. Ἐκ τῶν πρώτων δῆλον ὅτι χρόνων οἱ Πατριάρχαι παρίστανται ὡς προσφέροντες θυσίας τῷ Θεῷ. Τὸ ἀνθρώπινον γένος ἐφ’ ἅπασαν τὴν γῆν διασπαρὲν ἐφερε μεθ’ ἑαυτοῦ καὶ ταύτην τὴν χρῆσιν, καίτοι μετὰ ταῦτα ὁ σκοπὸς αὐτῆς ἀπώλετο καὶ λήθῃ παρεδόθη. Ἀλλὰ πᾶν τὸ πρὸς τὴν θυσίαν ταύτην σχετιζόμενον περιέχεται ἐν τῷ νόμῳ, τῷ διὰ Μωσέως τοῖς Ἰσραηλίταις δοθέντι.

§ 4. Οὐδεῖς περὶ τοῦ σκοποῦ τῆς θυσίας ταῦτης ἀμφιβάλλει βλέπων τὸν θύτην τῆς Παλαιᾶς Διαθήκης τὰς ἑαυτοῦ χεῖρας ἐπὶ τῆς κεφαλῆς τοῦ πρὸς θυσίαν ἀγομένου θύματος τιθέντα καὶ προσαγορεύοντα τὰς ἁμαρτίας τῶν τέκνων Ἰσραὴλ ἐπὶ τῆς κεφαλῆς τοῦ ὁλοκαυτώματος, προτυποῦντα οὕτως ὅπερ μετὰ ταῦτα πληρέστατα ἑρμηνευθῆναι ἔμελλε, διότι ὁ Θεὸς ἐπὶ ἐνὸς μόνου πάντων τὰς ἀνομίας ἔθηκε. Κατὰ τὰς διατάξεις τοῦ νόμου προσέφερον οἱ Ἑβραῖοι εἰς θυσίαν διάφορα ζῷα, συνηθέστερον δὲ ἀμνόν. Προσέφερον ἐν τῷ ναῷ ἕνα μὲν τὸ πρωὶ καὶ ἕτερον τὸ ἑσπέρας, τὴν δὲ ἡμέραν τοῦ Σαββάτου δύο ἀμνούς. Ὁ ἀμνὸς ὅμως ὁ ἐν τῇ ἡμέρᾳ τοῦ τῶν Ἰουδαίων Πάσχα σφαζόμενος ἐναργέστερον διετύπου τὴν πλήρη καὶ τελείαν ἐκείνην θυσίαν, ἥτις διὰ τὴν ἁμαρτίαν πάντων τῶν ἐξ Ἀδὰμ ἐπὶ τοῦ σταυροῦ ἐν Γολγοθᾷ ἐγένετο. Ὁ προωρισμένος εἰς θυσίαν τοῦ Πάσχα ἀμνὸς ἔδει ἵνα ᾖ ἄμωμος ὡς ὁ Χριστὸς ἀναμάρτητος ἦν· διότι «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». Ὁ ἀμνὸς ἔδει ἵνα ᾖ ἐνιαύσιος· ἐπὶσης καὶ ὁ Χριστὸς ἐσταυρώθη ἐν τῷ ἄνθει τῆς ἡλικίας αὐτοῦ. Ὅπως κατὰ τὸν νόμον οἱ Ἰουδαῖοι ἔδει ἵνα ἄνευ συντμβὴς οὐδενὸς τῶν ὀστῶν φάγωσι τὸν Πασχάλειον ἀμνὸν, οὕτω καὶ τοῦ Χριστοῦ, «τοῦ ἀπὸ καταβολῆς κόσμου ἐσφαγμένου τούτου ἀρνίου» οὐδὲν συνετρίβη ὀστοῦν·«ὀστοῦν οὐ συντμβήσεται αὐτοῦ». Ὁ ἀμνὸς ἔδει ἵνα ἁπάσης τῆς οἰκογενείας «τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ» γένηται βρῶσις· τὸν αὐτὸν δὲ τρόπον ἐν τῇ πρώτῃ τοῦ ἔτους ἑορτῇ, ὅτε οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς «συμβούλιον ἔλαβον, ὥστε θανατῶσαι τὸν Ἰησοῦν», ἅπας ὁ λαὸς τοῦ θανάτου αὐτοῦ ἔνοχος ἐγένετο κραυγάζων· «Ἆρον, ἆρον σταύρωσαν αὐτὸν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τεκνα ἡμῶν»· Ὁ ἀμνὸς ἔδει ὡσαύτως ἵνα τὸ ἑσπέρας θυσιασθῇ ἐπίσης «τὸ ἑσπέρας περὶ ὥραν ἐννάτην» ὁ Ἰησοῦς «εἰδὼς ὅτι τὰ πάντα τετέλεσται», ἔκραξε «τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα». Ὥσπερ ἐν τῇ θυσίᾳ τοῦ ἀμνοῦ τὰ πάντα ἧσαν ὅμοια, οὕτω καὶ τὸ ἀποτέλεσμα ἧν ὡσαύτως ὅμοιον. Τὸ αἷμα τοῦ ἀμνοῦ ραντιζόμενον ἐπὶ τε τοῦ φλοιοῦ καὶ· ἀμφοτέρων τῶν παραστατῶν τῆς τῶν Ἰουδαίων θύρας διέσωζε τὸν Ἰσραὴλ ἀπὸ τοῦ καταστρεπτικοῦ ἀγγέλου· ὡσαύτως καὶ τὸ αἷμα τοῦ Χριστοῦ ἐκχεόμενον ἐν ταῖς καρδίαις ἡμῶν προωμσμένον ἐστὶν ἵνα ἀπαλλάξῃ τὸν ἁμαρτωλὸν ἄνθρωπον τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς ἐκ τῆς θείας δικαιοσύνης πηγαζούσης καὶ τῶν βασάνων καὶ τῶν ὀδυνῶν τοῦ αἰωνίου θανάτου. «Τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ (τοῦ Θεοῦ) καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας». Οὕτως ἐγένετο ὁ ἐξιλασμὸς τῆς δικαιοσύνης τοῦ Θεοῦ, ὅστις ἐν τῇ ἄκρᾳ Αὐτοῦ εὐσπλαγχνίᾳ τε καὶ συγκαταβάσει καμφθεὶς ἐπὶ τῇ δυστυχεῖ καὶ ἀπελπιστικῇ θέσει, ἐν ᾗ τὸ πλάσμα τῶν χειρῶν Αὐτοῦ διέκειτο, ηὐδόκησεν ἵνα δεχθῇ τὸ αἷμα ἑνὸς ἀντὶ πάντων καὶ οὕτω συνδιαλλαγῇ μετὰ τοῦ μετανοοῦντος καὶ συντετμμμένου τὴν καρδίοιν ἁμαρτωλοῦ διὰ τὴν ἀγάπην τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ.

§ 5. Κατὰ ταῦτα ὁ Ἰησοῦς ἐστιν «ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὁ αἴρων τὴν ἁμαρτίαν ἐκείνην, ἧς τὸ φορτίον ἐτέθη αὐτῷ διὰ τῆς πίστεως τοῦ μετανοοῦντος ἁμαρτωλοῦ. Οἱ λόγοι τοῦ Ἰωάννου μαρτυροῦσιν ὅτι κατεῖχε τὴν κλεῖδα τοῦ μυστηρίου, ὅπερ ὁ Θεὸς ἔθετο καὶ ἐγνώρισεν αὐτῷ τὴν βουλὴν τὴν τέως κεκρυμμένην μένουσαν. Αὐτος ὁ Ἰωάννης τῷ δακτύλῳ τὸν Ἰησοῦν δεικνὺς ἀνακράζει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίοιν τοῦ κόςμου». Ἰδοὺ Ἐχείνος ὁ ἀπὸ τοσούτων αἰώνων ὑπὸ διαφόρων θυσιῶν καὶ τύπων τοῦ νόμου εἰκονιζόμενος. Ἰδοῦ ὁ μόνος δίκαιος ὁ προωρισμένος ἐν ταῖς βουλαῖς τοῦ Θεοῦ ὡς μέλλων ἵνα ἀπείρους ἀντίκαταστήσῃ ἁμαρτωλούς. Ἰδοὺ ὁ ἀληθὴς Πασχάλειος ἀνὸς ὁ προσφερόμενος εἰς θυσίαν ἡμῶν ἵνα «ἀρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ «διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τούτέστι τὸν διάβολον καὶ ἀπαλλάξῃ» πάντας, ἡμᾶς, οἵτινες «φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἧμεν δουλείας» καὶ διὰ τῆς ἀναστάσεως αὐτοῦ «ἀναγεννήσῃ ἡμᾶς εἰς ἐλπίδα ζῶσαν» ἀποδιδοὺς ἡμῖν τὴν αἰώνιον ζωήν. «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται».

§ 6. Ἡ ἑρμηνεία τῶν λόγων τούτων Ἰωάννου τοῦ βαπτιστοῦ· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ», ἁπλῆ ἐστιν ὅλως καὶ σαφής. Κατὰ ταῦτα οἱ ἐχουσίως τὴν θείαν παραβαίνοντες ἐντολὴν δέον ἵνα προσέχωσιν εἰς τὴν μαρτυρίαν, ὅτι Θεὸς ἐβάστασε τὸν ὄγκον τῆς ἁμαρτίας καὶ ὅτι κατὰ νόμον «χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις». Οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν καρδίαν δέον ἐπίσης ἵνα καθ’ ἑ κάστην προσβλέπωσιν εἰς τὸν ἀμνὸν τοῦ Θεοῦ, ὀστις τρανὴ καὶ ἐναργής ἐστιν ἀπόδειξις τῆς εὐσπλαγχνιας τοῦ Θεοῦ, «Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται», «Τοῖς ζητοῦσι τὴν βασιλείαν τοῦ Θεοῦ»; «Εἰ γὰρ ἐχϑροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ».

§ 7. Δι ὅ καὶ ἡμεῖς ὅπως «ἔχωμεν παρρησίχν εἰς τὴν εἴσοδον τῶν ἁγίων,.. ἣν ἐνεκαίνισεν ἡμῖν ὁδόν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοὐτέστι τῆς σαρκὸς αὐτοῦ», δέον ἵνα πάσῃ δυνάμει προσπαθῶμεν ὅπως κατὰ, πάντα ὅμοιοι αὐτῷ γενώμεθα· διότι ἄλλως τί ἀναμένει ἡμᾶς, εἰ μὴ «φοβερά ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους»;

Ὀμιλία ΙΑ´. Κλῆσις τῶν Ἀποστόλων Σίμωνος Ἀνδρέου καὶ τῶν ἄλλων. Ὁ Ἰησους αποκαλυπτεται αὐ τοις κατα μικρον

35) «Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.

36) Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.

37) Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

38) Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, τί ζητεῖτε οἱ δὲ εἶπον αὐτῷ, Ραββὶ, (ὃ λέγεται ἑρμηνευόμενον Διδάσκαλε) ποῦ μένεις;

39) Λέγει αὐτοῖς ἔρχεσθε καὶ ἴδετε. Ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη» (ΙΩΑΝΝ. α´. 35–39).

§ 1. Καίτοι ἡ πρὸς τοὺς μαθητὰς τοΰτους γενομένη κλήσις τοῦ Κυρίου ἐνέχει τι τὸ παράδοξον, αἱ περιστάσεις ὅμως ταύιην ἀκολουθήσασαι πλήρεις εἰσὶ διδασκαλίας. Ἤκουσαν οὗτοι Ἰωάννώυ τοῦ βαπτιστοῦ λαλοῦντος αὐτοῖς περὶ τοῦ Ἰησοῦ καὶ ἅμα δεικνῦντος αὐτὸν αὐτοῖς, «Ἴδε ὁ ἀμνος τοῦ Θεοῦ· ἴδε οὗτός ἐστι, περὶ οὗ ἐγὼ εἶπον, «Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὅς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἧν». Ἴδε ὁ προσδοκώμενος καὶ ἀποσταλεὶς ὑπὸ τοῦ Θεοῦ «ἵνα εὐλογήσῃ ἡμᾶς», «Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος». Πόσοι καὶ ἐξ ἡμῶν καίπερ καθ’ ἑκάστην ἀκούοντες ὅτι ὁ Ἰησοῦς ἐστιν «ἡ ὁδὸς, ἡ ἀλήθεια καὶ ἡ ζωὴ», ἀπειθοῦσιν ὅμως ταῖς ἐντολαῖς αὐτοῦ, «οὖ ὁ ζυγὸς χρηστὸς καὶ τὸ φορτίου ἐλαφρόν ἐστιν»! Ἀλλ’ οἱ μαθηταὶ οὗτοι τοῦ Ἰωάννου «ἠκολούθησαν τῷ Ἰησοῦ», ἠκολούθησαν αὐτῷ ἐν γνώσει καὶ πεποιθήσει, ὁ δὲ Κύριος παρατηρεῖ καὶ θαρρύνει αὐτοὺς ἐν τῷ πρώτῳ πρὸς αὐτὸν βήματι, ἐν αὐτῇ τῇ ἀρχῇ τῆς πίστεως αὐτῶν. «Στραφεὶς ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, τί ζητεῖτε; Οἱ δὲ εἰπον αὐτῷ, Ραββὶ, ποῦ μένεις; Λέγει αὐτοῖς ἔρχεσθε καὶ ἴδετε».

§ 2. Ὁποία ἀφέλεια, ὁποία ἁπλότης καὶ εἰλικρίνεια τῶν δύο τούτωυ μαθητῶν! Πολλοὶ καὶ παρ’ ἡμῖν φαίνονται μὲν ἐνδιαφερόμενοι ἐπί τινα χρόνον περὶ τῆς θρησκείας τοῦ ἐσταυρωμένου, εἶτα ὅμως περὶ τὰ βιωτικὰ ἀναστρεφόμενοι καὶ ἐν τῇ ἐκπληρώσει τῶν πρὸς αὐτὴν καθηκόντων ὑπὸ τούτων κωλυόμενοι καὶ βαθμηδὸν ἀποσυρόμενοι ὅλως αὐτῆς ἀμελοῦσιν! Ἀλλ’ οἱ μαθηταὶ οὑτοι «ἦλθον καὶ εἷδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην». Πᾶς ἔχων καρδίαν ἀγαθὴυ καὶ ἄδολον ἐπιθυμεῖ καὶ εὔχεται νὰ ὑπάγῃ ἐκεῖ, ὅπου ὁ Ἰησοῦς μένει, παρ’ ᾧ εὑρήσει «δικαιοσύνην, εἰρήνην καὶ χαρὰν ἐν Πυεύματι ἁγίῳ», ἅπερ ἀλλαχόσε εὑρεῖν οὐ δυνήσεται· τότε δὲ μαθὼν τὴν ἀλήθειαν καὶ βεβαιωθεὶς περὶ τοῦ μεγέθους τῆς εὐεργεσίας οὐδόλως, ὡς ὁ πονηρὸς ἐκεῖνος τῶν ταλάντων δοῦλος ἐγκλείει καὶ ἐμφράζει τὸ μυστήριον ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ μετὰ προθυμίας αὐτίκα μεταδώσει τοῦτο, ὥσπερ οἱ δύο οὗτοι ἐποίησαν μαθηταί.

40) «Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνο; Пέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.

41) Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστι μεθερμηνευόμενον ὁ Χριστός·

42) καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· Σὺ κληθήσῃ Κηφᾶς, (ὃ μεθερμηεύρεται Пέτρος)» (ΙΩΑΝΝ. α´. 40–42).

§ 3. Ἐν τοῦς λόγοις τούτοις καταφαίνεται ὅτι κατὰ μικρὸν ὁ Κύριος ἀποκαλύπτεται τοῖς ἑαυτοῦ μαθηταῖς. Δῆλον δὲ ὅτι λέγων τῷ Σίμωνι а σὺ κληθήση Κηφᾶς», τοῦτο οὐχὶ ἐν πάσῃ αὐθεντίᾳ, ὥσπερ τὸν Ἄβραμ Ἀβραάμ καὶ τὴν Σάραν Σάρραν, τὸν Ἰακὼβ Ἰσραὴλ, ὡς μετὰ ταῦτα εἶπεν αὐτῷ αὐθεντικώτερον, «Μακάριος εἶ, Σίμων βάρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ οὐράνιος, κἀγώ σοι λέγω· σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν». Ἐν τοῖς λόγοις τούτοις τοῦ ἱεροῦ Εὐαγγελίου βλέπομεν ὅτι τὸν στερρὸν καὶ ἀδάμαστον τοῦ Πέτρου χαρακτῆρα προλέγει ὁ Κύριος «οὐχὶ κολακεύων αὐτόν», «Ὁ δὲ Πέτρος οὐδὲν πρὸς ταῦτα ἀνταποκρίνεται· οὐδέπω γὰρ οὐδὲν ᾔδει σαφῶς, ἀλλὰ τέως ἐμάνθανε» (Χρυσοστ.).

43) «Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ἀκολούθει μοι.

44) Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Пέτρου.

45) Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.

46) Καὶ εἶπεν αὐτῷ Ναθαναὴλ, ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ ὁ Φίλιππος ἔρχου καὶ ἴδε.

47) εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.

48) Λέγει αὐτῷ Ναθαναήλ πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε» (ΙΩΑΝΝ. α´. 43–48).

§ 4. Ἐνταῦθα καταφαίνεται ἡ μεγάλη προθυμία τοῦ Φιλίππου, ὅστις ἐν σπουδῇ μετέδωκε τῷ Ναθαναὴλ τὴν αὐτοῦ πεποίθησιν, ὅτι ἐν τῷ προσώπῳ Ἰησοῦ τοῦ Ναζωραίου υἱοῦ τοῦ Ἰωσὴφ ἀπεκάλυψε τὸν Μεσσίαν. Ὁ Ναθαναὴλ ἐξέφρασε μυστημώδη τινὰ τῆς καρδίας αὐτοῦ ἀπορίαν καὶ προκατάληψιν ἐν αὐτῷ εἰπὼν, «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;» Ὁ ἅγιος τοῦ Θεοῦ, ὁ βασιλεὺς τοῦ Ἰσραὴλ δύναται ἐλθεῖν ἐκ χωρίου οὕτως ἀσήμου καὶ ἀφανοῦς; Οὐχὶ οἱ προφῆται προεκήρυξαν τὴν Βηθλεὲμ ὡς τόπον τῆς γεννήσεως τοῦ Μεσσίου; Ἀλλ’ ἡ προκατάληψις αὕτη οὐδαμῶς μεμπτέα ἐστίν. Ὁ Ναθαναὴλ καλῶς ποιῶν, πρὶν πιστεύσῃ γεγονὸς τοιοῦτον, οἷον ἡ ἐλευσις τοῦ Μεσσίου, μετὰ πολλῆς τῆς προσοχῆς ἐξήταζεν αὐτὸν, «πάντα ἐδοκίμαζε, τὸ καλὸν κατεῖχεν». θὐδαμῶς τοὺς Φαρισαίους ἐμιμήθη, οἵτινες διὰ λόγων μεστῶν ἐγωϊσμοῦ καὶ περιφρονήσεως ἔλεγον τῷ Νικοδήμῳ, «Μὴ καὶ σὺ, ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται». Ὅτε δ’ ὁ Φίλιππος εἶπεν αὐτῷ, «Ἔρχου καὶ ἴδε», οὐδόλως ἀπεποιήθη, οὐδὲ ἐπροφασίσθη οἰκογένειαν, κοσμικὰς ὑποθέσεις καὶ ἀσχολίας τοῦ βίου, ἀλλ’ αὐτίκα ἠγέρθη καὶ ἠκολούθησεν αὐτῷ. Τῆς Προνοίας βεβαίως ἔργον ἦν ἵνα ὁ Φίλιππος συναντήσῃ τῷ Ναθαναὴλ, ὅστις οὐχὶ ἐξωτερικῶς, ἀλλ’ ἐσωτερικῶς ἦν Ἰουδαῖος, οὗ «ἡ περιτομὴ ἦν τῆς καρδίας», ἦν «Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἦν» κατὰ τοὺς λόγους τοῦ Κυρίου. Οὐκ ἦν ἐξ ἐκείνων τῶν Ἰουδαίων, οἵτινες ἐφίλουν «ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἐστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις», ἀλλ’ ἐζήτει τὴν ἐρημίαν τοῦ οἴκου καὶ τὴν σκιὰν τῆς συκῆς αὐτοῦ, ἵνα ἀνοίξῃ τὴν καρδίαν αὐτοῦ καὶ προσηλώσῃ αὐτὴν τῷ Θεῷ «τῷ βλέποντι ἐν τῷ κρύπτῷ». Τοῦτο, φαίνεται, καὶ ὁ Κύριος ὑπαινίσσεται λέγων. «Εἶδόν σε ὑπὸ τὴν συκῆν». Ἡ ἁγία Γραψὴ λέγει, ὅτι «Οἱ ὀφθαλμοὶ Κυρίου ἐν παντὶ τόπῳ σκοπεύουσι κακούς τε καὶ ἀγαθούς». Ἡ ἐν τῷ κρύπτῷ προσευχὴ τοῦ Ναθαναὴλ ἀπεδόθη αῦτῷ ἐν τῷ φανερῷ. Ὁ Ναθαναὴλ οὐδόλως ἀντέστη εἰς τοιαύτην τῆς θείας προγνώσεως ἀπόδειξιν.

49) «Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ Ραββὶ. Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.

50) Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψει.

51) Καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου» (ΙΩΑΝΝ. α´. 49–51).

§ 6. Ὁ Ναθαναὴλ ἐν πλήρει ἀφελείᾳ καὶ ἀπλότητι ὁμολογεῖ τὸν Ἰησοῦν «Υἱὸν τοῦ Θεοῦ, βασιλέα τοῦ Ἰσραήλ». Ἐντεῦθεν καὶ ὁ Κύριος λαβὼν ἀφορμὴν ἔτι σαφέστερον ἀποκαλύπτει ἑαυτὸν τοῦς μαθηταῖς αὐτοῦ λέγων τῷ Ναθαναὴλ «μείζω τούτων ὄψει». «Ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώποι»». Καὶ ὄντως ἅπας ὁ κόσμος γενήσεται μάρτυς τῆς ἐκπληρώτεως τῆς τῷ Ναθαναὴλ γενομένης λαμπρᾶς καὶ περιφανοῦς τοῦ Κυρίου προκηρύξεως, «ὅτε ἐλεύσεται ἐν τῇ δόζῃ αὐτοῦ καὶ πάντες οἱ ἀγιοι ἄγγελοι μετ’ αὐτοῦ καὶ καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ».

§ 7. Ἡ τοῦ Ναθαναὴλ ἀφελὴς ὁμολογία περιέχει καὶ ἑτέραν ὑψίστης σπουδαιότητος ἀλήθειαν. Ὁ Ναθαναὴλ οὐδόλως ἀντέστη εἰς τὴν πρώτην γενομένην αὐτῷ κλῆσιν, οὐδὲ εἰς τὴν πρώτην ὁρμὴν τῆς ἑαυτοῦ πεποιθήσεως, ἧς ἐμφορούμενος ὡμολόγησε τὸν Ἰησοῦν Υἱὸν τοῦ Θεοῦ, ἀλλ’ ὑπεχώρησεν εἰς τὴν ἀλήθειαν τὴν οὕτως ἐναργῶς αὐτῷ παρισταμένην. «Τῷ ἔχοντι παντι δοθήσεται καὶ περισσευθήσεται». Ὁ Ἰησοῦς εἶπεν, «Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει». Τοῦτο πανταχοῦ καὶ πάντοτε συμβαίνει. Ὁ Κύριος ἡμῶν λέγει διὰ στόματος τοῦ προφήτοι»: «Ἐκζητήσατέ με καὶ εὐρήσετέ με, ὅταν ζητήσητέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν». Ὅθεν ὅπως τῷ ὄντι ἀληθεῖς τοῦ Κυρίου μαθηταὶ γενώμεθα, μιμηθῶμεν τὸν ἄδολον Ναθαναὴλ.«Διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν». Ὁ ἀκολουθῶν τῷ ὄντι τὸν δρόμον αὐτοῦ, ὡς ὁ Ναθαναὴλ, ἠρέμα μὲν, εἰλικρινῶς δὲ, καὶ τὴν καρδίαν εἰς τὰς τοῦ ἀγίου Πνεύματος ἀνοίγων ἐμπνεύσεις «μείζω τούτων ὄψεται», Πάντες ἐν γένει φέρομεν ἐλλείψεις καὶ ἀσθενείας, ὑπόκρισις ὅμως καὶ δόλος οὐδόλως ἐπιτρέπεται εἰς τὸν μαθητὴν τοῦ ἐσταυρωμένου, ἀλλ’ ἴδιον τοῦ πιστοῦ γνώμσμά ἐστιν ὅπως μὴ ὁμολογῇ ἔμπροσθεν τοῦ Θεοῦ, ὅπερ ἀρνεῖται ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως μὴ ὑπόσχηται μηδὲν ἐνώπιον τῶν ἀνθρώπων, ὅπερ γινώσκει ὁ Θεὸς ὅτι οὐδόλως προτίθεται νὰ ἐκτελέσῃ. Οὐδὲν ἄλλο ἁμάρτημα κατεκεραύνωσεν ὁ Κύριος ἡμῶν οὕτω δεινῶς ὅσον τὴν ὑπόκμσιν καταδικάσας μὲν τοὺς ὑποκμτὰς Φαμσαίους, προτρέπων δὲ τοὺς μαθητὰς αὐτοῦ а ἵνα προσέχωσιν ἑαυτοὺς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις». Φεύγωμεν λοιπὸν τὴν ὑπόκρισιν, διότι αἱ ἀρεταὶ ἡμῶν μετὰ ταύτης συνδεόμεναι βδέλυγμά εἰσιν ἐνώπιον τοῦ Θεοῦ, ὡς τοῦτο αὐτὸς ὁ Κύριος ἡμῶν λέγει τοῖς Φαρισαίοις·«Υμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς, ἐν ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑ{?}μῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν, βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ ἐστιν».

Ὀμιλία ΙΒ´. Ὁ Γάμος ἐν Κανᾷ. – Πρῶτον θαῦμα τοῦ Ἰησοῦ

1) «Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας· καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ.

2) Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.

3) Καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὀς αὐτὸν οἶνον οὐκ ἔχουσι.

4) Λέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοὶ γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.

5) Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε» (ΙΩΑΝΝ. β´. 1–5).

§ 1. Ἐν τοῖς λόγοις τούτοις τοῦ ἱεροῦ Εὐαγγελιστοῦ βλέπομεν ὅτι ὁ ἐν εἰκόνι καὶ ὑπὸ μορφὴν ἀνθρώπου «σκηνώσας ἐν ἡμῖν» υἱὸς καὶ Λόγος τοῦ Θεοῦ εὐλογεῖ τῇ αὐτοῦ παρουσίᾳ τὸν γάμον, εἰς ὃν προσεκλήθη αὐτός τε μετὰ τῶν ἑαυτοῦ μαθητῶν, καὶ ἡ μήτηρ αὐτοῦ θεωρῶν τοῦτον ὡς τὴν μόνην βάσιν, τὸ μόνον ἐχέγγυον τῆς τοῦ ἀνθρώπου εὐδαιμονίας. Ὁ γάμος ἀπ’ αὐτῆς τῆς θεμελιώσεως τοῦ κόσμου ἦν ἐν μεγίστῃ τιμῇ. Αὐτὸς ὁ Θεὸς ὁ ποιήσας «ἐν ἀρχῇ ἄρσεν καὶ θῆλυ», τὸν γάμον τοῦτον καθιέρωσεν ὡς «μυστήριον μέγα», ὡς δεσμὸν ἱερὸν, ὡς ἐκούσιον σύνδεσμον ἀνδρός τε καὶ γυναικὸς πρὸς αὔξησιν καὶ διαπαιδαγώγησιν τοῦ ἀνθρωπίνου γένους. «Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ἀλλ’ ἕνεκα τῆς παντοίας τοῦ ἀνθρώπου ἐξαχρειώσεως τὸ θεῖον τοῦτο καὶ ἱερὸν μυστήμον ἐχαλαρώθη θεωρούμενον πλέον ὡς ἀπλῆ συμφωνία ἀνδρός τε καὶ γυναικὸς καὶ οὐχὶ δεσμὸς ἐκούσιος δι’ ἀμοιβαίας συγκαταθέσεως τῶν μελλόντων ἐπικοινωνῆσαι. Ἐκ τῆς χαλαρώσεως ταύτης τοῦ μυστήρίου τοῦ γάμου προέκυψε κατὰ μεγα μέρος φοβερὰ ἐκεινη τῶν ἀνθρώπων διαφθορὰ καὶ ἠδικὴ ἑξαχρείωσις ἐξ ἧς ἀλλεπαλλήλως τὰ ἰσχυρότατα καὶ ἐνδοξότατα ἔθνη ἐξηφανίσθησαν ἀπὸ τοῦ προσώπου τῆς γῆ{?} Τοιοῦτον λοιπὸν ὁ Κύριος ἡμῶν τὸν γάμον εὑρὼν, ἐξηυτελισμένον δῆλον ὅτι ὑπὸ διαφόρων ἀνομιῶν καὶ παντοίων κακιῶν, δικαίως στηρίζει καὶ κραταιοῖ αὐτὸν, ἀνυψοῖ δὲ οὕτω τὴν γυναῖκα τὴν τέως ὑπὸ πάντων τῶν σοφῶν ἀμελεθεῖσαν εἰς τὴν πρέπουσαν αὐτῇ θέσιν, τὴν παλιγγενεσίαν τοῦ ἀνθρωπίνου γένους κατεργασάμενος. Ὁ γάμος οὗτος «ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας»· ἐκ δὲ τῆς τῷ Ἰησοῦ καὶ τῇ μητρι αὐτοῦ γενομένης προσκλήσεως παρατηροῦμεν. ὅτι φίλος τις ἢ συγγενὴς τῆς οἰκογενείας τοῦ Ἰησοῦ ἧν ὁ προσκαλέσας. Ἄγνωστον τυγχάνει ἡμῖν πόθεν ἡ μήτηρ τοῦ Ἰησοῦ ὁρμηθεῖσα λέγει πρὸς αὐτόν· «οἶνον οὐκ ἔχουσιν»· ἀλλ’ ἐκ τῆς ἐντολῆς, ἣν πρὸς τοὺς διακόνους ἔδωκεν αὕτη, δηλοῦται, ἅμα μὲν ἡ θεία αὐτοῦ δύναμις, ἅμα δὲ καὶ ἡ τῆς μητρὸς αὐτοῦ πεποίθησις περὶ τῆς θείας ταύτης δύνάμεως αὐτοῦ· «λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ τοῖς διακόνοις· ὅ,τι ἂν λέγῃ ὑμῖν ποιήσατε».

§ 2. Οἱ προσδοκῶντες καὶ ἐπὶ πολύ τὸν «Κύριον ἐκζητοῦντες», (Ψαλμ. κα´. 27) εἰ καὶ «οὐκ οἲδασι τὴν ὥραν, ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται» καὶ «μισθαποδότης γενήσεται» αὐτοῖς· ἀλλ’ ὅμως βέβαιοι ἔστωσαν, ὅτι οὐδόλως ἀμελεῖ αὐτῶν, οὐδὲ κηρύττει αὐτοὺς ἀναξίους, προσδοκᾷ τὸν κατάλληλον χρόνον· ἐν τούτοις ἡ ὁδὸς, ἣν δέον ἵνα οὗτοι ἀκολουθήσωσι, σαφῶς ἐδηλώθη αὐτοῖς, «ὅ,τι ἂν λέγῃ ὑμῖν ποιήσατε».

6) «Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.

7) Λέγει αὐτοῖς ὁ Ἰησοῦς. Γεμίσατε τὰς ὑδρίας ὕδατος καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.

8) Καὶ λέγει αὐτοῖς ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ, καὶ ἤνεγκαν.

9) Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος,

10) καὶ λέγει αὐτῷ. Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τότε τὸν ἐλάσσω·σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.

11) Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ» (ΙΩΑΝΝ. β´. 6–11).

§ 3. Ὁ σκοπὸς τῶν ὑπὸ τοῦ Κυρίου ἡμῶν γενομένων θαυματῶν καταφαίνεται ἐν τοῦς λόγοις τούτοις «ἐφανέρωσε τὴν δόξαν αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ». Τὰ θαύματα ἧσ σαν ἀναγκαῖα πρὸς ἀπόδειξιν τῆς αὐθεντίας, ὑφ’ ἡς.ὁ Κύριος ἡμῶν περιεβάλλετο. Ὁ λαὸς ἀπήτει, ὡσεὶ ἐδίκαιοῦτο, ἵνα πράξῃ τοῦτο λέγων αὐτῷ, «τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς»; Τί σημεῖον δεικνύεις ἡμῖν, δι’ οὗ ἀπαιτεῖς, ἵνα πιστεύσωμεν καὶ ὑπακούσωμέν σοι; Ὁ Ἰησοῦς φυσικώτατα πρὸς ταῦτα ἀποκρίνεται αὐτοῖς λέγων· «εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν ὑμῖν, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχετε». Νῦν ὁμως μὴ πιστεύοντες ἔχετε ἁμαρτίαν, ἁμαρτίαν καταδικάζουσαν ὑμᾶς.

§ 4. Ὅπως βεβαιωθῶμεν ὅτι τῷ ὄντι τις ἀποκαλύπτει τι ἐξ οὐρανοῦ καὶ οὐχὶ ἐξ ἑαυτοῦ, δέον ἵνα δύο τινὰ ἔχωμεν ὑπ’ ὀψει· δῆλα δὴ ὅτι ὁ θέλων ἵνα ἀποκαλύψῃ τι, ἀνὰγκη ὅπως ἐμφορῆται εἲτε ὑπὸ γνώσεων ὑπερφυσικῶν, εἴτε, ὅπερ καὶ πειστικώτερον, ὑπὸ δυνάμεως καταργούσης τοὺς θεμελιώδεις τοῦ σύμπαντος νόμους. Τὸ δεύτερον τοῦτο τίθησιν ἀεὶ εἰς ἐνέργειαν ὁ Θεὸς, ὡς τοῦτο ἐναργῶς φαίνεται τῇ πρὸς Μωυσῆν ἐντολῇ αὐτοῦ πρὸς ἀπολύτρωσιν τῶν Ἰσραηλιτῶν ἐκ τῶν χειρῶν τοῦ Φαραῶ. Οὗτος δῆλον ὅτι οὐδέποτε προσεδόκα φυσικῶς ὅτι οἱ Ἰσραηλῖται καὶ οἱ Αἰγύπτιοι θὰ προσεῖχον εἰς τὴν κλῆσιν αὐτοῦ. «Καὶ ἀπεκρίθη Μωυσῆς καὶ εἶπεν· ἐὰν μὴ πιστεύσωσί μοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου, ἐροῦσι γὰρ, ὅτι οὐκ ὦπταί σοι Κύριος ὁ Θεὸς, τί ἐρῶ πρὸς αὐτούς»; Καὶ ὁ Κύριος ἔδωκεν αὐτῷ δύναμιν, δι’ ἧς ἡ ἀλήθεια τῆς ἐπαγγελίας αὐτοῦ ἠδύνατο νὰ ἀποδειχθῇ, εἰπὼν αὐτῷ· «ἐγὼ ἔσομαι μετὰ σοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἐγώ σε ἀποστέλλω». Τὸ αὐτὸ ἐγένετο καὶ Ἰησοῦ τοῦ Ναυῆ, ἕως οὗ τὸ θέλημα τοῦ Θεοῦ ἐπληρώθη, ἀποκαταστάντων τῶν Ἰσραηλιτῶν ἐν τῇ γῇ τῆς Ἐπαγγελίας. Τὸ αὐτὸ ἐπ’ ἴσης ἐγίνετο καὶ τῷ προφήτῃ Ἠλίᾳ ἀνακαλοῦντι τὸν λαὸν ἀπὸ τῆς μυσαρᾶς εἰδωλολατρείας τοῦ Ἀχαὰβ καὶ τῆς πονηρᾶς συζύγου αὐτοῦ Ἰεζάβελ... Οὕτω λοιπὸν καὶ ἐνταῦθα ὁ Ἰησοῦς ἔδειξε τὴν ἑαυτοῦ δύναμιν ὅτι ὄντως «ἀπὸ Θεοῦ ἐλήυθεν». Οἱ νόμοι τῆς φύσεως παύουσι τῇ ἐντολῇ αὐτοῦ· τὸ ὕδωρ μεταβάλλεται εἰς οἶνον, ἡ θάλασσα ἡσυχάζει, οἱ πέντε ἄρτοι πεντακισχιλίους χορταίνουσιν, ἡ συκῆ ξηραίνεται, ὁ πυρετὸς παύει καὶ αὐτὸς ὁ θάνατος ἀναχαιτίζεται. Ἐκ τῶν θαυμάτων τούτων ἔτι ἑδραιότερον καὶ οἱ μαθηταὶ τοῦ Ἰωάννου τοῦ προδρόμου αὐτοῦ ἐπείσθησαν, ὅτε, «πέμψας δύο τῶν μαθητῶν αὐτοῦ» καὶ δι’ αὐτὸν ἐρωτήσας αὐτὸν «Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἑτερον προσδοκώμεν»: ἔλαβε τὴν λαμπρὰν καὶ περιφανῆ ἐκείνην ἀπόκρισιν. «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι· λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι· νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται».

§ 5. Ὁ ποιητὴς ἄρα καὶ δημιουργὸς ποιεῖ ἐτι ὅ,τι ἐποίει πρότερον ἀπὸ τῆς τοῦ κόσμου δημιουργίας. Εἰργάσθη φανερῶς ἵνα μεταβάλῃ τὸ σύνηθες σύστημα τῶν ὄντων μεταχειριζόμενος πάντοτε αὐτὴν μάλιστα τὴν δύναμιν, δι’ ἧς τὴν κανονικὴν αὐτῆς λειτουργίαν συντηρεῖ. Οὐδὲν λοιπὸν θαυμαστὸν, ὅτι ἑνότης οὐσιῶν τινων παράγει τὸν οἶνον, οὐδὲν θαυμαστὸν, ὅτι ἑνότης πολλῶν οὐσιῶν παράγει τὸ ὕδωρ, οὐδὲν θαυμαστὸν, ὅτι ὁ χυλὸς, δι’ οὗ τὸ δένδρον τρέφεται, παύει αὐτίκα καὶ ξηραίνεται, οὐδὲν θαυμαστὸν, ὅτι ἡ οὐσία ὀλίγων ἄρτων καὶ ἰχθύων ηὐξήθη, ὥστε χιλιάδες ἄνθρωποι ἐχορτάσθησαν ἐξ αὐτῶν, οὐδὲν θαυμαστὸν, ὅτι ἡ οὐσία αὕτη παρήχθη, ἔνθα οὐδὲν ὑπῆρχε πρότερον, οὐδὲν θαυμαστὸν, ὅτι ὁ ὀφθαλμὸς βλέπει τὸ οὖς ἀκούει, τὸ αἷμα ἀναλαμβάνει τὴν φυσικὴν αὐτοῦ κυκλοφορίαν, οὐδὲν θαυμαστὸν, ὅτι ἡ ἀναπνοὴ τῶν πνευμόνων ἀνανεοῦται, ὅτι τὸ αἷμά ἐστιν «ἡ ζωὴ τοῦ ἀνθρώπου», καὶ ὅτι ἡ πνοὴ τῆς ζωῆς ἐγένετο ἄνθρωπος;»

§ 6. Οὐδὲν λοιπὸν θαυμαστὸν, ὅτι ὁ Κύριος ἡμῶν ἐποίει ἔργα θαυμαστὰ καὶ ἐξαίσια· διότι αὐτὸς ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν». «Ποῖον λοιπὸν θαύμα μεῖζόν ἐστιν ἢ τὸ εἰπεῖν «γενηθήτω φῶς καὶ ἐγένετο φῶς»; ἢ τὸ εἰπεῖν· «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν» «καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν»; Ὁ ἐξασκήσας λοιπὸν ἐν τῷ ἐν Κανᾷ γάμῳ τὴν δύναμιν αὐτοῦ, ἐξήσκησε ταύτην ἵνα μεταβάλῃ καὶ παύσῃ ὅ,τι τὸ πρῶτον διέταξέ τε καὶ ἐθεμελίωσεν· ἐξήσκησε ταύτην ἵνα δείξῃ, ὅτι ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι» καὶ «καλέσαι αὐτοὺς εἰς μετάνοιαν» ἧν ὁ «Σωτὴρ, ὃς ἐστι Χριστὸς Κύριος». Τὸ θαύμα τοῦτο τοσαύτην εἴς τε τὸν Εὐαγγελιστὴν καὶ τοὺς λοιποὺς μαθητὰς ἐποίησεν ἐντύπωσιν, ὥστε ἐπαγει οὗτος λέγων· «Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ».

§ 7. Ἀλλ’ ἡμεῖς, καίπερ μὴ ὄντες αὐτόπται μάρτυρες τῶν θαυμάτων τοῦ Κυρίου ἡμῶν, ὡς οἱ ἀπόστολοι, πιστεύομεν ὅμως εἰς αὐτὸν «διὰ τοῦ λόγου αὐτῶν». Ἐὰν δὲ «τὴν ὁμολογίαν τῆς πίστεως καὶ ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν», ἐὰν μείωμεν στερροὶ καὶ ἀκλόνητοι ἐν τῇ πρὸς τὸν Σωτῆρα ἡμῶν πίστε, ἡ ἐπαγγελία ἡ γενομένη τῷ Ναθαναὴλ καὶ ἡμᾶς ἀποβλέπει· «μείζω τούτων ὀψόμεθα». Ἀληθές ἐστιν ὅτι καθ ἐκάστην ἡ ἐπαγγελία αὕτη τοῦ Κυρίου ἐκπληροῦται· ἡ καρδία ἡμῶν ἀνακαινίζεται καὶ «πνεῦμα εὐθὲς ἐγκαινίζεται ἐν τοῖς ἐγκάτοις ἡμῶν». Τὸ διέπειν τὴν τῶν στοιχείων ὕλην μέγα ἐστί καὶ μόνος ὁ ἀπ’ ἀρχῆς ἐκ τοῦ μηδενὸς ποιήσας ταῦτα δύναται, ἵνα, ὡς βούλεται, μεταχειρίζηται ταῦτα· ἀλλ’ ἔτι μεῖζον τὸ μεταβάλλειν τὴν τοῦ ἀνθρώπου θέλησιν, ἣν μόνος ὁ Θεὸς κατορθοῖ δίδων ταῖς κλίσεσιν αὐτοῦ διεύθυνσιν ὅλως νέαν, ὑψῶν αὐτὰς ὑπεράνω τῶν οὐρανῶν καὶ προσηλῶν αὐτὰς ἐπὶ τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγαθῶν. Εἴθε καὶ ἡυιεῖς ἵνα εὐαίσθητοι εἰς τὴν ροπήν τῆς ὑπερτάτης αὐτοῦ δυνάμεως γενόμενοι τῶν ἐπηγγελμένων τοῖς πιστοῖς τύχωμεν ἀγαθῶν ἀγαθῶν «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη».

Ὀμιλία ΙΓ´. Ὁ Ἰησοῦς ἐκβάλλει τοῦ Ἱεροῦ τοὺς πωλοῦντας καὶ ἀγοράζοντας

12) «Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταί· ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

13) Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβη εἰς τὰ Ἱεροσόλυμα ὁ Ἰησοῦς.

14) Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους.

15) Καὶ ποιήσας φραγγέλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας. – Καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψε.

16) καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν Ἄρατε ταῦτα ἐντεῦθεν·μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου·

17) Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν «Ὁ ζῆλος τοῦ οἴκου σου κατ’ ἑφαγέ με» (ΙΩΑΝΝ. β´ 12–17).

§ 1. Ὁ Εὐαγγελιστὴς μνείαν ποιούμενος τῆς ὑπὸ τοῦ Ἰησοῦ, γενομένης καταδιώξεως τῶν τὸ ἱερὸν τῶν Ἱεροσολύμων βεβηλούντων κολλυβιστῶν καὶ τῶν βόας καὶ πρόβατα καὶ περιστερὰς πωλούντων ὑπαινίσσεται τὸν θαυμασμὸν, ὃν οἱ Ἀπόστολοι τότε ἔδειξαν ἐπὶ τῇ ἀξιοθαυμάστῳ τόλμῃ αὐτοῦ. – Ὁ Ἰησοῦς μετὰ μεγάλης παρετήρησεν ἀγανακτήσεως καὶ ὀργῆς τὴν ἀξιόμεμπτον συνήθειαν τῶν Ἰουδαίων, ἥτις προήρχετο ἐκ τῆς μεγάλης τῶν ἐπιτετραμμένων τὰ τοῦ ναοῦ ἀμελείας τε καὶ ἀδιαφορίας. – Διὰ τοῦτο ἱερός τις θυμὸς καὶ ζῆλος ἐν αὐτῷ ἐξηγέρθη καὶ ἐγκαταλιπὼν τὴν φύσει αὐτοῦ πραότητα ἔσπευσε νὰ ἐκβάλῃ τοὺς βεβηλοῦντας «τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ». – Καὶ δὴ, ὡς λέγει ὁ ἱερὸς Εὐαγγελιστὴς, «ποιήσας φραγγέλιον ἐκ σχοινίων πάντας ἑξέβαλεν ἐκ τοῦ ἱεροῦ» λέγων αὐτοῖς «μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου», ἢ ὡς λέγει ὁ εὐαγγελιστὴς Ματθαίος «σπήλαιον λῃστῶν». Πόσοι καὶ σήμερον τῶν ἱερῶν ναῶν ἀνώτατοι ἄρχοντες ἐξ ἀμελεία; καὶ ὀλιγωρίας οὐ μόνον τὴν ἐν τοῖς περιβόλοις τῶν ἱερῶν ναῶν δοσοληψίαν, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ ἐν αὐτοῖς τοῖς ἀδύτοις τοῦ ναοῦ, ἔνθα τὰ θεῖα καὶ ἱερὰ τελεσιουργοῦνται μυστήμα, δίκην ἀγορᾶς τὴν ἐν αὐτοῖς εἰσοδόν τε καὶ ἔξοδον ἀνδρῶν καὶ παιδίων ἐπιτρέπουσιν! Οἱ μαθηταὶ τοῦ Κυρίου μεγάλως ἐκ τούτου ἐξεπλάγησαν, ἀλλ’ αὐτίκα ἡ ἔκπληξις, αὐτῶν κατέπαυσε μνησθέντων τῶν ρημάτων τῆς Γραφῆς «ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με». – Ὁ ζῆλος, ὑφ’ οὖ ὑπὲρ τῆς τιμῆς καὶ τῆς δόξης τοῦ οἴκου σου κατελήφθην κατέφαγέ με, «καλὸν τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε», λέγει καὶ ὁ Ἀπόστολος. – Ἀλλ’ ἡμεῖς σήμερον ἔχομεν ἆρά γε τοιοῦτον ζῆλον; ἐμπνεόμεθα ἆρά γε ὑπὸ τοῦ αὐτοῦ ζήλου, ὑφ’ οὗ ἐνεπνεύσθη καὶ ὁ Κύριος ἡμῶν βλέπων τοὺς πωλοῦντας καὶ ἀγοράζοντας, βεβηλοῦντας τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ; Οὐδαμῶς· ἀλλὰ τούναντίον ἐχομεν ζῆλον διάπυρον ἐν τοῖς οὐτιδανοῖς καὶ φθαρτοῖς, πάμπαν δὲ ψυχροὶ καὶ ἀναισθητοῦντές ἐσμεν ἐν τοῖς ὑψίστης σπουδαιότητος. – Καὶ κατὰ τοῦτο ὁμοιάζομεν πρὸς τοὺς ὑποκριτὰς Φαρισαίους, οἵτινες τὸν ζῆλον αὐτῶν ἐν τοῖς οὐτιδανοῖς καὶ ἀσημάντοις δεικνύοντες «ἀποδεκατοῦντες τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον παρημέλουν ἐντελῶς ἐκείνων, ἐξ ὧν ἦν ἐλπὶς ὅτι θὰ εὐηρέστουν, «ἀφῆκαν τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν». – Ὁ ζῆλος ἡμῶν ἐστιν οὐ «κατ’ ἐπίγνωσιν». – Ταῦτά εἰσι τὰ ἀναγκάσαντα τὸν Δαβὶδ ἵνα εἴπῃ «Οὐκ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου σου, οὐκ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, οὐ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίφ, σκήνωμα τῷ Θεῷ Ἰακώβ».

§ 2. Ὁ Θεάνθρωπος Ἰησοῦς τοσοῦτον ἐταράχθη καὶ θυμοῦ ἐνεπλήσθη βλέπων τοὺς καπήλους ἐκείνους, τοὺς τραπεζίτας, τοὺς μεταπράτας, τοὺς κολλυβιστὰς βεβηλοῦντας τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ, ὥστε «φραγγέλιον ποιήσας» ἐζέβαλεν αὐτοὺς ἔξω τοῦ ἱεροῦ ναοῦ, ἀνατρέψας τὰς τραπέζας καὶ τὸ ἀργύριον αὐτῶν εἰς τὴν γῆν διασκορπίσας. – Καὶ σὺ, χριστιανὲ, ἐὰν ὄντως ἐχῃς ζῆλον Θεοῦ κατ’ ἐπίγνωσιν, βλέπων παντοιοτρόπως βεβηλούμενον τὸ ὄνομα τοῦ Θεοῦ «ἔλεγξον», λέγω σοι μετὰ τοῦ μεγάλου ρήτορος τῆς Ἐκκλησίας, «ἐπιτίμησον τὸν βεβηλοῦντα. Κἂν ἀκούσῃς τινὸς ἐν ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ μέσῃ βλασφημοῦντος τὸν Θεόν, πρόσελθε, ἐπιτίμησον» (Χρυσόστομος).

§ 3. Βλέποντες βεβηλούμενον τὸ ὄνομα τοῦ Θεοῦ, βλέποντες ἀμελουμένας τὰς θείας αὐτοῦ ἐντολὰς, βλέποντες πολλοὺς μηδεμίαν γνῶσιν περὶ Θεοῦ ἔχοντας, πρέπει νὰ ὦμεν πρὸς τὰ τοιαῦτα ἀναίσθητοι; Δέον λοιπὸν ὅπως ὦμεν ἄγαν ζηλωταὶ ὑπὲρ τῆς δόξης τοῦ οὐρανίου ἡμῶν πατρὸς, ὁ δὲ ζῆλος ἡμῶν οὗτος οὐδόλως πρέπει ἵνα εἰς κενοὺς καὶ ἀνωφελεῖς περιορίζηται θρήνους, εἰς μάταια καὶ ἀνωφελῆ δάκρυα, ἀλλὰ κατὰ τὸ παράδειγμα τοῦ Σωτῆρος ἡμῶν δέον ἵνα κατὰ τὰς ἑκάστοτε περιστάσεις προπαρασκευάζωμεν τὰ κατάλληλα φάρμακα πρὸς πρόληψιν καὶ ἐντελῆ τοῦ κακοῦ θεραπείαν, ἄλλως εἰκῇ καὶ μάτην θρηνοῦμεν.

18) «Ἀπεκρίθησαν οὖν οἰ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ. Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς.

19) Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

20) Εἶπον οὖν οἱ Ἰουδαῖοι τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;

21) Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.

22) Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧν εἶπεν ὁ Ἰησοῦς» (ΙΩΑΝΝ. β´. 18–22).

§ 4. Ὁ ναὸς τῶν Ἱεροσολψων ἐβεβηλοῦτο ὑπ’ ἐκείνων, οἵτινες ἐκαυχῶντο ἐπὶ τῇ θεοσεβείᾳ αὐτῶν. Ὁ Ἰησοῦς ὑπαινίσσεται ναὸν ἔτι μείζονα «τὸν ναὸν τοῦ σώματος αὐτοῦ». Καὶ δικαίως ἐκάλεσεν ἑαυτὸν οὕτω· διότι ναὸς ἠγέρθη πρὸς τιμὴν τοῦ Θεοῦ, πρὸς μαρτυρίαν τοῦ ὀνόματος αὐτοῦ, ἐν τῷ μέσῳ κόσμου ὑπ’ αὐτοῦ μὲν πεπλασμένου, ἀλλ’ εἰς τὸ ἔσχατον τῆς ἀσεβείας ἐξολισθήσαντος βάραθρον, διανοουμένου ἵνα ἐγκαταλίπῃ τὸν δημιουργὸν αὐτοῦ! Τοιοῦτον ἧν τὸ παρασκευασθὲν τῷ Ἰησοῦ σῶμα, ὅτε «ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». Τὸ σῶμα τοῦτο ἐδόθη αὐτῷ ὅπως ὑπό τε τὴν φύσιν καὶ τὴν μορφὴν τοῦ ἀνθρώπου δοξάσῃ τὸν Θεὸν, τὸ μὲν διὰ βίου εἰς τὴν λατρείαν αὐτοῦ καθιερωμένου, τὸ δὲ διὰ θανάτου προσενεχθέντος εἰς τὴν δικαιοσύνην καὶ ἁγιότητα αὐτοῦ.

§ 5. Ἐν τούτοις δέον νὰ ἐνθυμώμεθα ὅτι τὰ ρήματα ταῦτα «ὁ ναὸς τοῦ σώματος αὐτοῦ» οὐδόλως εἰς τὸ τοῦ Ἰησοῦ μόνον ἐφαρμόζονται σῶμα. Ὁ ἀπόστολος Παῦλος ἀποτεινόμενος πρὸς πάντας τοὺς χριστιανοὺς λέγει. «Οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν»; «οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν»; Ὁ ναὸς οὗτος καθιερώθη εἰς λατρείαν τοῦ Θεοῦ, ὥσπερ ἐκεῖνοι, οὓς ὁ Χριστὸς ἐκάλεσεν ἵνα ὦσι «λαὸς περιούσιος, ζηλωτὴς καλῶν ἔργων». Ὁ Κύριος ἡμῶν ἐλθὼν εἰς τὸν ναὸν, ἐν ᾧ προσεδόκα, ἵνα εὕρῃ εὐσέβειαν καὶ εἰλικμνῆ ἀφοσίωσιν, εἶδε τὸν οικον τοῦ Πατρὸς αὐτοῦ εἰς «οἶκον ἐμπορίου» καὶ μάλιστα εἰς «σπήλαιον λῃστῶν» τραπέντα. Εὑρήσει ἆρά γε καὶ ἡμᾶς ἐν τῇ αὐτῇ καταστάσει διατελοῦντας ὁ Κύριος ἡμῶν, ὅτε ἐλεύσεται «καθήμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἀγγελων τῶν ἁγίων», ἵνα ἐξετάσῃ τὸν πνευματικὸν ναὸν, «ὃν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος», ὅτε ἐλεύσεται «συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ» περὶ τῶν πεπραγμένων «διὰ τοῦ σώματος εἴτε ἀγαθὰ ταῦτά εἰσιν εἴτε κακά»; «Ὅτε ὁ Κύριος, ὃν ἡμεῖς ζητοῦμεν, καὶ ὁ ἄγγελος τῆς Διαθήκης, ὃν ἡμεῖς θέλομεν, ἥξει εἰς τὸν ναὸν αὐτοῦ», τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; «καὶ τίς ὑποστήσεται ἐντῇ ὀπτασίᾳ αὐτοῦ; «Ἐὰν ἀνομίας ἡμῶν παρατήρησῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται τότε; Εἴθε ἐν τῇ δευτέρᾳ ἐκείνῃ φοβερᾷ καὶ φρικτῇ αὐτοῦ παρουσίᾳ μὴ εὕροι μηδὲν ἀνάξιον ἣ κακὸν ἐν ἡμῖν ἑδρεῦον, ἔνθα τὸ πᾶν δέον ἵνα τὸν τύπον φέρῃ «τῆς Ἀγιότητος εἰς τὸν αἰῶνα». – Διότι ὁ ναὸς τοῦ Θεοῦ ἐστιν Ἅγιος καὶ ἡμεῖς ἐσμὲν ὁ ναὸς οὗτος. «Δοξάσωμεν δὲ τὸν Θεὸν ἐν τῷ σώματι ἡμῶν καὶ ἐν τῷ πνεύματι ἡμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ».

23) «Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.

24) Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας.

25) Καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου·αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ» (ΙΩΑΝΝ. β´. 23–25).

§ 6. Ἐγίνωσκε τὴν ἀσθένειαν, τὴν κουφότητα, τὴν μοχθηρίαν καὶ τὸ ἄστατον τοῦ Ἰουδαϊκοῦ λαοῦ, «Καὶ οὐκ ἐπὶστευεν ἑαυτὸν αὐτοῖς». Πολλοὶ μὲν ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἂ ἐποίει ἀλλ’ οὐδεμίαν ἐν αὐτοῦς σταθερότητα ὁ Θεάνθρωπος Ἰησοῦς εὗρεν οὐδὲν δυνάμενον, ἵνα θερμὴν καὶ σταθερὰν βεβαίωσῃ πίστιν. Ἡ γῆ ἧν οὕτω λεπτὴ καὶ πετρώδης, ὥστε καὶ αὐτὸς ὁ βλαστὸς τοῦ χόρτου, ὅστις ἐφύετο, αὐτοστιγμεὶ ἐξηραίνετο, τοῦ καύσονος τοῦ πειρασμοῦ ἐπερχομένου.

§ 7. Ὁ Ἰησοὺς ἐγίγνωτκεν ἅμα «τί ἧν ἐν τῷ ἀνθρώπῳ». Φοβερὰ τῷ ὄντι ἡ βεβαιότης αὕτη ἐκείνοις, ὧν ἡ πίστις οὐκ ἔστι βεβαία τις καὶ εἰλικμνὴς. – Τοὺναντίον παρήγορος καὶ στέφανος καυχήσεως ἔσται ἡ πίστις τοῦ χριστιανοῦ ἐκείνου, ὅστις ἐν ὅλῃ αὐτοῦ τῇ εἰλικρινείᾳ καὶ τῇ ἀγάπῃ, ἣν πρὸς τὸν Σωτῆρα καὶ Κύριον αὐτοῦ τρέφει, αἰσθανεται διάπυρον ζῆλον ὑπὲρ· τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ, ἀνθίσταται ἐν ὅλῃ αὐτοῦ τῇ ἀσθενείᾳ κατὰ τῶν πειρασμῶν, ἐλεεινολογεῖ τὸ ἐνδεὲς καὶ τὴν ἀθλιότητα αὐτοῦ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ πᾶσιν ἀναφωνεῖ μετὰ τοῦ Παύλου: «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κὰγὼ τῷ κόσμῳ.

Ὀμιλία ΙΔ´ Διάλογος τοῦ Ἰησοῦ πρὸς τὸν Νικόδημον, ἤτοι περὶ ἀναγεννήσεως

1) «Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων Νικόδημος ὄνομα αὐτῷ ἄρχων τῶν Ἰουδαίων.

2) Οὗτος ἦλθεν πρὸς τὸν Ἰησοῦν νυκτὸς καὶ εἶπεν αὐτῷ „Ραββὶ οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος·οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ὁ Θεὸς μετ᾿ αὐτοῦ.

3) Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἄνωθεν οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ» (ΙΩΑΝΝ. γ´. 1–3).

§ 1. Τοῖς ρήμασι τούτοις ὁ Κύριος ἡμῶν δείκνυσιν ἡμῖν τὴν σωτήμον ὁδὸν τῆς πνευματικῆς ἡμῶν ἀναγεννήσεως, δι’ ἢς καὶ μόνης ὁ ὑπὸ τῆς διαφθορᾶς μεμολυσμένος ἄνθρωπος δύναται ἵνα ἀνακαινισθῇ καὶ μέτοχος τῆς τῶν οὐρανῶν βασιλείας γένηται. «Ἐὰν μὴ τις γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ». Οἱ λόγοι οὗτοι τοῦ Κυρίου, καίπερ περικλείοντες ἀλήθειαν, ἅπαν τὸ ἀνθρώπινον γένος ἀφορῶσαν, προσαρμόζονται ὅμως τῇ ἰδίᾳ διαθέσει τοῦ πνεύματος, ὑφ’ ἦς ὁ Νικόδημος κατείχετο, ὅτε νυκτὸς πρὸς τὸν Ἰησοῦν ἧλθεν. Ἐν τοῖς ἀνωτέρω (ὁμιλ. ιγ´) εἴδομεν «ὅτι ὁ Ἰησοῦς οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήση περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίγνωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ». Διὸ καὶ προσήρμοζε τὴν διδασκαλίαν αὐτοῦ ταῖς ἐκάστοτε περιστάσεσι τῶν μετ’ αὐτοῦ διαλεγομένων. Ὁ Νικόδημος Φαμσαῖος ὢν, καὶ δὴ ἄρχων τῶν Ἰουδαίων, ἠξίου κατὰ τὸ ἐπικρατοῦν ἔθος τῶν ἀρχόντων, ἵνα πλείστων τιμῶν καὶ σεβασμῶν ἀπολάβῃ, ἦν φιλάρεσκος, καυχηματίας καὶ ὑπερήφανος νομίζων ἑαυτὸν «Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτον». Ἀλλὰ πόσον ἐξεπλάγη ἀκούσας τοῦ Ἰησοῦ, «ὃν ᾔδει ἀπὸ Θεοῦ ἐληλυθότα διδάσκαλον», λέγοντος αὐτῷ «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».

§ 2. Κατὰ τοὺς λόγους τούτους τοῦ Κυρίου ὁ εὐχόμενος καὶ ἐπιθυμῶν καὶ θέλων γενέσθαι τῆς βασιλείας τοῦ Θεοῦ μέτοχος, ὀφείλει «ἵνα γεννηθῇ ἄνωθεν», δηλαδὴ ἵνα «ἀποθέμενος τὸν παλαιὸν ἄθρωπον, τὸν φύσει διεφθαρμένου, καὶ ἀνανεούμενον τῷ πνεύματι τοῦ νοὸς αὐτοῦ, ἐνδυθῇ τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας», ὅς ἐστιν ὁ Χριστός· ἀνάγκη ἐστὶν, ἵνα γίνηται ἐν αὐτῷ τοιαύτη τις ἀλλοίωσις καὶ μ μεταβολὴ, οἵα ἐστὶν «ἡ ἐν Χριστῷ καινὴ κτίσις»· τοῦτο γὰρ ὁ Κύριος ἐννοεῖ λέγων. «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ταῦτα δὲ πάντα κατεργάζονται ἐν τῇ τοῦ ἁγίου Βαπτίσματος κολυμβήθρᾳ, ἐν τῷ βαπτίσματι ὁμοῦ γίγνονται τάφος καὶ νέκρωσις καὶ ἀνάστασις καὶ ζωή. Ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος δύναμις ἐκτελεῖ τὴν πνευματικὴν ἀναγέννησίν.

4) «Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;

5) Ἀπεκρίθη ὁ Ἰησοῦς Ἀμὴν Ἀμὴν λέγω σοι Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ» (ΙΩΑΝΝ. γ´. 4–5).

§ 3. Πᾶς τις ἀκούων τοὺς λόγους τούτους τοῦ Νικοδήμου ἀληθῶν ἐκπλήττεται ἀναλογιζόμενος ὅτι διδάσκαλος τοῦ Ἰσραὴλ, ἐρμηνευτῆς τοῦ νόμου καὶ Προφητῶν, ἀνὴρ σοφὸς, διακεκριμένην παρὰ τοῖς Φαμσαίοις θέσιν κεκτημένος, οὐδόλως ἐνόησε τὴν διδασκαλίαν τοῦ Κυρίου· ἀλλ’ οὐδὲν θαυμαστὸν, ἐὰν ἀποβλέψωμεν ὅτι ποταπὰ καὶ γήϊνα φρονῶν, καὶ οὐδόλως τὸν τε νοῦν καὶ τὴν καρδίαν αὐτοῦ ὑπὲρ αὐτὰ ὑψῶν τοῖς οἰκείοις διαλογισμοῖς τοὺς λόγους τοῦ Ἰησοῦ συνδυάζων παχυλὰ καὶ καταγέλαστα ἔλεγεν. «Ἤκουσε γέννησιν πνευματικὴν, λέγει ὁ θεῖος Χρυσόστομος, καὶ οὐκ ἐνόησε πνευματικὴν, ἀλλ’ εἰς τὴν ταπεινότητα τῆς σαρκὸς καθείλκυσε τὸ εἰρμένον, καὶ μέγα δόγμα οὕτω καὶ ὑψηλὸν τῆς φυσικῆς ἀκολουθίας ἐξήρτησε». Διὰ τοῦτο λοιδορίας πλάττει λοιπὸν καὶ ἀπορίας καταγελάστους· διὸ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι «ψυχικὸς καὶ φυσικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος»· οὐδὲν γὰρ χεῖρον τοῦ τοῦς λογισμοῖς τὰ πνευιζατικὰ ἐπιτρέπειν.

§ 4. Ὁ Κύριος εἰπὼν τῷ Νικοδήιχῳ ὅτι ἀνάγκη ἐστὶν «γεννηθῆναι ἄνωθεν» ἐπαναλαμβάνει τοῦτο μετὰ πάσης τῆς βεβαιότητος καὶ σαφηνείας λέγων, «Ἀμὴν ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ». Ἐὰν μή τις ἀνακαινίσῃ ἐξ ὕδατος καὶ Πνεύματος· ἐὰν μὴ «ἀγνισθῇ ἐν Πνεύματι ἀγίῳ» ἐὰν μὴ ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τῶν πονηρῶν λογισμῶν τῆς καρδίας αὐτοῦ· ἐὰν μὴ «ἐκκλίνῃ ἀπὸ κακοῦ καὶ ποιῇ ἀγαθόν»· ἐὰν μὴ «ζητήσῃ εἰρήνην καὶ διώξῃ αὐτὴν»· καὶ ἐὰν μὴ τὴν κατὰ Χριστὸν μόρφωσιν καὶ γίνηται «τέλειος καθ’ ὁμοίωσιν τοῦ οὐρανίου αὐτοῦ πατρὸς, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ», οὐ δύναται γενέσθαι υἱὸς Θεοῦ, οὐ δύναται «γενέσθαι σκεῦος εἰς τιμὴν, ἡγιασμένον καὶ εὔχρηστον τῷ Δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον».

§ 5. Προσέτι οἱ λόγοι τοῦ Κυρίου, «γεννηθῆναι ἄνωθεν, καὶ γεννηθῆναι ἐξ ὕδατος καὶ πνεύματος» εἰσὶ λίαν ἀξιοσημείωτοι, ὡς ἐγκλείοντες ὑψηλὰ νοήματα· γνωστὸν ὅτι ὁ ἄνθοωπος τὸ πρῶτον γεννᾶται «ἐξ αἵματος, ἐκ θελήματος σαρκὸς, καὶ ἐκ θελήματος ἀνδρὸς», ἢ ὡς λέγει ὁ αὐτὸς Εὐαγγελιστὴς, «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν». Ἐπειδὴ «σάρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρομῆσαι οὐ δύναται»· ἄρα ὁ ἄνθρωπος ὡς ἔχων τὴν ὕπαρξιν αὐτοῦ ἐκ τῆς τοῦ Ἀδὰμ διεφθαρμένης φύσεως, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἐὰν μὴ πρότερον ἁγνισθῇ καὶ καθαρισθῇ ἐξ ὕδατος καὶ πνεύματος», ἐὰν μὴ «ἀπεκδυόμενος τὸν παλαιὸν ἄνθρωπον» τὸν φύσει ἁμαρτωλὸν «ἐνδυθῇ τὸν καινὸν ἄνθρωπον», τὸν Χριστὸν, τὸν ἄγιον, τὸν δίκαιον, τὸν ἀναμάρτητον, τὸν ἄφθαρτον, τὸν ἀθάνατον, τὸν δουλεύοντα ἀεὶ τῇ δικαιοσύνῃ καὶ τῷ θελήματι τοῦ Θεοῦ· ἐὰν μὴ ἐν ἑνὶ λόγῳ γένηται «καινὴ ἐν Χριστῷ πίστις», «οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».

§ 6. «Τὸ πνεῦμα ζωοποιεῖ», τουτέστι δίδωσι τῷ βαπτιζομένῳ τοιαύτην ζωὴν καὶ ἰσχὺν, ὥστε δύναται ζῆν καὶ διάγειν, «ὡς κεκαθαρμένος τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν», καὶ «σταυρόνειν τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ γίγνεται ἐν αὐτῷ διὰ τῆς ἐξ ὕδατος καὶ Πνεύματος ἀναγεννήσεως ριζική τις ἀλλοίωσις τῆς ρύσεως καὶ τοῦ χαρακτῆρος αὐτοῦ, καὶ γίγνεται, κατὰ τὸν Ἀπόστολον, «νέος ἄνθρωπος» καὶ «τέκνον τοῦ Θεοῦ ἀμώμητον». Καὶ ἄρχεται ἐν αὐτῷ νέα ὕπαρξις πνευματικὴ, σφραγὶς δὲ καὶ ἀπόδειξις τῆς πνευματικῆς αὐτοῦ ἀναγεννήσεώς εἰσιν οἱ καρποὶ τοῦ Πνεύματος. Διὸ καὶ ὁ Κύριος ἱδρύων ἐπὶ τῆς γῆς τὴν Ἐκκλησίαν αὐτοῦ, «ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος καὶ ἑδραίωμα τῆς ἀληθείας», καὶ «ἧς ἐν τοῖς κόλποις μόνον ἡ σωτηρία», ἐνετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα «πορευθέντες εἰς τὸν κόσμον μαθητεύσωσι πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Οἱ μαθηταὶ ἑπόμενοι τῇ ἐντολῇ τοῦ θείου αὐτῶν διδασκάλου, μαθητεύοντες ἐβάπτιζον τοὺς εἰς Χριστὸν πιστεύοντας, τουτέστιν ἐκαθάριζον αὐτοὺς διὰ «τοῦ λουτροῦ τῆς παλιγγενεσίας» ἀπὸ Ἱεροσολύμων κατὰ ρητὴν ἐντολὴν τοῦ διδασκάλου αὐτῶν ἀρξάμενοι.

§ 7. Τὸ ὑπὸ τοῦ Κυρίου διαταχθὲν βάπτισμα οὐκ ἧν τοῖς Ἰουδαίοις παράδοξον· διότι, ὡς εἴπομεν ἔμπροσθεν, παρ’ αὐτοῖς ἡσαν ἐν Χρήσει δύο βαπτίσματα, τὸ μὲν ἓν τοὺς Ἐθνικοὺς προσερχομένους εἰς τὴν Ἰουδαϊκὴν θρησκείαν·τὸ δ’ ἕτερον τὸ τοῦ Ἰωάννου βάπτισμα μετανοίας, δι’ οὗ προπαρεσκευάζοντο Ἰουδαῖοί τε καὶ Ἐθνικοὶ εἰς τὸ τοῦ Χριστοῦ βάπτισμα. Οἱ Ἰουδαῖοι πρὸς οὓς ὁ ἀπόστολος Πέτρος ἐκήρυττε τὸν λόγον τοῦ Θεοῦ κατανοήσαντες τὴν ψοβερὰν ἁμαρτίαν, ἣν ἐποησαν, καὶ «κατανυγέντες τῇ καρδίᾳ εἶπον πρὸς Πέτρον καὶ τοὺς λοιποὺς Ἀποστόλους, τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; Πέτρος δὲ ἔφη πρὸς αὐτούς. Μετανοήσατε καὶ βαπτιθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἀφεσιν ἁμαρτιῶν καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος·οἱ δὲ ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν»· ἄρα ἀνάγκη εἰπεῖν ὅτι «ἐγεννήθησαν ἄνωθεν, ἐγεννήθησαν ἐξ ὕδατος καὶ Πνεύματος»; Οὗτοι ἐκαυχῶντο ὅτι ἀπολαύουσιν, ὡς τέκνα τοῦ Ἀβραὰμ, τῆς εὐνοίας τοῦ Θεοῦ, νῦν δὲ ταπεινοῦνται ἐνώπιον αὐτοῦ «καὶ χάριτι» αὶτοῦσι τὴν τῶν ἁμαρτιῶν αὐτῶν ἄφεσιν. Οὗτοι «ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς τοῦ Θεοῦ ζωῆς διὰ τὴν ἄγνοιαν τὴν οἶσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν», «φθειρόμενοι κατὰ τῆς ἐπιθυμίας τῆς ἀπάτης» ἠδυνήθησαν διὰ τὴν ἀγάπην τῆς μελλούσης ζωῆς, τῆς ὑπὸ τοῦ ἀποστόλου Πέτρου κηρυττομένης, ἵνα στερρῶς καὶ ἀμετακινήτως προσηλώσωσι τὴν ἀγάπην καὶ ἐπιθυμίαν αὐτῶν οὐχὶ πλέον ἐπὶ τῶν ὁρατῶν καὶ φθαρτῶν, ἀλλ’ ἐπὶ τῶν πνευματικῶν καὶ αοράτων, καὶ οὕτως «ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ’ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα, ἐγένοντο ὄντως «καινὴ κτίσις» πρότερον, μὲν ζῶντες διὰ τὴν γῆν, νῦν δὲ διὰ τὸν οὐρανόν. «Πάντες οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινὰ, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπὶπρασκον καὶ διεμέμζον αὐτὰ πᾶσι, καθ’ ὅτι ἄν τις χρείαν εἶχε».

§ 8. Ἡ τοῦ Ἀίθίοπος εἰς τὴν χριστιανικὴν πίστιν προσέλευσις κεῖται ἡμῖν εἰς ἀπόδειξιν· ὀὗτος ἔμαθεν ἐκ τῶν Ἰουδαϊκών Γραφῶν νὰ λατρεύῃ τῷ ἀληθινῷ Θεῷ, ἀλλ’ ἠγνόει ἔτι τὸν λυτρωτὴν τοῦ ἀνθρωπίνου γένους. Φίλιππος δὲ ὁ ἀπόστολος ὑπὸ Πνεύματος ἀγίου φερόμενος «προσῆλθε καὶ ἐκολλήθη τῷ ἅρματι τοῦ Αἰθίοπος καὶ ἢ· κουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε, Πῶς γὰρ ἃν δυναίμην, ἐὰν μὴ τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθῖσαι σὺν αὐτῷ»· καὶ οὕτως «ἀνοίξας ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἡλθον ἐπί τι ὕδωρ, καὶ φησιν ὁ εὐνοῦχος, ὕδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι»; Ὁ Ἰησοῦς, οὗτινός μοι κηρύττεις σήμερον τὴν διδασκαλίαν, ἧλθεν ἵνα σώσῃ καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας, οὐδόλως ἇρά γε πρέπει ἵνα μὴ καὶ ἐγὼ μέτοχος γένωμαι τῆς εὐεργεσίας ταύτης; Οὐ δύναμαι ἇρά γε καὶ ἐγὼ ἐλθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ γεννηθεὶς ἐξ ὕδατος καὶ Πνεύματος; Οὐ δύναμαι καὶ ἐγὼ εἰς τὴν οὐράνιον βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν «ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης... καὶ ἐνδυσάμενος τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας»; «Εἶπε δὲ ὁ Φίλιππος, εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, Πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. Καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅτε Φίλιππος καὶ ὁ εὐνοῦχος καὶ ἐβαπτισεν αὐτὸν... καὶ ἐπορεύετο (ὁ εὐνοῦχος) τὴν ὁδὸν αὐτοῦ χαίρων». Οὕτω λοιπὸν ὁ εὐνοῦχος ἀπόδειξιν τῆς πίστεως αὐτοῦ δοὺς καὶ μέτοχος τῆς διαθήκης τῆς χάριτος γενόμενος λαβών τε τὴν βεβαιότητα τοῦ ἀγίου Πνεύματος «ἐπορεύετο τὴν ὁδὸν αὐτοῦ χαίρων».

§ 9. Ἰδοὺ παραδείγματα κυροῦντα τοὺς λόγους τοῦ Σωτῆρος ἡμῶν· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ». Ἡ βασιλεία τοῦ Θεοῦ ἐστι βασιλεία ἁγιότητος καὶ δικαιοσύνης, ἐν ᾧ ὁ ἄνθρωπός ἐστι διεφθαρμένος. «Οὐκ ἔστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίω». Ὁ Σωτὴρ τοῦ κόσμου παρέσχε τοῖς ἀνθρώποις τοὺς τρόπους τοῦ καθαμσμοῦ. Κατὰ ταῦτα ὁ θέλων εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ δέον ἵνα ἀπὸ τοῦ ρύπου τῆς ἁμαρτίας ἀνακαινισθῇ καὶ καθαμσθῇ διά τινος συμβολικῆς πράξεως δηλούσης, ὅτι ὥσπερ ὕδωρ ἀφαιρεῖ τὸν ρύπον τῆς σαρκὸς, οὕτω καὶ τὸ ἅγιον Πνεῦμα καθαρίζει τὴν διαφθορὰν τῆς καρδίας ὅλως καινὴν ταύτην ἀπεργαζόμενον.

§ 10. Ἐὰν ἕκαστος προσέρχηται εἰς τὸ βάπτισμα ἔχων τὴν τοῦ Αἰθίοπος καὶ τῶν διὰ τοῦ κηρύγματος τοῦ Πέτρου ἐπιστρεψάντων Ἰουδαίων ἀκράδαντον θέλησιν καὶ ἐξ ἰδίας πεποιθήσεως ὁρμώμενος λέγῃ «Ἰδοὺ ὕδωρ τί κωλύει με βαπτισθῆναι»; ὄντως οὗτος καθαρίζεται ἐν τῇ τοῦ βαπτίσματος κολυμβήθρᾳ «τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν» καὶ γίγνεται «ἐν Χριστῷ καινὴ κτίσις» καὶ μέλος τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Νῦν, ὅτε ἐν χρήσει ἐστὶν ὁ νηπιοβαπτισμὸς, δέον ἵνα τὴν αὐτὴν ἔχωσι πίστιν καὶ θέλησιν οἱ ἄγοντες τὰ νήπια εἰς βάπτισιν, τοὐτέστιν ὁἵ τε γονεῖς καὶ οἱ ἀνάδοχοι. Ὅταν ὁ ἱερεὺς λέγῃ ἑνὶ ἐκάστῳ αὐτῶν «ἀπετάξω τῷ Σατανᾷ καὶ πᾶσι τοῦς ἔργοις αὐτοῦ καὶ πάσῃ τῇ λατρείᾳ καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ, καὶ συντάσσῃ τῷ Χριστῷ δέον οὗτος, ἵνα πρὶν ἀποκριθῇ τὸ «ἀπεταξάμην καὶ συντάσσομαι» ὡρίμως καὶ σπουδαίως σκεφθῇ τὸ καθῆκον, ὅπερ ἐνώπιον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας ἀναδέχεται, ὅπως διδάξῃ δῆλον ὅτι τοὺς ἀναδεχομένους τὴν χριστιανικὴν πίστιν καὶ ἠθικὴν τοῦ Εὐαγγελίου· διότι ἄλλως συντάσσεται τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, ὡς νῦν δυστυχῶς τὰ πολλὰ συμβαίνει. Ὁ Κύριος ἡμῶν ἐπῄνεσε καὶ ἐπεδοκίμασε τὸν ζῆλον καὶ τὴν προθυμίαν τῶν γονέων ἐκείνων, οἵτινες «προσέφερον αὐτῷ παιδία, ἵνα ἄψηται αὐτῶν». Ἦγον ταῦτα πεποιθότες ὅτι ἧν προφήτης καὶ ἐλπίζοντες, ὅτι ἡ εὐλογία. αὐτοῦ ἧν χρήσιμος αὐτοῖς· διὸ ὅτε «οἱ μαθηταὶ αὐτοῦ ἐπετίμων τοῖς προσφέρουσι» κωλύοντες οὕτω τὴν παρὰ τῷ Ἰησοῦ ἔλευσιν αὐτῶν, ὁ πρᾶος Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς, «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ... καὶ ἐναγκαλισάμενος αὐτὰ, τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτὰ ηὐλόγει αὐτά». Τὸν αὐτὸν τρόπον δέον ἵνα καὶ οἱ γονεῖς καὶ οἱ ἀνάδοχοι αὐτῶν προσέρχωνται τῷ Ἰησοῦ οὐχὶ πλέον ὡς προφήτῃ, ἀλλ’ ὡς «μονογενεῖ υἱῷ ὄντι εἰς τὸν κόλπον τοῦ Πατρὸς», ὡς Θεανθρώπῳ, Σωτῆρι τοῦ ἀνθρωπίνου γένους, πεποιθότες ἀκραδάντως, ὅτι αἱ ὑπὲρ τῶν βαπτιζομένων εὐχαὶ καὶ δεήσεις τῆς τε Ἐκκλησίας αὐτῶν εἰσακουσθήσονται παρὰ τοῦ Κυρίου τῆς δόξης, τὰ τέκνα αὐτῶν καθαρισθήσονται ἐκ τῆς διεφθαρμένης αὐτῶν φύσεως, τῆς οὐχὶ εἰς τὴν ζωὴν, ἀλλ’ εἰς τὸν θάνατον ἀγούσης, διότι «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι», καὶ οὕτω τῆς αὐτῆς τῷ Ἰησοῦ γενήσονται φύσεως·διότι «ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται».

§ 11. Τούτων δ’οὕτως ἐχόντων, ἕκαστος ἡμῶν ἂς ἐξετάσῃ ἑαυτὸν, εἰ δύναται εἰπεῖν, ὅτι ὄντως «ἐγεννήθη ἐξ ὕδατος καὶ Πνεύματος» ·διότι ἐὰν ὄντως θέλῃ ἵνα τῆς οὐρανίου βασιλείας μέτοχος γένηται, ὀφείλει μετ’ ἀληθείας ἵνα γεννηθῇ ἄνωθεν. Ὁ βαπτιζόμενος ὑφίσταται ἀλλοίωσιν καθολικὴν εἰς κτίσιν ὅλως διάφορον τῆς προτέρας αὐτοῦ μεταβαλλόμενος καταστάσεως, γίγνεται ὄντως «καινὴ κτίσις». Ἀσύγκριτός ἐστι διαφορὰ μεταξὺ τῆς ἐν Χριστῷ Ἰησοῦ πίστεως καὶ τῆς ἀπιστίας αὐτοῦ. Ἐν ταῖς πρότερον αὐτοῦ ἐν ἀγνοίᾳ ἐπιθυμίαις ζῶν, νῦν ζῇ καὶ διανοεῖται ὡς γινώσκων, ὅτι «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθησαν καὶ συνετάφησαν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρὸς, οὕτω καὶ αὐτοὶ ἐν καινότητι ζωῆς περιπατήσωσι».

Ὀμιλία ΙΕ´. Διδασκαλία τοῦ Ἰησοῦ περὶ τῆς ἀνάγκης καὶ τῶν μέσων τῆς ἀναγεννήσεως

6) «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι» (ΙΩΑΝΝ. γ´. 6)

§ 1. Οἱ λόγοι οὗτοι τοῦ Κυρίου ἡμῶν ἐξηγητικοί εἰσι τῶν ἀνωτέρω αὐτοῦ λόγων. Ὁ Ἰησοῦς ἐκήρυξεν ἤδη εἰς τὸν Νικόδημον ὅτι μὴ ὁ ἄνθρωπος γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, ἐὰν μὴ γεννηθῇ, ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τὸῦ Θεοῦ». Ἤδη δὲ ἐν ὀλίγοις μὲν, πλὴν σπουδαιοτάτοις λόγοις, καὶ τὴν ἀνάγκην ἐξηγεῖ τῆς ἀναγεννήσεως. Λέγει δὲ ὁ Κύριος ἡμῶν τῷ ἄρχοντι Νικοδήμῳ· «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι». Ἡ λέξις «σὰρξ» παρὰ τῇ ἁγίᾳ Γραφῇ τὴν τοῦ ἀνθρώπου δηλοῖ φύσιν, ἥτις ἄτε ἐκ τοῦ Ἀδὰμ δυνάμει πηγάζουσα πονηρά ἐστι, ρυπώδης καὶ διαφθορᾶς μεστή.

§ 2. Οὐδεμία ἀμφιβολία ὅτι πάντες γινώσκομεν τὸν Ἀδὰμ ἁγνὸν καὶ ἄδολον ὑπὸ τοῦ Θεοῦ πλασθέντα· ἀλλ’ ἕνεκα τῆς ὑπ’ αὐτοῦ παραβάσεως τῆς θείας ἐντολῆς ἀπώλεσεν, ἣν ἐκέκτητο οὗτος ἀθωότητα στερηθεὶς καὶ τῆς χάριτος, ἧς ἀπήλαυε παρὰ τοῦ παναγάθου Δημιουργοῦ· διεφθάρη λοιπὸν ὁ πρῶτος ἄνθρωπος, ἡ δὲ διαφορὰ αὕτη μετεδόθη δυνάμει καὶ εἰς τοὺς ἀπογόνους αὐτοῦ, ὡς τοῦτο καταφαίνεται ἐκ τῶν διαφόρων ἀνομιῶν ἃς καθ’ ἐκάστην διαπράττομεν ἐπὶσύροντες οὕτω καθ’ ἡμῶν αὐτῶν τὴν δικαίαν ὀργὴν τοῦ Θεοῦ. Ἐντεῦθεν οἱ ἄνθρωποι γεννῶνται κατὰ τὴν εἰκόνα αὐτοῦ· κληρονομοῦ{??} τὴν τῶν γονέων αὐτῶν διεφθαρμένην φύσιν, λίαν ἀπομεμακρυ?μένοι εἰσὶ τῆς πρωτοτύπου καὶ ἀρχεγόνου δικαιοσύνης καὶ ἁγιότητος καὶ «ἐκ τῆς νεότητος αὐτῶν ἔγκειται ἡ διάνοια αὐτῶν ἐπιμελῶς ἐπὶ τὰ πονηρά». Διότι πῶς ἄλλως ἐξηγηθήναι δυνανται αἱ παντοῖαι ἁρπαγαὶ, κλοπαὶ, καταδυναστεύσεις, φόνοι, ἡ πλεονεξία, ἡ ὑπερηφανία, ὁ φθόνος, ἡ ὑπόκρισις, ἡ γαστριμαργία, οἱ βροτολοιγοὶ πόλεμοι καὶ ἐν γένει αἱ διάφοροι τῶν ἀνθρώπων παθήσεις; Δίκαιον εὔλογον εἶχεν ἡ Γραφὴ λέγουσα «Ἐφθάρη ἡ γῆ ἐνατίον τοῦ Θεοῦ καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας·καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν καὶ ἧν κατεφθαρμένη». Δίκαιον εὔλογον εἶχεν ἡ Γραφὴ λέγουσα «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἐστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλινον, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός».

§ 3. Ἐπειδὴ λοιπὸν «ἐγεννήθημεν ἀκάθαρτοι πάντες, ὡς ράκος ἀποκαθημένης, πᾶσα ἡ δικαιοσύνη ἡμῶν», διὰ τοῦτο ὁ Κύριος ἡμῶν λέγει τῷ Νικοδήμῳ «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν», ἤτοι ὅ,τι ὁ ἄνθρωπος ἐν ἑαυτῷ φέρει, ἐρρυπωμένον καὶ ἀκάθαρτόν ἐστιν ὑπὸ τῆς δυσωδίας τῆς ἁμαρτίας, ἥτις ἐφάπτεται τῆς τοῦ ἀνθρώπου καρδίας ἀπὸ τῆς τοῦ Ἀδὰμ παρχβάσεως.

§ 4. Ἀλλ’ οἱαδήποτε κἂν ᾖ ἡ δύναμις τῆς ἁμαρτίας, οὐδεμίαν θέσιν ἐν τῷ οὐρανῷ αὕτηεὑρεῖν δύναται. «Ἡ φθορὰ, λέγει ὁ ἀπόστολος Παῦλος, τὴν ἀφθαρσίαν οὐ κληρονομεῖ». Ὁ διεφθαρμένος ἀνθρωπος οὐ δύναται ἐμφανισθῆναι ἐνώπιον τοῦ Θεοῦ· τούτου ἔνεκα ἡ διεφθαρμένη αὐτοῦ φύσις δέον ἵνα ἀπὸ τοῦ ρύπου τῆς ἁμαρτίας καθαρισθῇ καὶ ἀνακαινισθῇ· «ἐὰν μὴ ἄνθρωπος γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».

§ 5. Τὸ οὐράνιον καὶ θεῖον τοῦ Σωτῆρος ἡμῶν Εὐαγγέλιον παρέχει ἡμῖν πάντα τὰ τὴν ἀναγέννησιν ταύτην ἀφορῶντα· «τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι». Ἔν τε τῇ καρδίᾳ καὶ τῷ πνεύματι ἡ σπουδαιοτάτη αὕτη προφητεία πληροῦται: «δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν», Τὸ πνεῦμα καθαρίζει τὸν ἄνθρωπον ἀπὸ τῆς ἀρχεγόνου ἁμαρτίας παρέχον αὐτῷ τὴν δύναμιν ἵνα ἀποφεύγῃ μὲν τὸ κακὸν, προσκολλᾶται δὲ τῷ ἀγαθῷ, νικῶν πᾶσαν κακὴν καὶ πονηρὰν τῆς καρδίας διάθεσιν καὶ ἀκολουθῶν «τῇ ἀγάπῃ, τῇ χαρᾷ, τῇ εἰρήνῃ, τῇ μακροθυμίᾳ, τῇ χρηστότητι, τῇ ἀγαθωσύνῃ, τῇ πίστει, τῇ πραότητι, τῇ ἐγκρατειᾳ». Ὅθεν ἡ σὰρξ ἥτις, ἄτε διεφθαρμένη οὖσα ἐναντία ἐστὶ τῷ Θεῷ, ἀνάγκη ἵνα ὑποταγῇ τῷ Πνεύματι καὶ ἀντικατασταθῇ ὑπ’ ἄλλης φύσεως οὐχὶ ἐπιγείου, ἀλλ’ ἐπουρανίου, οὐχὶ σαρκικῆς, ἀλλὰ πνευματικῆς, οὐχὶ ἐναντίας τῷ Θεῷ, ἀνθισταμένς τῷ θελήματι αὐτοῦ, οὐχὶ ἀλλοτρίας τῆς τοῦ Θεοῦ ἁγιότητος, ἀλλ’ ἀγαλλθμένης εἰς πᾶν ὅ τι ἂν ὁ Θεὸς κελεύῃ, ἐμπνεομένης ὑπὸ ἀληθοῦς καὶ οὐχὶ ὑποκριτικῆς εὐσεβείας, καὶ ἀφωσιωμένης ὅλως τοῖς οὐρανίοις. Τότε δὴ μετὰ μεγάλης πεποιθήσεως δυνάμεθα εἰπεῖν, ὅτι ἀναγεννώνται ἄνωθεν καὶ εἰσὶ «καινὴ κτίσις». Ὁ Νικόδημος ἀκούσας τοὺς λόγους τοῦ Κυρίου ἡμῶν ἠπόρησε φρονῶν καὶ φανταζόμενος σαρκικὴν γέννησιν, τὴν δὲ διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν μυστημώδη νομίζων·ἀλλ’ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ὅπως μὴ ἀποβλέψῃ εἰς τὸ δυσκολον, μηδὲ εἰς τὸ παράδοξον τῆς φύσεως ἔργον, ἀλλ’ εἰς τὴν δύναμιν, δι’ ἧς ἔμελλε νὰ ἐκπληρωθῇ τοῦτο.

7) «Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.

8) Τὸ πνεῦμα, ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος» (ΙΩΑΝΝ. γ´. 7–8).

§ 6. Ἡ σύγκρισις αὕτη ἐνέχει τι τὸ θαυμάσιον καὶ διδακτικόν. Τὸ πνεῦμα συγκρίνεται τῷ ἀνέμῳ διότι τὸ τε Πνεῦμα καὶ ὁ ἄνεμος φανεροῦνται ἐκ τῶν ἐνεργειῶν αὐτῶν, ὄντα αὐτὰ καθ’ ἑαυτὰ ἀόρατα καὶ καθ’ ὅλου ἀνεξάρτητα ἀπὸ πάσης ἀνθρώπου δυνάμεως· «τὸ πνεῦμα, ὅπου θέλει, πνεῖ, καὶ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει». Καίτοι ἀκούεις τὴν φωνὴν, τουτέστι τὸν πάταγον, τὸν κτύπον αὐτοῦ, «ὅμως οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει». Οὐδέν ἐστιν ἐν τῇ φύσει, ἐφ’ οὗ ἄνθρωπος οὕτως ὀλίγην ἐξασκεῖ δύναμιν, ὡς ὁ ἄνεμος. Ὁ Θεὸς «κρατεῖ τὸ πνεῦμα, ὡς κρατεῖ τὰ ὕδατα ἐν τῇ δρακὶ τῆς χειρὸς αὐτοῦ. «Ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ». Ὁ ἄνθρωπος οὐδόλως δύναται ἵνα κατὰ βούλησιν καὶ θέλησιν διευθύνῃ περιορίσῃ, οὐδὲ ἵνα περιστείλῃ τὸν ἄνεμον· «τὸ πνεῦμα, ὅπου θέλει, πνεῖ». Τὸ αὐτὸ συμβαίνει, λέγει ὁ Κύριος ἡμῶν καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος. Τὸ Πνεῦμά ἐστι πέραν τῆς δυνάμεως ἡμῶν·οὐδόλως δυνάμεθα ἵνα ἐννοήσωμεν καὶ ἐρευνήσωμεν αὐτὸ· «οἱ γεγεννημένοι ἐκ τοῦ Πνεύματος» «οὔτε ἐξ αἵματος, οὔτε ἐκ θελήματος σαρκὸς, οὔτε ἐκ θελήματος ἀνδρὸς. ἀλλ’ ἐκ τοῦ Θεοῦ» γεννῶνται. Οὐδόλως δυνάμεθα ἵνα διατάξωμεν τῷ Πνεύματι λέγοντες· ἐλθὲ, καὶ νὰ ἔλθῃ. Μὴ δυνάμενοι λοιπὸν τὸν ἄνεμον ὑποτάξωμεν, ὅστις μετ’ ἀκαθέκτου ὁρμῆς πνέει καὶ προσβάλλει πᾶν τὸ προστυχὸν πολλῷ ἧττον θὰ δυνηθῶμεν νὰ ὑποτάξωμεν τὸ Πνεῦμα, οὗτινος ἡ ἔμπνευσις προσηλοῦται καὶ διευθύνεται ὑπὸ τῆς θείας σοφίας, ἥτις, ἐστὶν ἡμῖν ἀνεξιχνίαστος καὶ ἀνεξερεύνητος.

§ 7. Ἀλλὰ καίπερ μὴ δυνάμενοι ἵνα διατάξωμεν οὔτε τὰς τοῦ Πνεύματος οὔτε τὰς τοῦ ἀνέμου κινήσεις, δυνάμεθα ὅμως ὅπως ἴδωμὲν τὰ ἀποτελέσματα αὐτῶν, καὶ τὴν παρουσίαν αὐτῶν διὰ τούτων κατανοήσωμεν. Ἐλέχθη ἤδη τῷ Νικοδήμῳ περὶ τοῦ ἀνέμου «τὴν φωνὴν αὐτοῦ ἀκούεις»· πνέει ὥσπερ ὁ γλυκὺς τοῦ ἔαρος ζέφυρος καὶ ἡ φύσις σύμπασα ἀναψυχοῦται καὶ ζωογονεῖται. Βρυχᾶται ἐν τῇ ὁρμητικῇ θυέλλῃ, τὸ δὲ δάσος τρίζει καὶ τρέμει καὶ ὁ ἀτρόμητος πόντος ὑψοῦται διὰ τῆς ἰσχύος αὐτοῦ, οὕτω καὶ τὸ Πνεῦμα ἐπὶ τῆς καρδίας ἐνεργεῖ.

§ 8. Τὸ ἀποτέλεσμα ἀμφοτέρων δῆλόν ἐστι, καίπερ τοῦ ἐλατηρίου ἀοράτου ὄντος. Ἀποκαλύπτεται τὸ Πνεῦμα·«ἐν τῇ δικαιοσύνη, τῇ εἰρήνῃ καὶ τῇ χαρᾷ», ἅτινά εἰσι τὰ πολυτιμότερα αὐτοῦ ἀποτελέσματα. Καταφαίνεται ἐπ’ ἴσης ἐν τῇ τόλμῃ, ἐν τῷ ζήλῳ καὶ ἐν τῇ ἐνεργείᾳ ταύτῃ, οἵτινες ἀνθίστανται ἐν παντὶ καὶ ἁρπάζουσι βίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἐπιτιμῶσι καὶ ἐλέγχουσι, τὸν τύραννον ἐπὶ τοῦ θρόνου καὶ μάλιστα κατατολμῶσι τοῦ κοσμοκράτορος τοῦ σκότους».

§ 9. Τὰ σημεῖα ταῦτα τῆς παρουσίας τοῦ Πνεύματος φανήσονται διαφοροτρόπως κατὰ τε τὰς διαθέσεις καὶ τὰς περιστάσεις ἑκάστου, ἀλλ’ ἔστι τις τούτων, ἥτις τηρηθήσεται ἀναμφιβόλως διὰ πάντας τοὺς ἔχοντας, ἀληθῶς ἐλπίδα χριστιανικὴν, παρ’ οἷς ἡ σὰρξ ὑποταγήσεται τῷ Πνεύματι. Ὁ ἀπόστολος Παῦλος ἔδειξεν ἡμῖν τοῦτο λέγων ὅτι ἡ πρώτη καὶ κυρία ἐπασχόλησις παντὸς χριστιανοῦ ἐστιν «ἡ σταύρωσις τῆς σαρκὸς σὺν τοῦς παθήμασι καὶ τῆς ἐπιθυμίας αὐτῆς». Κατὰ τοῦτο ὁ ἀληθὴς Χριστιανὸς οὐ περιπατεῖ κατὰ σάρκα, ἀλλὰ κατὰ Πνεῦμα. «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι», «καὶ οἱ ἐν σαρκὶ ὄντες Θεῷ ἀρεσαι οὐ δύνανται· διότι τὸ φρόνημα τῆς σαρκὸς ἐχθρα εἰς τὸν Θεὸν τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται». «Ὑμεῖς οὔκ ἐστε ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν». – Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν·εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν·εἰ δὲ Πνεύματι τὰς πράζεις τοῦ σώματος θανατοῦντες, ζήσεσθε. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ». Τοιούτου λοιπὸν μυστηρίου, ἀξιωθέντες δέον, ἵνα μετὰ πίστεως καὶ ἀφοσιώσεως δεχώμεθα τὸν καθαρισμὸν τοῦ ἠθικοῦ ἡμῶν ρύπου τῆς ἁμαρτίας, ἐπιδεικνύοντες βίον ἁγνὸν καὶ ὅσιον καὶ πολιτείαν ἀρίστην. Διότι τί ὄφελος εἰ ὁμολογοῦμεν μὲν, ὅτι ἀκάθαρτοί ἐσμεν ὡς ἐκ τῶν πονηρῶν ἡμῶν πράξεων, δεχόμενοι δὲ τὸν καθαρισμὸν ἀναστρέφομεν πάλιν, ὡς ὁ κύων ἐπὶ τὸν ἴδιον ἔμετον; Τί ὄφελος «εἰ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμ πλακέντες ἡττώμεθα»; Εἰ μετὰ τὴν ἀναγέννησιν ἡμῶν τοιαῦτα πράττομεν ἐν γνώσει τῆς θείας δικαιοσύνης, κρεῖττόν ἐστιν ἡμῖν ἵνα μὴ γινώσκωμεν αὐτήν διότι τότε «συμβέβηκεν ἡμῖν τὸ τῆς παροιμίας «Κύων ἐπιστρέψας εἰς τὸ ἴδιον ἐξέραμα», καὶ «ὗς λουσαμένη εἰς κύλισμα βορβόρου». Σπουδάσωμεν τοίνυν, ἵνα πολῖται γενώμεθα τῆς ἄνω πόλεως, τῆς νέας Ἱερουσαλήμ· δέον τὴν ἀρχαίαν πατρίδα ἀπολαβεῖν· ἄλλως ἔτι μᾶλλον εὐρύνομεν τὸ μεταζὺ ἡμῶν καὶ τοῦ Θεοῦ χάσμα. Συνταχθῶμεν τῷ Χριστῷ, ὅστις ἡμᾶς «νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνεζωοποίησε σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα».

Ὀμιλία ΙΣΤ´. Ἐξακολού0ησις τοῦ μετὰ τοῦ Νικοδήμου διαλόγου τοῦ Ἰησοῦ ο χαλκους οφις τυπος του Χριστου

9) «Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, πῶς δύναται τοῦτο γενέσθαι»;

10) Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;

11) Ἀμὴν, ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.

12) Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε πῶς ἂν εἴπω ὑμῖν τὰ οὐράνια πιστεύσετε;

13) Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰμὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου» (ΙΩΑΝΝ. γ´. 9–13).

§ 1. Ὁ Νικόδημος ὡς διδάσκαλος τοῦ Ἰσραὴλ γινώσκων τὸν νόμον καὶ τοὺς προφήτας ἔδει ἵνα τὸ ἀναγκαῖον τῆς ἀναγεννήσεως ἐννοήσῃ, διότι οὐδὲν καινὸν ἡ διδασκαλία τοῦ Ἰησοῦ ἔφερεν. Ὁ Δαβὶδ παρεκάλει τὸν Θεὸν ἵνα «καρδίαν καθαρὰν κτίσῃ ἐν αὐτῷ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαινίσῃ ἐν τοῖς ἐγκάτοις αὐτοῦ». Καὶ ὁ Θεὸς ἐπηγγείλατο τοῦτο διὰ τοῦ στόματος τῶν προφητῶν αὐτοῦ λέγων· «ρανῶ ὑμᾶς ὕδωρ καθαρὸν καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καὶ καθαριῶ ὑμᾶς καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν». Ὁ Νικόδημος, καὶ ἐὰν ταῦτα ἦσαν αὐτῷ καινότερά τινα καὶ; μυστηριώδη, ἔδει ἵνα εἰς μόνην τὴν τοῦ Ἰησοῦ, ὅστις «ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος», μαρτυρίαν ἐπαναπαυθῇ καὶ πεισθῇ ἀλλ’ οὗτος γήϊνα, ὡς ἀνωτέρω (Ὁμιλία 15) ἔφθημεν εἰπόντες, φρονῶν πειρᾶται καὶ ἀγωνίζεται κατὰ τῆς ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ δοθείσης αὐτῷ διδασκαλίας λέγων «Πῶς δύναται ταῦτα γενέσθαι»;

§ 2. Τοῦτο πολλάκις συμβαίνει. Ὁμολογοῦμεν καὶ ἡμεῖς τὴν πρὸς τὸν Σωτῆρα πίστιν ἡμῶν καὶ ἐσμὲν τῷ ὄντι πεπεισμένοι ὅτι ὁ Ἰησοῦς ἐστιν «ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος», καὶ ὅμως «τὴν μαρτυρίοιν αὐτοῦ οὐ λαμβάνομεν», ζῶντες καὶ πράττοντες, ὡς εἰ ταῦτα, ἅπερ αὐτὸς ὁ Κύριος ἡμῶν ἐκήρυξε λέγων «λαλοῦμεν ὃ οἴδαμεν, καὶ μαρτυροῦμεν ὃ ἑωράκαμεν», μὴ ἦσαν ἐν γνώσει ἡμῶν. Ἐν τούτοις μὴ λαμβάνοντες τὴν μαρτυρίαν ταύτην, «πρὸς τίνα ἀπελευσόμεθα»; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν», ἑπομένως οὐδεὶς λαλῆσαι δύναται περί τε τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ, «εἰμὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ», οὗ μονή ἐστιν ὁ οὐρανὸς καὶ ὁ κόλπος τοῦ οὐρανίου αὐτοῦ Πατρὸς ἀπ’ἀρχῆς. Ἂς διάγωμεν οὕτως, ὥστε νὰ μὴ φαινώμεθα μὴ λαμβάνοντες τὴν μαρτυρίαν αὐτοῦ· διότι, ὡς ἐκ τῶν ἐπομένων λόγων γίνεται δῆλον, «ὁ μὴ λαμβάνων τὴν μαρτυρίαν τοῦ Χριστοῦ», ὁ ἀρνούμενος τὸν Χριστὸν, ὑπόκειται εἰς θάνατον, ὁ δὲ δεχόμενος καὶ «πιστεύων αὐτὸν ἔχει ζωὴν αἰώνιον».

14) «Καὶ καθὼς Μωσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.

15) Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἕχῃ ζωὴν αἰώνιον» (ΙΩΑΝΝ. γ´. 14–15).

§ 3. Ἐν τοῖς λόγοις τοῦ Κυρίου ἡμῶν καὶ ἑτέρα τις σπουδαιοτάτη τῷ Νικοδήμῳ ἀλήθεια ἀποκαλύπτεται. Ἀναγινώσκομεν ἐν τῇ ἁγίᾳ Γραφῇ, ὅτι ὁ λαὸς τοῦ Ἰσραὴλ κεκμηκὼς ἐκ τῆς μακρὰν ἐν τῇ ἐρήμω διαμονῆς, ἐγγόγυζε κατά τε τοῦ Θεοῦ καὶ τοῦ Μωσέως τοῦ θεράποντος αὐτοῦ, καὶ ἀπέστειλε Κύριος τῷ λαῷ «τοὺς ὄφεις τοὺς θανατοῦντας καὶ ἔδακνον τὸν λαὸν καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραύλ. Καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν·καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν·ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου·καὶ ἔσται, ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. Καὶ ἐποίησε Μωυσῇς ὄφιν χαλκοῦν, καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο, ὅταν ἔδακεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη». Λίαν παράδοξον ἐν πρώτοις ἡμῖν φαίνεται, πῶς ὁ Θεὸς ὁ διατάξας διὰ τοῦ θεράποντος αὐτοῦ Μωυσέως τοὺς Ἰουδαίους «ὅπως μὴ ήσωσι χειροποίητα, μηδὲ γλυπτὸν, μηδὲ στήλην ἀναστήσωσιν αὐτοῖς, μηδὲ λίθον σκοπὸν θῶσιν ἐν τῇ γῇ αὐτῶν προσκυνῆσαι αὐτῷ», νῦν διατάσσει αὐτὸν τοῦτον τὸν Μωυσῆν, ἵνα «ποιήσῃ ἑαυτῷ ὄφιν χαλκοῦν»; Ἀλλ’ ἡ φαινομένη αὕτη ἀντίφασις αἴρεται, ἐὰν λάβωμεν ὑπ’ ὄψει, ὅτι ὁ ὄφις ἐκεῖνος ὁ χαλκοῦς προετύπου καὶ προεικόνιζε τὸν ἐπὶ τοῦ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ ἀνυψωθέντα Σωτῆρα καὶ Κύριον ἡμῶν. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς βεβαιοῖ λέγων τῷ Νικοδήμῳ «Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου». Ἀλλὰ διατί ὁ Κύριος ἡμῶν τὴν εἰκόνα τῆς οἰκονομίας ἐκείνης δι’ ὄφεως ἐποίησε; Τί δήποτε τὸ σχῆμα τοῦ ἐπικαταράτου ὄγεως εἰκὼν τοῦ προσκυνουμενου Χριστοῦ καὶ τύπος ἐγένετο; Τὸ ζήτημα τοῦτο τὸ λίαν σπουδαῖον λαμπρότατα ἀναπτύσσει ὁ θεῖος τῆς Ἐκκλησίας πατὴρ, ὁ χρυσοῦς τὴν γλῶσσαν Ἰωάννης λέγων·

§ 4. «Εἰκὼν ἧν, ἀδελφοὶ, τῆς τοῦ σταυροῦ οἰκονομίας ὁ τύπος τοῦ ὄφεως». Κατὰ δὲ τὸν τρόπον· ὥσπερ ἐκεῖνος ὁ τύπος τοῦ ὄφεως εἰκόνα μὲν καὶ ὄψιν εἶχεν ὄφεως, ἰὸν δὲ καὶ πονηρίαν οὐκ εἶχεν ὄφεως, οὕτω καὶ ὁ Σωτὴρ, κατὰ τὸν θεῖον Παῦλον «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» ἐπιφανεὶς, ἔξω γέγονε πάσης ἁμαρτίας·καθὼς καὶ ὁ μακάριος Πέτρος συνῳδὰ τῷ μακαρίῳ Ἡσαΐᾳ: φθεγγόμενός φησιν·«ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». Κατὰ τὸν Ἡσαΐαν ἔχεις μίαν εἰκόνα· ἐλθέ μοι καὶ ἐφ’ ἑτέραν εἰκόνα. Βλέπε διὰ τῶν τύπων λάμπουσαν τὴν ἀλήθειαν. Οἱ ὄφεις ἔδακνον τοὺς υἱοὺς Ἰσραὴλ, ὅτε λαὸς ὀλέθρῳ περιέπεσε· Φάρμακον εἰς σωτηρίαν Μωυσῆς ἱκετεύει δοῦναι τὸν Θεόν. Ὁ Θεὸς ὑποδείκνυσι τῷ θεράποντι φάρμακον εὐεργεσίας καὶ φησι· «ποίησον ὄφιν χαλκοῦν, καὶ πῆξον αὐτὸν πρὸ τῆς σκηνῆς τοῦ μαρτυρίου». Τί βούλεται τὸ ὑπόδειγμα; Ἄλλοι οἱ δάκνοντες ὄφεις καὶ ἄλλος ὑπὲρ αὐτῶν σταυρούμενος. Τί βούλεται τὸ αἴνιγμα; τί ἐπαγγέλλεται ἡ σκιὰ τοῦ μυστηρίου; Ὥσπερ ἐκεῖ, φησιν, ὁ τύπος, ἄλλων δακνόντων ὄφεων, ὁ μὴ δάκνων μηδὲ πλήξας προσήλωται τῷ ξύλῳ, οὕτω καὶ τῶν ἄλλων ἀνθρώπων ἁμαρτανόντων, ὑπὲρ πάντων μέλλει πάσχειν ὁ Ἰησοῦς ὁ ἀναμάρτητος. Ὑπὲρ τῶν δακνόντων ὄφεων ὄφις ἀναμάρτητος σταυροῦται· ὑπὲρ ἡμῶν τῶν ὑποκειμένων θανάτῳ ὁ ἁμαρτίᾳ μὴ ὑποκείμενος προσηλοῦται. Ὅπερ μετὰ τῶν ἄλλων προανεφώνησεν ὧδέ πως Ἡσαΐας λέγων. «Ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον»· καὶ «ὁ Κύριος παρέδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν». Ἀναμαρτυρῆσαι πάλιν χρὴ τοῦ μυστηρίου τὸν λόγον. Ὥσπερ ἐκεῖ ἄλλοι οἱ δάκνοτες καὶ ἄλλος ὁ πηγνύμενος, οὕτω καὶ ἐνταῦθα πάντες οἱ ἁμαρτήσαντες, καὶ εἷς ὁ ὑπὲρ πάντων σταυρούμενος. Ἔχεις δευτέραν εἰκόνα· σκόπησὸν μοι καὶ ἑτέραν εἰκόνα τρίτην. «Ἑπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ρῆμα»· Διατί σταυροῦται χαλκοῦς ὄφις; Ἵνα καταργηθῇ τὰ δήγματα τῶν ὄφεων. Ἄλλο οὖν τὸ σταυρούμενον καὶ ἄλλα τὰ καταργούμενα. οὐχ ὁρᾷς τὴν ἔμφασιν τῆς ἀληθείας; Οὐ βλέπεις ὡς ἐν κρύπτῶ γράμματι τὴν δύναμιν τῆς οἰκονομίας; Ἐσταυρώθη, φησὶν, ὄφις, ἵνα καταργηθῇ τῶν δρακόντων τὰ δήγματα· ἐσταυρώθη Χριστὸς, ἵνα καταργηθῶσι τῶν δαιμόνων αἱ ἐνέργειαι. Ἄλλος ὁ ὄφις ὁ πηγνύμενος, καὶ ἄλλοι οἱ καταργούμενοι δράκοντες· Ἄλλος ὁ ἐπὶ τοῦ σταυροῦ Χριστὸς, καὶ ἄλλοι οἱ καταργούμενοι δαίμονες. Καὶ ὥσπερ ἐκεῖ ἡ εἰκὼν τοῦ ὄφεως τοῦ φαινομένου κατήργησε τὰ δήγματα τῶν ὄφεων, οὕτω καὶ ἐνταῦθα ἡ τοῦ Χριστοῦ νέκρωσις τοῦ θανάτου γέγονε νέκρωσις, καὶ τῶν δαιμόνων καθαίρεσις. Εἰκότως οὖν ὁ Σωτὴρ τὴν εἰκόνα πρὸς ἑαυτὸν ἀρμόζων ἔλεγε· «Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμω, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἱώνιον». (Χρυσόστομος τόμ. 6 σελ. 503 ἔκδοσις Migne).

§ 5. Ἡ δὲ αἰτία τῆς ἐπὶ τοῦ σταυροῦ ὑψώσεως τοῦ Κυρίου ἡμῶν ἦν ἡ ἁμαρτία τοῦ ἀνθρωπίνου γένους, «Ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε», λέγει ὁ θεῖος Ἀπόστολος, «καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον». Δι’ ὃ ὁ πανάγαθος· καὶ παντελεήμων Θεὸς καμφθεὶς «τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται· ἀλλ’ ἔχῃ ζωὴν αἱώνιον». Ἰδοὺ τὸ πρῶτον σημεῖον τῆς ὁμοιότητος αὐτῶν. Ὁμοιότης ἔτι καταφανεστέρα ἐστὶν ἐν τῇ τοῦ φαρμάκου φύσει. Πάντες οἱ εἰς τὸν χαλκοῦν ὄφιν ἐμβλέποντες Ἰσραηλῖται ἐθεραπεύοντο ὑπὸ τῶν πληγῶν αὐτῶν· καὶ ἡμῖν ἐπαγγέλλεται ὁ Θεὸς, ὅτι πάντες οἱ πρὸς τὸν υἱὸν τοῦ ἀνθρώπου ἐμβλέποντες ἁμαρτωλοὶ εὑρήσουσι φάρμακον τὰς ὑπὸ τῆς ἁμαρτίας πληγάς. Αἱ πληγαὶ αὐτῶν θεραπευόμεναι οὐκ ἄγουσιν αὐτοὺς {εἰ?}ς θάνατον· διότι βεβαιοῦται ὅτι «τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Θεοῦ, καθαρίζει ἀπὸ πάσης ἁμαρτίας», ὅτι «ἀπελούσαντο, ἡγιάσθησαν, ἐδικαιώθησαν ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ αὐτῶν».

§ 6. Ἀλλ’ ὅπερ χαλεπὸν, τοῦτό ἐστι δῆλον ὅτι δυσκόλως ἡμεῖς συναισθανόμενοι τὸν κίνδυνον καὶ ἑπομένως τὰς συνεπείας αὐτοῦ ἀψηφοῦντες οὐδόλως ζητοῦμεν τὴν τούτου ἀπαλλαγὴν, ὅπερ ἀνάγκη ἵνα ἐν πρώτοις κατανοήσωμεν. Ἀφ’ οὗ ἐπὶ τοῦ σταυροῦ ὑψώθη ὁ Κύριος ἡμῶν, ὀφείλομεν καὶ ἡμεῖς ἵνα ἀκαταπαύστως ἐπ’ αὐτοῦ ἀτενίζωμεν πρὸς σωτηρίαν καὶ θεραπείαν τῶν ἠθικῶν ἡμῶν πληγῶν. Ἡ θέσις ἡμῶν ὅλως ἄλλοία ἐστὶ τῆς τῶν Ἰουδαίων· οὗτοι μὲν σαφῶς κατενόουν τὸ ἀνίατον τῆς σωματικῆς αὐτῶν ἀσθένείας, ἡ δὲ ἀσθένεια τῆς ψυχῆς ἡμῶν κρύπτεται μὲν, τ’ ἀποτελέσματα ὅμως αὐτῆς οὕτω καταφανῆ εἰσιν, ὥστε οὐδεμίαν θεραπείας ἐπιδέχονται ἀναβολὴν, ἀλλ’ αὐτίκα χρῄζουσι φαρμάκου δραστικοῦ, καὶ τοιοῦτον φάρμακον ὁ Θεὸς ἐν τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ ηὐδόκησεν ἵνα ἡμῖν χορηγήσῃ· «δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον». Ἐὰν μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὑψοῦτο, οὐκ ἦν δυνατὸν ἵνα δοθῇ ἡμῖν οὔτε βοήθεια, οὔτε ἐλπὶς θεραπείας τε καὶ σωτηρίας, καθὼς οὐδεμία ἦν καὶ τοῦς Ἰσραηλίταις πρίν ὁ Μωυσῆς ὑψώσῃ τὸν χαλκοῦν ἐν τῇ ἐρήμῳ ὄφιν ἵνα οἱ δηχθέντες ἐμβλέποντες εἰς αὐτὸν ζῶσιν.

§ 7. Συνῃσθάνθημεν ἇρά γε τὴν πληγὴν τὴν ὑπὸ τῆς ἐπαράτου ἁμαρτίας ἀνοιγομένην, ἵνα ἐν συντριβῇ καρδίας ζητήσωμεν τὴν ταύτης θεραπείαν; Ἐννοοῦμεν καὶ εὕρομεν τὸ φάρμακον τοῦτο ἐν τῇ θυαίᾳ τοῦ Χριστοῦ, τοῦ προσενεχθέντος ὡς πλήρους καὶ τελείας ἰκανοποιήσεων τῇ θείᾳ δικαιοσύνη δι’ ἡμᾶς; Τότε ὁ υἱὸς τοῦ ἀνθρώπου ἐστὶ δι’ ἡμᾶς, ὅ,τι ὁ χαλκοῦς τοῦς Ἰσραηλίταις ὄφις. Ὁ Θεὸς λέγει ἡμῖν, ὥσπερ καὶ ἐκείνοις· «Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ’ ἐσχατου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ». Αὐτὸς λέγει ἡμῖν ὡσαύτως. «Οὐκ ἐστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς». Ἐν τῇ θείᾳ καὶ σωτηριώδει ταύτῃ πρὸσκλήσει ὑπακούομεν; αἱ καρδίαι ἡμῶν ἀποκρινέτωσαν περὶ τούτου.

Ὀμιλία ΙΖ´. Συνέχεια τοῦ πρὸς τὸν Νικοδήμον διαλόγου τοῦ Ἰησοῦ

16) «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.

17) Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.

18) Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται·ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.

19) Αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς·ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα» (ΙΩΑΝΝ. γ´. 16–19).

§ 1. Ὁ Κύριος ἡμῶν ἀποκαλύψας ἤδη τῷ Νικοδήμῳ ἀληθείας, αἵτινες ὄντως ἐξέπληξαν αὐτὸν καὶ εἰς ἀπορίαν ἐνέβαλον, οὐδόλως ἐγδκατέλιπεν αὐτὸν αὐευ βεβαιώσεως πλήρους παραμυθίας. Ἐν τοῖς προηγουμένοις (Ὁμιλία 14) εἴδομεν ὅτι ὁ Νικόδημος νυκτὸς ἐπορεύθη πρὸς τὸν Ἰησοῦν ἵνα διδαχθῇ καινότερα παρ’ αὐτοῦ·ἀνεγνώρισεν αὐτὸν ὡς «διδάσκαλον ἀπὸ Θεοῦ ἐλεληθότα», ὡς ἐχέγγυον τῆς ἀγάπης αὐτοῦ, ὡς αἴτιον τῆς εἰρήνης καὶ ὡς ἄγγέλον τῆς εὐσπλαγχνίας Καὶ τῷ ὄντι ἦλθεν εἰς κόσμον ἐν τῇ εἰδωλολατρείᾳ βεβυθισμένον, παρ’ ἀνθρώποις, οἷς ἄγνωστος ἧν ὁ Θεὸς, διότι «ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν». Ἦλθε παρ ἔθνει καταχρωμένῳ τοῦς προνομίοις, ὧν ἀπήλαυεν, ἀπορρίπτοντι τὰς τοῦ Θεοῦ βουλὰς καὶ καταφρονοῦντι τὰς παραινέσεις καὶ ἀπειλὰς αὐτοῦ. Καὶ ὅμως «οὐκ ἧλθεν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ». Ἐκόμισεν ἐπαγγελίαν συνδιαλλαγῆς καὶ ἡ πρώτη αὐτοῦ αγγελία ἦν εἰρήνη τῷ ἀποστατοῦντι τούτῳ λαῷ «Ἰού??ίῳ τε πρῶτον και Ἕλληνι». «Ἐν τούτῳ ἐστὶν ἡ ἁγάπη», λέγει ὁ ἱερὸς Εὐαγγελιστὴς, «οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν». «Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν· εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ».

§ 2. Ὡς οἱ κάτοικοι χώρας τινὸς ἐν στάσει κατὰ τοῦ ἁγαθοῦ ἄλλως κυριάρχου αὐτῶν διατελοῦντες, ἀποκρούοντες δὲ πᾶσαν ἀμνηστείαν προσφερομένην δι’ ἀπεσταλμένου αὐτοῖς παρὰ τοῦ ἁγαθοῦ καὶ εἰρηνικοῦ κυμ ἀρχου αὐτῶν ὡς ἐχ ἐγ γυον τῆς εἰρήνης καὶ τῆς συνδιαλλαγῆς ὑπὸ τὸν ὅρον, ἵνα καταθέσωσι τὰ ὅπλα, «ἤδη κέκρινται» καὶ «ἡ ὀργὴ αὐτοῦ ἔρχεται ἐπ’ αὐτοὺς», ὡς μὴ θελήσαντας ἵνα παραδεχθῶσι τοὺς ὅρους τῆς ἀμνηστείας, τὸν αὐτὸν πάντως τρόπον συμβαίνει καὶ ἐκ ἐκείνοις, οἵτινες, ὡς οἱ Ἰουδαῖοι, ἀπορρίπτουσι καὶ οὗτοι τὴν βουλὴν τοῦ Θεοῦ ἐπισύροντες οὕτω καθ’ ἑαυτῶν τὴν δικαίαν ὀργὴν αὐτοῦ.

§ 3. Καὶ ἐπὶ τίνος ἐρειδόμενοι ἀποκρούουσι καὶ ἀποκηρύττουσι τὸν ἀπεσταλμένον; Λέγουσιν, Οὐ γινώσκομεν τὸν ἐλθόντα ὡς ἀπεσταλμένον παρὰ τοῦ κυριάρχου ἡμῶν, διότι οὐδαμοῦ ἐν αὐτῷ τὰ γράμματα τῆς ἀποστολῆς αὐτοῦ βλέπομεν. Ἀλλ’ ἐξ αὐτῆς τῆς ἀποκρίσεως αὐτῶν καταφωρῶνται ἄξιοι τῆς μεγίστης καταδίκης· διότι μηδόλως μετὰ τῆς δεούσης ἐξετάσαντες προσοχῆς τὰ τῆς ἀποστολῆς αὐτοῦ γράμματα, μὴ δεχθέντες εἰς ἀκρόασιν τὸν ἀπεσταλμένον, οὓτως ἀνόητα φλυαροῦσι καὶ φθέγγονται. Διὰ τί λοιπὸν δύναταί τις εἰπεῖν, ἠρνήθησαν; Ποῦ στηριζόμενοι ἀπέβαλον αὐτὸν; Καὶ ποῦ ἀλλαχοῦ, εἰμὴ ἐπὶ τῆς ἀλαζονείας καὶ σκληροκαρδίας, τὸ δὲ δὴ μεῖζον ἐπὶ τῆς ἀχαριστίας; Ἐπὶ τούτων λοιπὸν ἐρειδόμενοι ἠρνήθησαν, ἵνα δεχθῶσι τὸν ἀπεσταλμένον τοῦ Θεοῦ «τὸν μεγάλης βουλῆς ἄγγελον, τὸν θαυμαστὸν σύμβουλον, τὸν Θεὸν ἰσχυρὸν, τὸν ἐξουσιαστὴν, τὸν ἄρχοντα εἰρήνης, τὸν πατέρα τοῦ μέλλοντος αἰῶνος», καὶ τοῦτο τὴν πλήρη αὐτῶν καταδίκην ἐπήνεγκε· διότι, «ὅτε τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, ἠγάπησαν οὗτοι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα»! Τὰ ἔργα αὐτῶν ἧσαν οὕτω πονηρὰ καὶ κακίας ποικίλης πεπληρωμένα, ἡ καρδία αὐτῶν ἦν οὕτω διεφθαρμένη, ὡς ἀλαζονείας, ὑποκρίσεως φθόνου καὶ ἀχαριστίας μεμεστωμένη, ὥστε οὐδεμίαν συμβουλὴν {καὶ?} παραίνεσιν ἤκουον, ἵνα, βίον ἕτερον τοῦ προτέρου κρείττονα μεταλλάξωσιν. Εἰ ὑπὸ πνεύματος ταπεινότητος καὶ ὑποταγῆς ἐνώπιον τοῦ Θεοῦ κατείχοντο, οὐδόλως θὰ ἠναντιοῦντο τῷ Ἰησοῦ ἐλέγχοντι αὐτοὺς περὶ ἁμαρτίας· ἀλλ’ ὑπὸ πνεύματος ἀλαζόνος καὶ ἐγωιστικοῦ κρατούμενοι ἔλεγον αὐτῷ, «Διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις», «Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμὲν»;

§ 4. Ἰδοῦ λοιπὸν ὑπόδειγμα ἀλαζόνος καρδίας καὶ ἀπειθοῦς μηδόλως ἐπιθυμούσης, ὅπως ἀκούσῃ τὸν ἄγγελον τῆς εἰρήνης καὶ τῆς συνδιαλλαγῆς, τὸν Κύριον τῆς δόξης! Ἡ συνδιαλλαγὴ προεδήλου ἔχθραν· ἡ εὐσπλαγχνία δικαίαν ἀγανάκτησιν καὶ τιμωρίαν, καὶ ἡ εἰρήνη ἀπῄτει τελείαν «Βλέπετε», λέγει ὁ Ἀπόστολος, «μήποτε ἔσται ἔν τισιν ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος»! Αἱ κακαὶ ἕξεις δεινοὺς σκοπέλους τῷ τε λογικῷ καὶ τῇ συνειδήσει ἐμβάλλουσιν. Εἰ πιστεύω τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, δύναταί τις περὶ ἑαυτοῦ εἰπεῖν, δέον ὅπως ὡς κανόνα τοῦ βίου μου χρῶμαι ταῖς ἐντολαῖς καὶ διατάξεσιν αὐτοῦ, ὅπως δῆλον ὅτι γένωμαι «πτωχὸς τῷ πνεύματι, πρᾷος καὶ καθαρὸς τὴν καρδίαν» καὶ ἕτοιμος συγχωρεῖν τοὺς πταίοντάς μου ὅπως ζῶ σωφρόνως καὶ μετὰ πολλῆς τῆς αὐταπαρνήσεως καὶ ὅπως κοινωνίαν διάφορον ἐκλέξω, ὅπως νέας ἕξεις λάβω ἐγκαταλείπων τὰς παλαιάς. Ἕρκος ὅθεν ἐγείρεται τῷ πνεύματι τοῦ ἀνθρώπου κατὰ τῶν ἐμβριθῶν διαλογισμῶν καὶ δὴ, ὅταν ἡ συνείδησις ἐννοῇ καὶ λέγῃ συνεχῶς ἡμῖν, ὅτι τὸ ἀποτέλεσμα τῶν διαλογισμῶν τούτων τὴν ἀπαραίτητον προξενῆσαι ἀνάπλασίν τε καὶ ἀναγέννησιν. Ἰδοὺ τί εἶπεν ὁ καρδιογνώστης:

20) «Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·

21) Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα» (ΙΩΑΝΝ. γ´. 20–21).

§ 5. Ἡ εἰλικρίνεια καὶ ἡ ὑπόκρισις ἐν τοῖς λόγοις τούτοις τοῦ Κυρίου λίαν σαφῶς περιγράφονται. Ἡ ὑπόκρισις μισεῖ τὸ φῶς, ἡ εἰλικρίνεια τούναντίον ἔρχεται πρὸς τὸ φῶς, προσέρχεται εἰς αὐτὸ λέγουσα μετὰ τοῦ ψαλμῳδοῦ, «νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου». «Ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὴν ἠθέλησα. Δοκίμασόν με ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου· καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ».

§ 6. Παράδειγμα παραπλήσιον ὑποκρίσεώς τε καὶ εἰλικρινείας παρέχουσιν ἡμῖν οἱ δύο βασιλείς τοῦ Ἰούδα, ὅ τε Ἰωσίας καὶ Ἰωακείμ.

§ 7. Παράδειγμα εἰλικρινείας, – Ἐπὶ τοῦ Ἰωσίου «τὸ βιβλίον τοῦ νόμου» τὸ ἀπολεσΘὲν ἐπὶ τῆς διαφθορᾶς τινων πρὸ αὐτοῦ βασιλέων, εὑρέθη ἀπροσδοκήτως «ἐν τῷ οἴκῳ Κυρίου». «Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ». «Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες τὴν Ἰερου σαλὴμ μετ’ αὐτοῦ, καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν τοῦς ὠσὶν αὐτῶν πάντας τοὺς λόγουςς τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου. Καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, καὶ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τοῦ βιβλίου τούτου. Καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ».

§ 8. Ὅθεν «ὁ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα».

§ 9. Παράδειγμα ὑποκρίσεως καὶ ἀσεβείας, – Μετά τινα ἔτη βασιλεύοντος Ἰωακεὶμ τοῦ υἱοῦ τοῦ Ἰωσίου, ἀπέστειλεν ὁ Θεὸς αὐτῷ ἀγγελίαν ἐπὶ κυλινδμκοῦ χάρτου γεγραμμένην. «Καὶ ἀνέγνω Ἰωδεὶν εἰς τὰ ὦτα τοῦ βασιλέως, καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἐστηκότων πρὸς τὸν βασιλέα. Καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ ἐν τῷ μηνὶ τῷ ἐννάτῳ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ. Καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰωδεὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰ τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως οὗ ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας».

§ 10. Οὕτω «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ».

§ 11. Ἂς μὴ ἐκπληττώμεθα λοιπὸν ἀκούοντες τοῦ Κυρίου λέγοντος, «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου»; Ἂς μὴ ἐκπληττώμεθα ἀκούοντες τοῦ Κυρίου λέγοντος, «Ἐπιστράφητε πρὸς με ἐζ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις». Ἂς μὴ ἐκπληττώμεθα ἀκούοντες τοῦ Κυρίου λέγοντος, «Ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου... ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν». Ἂς μὴ ἐκπληττώμεθα λοιπὸν, ἀλλὰ μᾶλλον ἂς προσευχώμεθα ἐν κατανύξει καρδίας λέγοντες, «Κύριε, γνώμσον ἡμῖν τὴν ὁδόν σου, καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ ἀληθείᾳ σου, καὶ δίδαξον ἡμᾶς ὅτι σὺ εἶ ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, καὶ λύτρωσαι ἡμᾶς ἐκ πασῶν τῶν θλίψεων ἡμῶν».

Ὀμιλία ΙΗ´. Ο Ἰωάννης μαρτυρεῖ περὶ τοῦ Ἰησοῦ Ὡς ὡς Χριστοῦ καὶ Ἀρχηγου τῆς Αἰωνιου ζωης

22) «Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν. Καὶ ἐκεῖ διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν.

23) Ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλεὶμ ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο.

24. Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.

25) Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίῶν περὶ καθαρισμοῦ.

26) Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ραββὶ ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.

27) Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.

28) Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον ὅτι, Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς ἀλλ᾿ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.

29) Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.

30) Ἐκεῖνον δεῖ αὐξάνειν ἐμὲ δὲ ἐλαττοῦσθαι» (ΙΩΑΝΝ. γ´. 22–30).

§ 1. Ἰδοῦ ἄδολος καὶ εἰλικμνὴς, ἐν ταὐτῷ δὲ καὶ περιφανὴς μαρτυρία τοῦ βαπτιστοῦ καὶ Προδρόμου Ἰωάννου περὶ τοῦ Κυρίου ἡμῶν! Εἰ οὖτος τὰ τοῦ κόσμου ἐφρόνει, θὰ ἐταράσσετο καὶ θὰ ἐλυπεῖτο ἐπὶ τῇ διηγήσει τῶν μαθητῶν αὐτοῦ λεγόντων αὐτῷ, «ᾮ σὐ μεμαρτύρηκας, ἴδε οὖτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτὸν», οὐ μὴν ἀλλὰ καὶ θὰ μετεῖχε τῆς λύπης αὐτῶν βλεπόντων τὴν ἐλάττωσιν τῆς δόξης τοῦ διδασκάλου αὐτῶν καὶ τὸν ἀστέρα αὐτοῦ κατὰ μικρὸν δύοντα πρὸ τῆς λάμψεως «τοῦ ἡλίου τῆς δικαιοσύνης». Οὐδόλως ἄρα κοσμικῶν φρονημάτων ἧν πεπληρωμένος, ἀλλ’ ὑπὸ Πνεύματος ἁγίου ἐμφορούμενος λέγει αὐτοῖς ἀταράχως: «Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· ἐκεῖνον δεῖ αὐξανειν, ἐμὲ δὲ ἐλαττοῦσθαι». Εἶτα δὲ ἐπάγει τὸ ὡραῖον τοῦτο ἀπόφθεγμα: «Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ». Μετὰ πόσης ταχύτητος διασκεδάννυται ἡ θλῖψις, ὁ φθόνος καὶ ἡ ζηλοτυπία, ἅμα τὸ γνωμικὸν τοῦτο ἐγχαραχθῇ ἐν τῇ καρδίᾳ ἡμῶν! «Τί ἔχεις,» χριστιανὲ, «ὃ οὐκ ἔλαβες»; Ἔχεις περιουσίαν; «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων». Ἔχεις θέσιν τινὰ θαυμασίαν καὶ ἐπίζηλον ἐν τῷ κόσμφ, ὁπόθεν μεγάλης εὐδαιμονίας ἀπολαύεις; «Ὁ Θεὸς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ». Εὐδοκιμεῖς ἐπὶ τοῖς σοῖς ἔργοις, τοῖς δικαίοις καὶ ἐπαινετοῖς; «Οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων Θεός». Καὶ εἴπερ ὁ Θεός ἐστιν ὁ ὑψῶν, ὁ δίδων τὰ ἁγαθὰ, «ὁ παρέχων ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν», ἀλλ’ ἔστιν ὡσαύτως καὶ ὁ ἔχων αὐτὰ, ὁ ταπεινῶν, ὁ ἀρνούμενος αὐτά. «Πάτερ μου,» λέγει ὁ Κύριος ἡμῶν, «Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ». Τρανὴ αὕτη ἀπόδειξις, ὅτι οὐδὲν ἄνευ τοῦ

Θεοῦ, τοῦ ὑπερτάτου ὄντος, κεκτήμεθα! Μὴ καυχώμεθα λοιπὸν ματαίως καὶ ἀνωφελῶς. Εἰ ἔχομεν τὴν ἰδέαν ταύτην ἐγκεχαραγμένην ἐν τῷ βάθει τῆς καρδίας ἡμῶν πάντοτε, θὰ ἤρκει αὕτη ἵνα πᾶσαν θλῖψιν καὶ δυσαρέσκειαν ἀποβάλλῃ διότι ταῦτα οὐδὲν ἄλλο εἰσὶν, εἰμὴ ἔλλειψις τῆς πρὸς τὸν Θεὸν πίστεως καὶ λήθη αὐτοῦ δυναμένου, ἵνα δώσῃ καὶ ἀφαιρέσῃ Ἰωάννης ὁ βαπτιστὴς ἐξακολουθεῖ μαρτυρῶν περὶ Ἐκείνου, οὗ ἦν ὁ προάγγελος».

31) «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί.

32) Καὶ ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.

33) Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.

34) Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ρήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.

35) Ὁ Πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.

36) Ὁ πιστεύσας εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωὴν ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν» (ΙΩΑΝΝ. γ´. 31–36).

§ 3. Ἰδοῦ λοιπὸν «τὸ πλήρωμα τῶν πνευματικῶν ἐπαγγελιῶν»· ἀλλ’ ἡ φράσις αὕτη ἐνταῦθά τε καὶ ἀλλαχοῦ δηλοῖ κτῆσιν πραγματικήν, Ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον· ἔχει τὰς ἀπαρχὰς καὶ τὸν ἀρραβῶνα αὐτῆς. Ὁ πιστεύων ἔχει αὐτὴν ἐν τῇ συνδιαλλλαγῇ ἐν τῇ ὑποδοχῇ καὶ ἐν τῇ υἱοθεσίᾳ τοῦ Θεοῦ· ὁ πιστεύων ἔχει αὐτὴν ἐν τῇ μετὰ τοῦ Χριστοῦ ἑνώσει αὐτοῦ· ὁ πιστεύων ἔχει αὐτὴν ἐν καρδίᾳ καθαρᾷ καὶ ἀδόλῳ, ὑψουμένῃ μὲν ὑπεράνω τῶν φθαρτῶν καὶ γηίνων, προσηλωμένῃ δὲ ἐπὶ τῶν οὐρανίων τε καὶ ἀφθάρτων· ὁ πιστεύων τέλος ἔχει αὐτὴν «ἐν τῇ δικαιοσύνῃ, ἐν τῇ εἰρήνῃ καὶ ἐν τῇ χαρᾷ ἐν Πνεύματι ἁγίῳ». Αἱ εὐλογίαι αὗταί εἰσιν ἄμεσοι συνιστῶσαι νέαν ζωὴν, σχέσιν πρὸς τὴν αἰώνιον ἔχουσαν, ζωὴν ὅλως ἄγνωστον ἐκείνοις, οἵτινες οὐδεμίαν μετοχὴν ἔχουσι τῆς διὰ τοῦ υἱοῦ τοῦ Θεοῦ γενομένης διαθήκης, ζωὴν μυστημώδη μὲν καὶ κεκρυμμένην, ἐμψυχοῦσαν δὲ ἐσωτερικῶς τὸν ἄνθρωπον καὶ ἐξωτερικῶς μετέχουσαν τῶν φροντίδων καὶ τῶν καθηκόντων τοῦ παρόντος κόσμου.

§ 4. Ἡ ζωὴ λοιπὸν αὕτη ἐστὶν ἀληθῶς «θησαυρὸς, πολύτιμος μαργαρίτης». Ὁ Εὐαγγελιστὴς λέγει ἡμῖν εἰς τίνας αὕτη ἀνήκει καὶ πῶς δυνάμεθα τυχεῖν αὐτῆς· «ὁ πιστεύων εἰς τὸν υἱὸν ἐχει ζωὴν αἰώνιον, καὶ ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». Ὁ πιστεύων ἀρα, ὅτι ὁ Θεὸς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ, ἵνα ζωὴν αἰώνιον δώσῃ πᾶσι τοῖς πιστεύουσιν ἀντὸν, πᾶσι τοῖς δεχομένοις τὴν γενομένην αὐτοῖς ἐπαγγελίαν, οὗτος ὄντως ἀπολαύει τῶν εὐλογιῶν τοῦ Θεόν. «Πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα», ἀλλ’ «ἀναστήσω αὐτὸν ἐν τῇ, ἐσχατῃ ἡμέρᾳ», «δεῦτε οὖν πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς»;

§ 5. Οἱ ἀκούοντες τὴν ἐπαγγελίαν ταύτην δι’ «ὠτὸς προσέχοντος» σκέπτονται ἐν ἑαυτοῖς κατὰ τί αὕτη συνᾴδει τῇ θέσει αὐτῶν καὶ κατὰ πόσον ὑποβοηθεῖ τὰς ἀνάγκας αὐτῶν. Τηροῦσιν ἀκριβῶς αὐτὴν εὖ εἰδότες τὸ διαχωρίζον αὐτοὺς ἀπὸ τοῦ Θεοῦ χάσμα. Γινώσκουσι καλώς ὅτι, καίτοι «ἐν αὐτῷ ζῶσι καὶ κινοῦνται καὶ εἰσιν», ἡ ἁγιότης ὅμως, ἣν ἀπαιτεῖ, οὐδόλως ἐν ταῖς καρδίαις αὐτῶυ ἐστι. Παραδέχονται τὴν ἐπαγγελίαν μετὰ χαρᾶς καὶ τηροῦσιν αὐτὴν μετὰ τῆς αὐτῆς εἰλικρίνειας, μεθ’ ἧς αὕτη ἐδόθη αὐτοῖς. Ἡ ἐπαγγελία δίδεται τῷ πιστεύοντι καὶ πιστεύει· δίδεται πᾶσι τοῖς δεχομένοις τὸν Ἰησοῦν Χριστὸν καὶ λαμβάνουσιν αὐτὴν, γιγνόμενοι οὕτω ἓν ἐν τῷ Χριστῷ καὶ ὁ Χριστὸς ἐν αὐτοῖς.

§ 6. Μένουσιν ἐν αὐτῷ καὶ αὐτὸς ἐν αὐτοῖς καθ’ ὅλην τὴν πνευματικὴν αὐτῶν αὔξησιν, ἐνισχύει καὶ τρέφει αὐτούς, ὥσπερ ὁ κορμὸς τοῦ δένδρου τρέφει καὶ στηρίζει τοὺς κλῶνας αὐτοῦ. Ἐν τοῖς φόβοις καὶ κινδύνοις Αὐτός ἐστι τὸ καταφύγιον αὐτῶν, ὥσπερ ἡ κιβωτὸς ἦν τὸ καταφύγιον τοῦ εὐσεβοῦς Νῶε. Ἐν τοῖς μόχθοις καὶ πόνοις αὐτῶν Αὐτὸς ὁδηγεῖ αὐτοὺς, ὥσπερ ἡ κεφαλὴ τὰ μέλη τοῦ σώματος. Ἡ ζωὴ αὐτῶν, ἥτις ἔστιν ὅτε κλονίζεται καὶ ἐτοίμη ἐστι πεσεῖν, ὡς ἐκ τῶν πολλῶν καὶ ποικίλων θλίψεων καὶ ἀσθενειῶν αὐτῆς, ὑφίσταται ἐτι· ἔχουσι ζωὴν αἰώνιον, ὡς ἡνωμένέοι διὰ τῆς πίστεως μετὰ τοῦ Σωῆρος, ὃν ὁ Θεὸς ἀπέστειλε, καὶ ὅστις «τὰ ρήματα τοῦ Θεοῦ λαλεῖ». «Ἔλαβον τὴν μαρτυρίαν αὐτοῦ», καίτοι πολλοὶ ἠρνήθησαν αὐτὸν, «ἐσφράγισαν ὅτι ὁ Θεὸς ἀληθής ἐστι» καὶ ὅτι «πιστὸς ὁ ἐπαγγελλόμενος».

§ 7. Οὐχ οὕτως ὅμως ἔχει καὶ πρὸς τοὺς καταφρονοῦντας καὶ ὀλιγωροῦντας τῆς δωρεᾶς τοῦ Θεοῦ καὶ ἀπορρίπτοντας τὰς ἐπαγγελίας αὐτοῦ. Ἡ διαγωγὴ αὐτῶν καθὼς καὶ ἡ ἀνταμοιβὴ παρίστανται σαφῶς ἐν τοῖς λόγοις τούτοις: «ὁ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ ἀντόν». Ἡ κιβωτὸς ἔπλεεν ἐπὶ τῶν ὑδάτων, ἀλλ’ ἠρνήθησαν ἵνα εἰσέλθωσιν εἰς αὐτὴν, ὅπως εὕρωσι σωτηρίαν καὶ ἀσφάλειαν· διὸ ὁ κατακλυσμὸς ἐπελθὼν κατέπνιξε πάντας. Εὐρέθησαν πλησίον «τῆς πόλεως τῆς καταφυγῆς», ἀλλ’ οὐχ ἠθέλησαν ἵνα ἄσυλον ζητήσωσιν ἐκεῖ καὶ καταφυγὴν εἰσερχόμενοι διὰ τῆς θύρας αὐτῆς, δι’ ὃ «ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτούς».

Ὀμιλία ΙΘ´. Ὁ μετὰ τῆς Σαμαρείτιδος διάλογος τοῦ Ἰησοῦ

1) «Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης,

2) (Καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ),

3) Ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.

4) Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.

5) Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Σιχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.

6) Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ· ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ ὥρα ἦν ὡς εἰ ἕκτη.

7) Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πιεῖν.

8) Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.

9) Λέγει οὖν αὐτῷ ἡ Σαμαρῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾿ ἐμοῦ πιεῖν αἰτεῖς οὔσης γυναικὸς Σαμαρείτιδος· οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις.

10) Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὖτῇ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν» (ΙΩΑΝΝ. δ´. 1–10).

§ 1. Παράδοξος τῆς θείας Προνοίας ἐνέργεια· δωρεὰ τῷ ὅντι θαυμασία, ἣν τοσοῦτοι «προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον», ὁ μέλλων «λυτροῦσθαι τὸν Ἰσραὴλ» καὶ τὸν ἀπολωλότα ἀνακαινίσαι κόσμον παρίσταται ἔμπροσθεν γυναικὸς Σαμαρείτιδος! «Ὁ ἀρχηγὸς τῆς ζωῆς» καὶ ὁ «αἴτιος τῆς αἰωνίου σωτηρίας» συνδιαλέγεται μετ’ αὐτῆς, ἥτις, καίπερ μὴ ζητοῦσα, μηδὲ γινώσκουσα εὗρεν «τὸν κεκρυμμένον θησαυρὸν, τὸν πολύτιμον μαργαρίτην, ὃν εὑρὼν ἄνθρωπος, ἀπελθὺν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτὸν».

§ 2. Ὀφείλομεν ὅθεν ἡμεῖς νὰ ἐνθυμώμεθα εὐγνωμόνως «τὴν δωρεὰν τοῦ Θεοῦ», ὅστις ηὐδόκησεν ἵνα διαφέρωμεν πάντων τῶν ἀγνοούντων ἔτι τὸ μέγα τῆς ἀπολυτρώσεως εὐεργέτημα. Δείκνυσι δ’ ἡμῖν ὁ Κύριος ἐνταῦθα, πῶς δέον νὰ ἐνεργῶσιν οἱ γινώσκοντες καὶ πιστεύοντες εἰς αὐτὸν λέγων τῇ γυναικί: «Σὺ ἃν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὖ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτὸν», τοῦ Πνεύματος τοῦ καθαρίζοντος, τοῦ ἀνακαινίζοντος, τοῦ ἁγιάζοντος τὴν ψυχρὴν, τοῦ παραμυθοῦντος αὐτὴν, τοῦ διδάσκοντος, τοῦ ἐνισχύοντος καὶ ὁδηγοῦντος αὐτὴν «εῖς πᾶσαν τὴν ἀλήθειαν», τοῦ ἱκανὴν ποιοῦντος αὐτὴν, ὅπως διακρίνῃ τὰ οὐράνια τῶν ἐπιγείων καὶ ζῇ συνῳδὰ τῇ εἰς τὸν υἱὸν τοῦ Θεοῦ πίστει. Ἰδοὺ ὁποία ἐνὁταῦθα περιέχεται εὐλογία, ἣν μόνος Ἰησοῦς Χριστὸς δύναται δοῦναι καὶ ἣν «οἱ εἰδότες τὴν δωρεὰν τοῦ Θεοῦ», αἰτήσουσιν αὐτὸν, καὶ «οἱ αἰτήσοντες λήψονται».

11) «Λέγει αὐτῷ ἡ γυνὴ Κύριε οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθὺ πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν.

12) Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;

13) Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ; Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος διψήσει πάλιν.

14) Ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον» (ΙΩΑΝΝ. δ´. 11–14).

§ 3. Ἐν τοῖς ἐκφραστικοῖς τούτοις τοῦ Κυρίου ρήιχασι σαφῶς δείκνυται ὁποῖον ἔσται τὸ ἀποτέλεσμα τοῦ ὕδατος, ὅπερ ὁ Ἰησοῦς δώσει τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἅμα δὲ καὶ ἡ πρὸς τὸ κοινὸν ὕδωρ σύγκρισις αὐτοῦ. «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν». Πόσον ἀληθῶς καὶ κατὰ τὴν πραγματικὴν αὐτῶν ἀξίαν παρίστησιν ὁ Κύριος ἡμῶν τὰ ἐν τῷ κόσμῳ τούτῳ πράγματα! Ὁποίαν τῷ ὄντι εὐχαρίστησιν δύναταί τις ἵνα ἐκ τῶν τοῦ κόσμου τούτου ἡδονῶν αἰσθάνηται, ὅτε αὗται τὸ πρῶτον καὶ κύριον τῆς ζωῆς αὐτοῦ μέλημα καθίστανται! Αὗται καταπονοῦσι μὲν τὸν γευόμενον τοῦτων ἐν τῷ χρόνῳ τῆς ἀπολαύσεως αὐτῶν, ἐγκαταλείπουσι δ’ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀδημονίας αἴσθημα, ὅπερ ἐν τούτοις λησμονεῖ, ἵνα καὶ αὖθις εἰς ταῦτας ἐπαναστρέψῃ, συμπληρῶν οὕτω τὴν ἐν αὐτοῖς καταστροφὴν αὐτοῦ. Ὁ γευθεὶς πλούτου ἢ δόξης ἢ τιμῶν ἢ καὶ ἄλλης τινὸς ἡδονῆς διψῇ πίλιν· ἐλλείπει τι ἀεὶ αὐτῷ, ὅπερ παντὶ τρόπῳ πειρᾶται καὶ ἀγωνίζεται, ἵνα προσκτήσηται ... μέχμ τοῦ χείλους τοῦ τάφου! «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν». Οὐδόλως ὅμως συμβαίνει τὸ αὐτὸ καὶ περὶ τοῦ ζῶντος ὕδατος τοῦ «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» πηγάζοντος. Τὸ ὕδωρ τοῦτο ἀνεξάντλητον τυγχάνει, ἅτε δὴ πηγάζον ἐκ πηγῆς ζώσης καὶ ἀεννάως ρεούσης. Τὸ ὕδωρ τοῦτο οὐκ ἔστι ζηρὰ δεξαμενὴ δυναμένη, ἵνα αὐτικα ἐξαντληθῇ· ὅσῳ μᾶλλον ζητεῖται τοῦτο, τοσούτῳ μᾶλλον δαψιλῶς δίδοται. Ἐὰν πάντες ζητήσωσι – διότι πάντες ἔχουσι χρείαν τούτου καὶ δέον ὅπως προθύμως τοῦτο ἐν τῇ ἀληθεῖ ζητήσωσι πηγῇ – εἰς πάντας τοῦτο δαψιλῶς χορηγηθήσεται. Ἡ πρόσκλησίς ἐστι καθολική. Ἡ ἔννοια αὐτῆς ἐστι βαθεῖα ὡς ἡ τῶν λόγων τοῦ προψήτου: «Οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ». Αὕτη κορέννυσιν εἰς τὸν αἰῶνα· «ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα».

§ 4. Τὸ ζῶν ὕδωρ, ὅπερ ὁ Χριστὸς ἐπγγέλλεται δοῦναι τοῖς αὐτὸν πιστεύουσι, καὶ ὅπερ ἡ χάρις ἐστὶ καὶ ἡ δωρεὰ τοῦ παναγΐου Πνεύματος οὐδεμίαν ἀνησυχίαν, οὐδένα θόρυβον, οὐδεμίαν καταπόνησιν αὐτῷ ἐπιφέρει, ἀλλ’ εἰσάγει καὶ διαχέει ἐν τῇ ψυχῇ αὐτῶν παραμυθίας τε καὶ εὐφροσύνης αἴσθημα, ὅπερ μόνον οἱ ἀπολαμβάνοντες αὐτῶν κατανοοῦσι. Τοῦ ζῶντος δὲ ὕδατος ἡ αἰωνιότης ἐστὶ τέρμα· «ἅλλεται εἰς ζωὴν αἰώνων», ἀκολουθεῖ πορείαν εἰς ἀνεκτίμητον καὶ ἄρρητον εἰσάγουσαν εὐδαιμονίαν. Καὶ κατὰ τοῦτο τὸ Πνεῦμα, ὅπερ ὁ Ἰησοῦς μεταδίδωσι, συγκρίνεται καλῶς πρὸς πηγὴν ζῶντος ὕδατος· θεωρήσωμεν τὴν φύσιν τοιαύτης πηγῆς. Αὕτη παράγεται ἔκ τε τοῦ ὑετοῦ καὶ τῆς δρόσου, ἃ ὁ Θεὸς δωρεῖται τῇ γῇ, ἵνα ὑγρὰν καὶ γόνιμον ποίησῃ· καὶ τὸ ζῶν ὕδωρ τὸ ὑπὸ τοῦ Χριστοῦ διδόμενον δῶρόν ἐστι τοῦ Θεοῦ, ὅστις «οὕτως ἠγάπησε τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ» ἀπέστειλεν, ἵνα ᾖ αὐτὸς οὗτος ἡ ὀδὸς τῆς σωτηρίας. Ὥσπερ ὁ ρύαζ στενὸς ἐν τῇ πηγῇ αὐτοῦ ὢν εὐρύνεται κατὰ μικρὸν, μέχρις οὗ ρεῦμα γένηται ὕδατος καθαροῦ καὶ διαυγοῦς, καὶ ἠρέμα τὸν ροῦν αὐτοῦ διανύων καθαίρει τὸν δι’ οὗ διέρχεται σωλῆνα παρασύρων ἐν τῇ διαβὰσει αὐτοῦ πᾶν ἀκάθαρτον καὶ βορβορῶδες δυνάμενον ἵνα ἀναχαιτίσῃ αὐτὸν ἐν τῇ πορείᾳ αὐτοῦ καὶ ἐγκαταλείπων οὕτω ὕδωρ διαυγὲς καὶ μαρμαῖρον, τὸν αὐτὸν τρόπον καὶ ἡ χάρις τοῦ Πνεύματος τοῦ Χριστοῦ ἐπὶ τῆς ψυχῆς ἐνεργεῖ· πρῶτον συναντᾷ πολλὰ τὰ ρυπαίνοντα καὶ διαφθείροντα αὐτὴν, ἅτινχ κατὰ μικρὸν ἀφαιρεῖ. Ταύτὰ δὲ εἰσιν «ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου καὶ ὅ,τι οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου», ἅτινα ἐπιδιώκονται ὑπ’ αὐτοῦ καὶ οὐδόλως πλέον συναθροισθέντα τὸν ροῦν αὐτοῦ ἀναχαιτίσαι δύνανται.

§ 5. Ὑπολείπονται δὲ αὐτῇ οὕτως ἀνακαινισθείσῃ τὰ μᾶλλον ἁγνότερα προσόντα, τοῦτ’ ἐστιν «ἡ ἀγάπη, ἡ χαρὰ, ἡ εἰρήνη, ἡ μακροθμία, ἡ χρηστότπς, ἡ ἁγαθωσύνη, ἡ πίστις, ἡ πρᾳότης, ἡ ἐγκράτεια, ἡ ὑπομονὴ, ἡ θεοσέβεια, ἡ εὐσέβεια, ἡ ταπεινότης, ἡ ἀνεζικακία». Ταῦτα διαλάμπουσιν ἐν τῷ βάθει τοῦ ζῶντος ὕδατος καὶ δίδουσιν ἐν αὐτῷ τὴν «τοῦ ἡλίου τῆς δικαιοσύνης» ἀνταύγειαν, ἐξ ἦς ἀρύονται πάντα τὰ θέλγητρα αὐτῶν. Εἰκότως λοιπὸν ὁ Κύριος λέγει τῇ Σαμαρείτιδι. «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτον, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν».

§ 6. Πάντες γινώσκομεν τὴν δωρεὰν τοῦ Θεοῦ· διότι αὐτὸς οὗτος παρέσχεν ἡμῖν αὐτὴν καὶ προσκαλεῖ ἡμᾶς λίγων. «Αἰτείτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν». Ἡ εὐλογηαένη καὶ ζωήρρυτος αὕτη ἐπαγγελία περιέχεται λαμπρῶς ἐν τοῖς τούτοις «ὁ διψῶν ἐλθέτω καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ τῆς ζωῆς δωρεάν».

§ 7. Γλυκύτατε Ἰησοῦ, πηγὴ τῆς ζωῆς καὶ δοτὴρ τῶν αἰωνίων χαρισμάτων μὴ στέρησῃς ἡμᾶς τοὺς ἐν πίστει καὶ ποθῳ Σε λατρεύοτας τοῦ ζῶντος τούτου ὕδατος· διότι Σὐ εἶ ὁ Δοτὴρ τῶν οὐρανίων τε καὶ ἀφθάρτων ἀγαθῶν, «πᾶσα δὲ δόσις ἀγαθὴ καὶ πᾶν δώρηαα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ σοῦ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα»! Ἀμήν.

Ὀμιλία Κ´ Συνέχεια του προς την Σαμαρειτιδα διαλογου του Ἰησου

15) «Λέγει πρὸς αὐτὸν ἡ γυνὴ κύριε δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν·

16) Λέγει αὐτῇ ὁ Ἱησοῦς, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.

17) Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν, οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω.

18) Πέντε γὰρ ἄνδρας ἔσχες·καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθῶς εἴρηκας.

19) Λέγει αὐτῷ ἡ γυνή, Κύριε θεωρῶ ὅτι προφήτης εἶ σύ.

20) Οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν· καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν λέγει.

21) Λέγει αὐτῷ ὁ Ἰησοῦς, γύναι πίστευσόν μοι ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.

22) Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν» (ΙΩΑΝΝ. δ´. 15–22).

§ 1. Ὁ Κύριος ἡμῶν παρατηρῶν ὅτι ἡ Σαμαρεῖτις ἐξηκολούθει ἔτι τὴν περὶ τοῦ ζῶντος ὕδατος διδασκαλίαν αὐτοῦ κατὰ γράμμα ἐκλαμβάνουσα, τὸ ἀντικείμενον τοῦ λόγου αὐτοῦ μεταβάλλων, λέγει αὐτῇ παρρησίᾳ καὶ δι αὐτῆς πᾶσι τοῖς κατοίκοις Σιχὰρ, ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος Μεσαίας. Ἡ δὲ γυνὴ μετὰ πολλῆς τῆς ἐκπλήξεως ἀκούσασα παρὰ τοῦ Ἰησοῦ πάντα τὰ ἀπόκρυφα αὐτῆς προφήτην αὐτὸν ἀποκαλεῖ πράως καὶ μεθ’ ὑπομονῆς, οἷα προσήκει εἰς μετανοοῦντα ἁμαρτωλὸν, φέρουσα τὸν ἔλεγχον τοῦ Κυρίου ἡμῶν καὶ κατὰ τοῦτο δὴ διαφέρει τῶν πονηρῶν καὶ σκληροτραχήλων Ἰουδαίων· διότι, ἐν ᾧ ὁ Ἰησοῦς πολλὰ ἐνώπιον αὐτῶν θαύματα, τὴν θεότητα αὐτοῦ λαμπρῶς μαρτυροῦντα ἦν ποιῶν, ἐλέγχων δὲ τὰς πολλὰς αὐτῶν ἁμαρτίας ἐλοιδορεῖτο καὶ ὑβρίζετο ὑπ’ αὐτῶν ὡς Σαμαρείτης, ὡς δαιμόνιον ἐχων, ὡς φάγος καὶ οἰνοπότης, φίλος τῶν τελωνῶν καὶ ἁμαρτωλῶν· αὕτη ὅμως οὐ μόνον οὐχ ὑβρίζει αὐτὸν, ἀλλὰ, καὶ θαυμάζει καὶ ἐκπλήσσεται καὶ προφήτην ἀποκαλεῖ καὶ θεωρεῖ αὐτόν· καὶ εἶτα ἐγκαταλιποῦσα, πᾶν ὅ, τι γήινον διελογίζετο, τόν τε νοῦν καὶ τὴν καρδίαν αὐτῆς ἀνυψοῖ ἀπὸ τῶν ὑλικῶν καὶ εὐθὺς περὶ δογμάτων αὐτῆς ὁ λόγος ἐστί. Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς τὴν μετάνοιαν αὐτῆς ἀποδεξάμενος ἐπὶ μεῖζον ὕψος τὴν γυναῖκα ἄγει. Ἡ γυνὴ λέγει αὐτῷ, Κύριε, «Οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει (Γαριζίν) προσεκύνησαν· καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν», ὡσεὶ ἔλεγεν αὐτῷ: οἱ προπάτορες ἡμῶν προσηύχοντο καὶ θυσίας προσέφερον εἰς τοῦτο τὸ ὄρος, τὸ ὄρος Γαριζίν, «τὸ ὄρος τῆς εὐλογίας», ὑμεῖς δὲ λέγετε ὅτι ὁ τόπος, ὅπου πρέπει ἵνα προσευχώμεθά ἐστιν ἡ πόλις Ἰερουσαλήμ. Ὁ Ἰησοῦς ὅμως λέγει αὐτῇ τοὺς προφητικοὺς τούτους λόγους. «Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρὶ», ἤτοι καιρὸς ἐλεύσεται, καθ’ ὅν ἥ τε πόλις Ἱερουσαλὴμ καὶ τὸ ὄρος Γαριζὶν οὐδόλως ὡς ἀποκλειστικοὶ τόποι προσκυνήσεως καὶ λατρείας νομισθήσονται· ἐλεύσεται χρόνος, καθ’ ὅν, ὅ τε ναὸς τῶν Ἱεροσολύμων καὶ τὰ προσκυνήματα τῶν Σαμαρειτῶν καταργηθήσονται. Διὰ τῶν λόγων δὲ τούτων κατέδειξεν ὁ Κύριος ἡμῶν ὅτι οὐ μόνον τὰ Ἱεροσόλυμα καὶ τὸ ὄρος Γαριζὶν, ἀλλὰ καὶ πᾶς τόπος κατάλληλός ἐστι πρὸς λατρείαν καὶ προσκύνησιν τοῦ Θεοῦ.

§ 2. Ἡ τῶν Σαμαρειτῶν θεία λατρεία ἧν ὅλως διεφθαρμένη ἕνεκα τῆς ἐπιμιξίας πολλῶν καὶ διαφόρων λαῶν ἐν τῇ αὐτῶν χώρᾳ ἀποκαταστάντων ἐπὶ τοῦ βασιλέως τῆς Ἀσσυρίας Σαλμανάσσαρ κατακτήσοίντος αὐτήν. Ἐγίνωσκον μὲν οὗτοι τὸν ἀληθῆ Θεὸν, αἱ δὲ Γραφαὶ τοῦ Μωυσέως μέγα κῦρος παρ’ αὐτοῖς εἶχον καθιερωμέναι οὖσαι, ἀλλ’ ἡ εἰδωλολατρεία καὶ ἡ δεισιδαιμονία τῶν ἀνθρώπων τούτων συνεμίγησαν τοσοῦτον μετὰ τῆς ἀληθοῦς λατρείας, ὥστε «προσεκύνουν ὃ οὐκ ᾔδησαν» οἱ Ἰουδαῖοι καίπερ πλείστας ἐθυμοτυπίας ἐναντίας ἄντικρυ τοῦ νόμου ἔχοντες οὐγ ἧττον ὅμως διέσωσαν πολλὰ θείας λατρείας ἴχνη, «Προσεκύνουν ὃ ᾔδησαν». Ἐγίνωσκον τὸν Θεὸν ὅστις κατέστησεν αὐταὺς «λαὸν περιούσιον, γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγίον», ἐτήρουν τὴν ἀποκάλυψιν τοῦ θελήματος αὐτοῦ, ὁ δὲ νόμος καὶ οἱ προφῆται περιδεῶς ὑπ’ αὐτῶν ἐτηροῦντο.

§ 3. Ἡ γυνὴ αὕτη διὰ τῶν λόγων αὐτῆς ἔδειξεν ὅτι ὀλίγον ἐγίνωσκε τὴν πραγματικὴν τῆς θείας λατρείας φύσιν, ἐσκέπτετο μόνον περὶ τόπου, ἐφ’ οὗ ἡ λατρεία ἐτελεῖτο, καὶ οὐχὶ πῶς ἡ λατρεία αὕτη ἔδει γενέσθαι καὶ θεωρεῖ τὴν τοῦ Θεοῦ λατρείαν ὡς καθαρῶς τυπικὴν καὶ οὐχὶ πνευματικήν. Ἀλλ’ Ἰησοῦς ἀποσκορακίζει τὴν πλάνην αὐτῆς προλέγων αὐτῇ τὴν καταστροφὴν, ἣν ἀμφότεροι οἱ λαοὶ οὗτοι οἵ τε Ἰουδαῖοι καὶ οἱ Σαμαρεῖται ἔμελλον ἵνα ὑποστῶσιν, ἥτις οὐ μόνον τοῦ ἐν Γαριζὶν ναοῦ, ἀλλὰ καὶ αὐτῶν τῶν λαμτιροτάτων καὶ περικαλλεστάτων οἰκοδομῶν τῶν Ἱεροσολύμων οὐ φεισθήσεται. Τοῦτο δὲ, ὅπερ τῇ Σαμαρείτιδι προεῖπεν ὁ Κύριος, προλέγει μετὰ ταῦτα καὶ τοῖς μαθηταῖς αὐτοῦ, οἵτινες, «ὅτε ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ Ἱεροῦ ... προσῆλθον ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ναοῦ καὶ τοῦ θαυμασμοῦ αὐτῶν» ἤθελον ἵνα καταστήσωσι μέτοχον τοῦ θαυμασμοῦ τούτου καὶ τὸν διδασκαλον αὐτῶν· ἀλλ’ ὁ Ἰησοῦς λέγει αὐτοῖς «Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ᾧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται».

23) «Ἀλλ’ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.

24) Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν λέγει.

25) Λέγει αὐτῷ ἡ γυνή οἶδα ὅτι Μεσσίας ἔρχεται (ὁ λεγόμενος Χριστός)· ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα·

26) Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ λαλῶν σοι» (ΙΩΑΝΝ. δ´. 23–26).

§ 4. Ἐν τῇ πρὸς τὴν Σαμαρείτιδα ὁ Κύριος ὑπῃνίσσετο τὴν εἰσαγωγὴν ἁγιωτάτης πίστεως, καθαρωτάτης θρησκείας ὁδηγούσης τὸν ἄνθρωπον ἵνα ἐν «Πνεύματι καὶ ἀληθείᾳ» προσκυνῇ τὸν Θεόν. «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». «Τίνες εἰσιν, λέγει ὁ θεῖος Χρυσόστομος,» οἱ ἀληθινοὶ προσκυνηταί; οἱ μήτε τόπῳ περικλύοντες τὴν λατρείαν, καὶ Θεὸν ἐν πνεύματι θεραπεύοντες (λατρεύοντες)· καθὼς καὶ ὁ Παῦλός φησιν· «ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίω» τοῦ υἱοῦ αὐτοῦ καὶ πάλιν «Παρακαλῶ ὑμᾶς παραστῆσαι τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν». Ὅταν δὲ εἴπῃ Πνεῦμα ὁ Θεὸς, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ ἀσώματον. Δεῖ τοίνυν τοῦ ἀσωμάτου καὶ τὴν λατρείαν τοιαύτην εἶναι, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι· τουτέστι, διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. Διό φησι. «Καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν» Ἐπειδὴ γὰρ καὶ ἐκεῖνοι (οἱ Σαμαρεῖται) καὶ οἱ Ἰουδαῖοι τῆς μὲν ψυχῆς ἠμέλουν, πολλὴν δὲ περὶ τοῦ σώματος σπουδὴν ἐποιοῦντο, καθαίροντες (λούοντες) αὐτὸ παντοδαπῶς· φησὶν ὅτι οὐ τῇ τοῦ σώματος καθαρότητι, ἀλλὰ τῷ ἐν ἡμῖν ἀσωμάτῳ, τουτέστι τῷ νῷ, ὁ ἀσώματος θεραπεύεται (λατρεύεται). Μὴ τοίνυν πρόβατα θύετε καὶ μόσχους, ἀλλ’ ὅλον σαυτὸν ἀνάθες τῷ Θεῷ καὶ ὁλοκαύτωσον. Καὶ γὰρ τὸν Θεὸν οὐ διὰ καπνοῦ καὶ κνίσσης, ἀλλὰ διὰ πολιτείας ἀρίστης καὶ ἀσωμάτου καὶ νοερῶς θεραπεύεσθαι δεῖ, θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, τουτέστιν εὐχαριστίας, ὕμνων ἱερῶν, τῆς διὰ τῶν ἔργων δοξολογίας, δηλαδὴ οὕτω ζῆθι, ὥστε δοξάζεσθαί σου τὸν Δεσπότην, ὅπερ καὶ ὁ Χριστὸς ἐδίδαξε λέγων. «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῦς οὐρανοῖς». Ἐστω τοίνυν ὁ βίος σου τοιοῦτος, ὥστε εὐφημεῖσθαί σου τὸν Δεσπότην, καὶ ἀπηρτισμένην εἰσήγαγες. τὴν θυσίαν. Τούτων καὶ ὁ Παῦλος τὴν θυσίαν ἐπιζητεῖ λέγων «Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν; εὐάρεστον τῷ Θεῷ». (Χρυσόστομος) Κατὰ τὴν διδασκαλίαν ὅθεν τοῦ Κυρίου ἡμῶν οὐδόλως ὀφείλομεν ἵνα θεωρῶμεν τὴν θείαν λατρείαν ὑπὸ μορφὴν ἢ εἶδος ἐξωτερικὸν, πρὸς ἃ φύσει ὁ ἄνθρωπος ρέπει.

§ 5. Ἡ τῆς γυναικὸς Σαμαρείτιδος πλάνη ἐστὶ καὶ παντὸς τοῦ ἀνθρωπίνου γένους. Οἱ ἄνθρωποι δῆλον ὅτι θεωροῦσι τὴν τοῦ Θεοῦ λατρείαν μᾶλλον ἐν τύποις συνισταμένην ἢ ἐν «καρδίᾳ καθαρᾷ καὶ συντετμμμένῃ καὶ τεταπεινωμένῃ, ἣν ὁ Θεὸς οὐκ ἐξουδενοῖ», οἷα ἐμπρέπει ἁμαρτωλοῖς ἀνθρώποις, οἵτινες καίπερ ἐν τῇ ἐσχάτῃ καταδίκῃ διὰ τὴν ἁμαρτίαν ὄντες, ἀλλ’ ὅμως τῇ ἀπείρῳ τοῦ παντελεήμονος Θεοῦ συγκαταβάσει «ἠλεήθησαν». (Α´ Τιμ. α´, 13, 16) Οἱ ἄνθρωποι ὡς ἐπὶ τὸ πολὺ συγκεχυμένην περὶ Θεοῦ γνῶσιν ἔχῶοντες ὡς ἐκ τῆς ἁμαθείας, μόνον δὲ ἐν ἐξωτερικοῖς τύποις τὴν λατρείαν αὐτοῦ περιορίζοντες τὰ μάλα εἰσὶν ἕτοὶμοι, ἵνα πᾶν θρήσκευμα παραδεχθῶσι ζητοῦντες ἐντεῦθεν, ὅπως ἱκανοποιήσωσι τὸ ἐσωτερικὸν αἴσθημα καὶ τὴν πεποίθησιν τοῦ λογικοῦ αὐτῶν, ἀπὸ τοῦ ὁποίου οὐδόλως ἀπαλλαγῆναι δύνανται, καὶ ὅπερ ἀείποτε λέγει αὐτοῖς ὅτι ὁ Θεὸς οὐδαμῶς τὸ παράπαν δέον ἵνα ᾖ ἀμελητέος.

§ 6. Οἱ Ἰουδαῖοι λόγον χάριν καί περ οὐδεμίαν ἀγάπην καὶ κλίσιν πρὸς τὸν Θεὸν ἔχοντες οὐδόλως ὅμως ἠμέλουν προσφέροντες θυσίας καὶ προσφορὰς αὐτῷ, ἀλλ’ οἱ προφῆται διηνεκῶς ὑπεμίμνησκον αὐτοὺς ὅτι ἡ ἀληθὴς τοῦ Θεοῦ λατρεία οὐδόλως συνίσταται εἰς ὁλοκαυτώματα καὶ θυσίας. Ὁ Σαμουὴλ διδάσκει τὸν λαὸν ὅτι, «εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; Ἰδοὶ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἐπικρόασις ὑπὲρ στέαρ κριῶν, ὅτι ἁμαρτία. οἰώνισμά ἐστιν, ὀδύνη καὶ πόνος θεραφὶν ἐπάγουσιν». Ἐν τοῖς λόγοις τούτοις τοῦ προφήτου Σαμουὴλ ἀριδήλως καταφαίνεται ὅτι ὁ Θεὸς θέλει μᾶλλον τῆς θυσίας τὴν ὑπακοὴν, τὸ προσέχειν δὲ τῇ φωνῇ τοῦ Θεοῦ τοῦ ὁλοκαυτώματος. Ὁ ὕψιστος λέγει διὰ τοῦ ψαλμωδοῦ. «Μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι. Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου». «Ἔλεον θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ καὶ οὐχὶ ὁλοκαυτώματα» λέγει ὁ Θεὸς διὰ τοῦ προφήτου Ὠσηέ. Καὶ ὁ Μιχαίας δὲ λέγει τὰ αὐτά. «Εἰ προσδέξεται, λέγει Κύριος, ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χειμάρρων πιόνων, εἰ δῶ πρωτοτόκιά μου ὑπὲρ ἀσεβείας καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; εἰ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ τοῦ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἶναι τοῦ «πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου»; Καὶ ὁ Κύριος εἶπεν αὐτοῖς «Πορευθέντες μάθητε, τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν».

§ 7. Ἐκ τῶν χωρίων τούτων καὶ πλείστων ἄλλων γίγνεται δῆλον ὅτι οἱ Ἰουδαῖοι, εἰ καὶ ἡ ἐξωτερικὴ λατρεία ἧν ἄγαν δαπανηρὰ καὶ ἐπὶπονος, ὅμως οὐδόλως αὐτῆς ἡμέλουν· διὸ καὶ ὁ Θεὸς ὑπέδειξεν αὐτοῖς, ὅτι, καίπερ θυσίας πολυδάπανους προσφέροντες οὐκ ἧσαν ὅμως ταπεινοὶ καὶ μετανοοῦντες, καίπερ προσκυνοῦντες αὐτὸν, ὑπ’ οὐδενὸς ὅμως αἰσθήματος εὐσεβοῦς καὶ εὐγνώμονος ἐνεψυχοῦντο.

§ 8. Ἡ αὐτὴ πλάνη πάντοτε ἐπεκράτει καὶ οὐκ ἦν ἰδιάζουσα τοῖς Ἰουδαίοις μόνον ἢ τοῖς Σαμαρείταις, ἀλλὰ τῇ φύσει καθ’ ὅλου τῆς ἀνθρωπίνης καρδίας. Πόσον χαλεπόν ἐστιν ἵνα τοὺς ἀνθρώπους πείσωμεν, ὅτι ἡ ἀληθὴς λατρεία οὐδόλως ἐν τύποις καὶ τελεταῖς συνίσταται, ἀλλ’ ὅτι ταῦτά εἰσι μόνον σημεῖα καὶ μέσα, δι’ ὧν ἡ ἐσωτεμκὴ λατρεία ἐμφαίνεται καὶ δηλοῦται. Οὐδόλως ἀρκεῖ ἵνα τις φοίτᾷ μόνον εἰς τὴν ἐκκλησίαν, βαττολογῇ δὲ ἐν τῇ προσευχῇ, καὶ τηρῇ ἐξωτερικάς τινας τελετὰς καὶ ἔθιμα, πιστεύων ὅτι ταῦτά εἰσιν ἱκανὰ, ἵνα τὰς τοῦ Θεοῦ εὐλογίας ἑλκύσῃ καὶ ἐξιλεώσῃ αὐτὸν διὰ τὰς ἁμαρτίας αὐτοῦ

§ 9. Ἀληθής ἐστιν ἡ λατρεία ἐκείνη, ἣν προσφέρει ἐκουσίως καὶ αὐθορμήτως καρδία πλήρης αἰσθήματος τῆς ἁγιότητος, τοῦ μεγαλείου καὶ τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ, καλοῦσα αὐτὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δι’ αὐτοῦ πατέρα ἐκείνων, οὓς «οὐκ ᾐσχύνθη καλεῖν ἀδελφοὺς αὐτοῦ», καρδία, ἥτις αἰσθάνεται ἑαυτὴν τεταπεινωμένην καὶ ἀναξίαν ἐνώπιον τοῦ Θεοῦ καὶ τῆς θείας αὐτοῦ δικαιοσύνης, καὶ ἥτις ὅμως ὑψοῦται ὑπεράνω τοῦ κόσμου τούτου διὰ τῆς Διαθήκης τῆς χάριτος. Ἀληθὴς λατρεία ἐστὶν ἐκείνη ἡ προερχομένη ἐκ καρδίας ἐμπνεομένης ὑπὸ τοῦ ἁγίου Πνεύματος εἰς ἐπίγνωσιν τοῦ ἀληθινοῦ Θεοῦ, ὅσον μικρὰ κἂν ᾗ ἡ λατρεία αὕτη, παραβαλλομένη πρὸς τὴν μεγαλειότητα τοῦ Θεοῦ, πρὸς ὅν ἀποτείνεται, οὐδόλως ὅμως ἐναντία ἐστὶ τῇ παναγίᾳ αὐτοῦ φύσει· ἡ λατρεία αὕτη ἐστὶ λατρεία τῆς ἀληθείας. Τότε δὲ, καὶ μόνον τότε ἡ ἐξωτερικὴ λατρεία ὡς ἀπαύγασμα τοιαύτης λατρείας ἐστὶν ἀρεστὴ ἐνώπιον τοῦ Θεοῦ καὶ εὐπρόσδεκτος.

§ 10. Τοιαύτην λατρείαν παρ’ ἡμῶν ἀπαιτεῖ ὁ Θεὸς, λατρείαν ἁγάπης καὶ ἐγκαρδίου ἀφοσιώσεως πρὸς αὐτὸν. ὡς τὸ ἀπειρον καὶ παντέλειον ἀγαθὸν, καὶ οὐχὶ λατρείαν ὑποκμτικὴν καὶ κατὰ τύπους διότι τοιαύτην λατρείαν βδελύσσεται καὶ ἀποστρέφεται, ὥσπερ τὰς τῶν Ἰουδαίων θυσίας καὶ ὁλοκαυτώματα. Τοιαύτη ἐστὶν ἡ λατρεία ἣν παρ’ ἡμῶν ζητεῖ ὁ Θεὸς, λατρεία, ἥτις ἀρχομένη μὲν ἐν ἀσθενείᾳ καὶ ἀτελείᾳ τῆς πεπτωκυίας ἡμῶν φύσεως τελειοποιηθήσεται ὅμως ὅτε τὸ κακὸν, τὸ ἐκ τῆς ἁμαρτίας προελθὸν οὐκ ἔτι ἔσται, ὅτε ἡ φθορὰ μεταβληθήσεται εἰς ἀφθαρσίαν, ὅτε ἡ πίστις γενήσεται ὅρασις καὶ ἡ ταπεινότης δόξα καὶ εὔκλεια· διότι «οἱ πλύναντες τὰς, στολὰς αὐτῶν καὶ λευκάναντες τὰς στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου εἰσίν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ» λατρεύοντες αὐτῷ νύκτα καὶ ἡμέραν.

§ 11. Καὶ ἡμεῖς ὅθεν ἐὰν οὕτως θέλωμεν ἵνα λατρεύωμεν τῷ Θεῷ «ἐν πνεύματι καὶ ἀληθείᾳ», ὀφείλομεν ἵνα λατρεύωμεν αὐτῷ μετα ζώσης πίστεως, ἀνυποκρίτου ἀγάπης, θερμῆς φιλαδελφείας, ἀληθινῆς ταπεινότητος, ὑπομονῆς καὶ ἐλπίδος· ὀφείλομεν ἵνα δουλεύωμεν αὐτῷ ἐξ ὅλης ψυχῆς καὶ καρδίας καὶ «τῷ πνεύματι ζέοντες», Μακάριοι ἐκεῖνοι, οἵτινες «γευσάμενοι καὶ ἰδόντες ὅτι χρηστὸς ὁ Κύριος» προσφέρουσι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ». Τοῦς οὕτω σεβομένοις καὶ προσκυνοῦσιν αὐτὸν καὶ ἀγαπῶσι καὶ φυλάττουσι τὰ προστάγματα καὶ τὰς ἐντολὰς αὐτοῦ ἐπαγγελλεται οὐράνιον βασιλείαν καὶ βίον ἀνώδυνον καὶ ζωὴν ἀθάνατον καὶ φῶς ἀνέσπερον. Εἴθε πάντες οἱ εἰς Χριστὸν πιστεύοντες τυχοιεν τῶν αἰωνίων τούτων ἁγαθῶν. Ἀμήν.

Ὀμιλία ΚΑ´. Ὁ Ἰησοῦς ὁμιλεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ παρὰ τὸ φρίαρ τοῦ Ἰακὼβ

27) «Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· Οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς; ἤ τί λαλεῖς μετ᾿ αὐτῆς;

28) Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις.

29) Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μή τοι οὗτός ἐστιν ὁ Χριστός;

30) Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.

31) Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ραββὶ φάγε.

32) Ὁ δὲ εἶπεν αὐτοῖς ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.

33) Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;

34) Λέγει αὐτοῖς ὁ Ἰησοῦς ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον» (ΙΩΑΝΝ. δ´. 27–34).

§ 1. Ἐν ᾧ ὁ Κύριος ἡμῶν συνδιελέγετο μετὰ τῆς γυναικὸς μυῶν αὐτὴν τὰ μυστήμα τῆς βασιλείας τῶν οὐρανῶν, οἱ μαθηταὶ αὐτοῦ πορευθέντες εἰς τὴν παρακειμένην πόλιν, «ἵνα τροφὰς ἀγοράσωσιν», ἦλθον πρὸς αὐτόν. Ἐθαύμασαν δὲ λίαν ἰδόντες τὸν διδάσκαλον αὐτῶν μετὰ γυναικὸς συνδιαλεγόμενον καὶ δὴ Σαμαρείτιδος· διότι, ὡς αὐτὸς οὗτος ὁ Εὐαγγελιστὴς ἐξηγήσατο ἡμῖν τοῦτο, «οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις»· ἤτοι οὐδεμίαν κοινωνίαν καὶ σχέσιν ἔχουσιν οἱ Ἰουδαῖοι πρὸς τοὺς Σαμαρείτας. Ἀλλ’ ἡμεῖς θαυμάσωμεν τὴν γυναῖκα ταύτην, μεθ’ ἧς ὁ «ἐτάζων καρδίας καὶ νεφροὺς» ὁ Κύριος συνδιελέγετο. Αὕτη ἐφάνη καὶ αὐτοῦ τοῦ Νικοδήμου συνετωτέρα οὗτος μὲν γὰρ ἀκούσας τοῦ Κυρίου λέγοντος «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ» ἔλεγε διαπορούμενος, «πῶς δύναται ταῦτα γενέσθαι»; καὶ οὐ μόνον τότε, ἀλλὰ καὶ ὅτε ὁ Ἰησοῦς θέλων ἵνα πείσῃ αὐτὸν περὶ τοῦ δυνατοῦ τοῦ πράγματος ἔφερε τὸ ὡραῖον καὶ σαφὲς ἐκεῖνο τὸῦ ἀνέμου παράδειγμα, οὐδὲ τότε ὁ σοφὸς τοῦ Ἰσραὴλ διδάσκαλος ἐπείσθη· ἡ δὲ γυνὴ τοὐναντίον, τὸ μὲν πρῶτον φύσει ἠπόρει καὶ ἐξεπλήττετο, μετὰ τὴν ὑπὸ τοῦ Ἰησοῦ ὅμως κατὰ μικρὸν ἀνάπτυξιν τῶν ὑπερφυσικῶν ἀληθειῶν ἐπὶστευε καὶ ἐζήτει τὸ ζῶν ὕδωρ. Ἐνταῦθα δὲ τὸσοῦτον ἔνθους ἐγένετο ὑπὸ τῆς γλυκυτάτης τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας, ὥστε αὐτίκα «ἀφῆκε τὴν ὑδρίαν αὐτῆς καὶ ἐπορεύθη εἰς τὴν χώραν ἵνα καὶ τοὺς συμπολίτας αὐτῆς ἐλκύσῃ πρὸς τὸν Ἰησοῦν. Ἐντεῦθεν δύναταίτις εἰπεῖν ὅτι καὶ αὐτῶν τῶν Ἀποστόλων τολμηρότερα τε καὶ προθυμοτέρα ἡ γυνὴ αὕτη ἐφάνη· διότι ἐκεῖνοι μὲν ἀφῆκαν τὰ δίκτυα προσκληθέντες ὑπὸ τοῦ Ἰησοῦ, αὕτη δὲ ἄνευ οὐδεμιᾶς προσκλήσεως, ἀλλ’ ἐξ ἁπλῆς μάλιστα διδασκαλίας θερμανάσης τὴν καρδίαν αὐτῆς ἐγκαταλείπει τὴν ὑδρίαν. καὶ ὑπὸ μεγίστης ἀναπτερωθεῖσα χαρᾶς τρέχει δρομαίως εἰς τὴν πόλιν καὶ διηγεῖται πάντα, ὅσα εἶπεν αὐτῇ ὁ Κύριος, εὐαγγελιζομένη οὕτως αὐτοῖς τὸν προσδοκώμενον Μεσσίαν. Λέγοντες ὅτι ἡ γυνὴ αὕτη καὶ αὐτῶν τῶν μαθητῶν τοῦ Κυρίου τολμηροτέρα ἐφάνη, οὐδεμίαν ὑπερβολὴν ἐκφέρομεν, ἐὰν λάβωμεν ὑπ’ ὄψει ὅτι οἱ μαθηταὶ τοῦ Κυρίου οἱ καθ’ ἡμέραν ὑπ’ αὐτοῦ διδασκόμενοι καὶ τὰ θαύματα αὐτοῦ βλέποντες κατέλιπον πολλοὶ ἐξ αὐτῶν τὸν Ἰησοῦν· «σκληρός ἐστιν ὁ λόγος οὗτος» εἷπον, «τίς δύναται αὐτοῦ ἀκούειν»; καὶ «ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν»· αὕτη «ἀφῆκε τὴν ὑδρίαν αὐτῆς καὶ ἀπῆλθεν εἰς τὴν πόλιν» ἵνα καὶ τοῦς συμπολίταις αὐτῆς περὶ τοῦ Μεσσίου προάγγελος γένηται μὴ κρύπτουσα, ὡς ὁ πονηρὸς ἐκεῖνος τὸ τάλαντον εἰς τὴν γῆν, ἀλλὰ πολλαπλασιάζουσα αὐτό. «Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν». Ἡ γυνὴ ἐπολλαπλασίασε τὸ τάλαντον αὐτῆς· ἤγαγε πολλοὺς εἰς τὸν Ἰησοῦν· «πολλὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ». Ἀλλ’ ὁ γλυκύτατος ἡμῶν Σωτὴρ καὶ Κύριος ἵνα κατηχήσῃ καὶ διδάξῃ αὐτοὺς περὶ τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν, καὶ αὐτοῦ τοῦ βρώματος ἠμέλησεν.

§ 2. Καρδία ἐκφραζομένη διὰ λόγων ἀγαθότητος καὶ ἀγάπης μεστῶν πληροῖ ἡμᾶς θάρρους καὶ παραμυθίας· ὅταν δὲ ἡ καρδία αὕτη κατέχηται ὑπὸ ἀνυπομονησίας τε καὶ ἀδημονίας καὶ αὐτῆς τῆς τροφῆς ἐπιλανθάνεται· π. χ. ὅτε ὁ ἀρχαιότερος τοῦ Ἀβραὰμ θεράπων ἀπεστάλη εἰς τὴν πόλιν Ναχὼρ πρὸς ζήτησιν γυναικὸς τῷ Ἰσαάκ ἐκ τῆς συγγενικῆς αὐτοῦ οἰκογενείας, ἐγενετο δεκτὸς ἐν τῷ πατρικῷ οἴκῳ τῆς Ρεββέκας. «Παρέθηκαν αὐτῷ ἄρτοις φαγεῖν»· ἀλλ’ ὁ πιστὸς τοῦ Ἀβραὰμ θεράπων Ἐλιέζερ «οὐ μὴ φάγω» εἶπεν «ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου»· ὡσαύτως ὁ Σαμουὴλ ἀποσταλεὶς παρὰ Θεοῦ ὅπως χρίσῃ τὸν νεώτερον τοῦ Ἰεσσαὶ υἱὸν Δαβὶδ ὡς μέλλοντα βασιλέα τοῦ Ἰσραὴλ, μὴ βλέπων τοῦτον εἶπε τῷ Ἰεσσαὶ, «ἀπόστειλον καὶ λάβε αὐτὸν ὅτι οὐ μὴ κατακλιθῶμεν, ἕως τοῦ ἐλθεῖν αὐτὸν ἐνταῦθα». Τὸν αὐτὸν τρόπον ὁ θεῖος Σωτὴρ «κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέσθη παρὰ τῷ φρέατι Ἰακὼβ» ἵνα ἀναπαυθῇ· οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον ἵνα ἀγοράσωσι τροφὰς καὶ ἐπιστρέψαντες καὶ γινώσκοντες ὅτι εἶχεν ἀνάγκην τροφῆς παρεκάλουν αὐτὸν λέγοντες «Ραββὶ φάγε»· ἀλλ’ ὁ Κύριος θέλων ἵνα δείξῃ αὐτοῖς, ὅτι ἔχει τόσην ἐπιθυμίαν διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, ὅσην οἱ πεινῶντες ὑπὲρ τῆς τροφῆς, λέγει αὐτοῖς· «ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον».

§ 3. Ἐκ τῆς ἀποκρίσεως ταύτης τοῦ Κυρίου δυνάμεθα ἵνα νέον θίρρος ἀντλήσωμεν. Ἡ προθυμία τοῦ ἀπεσταλμένου ἐξαρτᾶται κατὰ μέγα μέρος ἐκ τῆς τοῦ ἀποστείλαντος· ὁ ζῆλος τοῦ τοῦ Ἀβραὰμ θεράποντος ἐδείκνυε τὴν τοῦ κυρίου αὐτοῦ ἀνυπομονησίαν ἐπιθυμοῦντος ἵνα μάθῃ τὸ ὁριστικὸν ἀποτέλεσμα τῆς ἀποστολῆς αὐτοῦ. Ὁ Σαμουὴλ οὐδόλως ἤθελεν ἵνα βραδύνωσιν αὐτὸν, διότι ἐνετάλη ὑπὸ τοῦ Θεοῦ, ὅπως ὡς τάχιστα ἐκτελέσῃ τὴν ἀποστολὴν αὐτοῦ. Καὶ ὁ Κύριος ἡμῶν μετὰ διακαοῦς ζήλου ἔσπευδεν ἵνα ποιῇ τὸ θέλημα τοῦ οὐρανίου αὐτοῦ Πατρὸς καὶ τελειώσῃ «αὐτοῦ τὸ ἔργον». Ποῖόν δέ ἐστι τὸ θέλημα τοῦτο τοῦ οὐρανίου αὐτοῦ Πατρός; Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν. Ποῖόν δέ ἐστι τὸ ἔργον αὐτοῦ; ἵνα γνωρίσῃ ἑαυτὸν ὡς Σωτῆρα, ὡς ἀρχηγὸν καὶ ὡς αἴτιον τῆς σωτηρίας τῶν εἰς αὐτὸν πιστευόντων. Τὸ θέλημα λοιπὸν τοῦ Θεοῦ ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ πρὸς ἐπὶδοσιν τοῦ ἔργου τούτου καὶ ἵνα «πάντες οἱ ἄνθρωποι σωθῶσι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἔλθωσιν». Ὁ Θεὸς ἐπιθυμεῖ ἵνα διὰ τῆς γνώσεως αὐτοῦ πάντες ὦσι μακάριοι, ὁ δὲ υἱὸς αὐτοῦ χαίρει, ὅτι ἐστὶν ἡ ὁδὸς, δι’ ἧς τὸ ἀγαθὸν τοῦτο παρέχεται τοῖς ἀνθρώποις. Διὸ ἐξακολουθεῖ τὸν λόγον αὐτοῦ λέγων.

35) «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.

36) Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.

37) Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.

38) Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε» (ΙΩΑΝΝ. δ´. 35–38)

§ 4. Ὁ γεωργὸς πεποιθὼς ὅτι οἱ κόποι αὐτοῦ καὶ οἱ μόχθοι ἀνταμειφθήσονται, χαίρει θεωρῶν τοὺς ὑπ’ αὐτοῦ γεωργηθέντας ἀγροὺς καὶ προβλέπων πλούσιον τὸν ἀμητόν. Ἐπ’ ἴσης καὶ ὁ Κύριος λέγει τοῖς ἑαυτοῦ μαθηταῖς. «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν ἐπὶ τοὺς ἀγροὺς τῆς τῶν Σαμαρειτῶν ἀγνωσίας καὶ τῆς δεισιδαιμονίας καὶ θεωρήσατε τὴν ἐπαγγελίαν πλούσιας συγκομιδῆς καὶ μάλιστα πρὸ τοῦ προσδοκωμένου καιροῦ.

§ 5. Ὁ ἁρμόδιος καιρὸς οὔπω ἐλήλυθεν. «Οὐχ ὑψώθη ἔτι ἐπὶ σταυροῦ ἵνα ἑλκύσῃ πρὸς ἑαυτὸν πάντας»· καὶ ὅμως λευκαὶ ἧσαν αἱ χῶραι· διότι οἱ Σαμαρεῖται ἤκουσαν τὴν πρόσκλησιν τῆς γυναικὸς, εἰς ἣν ἀπεκαλύφθη ὁ Σωτὴρ καὶ ἀμέσως ἐγερθέντες ἔδραμον ἵνα ἴδωσιν ἐκεῖνον, ὅστις, καθ’ ἃ αὕτη ἐβεβαίου αὐτοὺς «εἶπεν αὐτῇ πάντα ὅσα ἐποίησε». «Μή τοι οὗτός ἐστιν ὀ Χριστός»;

§ 6. Ἰδοὺ ὅπερ ἐπηγγέλλετο τὸν θερισμὸν τοῦτον, ὃν οἱ Ἀπόστολοι ἔμελελλον ἵνα θερίσωσι καὶ ὅστις ἦν αὐτοῖς «Στέφανος καυχήσεως» εἰς τέλος. «Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον»· διότι ὁ διδάσκαλος, ᾧ λατρεύει οὗτος «Οὐκ ἔστιν ἄδικος ἐπιλαθέσθαι τῶν ἔργων αὐτοῦ», καὶ τοῦ πόνου τῆς ἀγάπης αὐτοῦ, «Καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον». Αὐτός τε ὁ θερίζων, τουτέστιν ὁ διδάσκων, καὶ οἱ ὑπ’ αὐτοῦ θεριζόμενοι, τουτέστιν οἱ διδασκόμενοι, σωθήσονται. Ἐὰν αὐτὸς ὁ διδάσκων πιστῶς καὶ συνετῶς ὁδηγῇ τὴν ἑαυτοῦ ψυχὴ, ἐξασφαλίζει ἑαυτῷ ἐν ἀφθονίᾳ καρπὸν πρὸς ὠφέλειαν αὑτοῦ, τουτέστι, «συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον»· ἐὰν δὲ δύναται ἵνα βοηθήσῃ καὶ σώσῃ καὶ ἄλλων ψυχὰς, «αὖθις συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον», καρπὸν ὃν ζητεῖ ὁ Χριστὸς εἰς αἰώνιον.

§ 7. Οἱ Ἀπόστολοι λίαν ὑπὸ τοῦ διδασκάλου αὐτῶν ἠγαπήθησαν καὶ ἐτιμήθησαν· διότι τοιοῦτον μέρος προωρίσθη αὐτοῖς ἐν τῷ ἔργῳ τῆς εὐσπλαγχνίας καὶ ἀπολυτρώσεως τοῦ ἀνθρωπίνου γένους. Πρὸς αὐτοὺς πράγματι ἡ παροιμία αὕτη ἠλήθευσεν, «Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων». Διὰ τῶν λόγων τούτων θαρρύνει ὁ Κύριος αὐτοὺς δεικνύων πόσον εὔκολόν ἐστι τὸ ἀνατεθειμένον αὐτοῖς ἔργον τῆς μαθητεύσεως καὶ ἐπιστροφῆς τῶν ἐθνῶν εἰς τὴν ἁγίαν αὐτοῦ πίστιν, ἀφ’ οὗ τὸ ἐπιπονώτερον ἐτελέσθη ἤδη. «Τίνος δὲ ἕνεκεν ταῦτα φθέγγεται; λέγει ὁ θεῖος Χρυσόστομος, ἵνα, ὅταν αὐτοὺς ἀποστελῃ εἰς τὸ κηρῦξαι, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι, τὸ γὰρ ἐπιπονώτερον τῶν προφητῶν ἦν, φησὶ, καὶ μαρτυρεῖ τὸ ἔργον τῷ λόγῳ, ὅτι ὑμεῖς ἐπὶ τὰ εὔκολα ἤλθετε. Ὥσπερ γὰρ ἐπὶ θερισμοῦ μετ’ εὐκδλίας μὲν ὁ καρπὸς συνάγεται, καὶ ἐν μιᾷ ροπῇ ἡ ἅλως (ἀλῶνι) πληροῦται τῶν δραγμάτων, οὐκ ἀναμενόντων τὰς τῶν καιρῶν τροπὰς, καὶ χειμῶνα καὶ ἔαρ καὶ ὄμβρον, οὕτω καὶ νῦν γίνεται, καὶ τὰ ἔργα βοᾷ. Μεταξὺ οὖν λέγοντος αὐτοῦ ταῦτα, ἐξῄεσαν (ἐξήρχοντο) οἱ Σαμαρεῖται καὶ συνήγετο ἀθρόον ὁ καρπός· διὰ τοῦτο εἶπεν «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν». Ὁ σπόρος, ὅστις ἔμελλεν ὑπὸ τῶν Ἀποστόλων ἵνα θερισθῇ, ἐσπάρη πρὸ πολλῶν αἰώνων. Ὁ Μωϋσῆς εἰργάσθη ἐν τούτῳ ὁδηγῶν τοὺς Ἰσραηλίτας ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅπου ὁ σπόρος ηὔξησε, καὶ φυτεύουν τὸν νόμον, ὡς προπαρασκευὴν τῷ Εὐαγγελίῳ, ὅπερ βραδύτερον ὑπὸ τῶν Ἀποστόλων κηρυχθῆναι ἔμελλεν ὡς «Παιδαγωγὸν εἰς Χριστόν». Ὁ Δαβὶδ, ὁ Ἡλίας, ὁ Ἡσαΐας καὶ οἱ λοιποὶ προφῆται καὶ δίκαιοι ἄνδρες ἐπόνησαν καὶ ἐπεμελήθησαν τοῦ τρυφεροῦ χόρτου πρὸς αὔξησιν αὐτοῦ. Προεκήρυξαν τὸν προσδοκώμενον Μεσσίαν τὸν λυτρωτὴν καὶ σωτῆρα τοῦ ἀνθρωπίνου γένους· ἀλλ’ οὐκ ἦν ἐν αὐτοῖς «κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου», ἵνα, ὥσπερ οἱ τῆς Βηθλεὲμ ποιμένες, ἀκούσωσι τὰ χαροποιὰ ταῦτα ρήματα. «Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ». Οὐκ ἦν αὐτοῖς κεχρηματισμένον ἵνα, ὥσπερ ὁ Συμεὼν ὁ δεξάμενος εἰς τὰς γεραρὰς αὐσοῦ ἀγκάλας σὸν Ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν καὶ τὸν Δοτῆρα τῆς αἰωνίου ζωῆς, εἴπωσι «Νῦν ἀπολύεις τοὺς δούλους σου, Δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνη· ὅτι εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν τὸ σωτήμόν σου». Οὐκ ἦν αὐτοῖς κεχρηματισμένον ἵνα κηρύξωσι τὰ φαιδρὰ ταῦτα Εὐαγγέλια ὅτι «Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ», ὅτι διαλύωντὴν μᾳκρὰν καὶ βαθεῖαν τῆς ἀγνωσίας νύκτα κελεύει πᾶσι πανταχοῦ μετανοεῖν, «ἵνα λάβωσι τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος». Ὁ σπόρος τοῦ Εὐαγγελίου ἐρρίφθη, ὅτε ἡ Σαμαρεῖτις γυνὴ ἔλεγεν, «οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός». Ἀλλ’ ὁ χρόνος τῆς καλλιεργίας ταύτης ἦλθεν ἤδη, ὅτε αὐτὸς οὗτος ὁ Μεσσίας εἶπεν αὐτῇ «Ἐγώ εἰμι, ὁ λαλῶν σοι», καὶ ὁ καρπὸς συνήχθη, ὅτε οἱ Σαμαρεῖται οἱ πιστεύσαντες καὶ ἐν τῇ πίστει στερροὶ μείναντες ἔτυχον «τῆς αἰωνίου ζωῆς», οὗτός γάρ ἐστιν ὁ σκοπὸς καὶ τὸ τέλος παντὸς εἰς αὐτὸν πιστεύοντος, ἡ αἰώνιος ζωή. Πρὸς τοῦτο ὁ Θεὸς προητοίμασε τὸν ἀγρὸν, ὃν τὸ Πνεῦμα τὸ ἅγιον ἐκαλλιέργησε καὶ οἱ προφῆται ἔσπειραν· ὁ δὲ Ἰησοῦς ὁ Κύριος ἡμῶν τὸ ἔργον τοῦτο τῆς σωτηρίας ἐτελείωσεν ἀποστείλας τοὺς μαθητὰς αὐτοῦ εἰς τὸν ἀγρὸν τοῦτον, τουτέστι τὸν κόσμον, ἵνα διὰ τοῦ κηρύγματος αὐτῶν συναγάγωσι δίκην θεριστῶν εἰς τὰς αἰωνίους καὶ ἀφθάρτους τοῦ οὐρανοῦ ἀποθήκας πάντα τὰ ἔθνη πρὸς δόξαν Θεοῦ καὶ ἀξιομισθίαν τῶν πόνων καὶ παθημάτων τοῦ Θεανθρώπου Ἰησοῦ.

§ 8. Ὁπόση καὶ ὁποία τιμὴ καὶ δόξα ἔσται εἰς τὰς οὕτω συνηγμένας «εἰς ζωὴν αἰώνιον καὶ διὰ τιμὴς αἵματος τοῦ Θεανθρώπου ἠγορασμένας ψυχὰς, ὅτε ὁ σπείρων ὁμοῦ χαρήσεται καὶ ὁ θερίζων», καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ οὔτε βλάβη, οὔτε ἐρυσίβη, οὔτε θύελλα, οὔτε χάλαζα δυνάμενα ἵνα διακινδυνεύσωσι τὸν θερισμὸν τοῦτν ἅπαξ ἐν ἀσφαλείᾳ ἀποτεθειμένον ἐν ταῖς ἀποθήκαις τοῦ οὐρανίου Γεωργοῦ! Λοιπὸν ἅπασαι αἱ φωναὶ ἑνωθήσονται καὶ βοήσουσι τότε, «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν», «ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ ὀνόματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ ἔθνους». «Ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

Ὀμιλία ΚΒ´. Περὶ πίστεως τῶν Σαμαρειτῶν

39) «Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.

40) Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας·

41) καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,

42) τῇ τε γυναικὶ ἔλεγον. ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός»

(ΙΩΑΝΝ. δ´. 39–42).

§ 1. «Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν ἐστιν». Οὐχ ἧττον δὲ καὶ τὸ πρὸς τοὺς κατοίκους τῆς πόλεως Σιχὰρ κήρυγμα τοῦ Σωτῆρος σπουδαιότατον σκοπὸν ἐκπληροῖ, διότι παρίστησιν δύο τῶν Σαμαρειτῶν εἴδη πίστεως· δι’ ὃ λίαν ὠφέλιμος ἡ τούτων διάκρισις·

§ 2. Τὸ πρῶτον εἶδός ἐστι πεποίθησις τῆς καρδίας ἐπὶ τοῦ λόγου ἑτέρου τεθεμελιωμένη, «πολλοὶ ἐπὶστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι εἶπεν αὐτῇ πάντα ὅσα ἐποίησε».

Τὸ δὲ δεύτερὸν ἐστι πεποίθησις τεθεμελιωμένη ἐξ ἰδίας ἀντιλήψεως καὶ πείρας, «οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός». Ἀναγκαῖον ὅθεν ἵνα προσηλώσωμεν τὸν νοῦν ἡμῶν εἰς ἀμφότερα ταῦτα τῆς πίστεως εἴδη τῶν Σαμαρειτῶν.

§ 3. Ἡ πίστις αὐτῶν πρῶτον ἐθεμελιώθη, ὅτε «ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτὸν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπεν αὐτῷ πάντα ὅσα ἐποίησεν». Ἡ Σαμαρεῖτις αὕτη γυνὴ μὴ δυναμένη ἄλλως πως ἵνα ἐξηγήσηται καὶ ἐννοήσῃ ταῦτα, ἔλεγεν εἰς τοὺς συμπολίτας αὐτῆς, «μή τοι οὗτός ἐστιν ὁ Χριστός»; ὁ ἄνθρωπος οὗτος ὁ ἑτάζων καὶ γινώσκων καὶ αὐτὰ τὰ ἀπόκρυφα τῶν καρδιῶν, καὶ ἐνώπιον τοῦ ὁποίου οὐδέν ἐστιν ἀπόκρυφον, τίς ἄλλος ἐστιν εἰμὴ Ἐκεῖνος, ὃν προσδοκῶμεν, ἵνα ἔλθῃ εἰς τὸν κόσμον; Οἱ Σαμαρεῖται λοιπὸν ταῦτα ἀκούσαντες συνεπέρανον ὅτι οὕτως ἔχει, συλλογιζόμενοι ὅτι οὐδέποτε ἡ γυνὴ θὰ ἐθαύμαζε καὶ ἐχαρίζετο εἰς ἄνθρωπον φανερώσαντα τὰ πλημμελήματα αὐτῆς· «ἐπίστευσαν, εἰς αὐτὸν διὰ τὸν λόγον αὐτῆς». Τοιοῦτόν ἐστι τὸ θεμέλιον τῆς ἐν Χριστῷ πίστεως ἐρειδόμενον ἐπὶ τῶν ρημάτων τούτων «Λαμβάνειν τὸν Χριστὸν καὶ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ». Ἀλλ’ ὡς πρῶτος θεμέλιος λίθος ἡ πίστις αὕτη ἐστι στερρὰ καὶ ωφέλιμος· Πιστεύομεν ὅτι ἐπηγγέλθη Σωτὴρ εἰς τὸν κόσμον, ἐκηρύχθη ὑπὸ Προφητῶν, προεικονίσθη ὑπὸ πολλὰς καὶ διαφόρους εἰκόνας καὶ τύπους, προσεδοκᾶτο παρὰ πολλῶν εὐσεβῶν καὶ ἁγιων ἀνδρῶν, καὶ ὅτε κατὰ τὰς ἀνεξιχνιάστους βουλὰς τοῦ Θεοῦ «ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐφανερώθη ἐν σαρκὶ», καὶ ὅτι ὑπάρχει πρὸ εἴκοσι περίπου αἰώνων. Πιστεύομεν ὅτι ἐποίησε πολλὰ θαύματα, ἐθεραπευσε πολλοὺς ἀρρώστους ἀνέστησε νεκροὺς, ἐκήρυξε θείαν καὶ σωτήριον διδασκαλίαν, ἀπέθανε σταυμκὸν θάνατον, ἀνέστη ἐκ τοῦ τάφου, ἀνελήφθη εἰς Οὐρανοὺς, καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Πάντα ταῦτα πιστεύομεν διὰ τὸν λόγον ἄλλων, δηλαδὴ ἐκείνων, οἵτινες ἔζων τότε καὶ μάρτυρες αὐτόπται ἐγένοντο». Οὗτοι διηγήθησαν ταῦτα τοῖς τέκνοις καὶ συγχρόνοις αὐτῶν, οὗτοι δὲ πάλιν τοῖς μετ’ αὐτοὺς καὶ τῷ τρόπῳ τούτῳ ἐθεμελιώθη ἡ πίστις τῶν χριστιανῶν, οἵτινες οὐκ ἠδύναντο ἄλλως ἔχειν γνῶσιν περὶ τούτων, εἰ μὴ ὁ Χριστὸς καθ’ ἑκάστην γενεὰν ἐφανεροῦτο. Αὐτὸ δὲ τοῦτο καὶ τοῖς Σαμαρείταις ἐγενετο. Ἐπίστευσαν εἰς τὸν Χριστὸν πρῶτον «διὰ τὸν λόγον τῆς γυναικὸς» μὴ δυνάμενοι ἀφ’ ἑαυτῶν ἵνα μάθωσιν, εἰ ὁ Χριστὸς «εἶπεν αὐτῇ πάντα ὅσα ἐποίησεν» ἐν τῷ βίῳ αὐτῆς· ἀλλ’ αὐτὴ αὕτη ἐβεβαίωσεν αὐτοὺς περὶ τούτου, καὶ «ἐπίστευσαν εἰς αὐτόν». Τοιαύτη ἐστὶν ἡ πίστις τῶν χριστιανῶν ἐκ νεότητος αὐτῶν. Γινώσκουσιν ὅτι «ἐδαπτίσθησαν εἰς Χριστὸν», γινώσκουσι τὰς κυριωτέρας τοῦ βίου αὐτοῦ περιπετείας, ὅτι ἀπέθανεν ἐπὶ τοῦ Σταυροῦ καὶ ἔχουσιν ἀσαφῆ τινα ἰδέαν ὅτι ὁ θάνατος αὐτοῦ ἔσωσε τὸ ἀνθρώρώπινον γένος. Τοιαύτη ἐστὶν ἡ τῶν παιδίων καὶ τῶν πολλῶν πίστις, ὁμοίαν τῇ τῶν παιδίων ἐκείνων, ἅτινα ἐξελθόντα εἰς προϋπάντησιν τοῦ Χριστοῦ ἔκραζον τὸ «ὡσαννὰ τῷ Υἱῷ Δαβίδ». Ἡ πίστις αὕτη μέχρι τοῦ σημείου τούτου πρέπουσά ἐστι καὶ ὠφέλιμος. Ὀφείλουσιν ἵνα πιστεύωσιν ὅτι «ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», ὅτι «ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ὅτι ἐτάφη καὶ ὅτι ἠγέρθη τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς». Ταῦτα πάντα πιστεύουσι διὰ τὴν μαρτυρίαν ἐκείνων, οἵτινες αὐτοῖς τοῖς ὀφθαλμοῖς καὶ αὐτοῖς τοῖς ὠσὶν εἶδον καὶ ἤκουσαν ταῦτα. Εἰ μὴ Σαμαρεῖται ἤκουον τῆς γυναικὸς λεγούσης αὐτοῖς, «δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα», οὐκ ἄν ποτε «ἤκουον αὐτοῦ».

§ 4. Παρατηρητέον ἐν τούτοις ὅτι ταῦτα πάντα εἰσὶν ἀργὴ καὶ βάσις τῆς πίστεως, «δί’ ἧς δικαιωθέντες εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν». Καὶ πάντες μὲν πιστεύομεν ταῦτα καὶ οὐδεὶς ὁ ἀμφιβάλλων, καὶ ὅμως πόσον ὀλίγον αἱ ἀλήθειαι αὗται ἐπιδρῶσιν εἰς τὰς καρδίας καὶ τὰς πράξεις ἡμῶν!· καὶ ἀληθὲς μέν ἐστιν, ὅτι ἐν τῷ κόσμῳ σπανίως ἀπαντᾷ τις ἄνθρωπον ἀρνούμενον ὅτι «οὐκ ἔστι Θεὸς», καὶ ὅμως πόσοι τῶν Χριστιανῶν διάγουσι ζωὴν καὶ ἅπαντα τὸν βίον αὐτῶν δαπανῶτιν ὡς εἰ πιστεύοντες ὅτι «οὐκ ἔστι Θεός»!· πολλοὶ ἐπαγγέλλονται μὲν θεοσέβειαν, αἱ δὲ πράξεις αὐτῶν ἐπιδεικνύουσιν ἀθεότητα, «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι». Πολλοὶ καυχῶνται μὲν ὅτι πιστεύουσιν εἰς Θεὸν, ἀλλ’ ἡ πίστις αὐτῶν ὁμοιάζει τῇ τῶν κακούργων δαιμόνων, οἵτινες καὶ αὐτοὶ «πιστεύουσι καὶ φρίσσουσι». Στόματι ὁμολογοῦσι μὲν τὸν Χριστὸν Σωτῆρα καὶ λυτρωτὴν τοῦ ἀνθρωπίνου γένους, δι’ οὗ δύνανται τυχεῖν ἁγιότητος καὶ σωτηρίας, ἡ καρδία ὅμως αὐτῶν οὐδεμίαν οὐδεμίαν εὐγνωμοσύνην αἰσθάνεται· ἢ ὡς λέγει ὁ τροφήτης «ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ»· διότι ἡ πίστίς αὐτῶν οὐκ ἔστι ζῶσα καὶ «δι’ ἁγάπης ἐνεργουμένη», δι’ ἧς ὁ ἄνθρωπος δικαιοῦται καὶ τῷ Θεῷ εὐαρεστεῖ, καὶ ἣν πολλάκις ὁ γλυκύτατος Ἰησοῦς στεντορείᾳ τῇ φωνῇ ἐκήρυξε λέγων, «ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην». «Ἡ πίστις αὐτῶν νεκρά ἐστι καθ’ ἑαυτήν», διότι ὁ βίος αὐτῶν ἐστιν ἐντελῶς ἀπομάκρυνσις τῆς μακαρίας ἐκείνης ἐλπίδος τῆς αἰωνίου ζωῆς, ἥνπερ ὁ Σωτὴρ ἐπαγγεται εἰς πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας καὶ τὰς ἐντολὰς αὐτοῦ τηροῦντας, καὶ μεθ’ ὑπομονῆς καὶ καρτερίας ὑπομένοντας τὰς ἐναντιότητας τοῦ κόσμου, καὶ τὴν καταφορὰν τῶν ἀσεβῶν. Ὁ ἐπὶπλαστος καὶ ψευδὴς χριστιανὸς, ὁ σκότους ἔργα πράττων, «ὁ λέγων, κατὰ τὸν προφήτην, τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, ὁ τιθεὶς τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, ὁ τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρὸν», οὐδεμίαν μερίδα δύναται ἔχειν εἰς ἐκείνην τὴν τρεσόλβιον Ἐκκλησίαν, τῶν υἱῶν τοῦ φωτὸς, εἰς τὸν Ἐπουράνιον ἐκεῖνον Νυμφῶνα, ὅπου συνευφραίνονται, ὅσοι συνέφερον μεθ’ ἑαυτῶν καὶ γάμου λαμπρὸν ἔνδυμα, τὸ τῶν ἀρετῶν, καὶ τὸ ὄνομα τοῦ Νυμφίου τῶν ψυχῶν λάμπον ἀκηλίδωτον ἐπὶ τοῦ μετώπου αὐτῶν· ἐκεῖ, λέγω, οὐδαμῶς ἔχει τόπον ὁ ἄθλιος τῆς ἀνομίας καὶ πάσης ἀκαθαρσίας ἐργάτης, ὅστις ἐξήλειψε μὲν τοὺς χαρακτῆρας τοῦ ὀνόματος, εἰς ὃ ἐκλήθη, ἐφόρεσε δὲ τὸν κατεσπιλωμένον χιτῶνα τῆς ἁμαρτίας· οὐδένα κλῆρον, οὐδεμίαν μετοχὴν ἔχει οὗτος εἰς τὴν ἐπουράνιον ἐκείνην πατρίδα τῶν ἁγίων, ἐκείνην τὴν ἀσφαλῆ, τὴν ἀνώλεθρον, «τὴν τοὺς θεμελίους ἔχουσαν Πόλεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός». Βαβαὶ οἷον τὸ ἐγκώμιον τῆς Πόλεως Ἐκείνης! οἵας εὐδαιμονίας ἐκπίπτει ὁ χριστιανὸς οὗτος!· ὄντως οὗτος μυρίων ὀδυρμῶν ἄξιος τυγχάνει. Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν αὐτὸν ὀδύρηται τὸν ἐκπεπτωκότα τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ’ ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἡδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα; Ἃ ὀφθαλμὸς, φησὶν, οὐκ εἶθε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρζίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν: Οὐκ εἶπεν ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ’ οὐδὲ ἐνενόησέ ποτέ τις, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς προϋπηργμένου, τοσαῦα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ’ αὐτοῦ ἀθανασίαν ὑπέσχετο, βιον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον, τοῖς τοιαῦτα πεποιηκόσι καὶ ἠθληκόσι, καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι, τί οὐ χαριεῖται»; (Χρυσόστ).

§ 5. Δεύτερον οἱ Σαμαρεῖται προσῆλθον εἰς τὴν πίστιν καὶ ἐξ ἰδίας αὐτῶν ἀντιλήψεως καὶ ἐρεύνης. «Τῇ τε γυναικὶ ἔλεγον, οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν, αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτὸς ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός». Διὰ τὴν μαρτυρίαν τῆς γυναικὸς, «ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας». Μόλον ὅτι ὁ Εὐαγγελιστὴς σιγᾷ καὶ οὐδε μίαν μνείαν ποιεῖται τῆς διδαχῆς καὶ διδασκαλίας, ἣν ὁ Κύριος εποιήσατο αὐτοῖς μείνας ἐκεῖ δύο ἡμέρας, εὔκολον ὅμως ἵνα εἰκάσωμεν ὅτι τοιαῦτά τινα εἶπεν αὐτοῖς, «μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ μου» «διότι ἐὰν μὴ μετανοῆτε, πάντες ἀπολεῖσθε», ἀλλ’ ὅτι ἡ ἀπώλεια αὐτῶν οὐκ ἧν ἄφευκτος, δῆλον ὅτι ὁ Θεὸς «οὐκ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ». «Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ἀλλ’ ἔχει ζωὴν αἰώνιον». Ταῦτα πολλάκις ὁ Κύριος καὶ τοῖς Ἰουδαίοις ἐπανέλαβεν, ἀλλ’ ἐκεῖνοι ἐχλεύαζον τοὺς λόγους αὐτοῦ. Παρὰ τοῖς Σαμαρείταις ὅμως τοσοῦαν ζωηρὰ καὶ θερμὴ ὑπῆρξεν ἡ ἔκφρασις καὶ παράστασις «τῆς καλῆς καὶ ἀγαθῆς αὐτῶν καρδας», ἣν ὁ κύριος «διήνοιξε προσέχειν τοῖς λαλουμένοις», ὥστε «πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. Τῇ τε γυναικὶ ἔλεγον, ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αἰτοί γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστός».

§ 6. Ἡ μεταξὺ Ἰουδαίων καὶ Σαμαρειτῶν διαφορὰ ἡλιου λαμπρότερον καταφαίνεται ἐκ τῶνδε τοῦ Χρυσοστόμου: «Οἱ Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες, καὶ τοῖς προφήταις συντραφέντες, ὕστεροι τούτων τῶν Σαμαρειτῶν ἐφάνησαν ἐντεῦθεν. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπὶστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ’ αὐτοῖς. Οἱ δὲ Ἰουδαῖοι καὶ θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον αὐτὸν παρ’ ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον, καὶ πάντα ἔπραττον, ὥστε καὶ τῆς χώρας αὐτῶν ἐκβαλεῖν, καὶ τοι γε αὕτη ἡ παρουσία δι’ ἐκείνους ἐγ ἐγεγόνει. Ἀλλ’ ἐκεῖνοι μὲν ἀπήλαυνον, οὗτοι δὲ καὶ μεῖναι ἠξίουν παρ’ ἑαυτοῖς. Οὗτοι γὰρ καὶ τῶν Ἰουδαίων κατηγορήσειεν ἃν δικαίως καὶ τῷ πιστεῦσαι καὶ τῷ δέξασθαι. Ἐκεῖνοι μὲν γὰρ ὑπὲρ ὧν πᾶσαν τὴν πραγματείαν συνεστήσατο, συνεχῶς αὐτὸν ἐλίθαζον· οὗτοι δὲ οὐδὲ πρὸς αὐτοὺς ὁρμώμενον εἵλκυσαν πρὸς ἑαυτούς. Καὶ οἱ μὲν μετὰ σημείων ἀδιόρθωτοι μένουσιν· οὗτοι δὲ χωρὶς σημείων πολλὴν περὶ αὐτὸν τὴν πίστιν ἐπεδείξαντο, καὶ τούτῳ αὐτῷ φιλοτιμοῦνται, τῷ χωρὶς σημείων πιστεῦσαῖ· ἐκεῖνοι δὲ οὐ παύονται καὶ σημεῖα ζητοῦντες καὶ πειράζοντες».

§ 7. Πάντες «οἱ δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχουσι πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» καὶ «καταλλαγέντες αὐτῷ τῷ Θεῷ» ὀφείλουσιν ἵνα, ὅση δύναμις αὐτῶν, βεβαιώσωσι ταῦτα. Ὀφείλουσιν ἵνα γινώσκωσι τὸν οὗτινος εἶχον ἀνάγκην Σωτῆρα ὡς καὶ τὰς ἐπαγγελίας αὐτοῦ. Καὶ κατὰ μὲν τὴν νηπιότητα ὑπὸ τῶν γονέων καὶ ἀναδόχων αὐτῶν ἐν τῇ Διαθήκῃ τῆς χάριτος διὰ τοῦ ἱεροῦ Βαπτίσματος, «Τοῦ λουτροῦ τῆς παλιγγενεσίας» ἀπεγράφησαν· κατὰ δὲ τὴν παιδικὴν ἡλικίαν πιστεύουσιν αὐτῷ διὰ τὸν λόγον τῶν γονέων καὶ ἀναδόχων αὐτῶν, ἢ διὰ τὴν κοινὴν ὁμολογίαν τῆς πίστεως τῆς Ἐκκλησίας, ἀλλὰ χωρήσαντες ἔτι περαιτέρω πλείω ἐδιδάχθησαν καὶ αὐτοὶ οἱ ἴδιοι ἀπεκάλυψαν, ὥσπερ καὶ οἱ Σαμαρεῖται, ὅτι «οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός»· καὶ δύνανται ἵνα εἴπωσιν ὡς ὁ Παῦλος, «Οἴδαμεν ᾧ πεπιστεύκαμεν καὶ πεπείσμεθα ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην ἡμῶν φυλάξαι εἰς ἐκεῖνην τὴν ἡμέραν». Μηδεὶς λοιπὸν ἀνησυχείτω, μηδεὶς ἀμφίβαλλέτω, ἀλλ’ ἐν τῷ ἐνδομύχῳ τῆς καρδίας αὐτοῦ αἰσθήματι λεγέτω μετὰ τοῦ Πέτρου, «οὕτω πλουσίως ἐπιχορηγηθήσεταί μοι εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὑπακούσωμεν τοίνυν «ἐν πνεύματι τεταπεινωμένῳ καὶ καρδίᾳ συντετμμμένῃ καὶ τεταπεινωμέῃ» εἰς τὴν ἐπηγγελμένην ταύτην ἐπαγγελίαν δι’ ὀρθῆς καὶ ζώσης πίστεως, καὶ βίου ἐναρίτου, τουτέστι διὰ βίου συμμόρφου τῇ εἰς Χριστὸν πίστει· αὐτὸς γὰρ Ἰησοῦς Χριστὸς διδάσκει, ὅτι μόνη ἡ πίστις οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἄνευ τοῦ πρέποντος βίου, «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». Ὁ δὲ Ἀπόστολος Ἰωάννης λέγει· «ὁ λέγων ἔγνωκα αὐτὸν (τὸν Θεὸν) καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστὶ, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν. Ὁ λέγων ἐν αὐτῷ (τῷ Χριστῷ) μένειν, ὀφείλει καθὼς ἐχεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω πεμπατεῖν». Ὁ δὲ Ἀπόστολος Παῦλος «αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατῶμεν» καὶ ἀλλαχοῦ πάλιν ὅτι πρὸς τοῦτο καὶ ἐδόθη ἡμῖν ἡ τοῦ Θεοῦ χάρις «ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι».

§ 8. Εὔκαιρον καὶ λίαν ὠφέλιμον ἡγούμεθα, ἵνα ἐνταῦθα πρὸσθέσωμεν ὅ,τι περὶ τούτου καὶ ὁ ἱερὸς Χρυσόστομος ἀποφαίνεται. «Ὅρα μήποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συρβαίνοντα (συμφωνοῦντα) τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην καὶ φῶς, καὶ ἅλας εἶναι βούλεται τὸν χριστιανόν. Τί δέ ἐστι τὸ φῶς; βίος λάμπων, μηδὲν ἔχων ἐσκοτισμένον. Τὸ φῶς οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ’ εἰς ἕτερα ἐπιδείκνυται τὴν ὠφέλειαν. Οὕτως οὐ τὴν ἑαυτῶν ὠφέλειαν ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας, ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτερον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι, ἕως δ’ ἂν αὐτοὶ μὴ κατορθώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσχι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον παρ’ ἡμῖν. Τοιαῦτα γὰρ τὰ κοσμικὰ πράγματα· τοιαῦται αἱ βιωτικαί φροντίδες. Διὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι. Δέον οὗν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν· δέον μὴ καὶ ἡμεῖς ρυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια, ἔνθα πάντες ἔχουσι λαμπρά καὶ περιφανῆ· οὐδὲν γὰρ ἁμαρτίας ρυπαρώτερον, οὐδὲν ἀκαθαρτότερον. Διὸ τὴν φύσιν αὐτῆς ὁ Προφήτης ἐρμηνεύων ἐβόα· „Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Καὶ εἰ βούλει μαθεῖν τῆς ἁμαρτίας τὸ δυσῶδες, ἐννόησον αὐτὴν μετὰ τὸ γενέσθαι, ὅτχν τῆς ἐπιθυμίας ἀπαλλαγῇς, ὅταν μὴ ἔτι ἐνοχλῇ τὸ πῦρ, καὶ τότε ὄψει τίς ἐστιν ἡ ἁμαρτία. Ἐννόησον τὸν θυμὸν, ὅταν ἐν γαλήνῃ ᾖς· ἐννόησον τὴν πλεονεξίαν, ὅταν ἔξω γένῃς τοῦ πάθους·οὐδὲν αἰσχρότερον, οὐδὲν μιαρώτερον ἁρπαγῆς καὶ πλεονεξίας...» Γένοιτο δὲ πάντας ἡμᾶς πάντων ἀπαλλαγέντας τῶν πονηρῶν, τὴν εὐωδίαν τοῦ Χριστοῦ ἔχειν, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».

Ὀμιλία ΚΓ´. Ὁ Ἰησοῦς θεραπεύει τὸν υἱὸν τοῦ Βασιλικοῦ

43) «Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.

44) Αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν. ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν·

46) ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον· καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν τῇ Καπερναούμ.

47) Οὗτος ἀκούσας ὅτι ὁ Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλεν γὰρ ἀποθνῄσκειν.

48) Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε» (ΙΩΑΝΝ. δ´. 43–48).

§ 1. Πόσον ὀλίγον τὰ πλούτη, αἱ τιμαὶ, τὰ ἀξιώματα καὶ ἐν γένει ἡ τοῦ κόσμου τούτου εὐτυχία συντελοῦσιν εἰς τὴν ἀληθῆ εὐδαιμονίαν, ἣν ὑπισχνεῖται ὁ Ἰησοῦς, τὸ προκείμενον παράδειγμα τρανῶς δείκνυσι τοῦτο. Ταῦτα οὐδόλως δύνανται ἵνα δώσωαιν αὐτὴν ὡς μὴ δυνάμενα ἵν’ ἄρωσι καὶ ἐξαλείψωσιν αὐτὴν τὴν αἰτίαν τῶν θλίψεων καὶ ὀδυνῶν, ὧν ὁ κόσμος γέμει, ἥκιστα δ’ ὅπως ἀνακουφίσωσιν αὐτάς. Ὁ βασιλικὸς, οὗ ὁ υἱὸς ἔπνεε τὰ λοίσθια, οὐδὲν εὗρεν οὔτε ἐν τῇ ὑψίστῃ, ἣν κατεῖχε, θέσει, οὔτε ἐν τῷ πλούτῳ αὐτοῦ δυνάμενον ἵνα ἐλαττώσῃ καὶ ἀφαιρέσῃ τὸ ἄλγος αὐτοῦ· ἡ θλῖψις τοσοῦτον αὐτῷ ἀφόρητος κατέστη, ὥστε ἤγαγεν αὐτὸν ἐπὶ τέλους εἰς τοὺς πόδας τοῦ Ἰησοῦ, ἱκετεύων αὐτὸν, ὅπως ἐλθὼν βοηθήσῃ αὐτῷ. Ὁ Κύριος οὐδόλως μεταχειρίζεται αὐτὸν, ὡς ἐποίει τοῦτο εἰς ἄλλους ἱκετεύοντας. Ὁ εὐαγγελιστὴς Ματθαῖος γνωρίζει ἡμῖν ὅτι «εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἐκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος· λέγει αὐτῷ ὁ Ἰησοῦς, ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν». Ἀλλ’ ἐνταῦθα τοὐναντίον, παρακαλῶν αὐτὸν ὁ ἄνθρωπος οὗτος, καίτοι ἀνωτέρου ἀξιώματος ἦν, ἀπωθεῖται, ἐν ᾧ μάλιστα παρακαλεῖ αὐτὸν οὐχὶ ἵνα θεραπεύσῃ δοῦλον, ἀλλ’ υἱόν. Ὁ Ἰησοῦς οὐδόλως ἀπεκρίθη αὐτῷ ὅπως τῷ ἑκατοντάρχῳ «ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν», ἀλλὰ λέγει πρὸς αὐτὸν «ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε». Ποῦ λοιπὸν ἔγκειται ἡ διάκρισις αὕτη; Ἐν αὐτοῖς τοῖς τῷ Κυρίῳ προσερχομένοις. Ὁ μὲν ἑκατόνταρχος ἐπὶστευεν ὅτι ἀπλοῆς τις λόγος, ἁπλοῦν τι ἐπὶταγμα· τοῦ Κυρίου ἤρκει ἵνα θεραπεύσῃ τὸν παῖδα αὐτοῦ, εἶχε θερμὴν καὶ μεγάλην πρὸς τὸν Ἰησοῦν πίστιν, καὶ διὰ τοῦτο ἀποκριθεὶς εἶπεν αὐτῷ, «Κύριε, οὔκ εἰμι ἰκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον καὶ ἰαθήσεται ὁ παῖς μου». Ἡ πίστις ἡ τὴν καρδίαν αὐτοῦ καίουσα τοσοῦτον ἐταπείνωσεν αὐτὸν, ὥστε ἔκρινεν ἑαυτὸν ἀνάξιον τῆς τοιαύτης τιμῆς καὶ χάριτος, δηλαδὴ τῆς εἰς τὸν οἶκον αὐτοῦ ὑποδοχῆς Ἐκείνου, «δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ χορὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὅ γέγονεν». Ἡ εὐλάβεια αὐτοῦ ἦν ὁμοία τῆς τοῦ Μωυσέως, ὅστις ἀκούσας τὴν θείαν φωνὴν «ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακὼβ, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνῴπιον τοῦ Θεοῦ»· ὀμοίως καὶ ὁ ἐκατόνταρχος ἀκούσας τοῦ Κυρίου λέγοντος πρὸς αὐτὸν «ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν», μετὰ ἀνηκούστου εὐλαβείας καὶ ταπεινότητας ἐξεβόησε λέγων «Κύριε οὔκ εἰμι ἱκανὸς, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην τῆς οἰκίας μου». Ἀκούσωμεν καὶ ἡμεῖς, ὅσοι τὸ ὄνομα τοῦ Χριστοῦ φέρομεν, ὅσοι ἀνήκοιχεν καὶ ἐσμὲν ἐν τῇ ἐκλεκτῇ αὐτοῦ ποίμνῃ ἀκούσωμεν καὶ ζηλώσωμεν συνάμα τὴν θερμὴν πίστιν καὶ ταπεινότητα τοῦ ἐκἀτοντάρχου. Δυνατὸν καὶ νῦν ἵνα ἀποδεχθῶμεν τὸν Χριστόν· δεχόμεθα αὐτὸν, ὅταν πεινῶντας τρέφωμεν, γυμνοὺς ἐνδύωμεν, ὀρφανὰ καὶ χήρας περιθάλπωμεν. Αὐτὸς γὰρ ὁ Κύριος ταῦτα ἐντέλλεται ἡμῖν, Αὐτὸς ὁ ἀψευδὴς υἱὸς τοῦ Θεοῦ, ὁ Ἰησοῦς Χριστός. «Ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε». Ἐξ ἐναντίας δὲ ὁ βασιλικὸς προσήλθε τῷ Ἰησοῦ οὐχὶ μεθ’ ἧς καὶ ὁ ἑκανόνταρχος πίστεως καὶ ταπεινότητος· τεκμήριον τῆς ἀπιστίας αὐτοῦ ἔστωσαν αὐτοὶ οὗτοι οἱ λόγοι αὐτοῦ, «ἠρώτα αὐτὸν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἐμελλε γὰρ ἀποθνήσκειν». Ἐδίσταζεν, οὐκ ἐπίστευεν ὅτι ὁ Ἰησοῦς τῷ λόγῳ μόνον αὐτοῦ ἠδύνατο θεραπεῦσαι τὸν υἱὸν αὐτοῦ, καὶ διὰ τοῦτο «εἶπε πρὸς ἀντὸν, ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε».

Πόσοι δὲ καὶ παρ ἡμῖν, ὡς ὁ βασιλικὸς οὗτος, γαυριῶντες καὶ «πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι», οὐδόλως πιστεύουσιν, ἀλλὰ φεῦ! καὶ καταγελῶσι τῶν σωτηρίων παραγγελμάτων τοῦ Εὐαγγελίου· ἀλλ’ ἐλεύσεται ἡμέρα, ἣν οὐδόλως προσδοκῶσιν, οὐδὲ ἐν τῷ νῷ ποτε περιστρέφουσι, καθ’ ἣν μία ροπὴ καὶ πάντα ταῦτα θάνατος διαδέχεται, καὶ τότε ἐννοήσουτιν, ἀλλὰ μάτην, ὅτι ἐπὶ σκιᾶς ἧν ἡ πεποίθησις αὐτῶν καὶ ἐπὶ καπνῷ μέγα ἐφρόνουν· τότε ἐννοήσουσιν ὅτι τιμὴ τῆς ψυχῆς οὐδὲ ὁ κόσμος ὅλος ἐστίν. Αὐτό τὸ στόμα τῆς ἀληθείας λέγει ταῦτα, «Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ»; ἵνα δὲ μάθῃς ὅτι οὐδὲ ὁ κόσμος ὅλος ψυχῆς ἐστι τιμή, ἄκουσον τί λέγει ὁ Παῦλος περὶ τῶν ἁγίων «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, ὧν οὐκ ἧν ἄξιος ὁ κόσμος»· διότι διὰ τὴν ψυχὴν ὁ κόσμος, οὐχὶ ἡ ψυχὴ διὰ τὸν κόσμον. «Βούλει μαθεῖν, λέγει ὁ μέγας τῆς Ἐκκλησίας διδάσκαλος ὁ Χρυσόστομος, ὅση τῶν ἡμετέρων ψυχῶν ἡ τιμή; μέλλων αὐτὴν ὁ Μονογενὴς λυτροῦσθαι, οὐ κόσμον ἔδωκεν, οὐκ ἄνθρωπον, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ τὸ αἰμα αὑτοῦ τὸ τίμιον». Διὸ καὶ ὁ Παῦλος ἔλεγε. «Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων». Εἰδες τιμῆς μέγεθος; ὅταν τοίνυν τὴν τοσούτου ἀγορασθεῖσαν ἀπολέσῃς, πῶς λοιπὸν αὐτὴν σὺ ὀνήσασθαι δυνήσῃ; «Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει». Εἶδες τὸ πολυτελές τιμῆς; Εἶδες τὸ ἀξίωμα τῆς ψυχῆς; Μὴ τοίνυν αὐτῆς καταφρονει, μηδὲ αἰχμάλωτον ποίει».

§ 2. Ἔλθωαεν δὴ εἰς τὸ προκείμενον. Οὐδόλως ἀμφιβάλλομεν ὅτι ἡ ἀπόκοισις αὕτη τοῦ Κυρίου, «ἐὰν μὴ ἴδητε σημεῖα καὶ τέρατα, οὐ μὴ πιστεύσητε», ἧν ἐντελῶς σύμφωνος τῇ πίστει τοῦ βασιλικοῦ. Εἴδομεν ὅτι ὁ ἑκατόνταρχος ἦν ἄξιος παντὸς θάρρους καὶ παραμυθίας· διότι ἀμέσως ἀπεκρίθη τῷ Κυρίῳ, λέγων, «Κύριε, οὔκ εἰμι ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγον καὶ ἰαθήσεται ὁ παῖς μου». Οὐδόλως ἠγνόει ὁ Κύριος τὸ ἐν καρδίᾳ τοῦ ἐκ ἑκατοντάρχου συμβαῖνον· διότι «ἐγίνωσκεν αὐτὸς τί ἦν ἐν τῷ άνθρώπῳ». Ὡσαύτως ἐσμὲν βέβαιοι ὅτι διεῖδέ τι καὶ ἐν ἐν τῇ καρδίᾳ τοῦ βασιλικοῦ, ὅπερ καθίστα αὐτὸν ἀνάξιον, ἵνα τύχῃ ταχείας καὶ ρᾳδίας συγκαταθέσεως, «ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε». Τὰ σημεῖα καὶ τὰ θαύματα ἐμαρτύρουν τὴν θεότῆτα τοῦ Ἰησοῦ καὶ ἧγον τοὺς ἀνθρώπους, ἵνα πιστεύσωσιν εἰς αὐτὸν ἀλλὰ πλὴν τῶν θαυμάτων ἦσαν καὶ ἄλλα τινὰ καταδεικνύοντα τήν τε δύναμιν καὶ αὐθεντίαν αὐτοῦ· ἧσαν δὲ ταῦτα «Οἱ λόγοι τὴς χάριτος οἱ ἐκπορευόμενοι ἐκ τοῦ στόματος αὐτοῦ». Ἡ ἁγιότης τῶν ἐντολῶν αὐτοῦ, τὸ κῦρος καὶ ἡ αὐθεντία τῆς διδασκαλίας αὐτοῦ τρανῶς μαρτυροῦσιν, ὅτι ὁ Θεὸς «ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υίῷ». Ὁ βασιλικὸς ἐν τῷ τύφῳ καὶ τῇ ἀλαζονείᾳ αὐτοῦ, ἅτινα ἐκ τοῦ βασιλικοῦ ἀξιώματος αὐτοῦ ἔρρεον, ἐδείχθη ὅλως ἀναίσθητος τούτων τῶν ἐνδείξεων, διὰ δὴ τοῦτο καὶ ὁ Κύριος ἡμῶν οὐδόλως ἀπεκρίθη αὐτῷ, ὥσπερ τῷ ἐκατοντάρχῳ «ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν», ἀλλ’ ἠθέλησε πρῶτον ἵνα ταπεινώσῃ τὴν ἐπηρμένην καὶ ἀγέρωχον αὐτοῦ ὀφρῦν, οὐχὶ μετὰ δεικτικῆς ἐπιπλήξεως, ἀλλὰ τοὐναντίον πρᾴως καὶ ἡσύχως ἐπιτιμᾷ αὐτὸν, ὥστε ὁ βασιλικὸς οὐκ ἤνοιξε τὸ στόμα αὐτοῦ, οὐδὲ, ἐγόγγυσεν, ἀλλ’ εὐθὺς ἐπαναλαμβανει ἔτι ἅπαξ τὴν παράκλησιν αὐτοῦ λέγων «Κύριε, καταβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου».

49 «Λέγει πρὸς αὐτὸν ὁ βασιλικὸς Κύριε κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.

50) Λέγει αὐτῷ ὁ Ἰησοῦς πορεύου· ὁ υἱός σου ζῇ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾦ εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο» (ΙΩΑΝΝ. δ´. 49–50).

§ 3. Ὁ ἄνθρωπος οὗτος ἐπίστευσε «τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς»· ἐὰν ἡ πεποίθησις αὐτοῦ ὅτι ἡ παρουσία τοῦ Ἰησοῦ ἧν ἀναγκαία εἰς θεραπείαν τοῦ πνέοντος τὰ λοίσθια υἱοῦ αὐτοῦ προήρχετο ἐξ ἀπιστίας ἐμποδίζούσης αὐτὸν ἵνα εἴπῃ ὡς ὁ ἐκατόνταρχος «εἰπὲ μόνον λόγον καί ἰαθήσεται ὁ παῖς μου», ἡ ἀπιστία ὅμως αὕτη οὐκ ἧν πλέον ἐν αὐτῷ, «ἐπίστευσεν», εἶχε δῆλον ὅτι τὴν αὐτὴν πίστιν, ἣν ὁ ἀπόστολος Παῦλος ἐπαινεῖ ἐν τῷ Ἀβραὰμ λέγων, «εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθείς ὅτι ὃ ἐπήγγελται, δυνατόν ἐστι καὶ ποιῆσαι, δι’ ὃ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην».

51) «Ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγελον λέγοντες ὅτι ὁ παῖς σου ζῇ.

52) Ἐπύθετο οὖν παρ’ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε· καὶ εἶπον αὐτῷ, ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτῷ ὁ πυρετός.

53) Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.

54) Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν» (ΙΩΑΝΝ. δ´. 51–54)

§ Ἐν τοῖς λόγοις τούτοις παράτηροῦμεν ὅτι αἱ τοῦ σώματος θεραπεῖαί εἰσιν ἐμβλήματα καὶ εἰκόνες τῆς ἀναγεννήσεως καὶ θεραπείας τῆς ψυχῆς. Ὁ Ἰησοῦς λέγει τῷ στενάζοντι καὶ θλιβομένῳ πατρί· «πορεύου, ὁ υἱός σου ζή». Καίτοι οἱ λόγοι οὗτοι τοῦ Κυρίου προηγγέλθησαν μίαν ἡμέραν μακρὰν τοῦ ἀσθενοῦς, ἀπεδείχθη ὅμως τρανῶς, ὅτι ὁ πυρετὸς ὑπήκουσεν εἰς τὴν ἐντολὴν αὐτοῦ. Αὐτὸ δὴ τοῦτο συμβαίνει καὶ ἐπὶ τῆς ψυχῆς· καὶτοι ὁ Κύριος ἡμῶν ἐστιν ἐν οὐρανῷ καὶ ἡμεῖς οἱ πιστεύοντες εἰς αὐτὸν καὶ παρακαλοῦντές ἐσμὲν ἐπὶ τῆς γῆς, ἀναγγελεῖ ὅμως τὴν λέξιν καὶ τὸν λόγον, ὅν παρ’ αὐτοῦ ζητοῦμεν, καὶ ἡ ἁμαρτία, δι’ ἣν μετανοοῦμεν, ἀφεθήσεται ἡμῖν, ἡ δύναμις τοῦ Σατανᾶ ἡ εἰς ἀπώλειαν ἄγουσα ἡμᾶς καταργηθήσεται, καὶ «αἱ σαρκικαὶ ἐπιθυμίαι αἱ κατὰ τῆς ψυχῆς στρατευόμεναι» ὑποταγήσονται, ἀρκεῖ μόνον ἵνα αἰσθανώμεθα τὴν ἰδίαν ἡμῶν ἀσθένειαν, καὶ ἔχωμεν τὴν αὐτὴν ἐν τῇ παντοδυναμίᾳ τοῦ Ἰησοῦ πεποίθησιν καὶ τὸν αὐτὸν ἔνθερμον ζῆλον, ὅπως αἰτῶμεν «τὴν χάριν, ἵνα γίνῃ βοηθὸς ἡμῖν ἐν τῇ ἀνάγκῃ», ἀρκεῖ μόνον ἵνα προσέλθωυιεν εἰς τὸ λουτρὸν τῆς μετανοίας ἐξ εἰλικμνοῦς προαιρέσεως καὶ αὐτίκα ἡ χάρις τοῦ Θεοῦ προλαμβάνει ἡμᾶς καὶ συντρέχει ἐν τῷ τῆς μετανοίας ἀγῶνι, καὶ ὥσπερ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἁμαρτήματα οὐκ ἔτι μαίνονται, οὕτω καὶ ταῦτα καταδυόμενα ἐν τῷ λουτρῷ τῆς μετανοίας ἀφανισθήσονται, ἐὰν θέλωμεν μετανοῆσαι. Ἔστι δὲ μετάνοια τὸ μηκέτι τὰ αὐτὰ ποιεῖν. Ὁ γὰρ «τοῖς αὐτοῖς ἐπιχειρῶν ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴοιον ἔμετον ἐπανιόντι».

§ 5. Οἱ γονεῖς ὀφείλουσιν ἐν τούτοις ἵνα ἀναλογισθῶσιν, ὅτι ἐν τῇ αὐτῇ θέσει, ἐν ᾗ καὶ ὁ βασιλικὸς, εὑρίσκονται. Διὰ τοῦτο καὶ ἡ παράκλησις καὶ ἡ ἱκεσία αὐτῶν δέον ἵνα ᾖ τοιαύτη, οἵα καὶ ἡ τοῦ βασιλικοῦ· διότι ἄνευ τοῦ Ἰησοῦ, τοῦ Κυρίου τῆς ζωῆς καὶ τοῦ θανάτου, τὰ τέκνα αὐτῶν μέλλουσιν ἐπίσης ἀποθνήσκειν· ἐπὶ τῇ πίστει ταύτῃ «αἰτείτωσαν, μηδὲν διακμνόμενοι» ὅ,τι αἰτοῦσιν ἐν τῷ βάθει τοῦ βαπτίσματος, ὅτε τὸ τέκνον αὐτῶν παραλαμβάνεται ὡς μέλος τῆς ποίμνης τοῦ Χριστοῦ, ὅτε ἀπογράφεται ἐν τῇ Διαθήκῃ τῆς χάριτος αὐτοῦ, ὅστις εὐδοκεῖ ἵνα θεωρῇ τὸ τέκνον τοῦτο μετὰ πατρικῆς ἀγάπης καὶ ἐὐνοίχς ὡς «ἀπολελουμένον, ἡγιασμένον, δεδικαιωμένον ἐν τῷ ὀνόματι αὐτοῦ». Ἄς μὴ διαλείπωσιν οἱ γονεῖς καθ’ ἑκάστην φροντίζοντες καὶ μεριμνῶντες καὶ προσέχοντες ἵνα τὸ ἀρξάμενον ἀγαθὸν ἔργον ἐξακολουθῇ μέχρι τέλους διατηροῦν τὸ τέκνον ἐν τῇ τοῦ Θεοῦ δυνάμει καὶ χάριτι, ἐν τῇ πίστει εἰς σωτηρίαν. Δυνάμεθα λοιπὸν στερρᾷ τῇ πεποιθήσει ἐλπίζειν ὅτι οὕτω τὰ τέκνα ἡμῶν «οὐκ ἀπολεσθήσονται εἰς τὸν αἰῶνα».

Ὀμιλία ΚΔ´. Ὁ Ἰησοῦς θεραπεύει τὸν παρα τῇ προβατικῇ κολυμβηθρᾳ παραλυτικον

1) «Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα20.

2) Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραῖστὶ Βηθζαθὰ πέντε στοὰς ἔχουσα21.

3) Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν χωλῶν ξηρῶν ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.

4) Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγ ἐγίνετο, ᾢ δήποτε κατείχετο νοσήματι» (ΙΩΑΝΝ. ε´. 1–4).

§ 1. Αἱ στοαὶ τοῦ Σολομῶντος, ὅπου πλῆθος πολὺ τῶν ἀσθενούντων κατέκειτο, παριστῶσι λέαν καταπληκτικὴν εἰκόνα τῆς ἠθικῆς τοῦ παρόντος κόσμου. Τί περιέχει ὁ κόσμος, εἰμὴ ὅ,τι περιεῖχον αἱ στοαὶ τῆς Βηθεσδά; «Πλῆθος πολὺ τῶν ἀσθενούντων. τυφλῶν, χωλῶν, παραλυτικῶν». Περιεῖχον χωλούς· ἡμείς ἐσμεν χωλοὶ, ὡς μὴ θέλοντες ἵνα τὰς ἐντολὰς τοῦ Θεοῦ ἐκπληρῶμεν, μηδὲ ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν Θεὸν ἡμῶν ἀγαπῶντες, καὶ τοὺς πλησίον ἡμῶν ὡς ἡμᾶς αὐτούς. Ὁ ἀπόσλος Παῦλος λίαν καλῶς περιγράφων τὴν ἐλεεινὴν ἡμῶν ἠθικὴν θέσιν. Οἶδά, φησιν, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν».Περιεῖχον τυφλούς· ἡμεῖς ἐπ’ ἴσης τυφλοί ἐσμεν, ὡς μὴ ἐννοοῦντες τὸ ἀληθὲς ἡμῶν συμφέρον· καὶ λίαν συνεχῶς συμβαίνει ἡμῖν ἵνα προτιμῶμεν τοῦ φωτὸς τὸ σκότος· διότι προτιμῶμεν μᾶλλον τὰ βλεπόμενα, ὅτε ἀληθῶς «οὐδὲν οἴδαμεν ὡς δεῖ εἰδέναι».

§ 2. Αἱ ἠθικαὶ αὗται ἀσθένειαι πηγάζουσιν ἐκ τῆς αὐτῆς πηγῆς, ἐξ ἧς καὶ αἱ πνευματικαὶ, περὶ ὧν γίνεται τῇ εὐαγγελικῇ ταύτῃ διηγήσει. Ἁμαρτόντος τοῦ Ἀδὰμ, εἰσῆλθεν εἰς τὸν κόσμον ὁ θάνατος καὶ οὕτω τὸ πᾶν ἀποθνήσκει. Ἐπ’ ἴσης ἁμαρτὼν ὁ Ἀδὰμ διεφθάρη ἀπολέσας τὴν ἁγιότητα καὶ μακαριότητα αὐτοῦ. Τῆς διαφθορᾶς δὲ ταύτης ἅπαντες οἱ ἀπόγονοι αὐτοῦ μέτοχοι ἐγένοντο καὶ τυφλοὶ πρὸς τὰ πνευματικὰ, ὄντως ἐχθροὶ πρὸς τὸν Θεὸν ἀπέβησαν, μέχρις οὗ πάλιν αὐτὸς ὁ Θεὸς ἐν τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ ηὐδόκησεν ἵνα φωτίσῃ τὸν ἐσκοτισμένον νοῦν ἡμῶν καὶ ἐπαναγάγῃ ἡμᾶς πρὸς ἑαυτούς. Ἂς εὐγνωμονῶμεν λοιπὸν τὸν Θεόν, καὶ ἃς κηρύττωμεν τὸ ἄπειρον αὐτοῦ ἔλεος, διότι ἔδωκεν ἡμῖν διὰ τὰς ἠθικὰς ἡμῶν ἀσθενείας φάρμακον, οὗ ἡ κολυμβήθρα τῆς Βηθεσδὰ ἧν τὸ ἔμβλημα καὶ ἡ εἰκών. Οἱ ἀσθενεῖς οἱ κατακείμεοι «ἐξεδέχοντο τὴν τοῦ ὕδατος κίνησιν· ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατειχετο νοσήματι». Οὕτως ἀνάγκη ὅπως καὶ αἱ τῆς ψυχῆς ασθένειαι θεραπευθῶσιν ὑπὸ τῆς ἐξ ὕψους βοηθείας· ἀλλ’ ὅπως ταύτης τύχωμεν δέον ὅπως ἡ καρδία ἡμῶν ἔχῃ συναίσθησιν τοῦ κινδύνου, ἡ δὲ συναίσθησις αὕτη ἀνάγκη ἵνα προέλθῃ ἐκ τοῦ ἁγίου Πνεύματος· δῆλον δὲ ὅτι δέον ἵνα τὸ Πνεῦμα κατέλθῃ καὶ προπαρασκευάσῃ τὴν ψυχὴν ὅπως παραδεχθῇ καὶ μεταχειρισθῇ τὸ ὑπὸ τοῦ Χριστοῦ προτεινόμενον φάρμακον, δι’ οὗ «ᾧ δήποτε κατέχεται νοσήματι» θεραπευθῆναι δυνηθήσεται.

5) «Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ.

6) Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει λέγει αὐτῷ θέλεις ὑγιὴς γενέσθαι;

7) Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν Κύριε ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐνῷ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει» (ΙΩΑΝΝ. ε´. 5–7).

§ 3. Ὅταν ἡ ἁμαρτία ἐπιφέρῃ τὴν τῆς ψυχῆς ἀσθένειαν, ἧς δέον ἵνα τάχιον ἀπαλλαττώμεθα, ὁ ἄνθρωπος οὐδόλως ἐστὶ διατεθειμένος πάντοτε ὅπως ἰαθῇ· διότι μηδόλως τὸ κακὸν αἰσθανόμενος καὶ ἐπομένως ἀδιαφορῶν περὶ τοῦ κινδύνου, ἀμελεῖ τῆς τούτου θεραπείας. Ἄλλως ὅμως ἔχει καὶ ὡς πρὸς τὰς τοῦ σώματος ἀσθενείας. Ταύτας αἰσθανόμεθα λίαν καλῶς καὶ διακαῶς ἐπιθυμοῦμεν ἵνα τελέως ἀπαλλαγῶμεν τούτων διάφορα μέσα ἐπὶ τούτῳ μεταχειμζόμενοι. Οὕτως οἱ πάσχοντες ἐκ διαφόρων σωματικῶν νοσημάτων πολλάκις τὰ πάντα θυσιάζουσι πρὸς ἀνάκτησιν τῆς πασχούσης ὑγιείας αὐτῶν: μακρὰν ὁδὸν πορεύονται· δαπανῶσιν ἀφειδῶς τὴν οὐσίαν αὐτῶν καὶ μυρία ἐν γένει διαπράττουσιν. Ἀλλ’ ἐὰν τὴν αὐτὴν εἶχον προθυμίαν καὶ ὡς πρὸς τὰς τῆς ψυχῆς ἀσθενείας, ἐὰν παντοιοτρόπως ἐμερίμνων πρὸς ἀνάκτησιν τῆς πασχούσης ψυχικῆς αὐτῶν ὑγιείας, οὐδόλως θὰ ἧσαν χωλοὶ, τυφλοὶ, παραλυτικοί. Ὁ ἀσθενὴς, οὗ τὴν ἱστορίαν ἐν τῷδε τῷ ἱερῷ Εὐαγγελίῳ ἀναγινώσκομεν, μεγάλως ἐπεθύμει τὴν θεραπείαν, αὐτοῦ, ἀλλὰ μικρὰν εἶχεν ἐλπίδα ἰάσεως· διότί οὐδένα εἶχε φίλον ὅπως βοηθήσῃ αὐτῷ, ἵνα μετὰ τὴν ταραχὴν τοῦ ὕδατος καταβῇ καὶ ἰαθῇ, ἄλλοι δὲ ἀδιακόπως «κατέβαινον πρὸ αὐτοῦ». Ἰδοὺ καὶ ἕτεροῦ σύμπτωμα τῆς ἠθικῆς ἡμῶν ἀσθενείας. Ὁ δυστυχὴς οὗτος ἄνθρωπος οὐδεμίαν εἶχε δύναμιν ἵνα κατὰ τὴν τάξιν καταβῇ εἰς τὸ ὕδωρ, οἱ δὲ ἄλλοι μὴ ὄντες οὕτω δίκαιοι ἵνα δῆλον ὅτι ἀφήσωσιν αὐτὸν, ὅπως καταβῇ εἰς τὸ ὕδωρ, «κατέβαινον πρὸ αὐτοῦ». Τοιουτοτρόπως ὑπεσκέλιζον τὸν ἀτυχῆ παραλυτικόν. Προλαμβάνοντες ἄλλους, ἐπιτυγχάνοντες βοηθείας τινὸς ὑπὲρ ἡμῶν, αὐτῶν καὶ μηδόλως ἀποβλέποντες πρὸς τὰ τῶν ἄλλων συμφέροντα, ἐπὶ πᾶσι δὲ ζητοῦντες, ἵνα ὑποσκελίσωμεν αὐτοὺς, οὕτω πράττοντες, τί ἄλλο πράττομεν ἢ πορευόμεθα τὴν τοῦ κόσμου πορείαν; Τὸ Εὐαγγέλιον ὅμως τοῦ Χριστοῦ θέλον ἵνα περιορίσῃ τὰς ἀνομίας ταύτας ἐντέλλεται ἡμῖν λέγον· «τῇ τιμῇ ἀλλήλους προηγεῖσθε»· «μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἐκαστος». Ὄταν δὲ τὸ πνεῦμα τῶν ἐντολῶν τούτων ἐπιδράσῃ ἐπὶ τῶν καρδιῶν ἡμῶν, τὸ θέλημα τοῦ Θεοῦ καὶ ἡ πορεία τοῦ κόσμου τούτου ἐν τελείᾳ πρὸς ἄλληλα ἁρμονίᾳ εὑρεθήσονται.

8) «Λέγει αὐτῷ ὁ Ἰησοῦς ἔγειραι, ἆρον σου τὸν κράββαττον σου καὶ περιπάτει.

9) Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ» (ΙΩΑΝΝ. ε´. 8–9).

§ 5 {4?}. Οὕτως ὁ δυστυχὴς ἀσθενὴς οὗτος ὁ ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτη κατακείμενος μὴ ἔχων φίλον τινὰ ἐπὶ τῆς γῆς ἵνα βοηθήσῃ αὐτὸν εὗρε μείζονα πάντων τῶν φίλων τοῦ κόσμου τούτου, διότι ὅπερ ἐπὶ μακρὸν χρόνον ἐπόθει καὶ ἐζήτει καὶ ἐπεθύμει καὶ ἐφλέγετο, πλὴν μάτην, αὐτίκν ὁ Χριστὸς παρέσγεν αὐτῷ.

§ 5. Ἔκπληκτος μένει ἕκαστος ἀναγινώσκων τὴν ἱστορίαν τοῦ παραλυτικοῦ τούτου ἐπὶ τῇ ἀνηκούστῴ αὐτοῦ ἐπιμονῇ τε, ὑπομονῇ καὶ καρτερίᾳ. Τριάκοντα καὶ ὀκτὼ ὅλα ἔτη ἔμενεν ὑπὸ τὴν στοὰν τοῦ Σολομῶντος ἀπεκδεχόμενος τὴν θεραπείαν τοῦ σώματος αὐτοῦ, ἀλλ’ οὐδόλως ἀπήλπισε. Καθ’ ἕκαστον ἔτος ἔβλεπεν ἄλλους μὲν θεραπευομένους, ἑαυτὸν δὲ παραγκωνιζόμενον καὶ ἔτι κατακείμενον, ἀλλ’ οὐδόλως ἧλθεν εἰς ἀπόγνωσιν. Ἐλθόντος δὲ τοῦ Ἰησοῦ Χριστοῦ καὶ εἰπόντος αὐτῷ «θέλεις ὑγιὴς γενέσθαι»; «Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ’ ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν». «Τί τούτων τῶν ρημάτων, λέγει ὁ Χρυσόστομος, τί τούτων ἐλεεινότερον γένοιτ’ ἄν; τί τῶν πραγμάτων περιπαθέστερον, Εἶδες καρδίαν συντετμμμένην ὑπὸ τῆς μακρᾶς ἀρρωστίας; Εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε: Διασῦραι ἡμᾶς παραγέγονας καὶ κωμφδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλά πρᾴως καὶ μετ’ ἐπὶεικείας πολλῆς, «Ναὶ, Κύριε». Ὁ Χριστὸς εὐσπλαγχνισθεὶς τὸν ὄντως συμπαθείας ἄξιον παραλυτικὸν τοῦτον εἶπεν αὐτῷ «ἔγειραι, ἇρον τὸν κράββατόν σου καὶ περιπάτει». «Εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἧρε τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει» ἀποδεικνύων οὕτως ἐναργῶς, ὅτι ἡ θεραπεία αὐτοῦ ἧν πλήρης καὶ τελεία.

§ 6. Ἀλλ’ ἡ ὑπὸ τοῦ Κυρίου ἡμῶν ἐπὶ τοῦ σώματος τοῦ παραλυτικοῦ γενομένη θεραπεία ὑπόδειγμά ἐστι καὶ τῆς δυνάμεως τοῦ θεραπεύειν τὴν ψυχήν. Παρατηρητέον ὅτι αἱ τοῦ σώματος ἀσθένειαί εἰσι διάφοροι· ἀλλ’ οὐχ οὕτως ἔχει καὶ ὡς πρὸς τὰ τῆς ψυχῆς· διότι ἡ φύσις αὐτῆς ἡ αὐτή ἐστι πρὸς πάντας, «ἵνα πᾶν στόμα φραγῆ καὶ ὑπόδικος νένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς Χριστῷ Ἰησοῦ». Ἐν τῇ ἀνωτέρω ὁμιλίᾳ εἴδομεν, ὅτι ὁ Κύριος λέγει ἡμῖν· «ὁ μὴ πιστεύων ἤδη κέκριται»· μένει ὑπὸ τὴν καταδίκην τῆς προπατομκῆς ἁμαρτίας, ἧς τὰ ἀποτελέσματα ἀδιαλείπτως ἀνανεοῦνται. Πρὸς θεραπείαν τοιαύτης ἐλεεινῆς κατασχίσεως ηὐδοκησεν ὁ Θεὸς ἵνα ἀποστείλῃ τὸν υἱὸν Αὑτοῦ «ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν», «οὐ περὶ ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου», ἵνα πάντες οἱ εἰς αὐτὸν πιστεύοντες ἀπαλλαγῶσι τῆς καταδίκης ταύτης. Ἦλθεν εἰς τὸν κόσμον, ὡς εἰς τὴν κολυμπήθραν Βηθεσδά, ὅπου εὗρε κατακειμένους πολλοὺς ἀσθενεῖς καὶ εἶπεν εἰς ἕνα τούτων «θέλεις ὑγιὴς γενέσθαι»; Ἦλθεν εἰς τὸν κόσμον, τοῦ ὁποίου οἱ ἐθλίδοντο ὑπὸ τοῦ βάρους τῆς νῦν δυστυχίας αὐτῶν καὶ ὑπὸ τῶν ἀποτελεσμάτων τῆς ἁμαρτίας καὶ λέγει εἰς πάντας τοὺς ἀκούοντας τὸ κήρυγμα «τοῦ Εὐαγγελίου τῆς βασιλείας τοῦ Θεοῦ», «θέλετε ὑγιεῖς γενέσθαι»; θέλετε νὰ θεραπευθῆτε τὰς διεφθαρμένας ὑμῶν καρδίας; θέλετε νὰ ἀπαλλαγῆτε τῶν ἔργων ἐκείνων τῆς σαρκὸς, καθ’ ὧν ἡ ὀργὴ καὶ ἡ ἀγανάκτησις τοῦ Θεοῦ ἤδη ἐφανερώθησαν; «Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν»· ἑπομένως, πρίν δυνηθῆτε κληρονομῆσαι τὴν βασιλείαν ταύτην, ἀνάγκη, καὶ δὴ κατεπείγουσα, ἵνα ἀπαλλαγῆτε τούζων, Πολλοὶ, φεῦ! οὐδόλως αἰσθάνονται τὴν ἀνάγκτρν τοιαύτης ἀπαλλαγῆς. Οἱ λόγοι οὗτοι οὐδεμίαν παρέχουσιυ αὐτοῖς οὔτε λύπην, οὔτε ἄχθος, οὔτε ἀδημονίαν· εἰσὶ δὲ καὶ πολλοὶ, οἵτινες καίπερ ὁμολογοῦντες ὅτί ἔχουσιν ἀνάγκην τῆς πνευματικῆς ὑγιείας, οὐδόλως ὅμως ζητοῦσιν αὐτὴν, οὐδ’ ἀληθῶς ἐπὶθυμοῦσι· καίπερ ἐπιθυμοῦντες ἵνα ἀπαλλαγῶσι τοῦ κινούνου, οὐδεμίαν ἐπιθυμίαν αἰσθάνονται ἵνα ἀπαλλαγῶσι καὶ τῆς ἁμαρτίας, ἀλλὰ φιλοῦσι μᾶλλον νὰ παραδίδωνται ὅλως εἰς αὐτὴν, ὀλιγωροῦντες οὕτω τῶν ἐπακολουθημάτων αὐτῆς οἱωνδήποτε ὄντων. Οὐκ ἔχουσι πίστιν ἀρκούντως ζῶσας, ἀλλὰ προτιμῶσι νὰ ἔχωσι μᾶλλον «θλῖψιν καὶ στενοχωρίαν», ἢ νὰ ἀποκόψωσι τὸν δεξιὸν βραχίονα καὶ ἐκδάλωσι τὸν δεζιὸν ὀφθαλμὸν – ἀποδάλωσι δῆλον ὅτι τὰς κακὰς ἕξεις καὶ ἐπιθυμίας, αἵτινες προλαβοῦσαι ἀχώριστον τούτων ἐγένοντο σύντρογοι. – Εἴπερ ἄλλως εἶχε περὶ τούτου, τὸ Εὐαγγέλίον θὰ ἐπήνεγκεν αὐτοῖς τὴν αὐτὴν ἀνακούφισιν, ἣν ὁ Ἰησοῦς ἐπέφερε τῷ παραλυτικῷ, εἰπὼν αὐτῷ, «Ἔγειραι, ἆρον τὸν σου καὶ περιπάτει». Τὸιαύτη ἐστὶν ἡ ἐπαγγελία, ἣν πρὸς πάντας ηὐδόκησε νὰ ποιήσῃ. «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». – «Μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος»· «καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν». Ἐὰν κατανοῶμεν ταύτην τὴν ἐπαγγελίαν καὶ ἐὰν ἀληθῶς δεχώμεθα αὐτὴν, ἂς ζητήσωμεν τοὐλάχιστον αὐτήν. «Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ. Ἂς ζητήσωμεν παρ’ αὐτοῦ διὰ τὴν ἀσθένειαν τῆς ψυχρῆς ἡμῶν αὐτὸ τοῦτο τὸ φάρμακον, τὸ ἀνακουφίσαν τὰ μέλη τοῦ παραλυτικοῦ εἰς τὴν κολυμπήθραν τῆς Βηθεσδά· Αὐτὸς δὲ εἰς τὴν πλήρη πίστεως καί θερμῆς ἀγάπης αἴτησιν ἡμῶν ἀποβλέπων χορηγήσει ἡμῖν τὸ αἰτηθὲν, «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν·ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν» «Ἔγειραι ὁ καθεύδων καί ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Xριστός».

Ὀμιλία ΚΕ´. Μοχθηρία τῶν Ἰουδαίων. Παραίνεσις τοῦ Ἰησοῦ τῷ, ἰαθέντι παραλυτικῷ

10) «Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν· οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον.

11) Ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββτόν σου καὶ περιπάτει» (ΙΩΑΝΝ. ε´. 10–11).

§ 1. Οἱ Ἰουδαῖοι μετὰ πολλῆς τῆς ἐπιτιμήσεως καὶ οὐκ ὀλίγης τῆς αὐθαδείας λέγουσι τῷ ἰαθέντι παραλυτικῷ· «Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον». Ὁ ζῆλος αὐτῶν συγγνωστεος θὰ ἦν, εἰ ἦν ὄντως ζῆλος Θεοῦ κατ’ ἐπίγνωσιν καὶ οὐχὶ ὑποκριτικός. Συγγνωστέοι θὰ ἦσαν οἱ Ἰουδαῖοι, εἰ ἐνεψυχοῦντο ὑπὸ τοῦ αὐτοῦ ζήλου, ὑφ’ οὗ καὶ ὁ Κύριος ἡμῶν εἰπὼν τοῖς βεβηλοῦσι τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου». Ἀλλ’ ὡς γνωστὸν ἡμῖν οἱ Ἰουδαῖοι οὐδόλως τοιούτου ζήλου ἐνεφοροῦντο, διότι ἐκ τῶν κατωτέρω γίγνεται δῆλον, ὅτι οἱ Ἰουδαῖοι ἤγοντο ὑπὸ πνεύματος κακίας καὶ μοχθηρίας καὶ οὐχὶ ὑπὸ εὐσεβείας ἀληθοῦς πρὸς τὸν Θεὸν τὸν ἐντελλόμενον «ἓξ ἡμέρας ἐργᾷ, καὶ ποιήσεις πάντα τὰ ἔργα σου· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ Σάββατα Κυρίῳ τοῦ Θεῷ σου». Ἀλλὰ τί ἀποκρίνεται αὐτοῖς ὁ ἄνθρωπος; «Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἷπεν, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει». Ἡ ἀπόκρισις αὕτη μεστή ἐστι πολλῆς παρρησίας, ἅμα δὲ καὶ εἰρωνείας λαμπρῶς ἐπιστομίζουσα τὴν ἀναίσχυντου αὐτῶν γλῶσσαν, ὡσανεὶ ἔλεγε, «Ληρεῖτε καὶ παραπαίετε κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ». Λαμπρᾷ λοιπὸν καὶ γεγωνυίᾳ τῇ φωνῇ ὁμολογεῖ καὶ ἀνακηρύττει παρρησίᾳ τὴν εὐεργεσίαν, καίπερ μὴ εἰδὼς τὸν Ἰησοῦν, ὅστις ἦν. Ἡ πρὸς τοὺς Ἰουδαίους ἀπόκρισις αὐτοῦ ἦν οὐ μόνον δικαία, ἀλλὰ καὶ φυσική· οὐκ ᾔδει τίς ὁ ποιήσας αὐτὸν ὑγιᾶ, κατενόει ὅμως, ὅτι ἄνθρωπος ἔχων τηλικαύτην δύναμιν, ἵνα διὰ λόγου μόνον θεραπεύσῃ αὐτὸν, εἶχεν ὡσαύτως καὶ τὴν δύναμιν, ὅπως ἐπιτρέψῃ αὐτῷ ἵνα ἄρῃ τὸν κράββατον αὐτοῦ, ἐφ’ οὗ ἐπὶ ὅλα ὀκτὼ καὶ τριάκοντα ἔτη κατέκειτο παραλυτικός.

12) «Ἠρώτησαν αὐτὸν, Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει,

13) Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.

14) Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ. καὶ λέγεν αὐτῷ. Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν τι σοι γένηται» (ΙΩΑΝΝ. ε´. 12–14).

§ 2. ’Εκ τῆς παραινέσεως ταύτης τοῦ Ἰησοῦ μανθάνομεν ὅτι ἀμαρτιῶν ἕνεκα ἐτιμωρήθη ὁ ἄνθρωπος παραλυτικὸς γενόμενος, διὸ καὶ ὁ Κύριος ἡμῶν προνοεῖ περὶ αὐτοῦ νουθετῶν καὶ συμβουλεύων· «ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται». Ἐπωφελεῖται ὁ Ἰησοῦς τὴν εὐκαιρίαν, ἵνα κηρύξῃ τῷ παραλυτικῷ, ὃν εὗρεν ἐν τῷ ἱερῷ – «ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν· οὐ γὰρ ἐχώρησεν εἰς ἀγορὰς καὶ περιπάτους, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτὸν, ἀλλ’ ἐν τῷ ἱερῷ διῆγε» – ὅτι κρίσις ἐστὶ διὰ τὴν ἁμαρτίαν πίπτουσα ἐπ’ ἐκείνους, οἵτινες ἐξακολουθοῦσιν ἔτι ζῶντες ἐν αὐτῇ, καὶ μάλιστα ἐπ’ ἐκείνους, οἵπερ ἐπιμένουσιν ἔτι αὐτῇ, καίπερ δοκιμάσαντες τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ καὶ ὑπὸ τοῦ φωτὸς αὐτοῦ φωτισθέντες. «Ἑκουσίως ἁμαρτανόντων ἡμῶν, λέγει ὁ θεῖος Παῦλος, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους».

§ 3. Ἐν τούτοις πῶς ἆρά γε δυνατὸν νὰ ὑπακούσῃ τις εἰς ταύτην τὴν ἐντολὴν «Μηκέτι ἀμάρτανε»; Ἡ φύσις ἡμῶν καίπερ ὑπὸ τοῦ κράτους τῆς χάριτος ἐνισχυομένη, ὑπόκειται ὅμως εἰς πειρασμοὺς, οἵτινες οὐ παύονται πλεκτάνας καὶ πέδας ἡμῖν ὑφαίνοντες·Ὁ πεπτωκὼς ἄνθρωπος ὠρθώθη ἐν τῷ Ἰησοῦ, ἀλλά διότι μία ἀσθένεια θεραπεύεται, οὐδαμῶς ἕπεται, ὅτι ὁ θεραπευθεὶς ἄρρωστος οὐ δύναται ὑποτροπιάζειν. Οὐ μὴν ἀλλά δίδων τὴν ἐντολὴν ταύτην ὁ Θεάνθρωπος Ἰησοῦς, ἔδωκε καὶ τὴν δύναμιν, ἵνα συμμορφωθῶμεν αῦτῇ. Ἄνευ τῆς ἐξασκήσεως τῆς δυνάμεως αὐτοῦ ὁ παραλυτικὸς οὐδόλως θὰ ἠδύνατο ὅπως ἐγερθεὶς ἄρῃ τὸν κράββατον αὐτοῦ καὶ περιπατήσῃ ἀλλ’ ἐποίησε ταῦτα κατ’ ἐντολὴν τοῦ Ἰησοῦ. Ἐποίησεν ὅ,τι ἐπὶ πολὺ ἐζήτει ἐπὶ ματαίῳ, ἡ δὲ νῦν πράξις αὐτοῦ ἦν τρανὴ τῆς; θεραπείας αὐτοῦ ἀπόδειζις. Τὸ αὐτὸ γίγνεται καὶ ἐν τῇ τοῦ ἀνθρώπου καρδίᾳ ζητούσῃ τὴν ἑαυτῆς συγγώρησιν καὶ τὴν μετὰ τοῦ τοῦ Θεοῦ διαλλαγὴν διὰ τῆς ἐν Χριστῷ Ἰησοῦ πίστεως. Δῆλον δὲ ὅτι δέον νὰ ἀποδείξῃ τὴν μεταβολὴν, τὴν ἐν αὐτῇ ἐνεργουμένην· δέον ἵνα «μεταβῇ ἐκ τοῦ θανάτου» τῆς ἁμαρτίας «εἰς τὴν ζωὴν» τῆς δικαιοσύνης, ἐγκαταλείπων ἐν τῷ βάθει τῆς κολυμβήθρας, ἐν ᾗ ἐβαπτίσθη, πάντα τά ἐπαναστατικὰ αὐτῆς πάθη, ὅλας τὰς ἀσεβεῖς αὐτῆς ἐπιθυμίας, ὅ,τι ἀπαρέσκει τῷ Θεῷ καὶ καθιστᾷ αὐτὴν ἀναξαν τοῦ Οὐρανοῦ, καὶ ἀνακτώμενος τὰς διαφόρους χάριτας τὰς κοσμούσας τὴν διδασκαλίαν τοῦ Χριστοῦ. Δέον τέλος ἵνα «ἐπιχορηγήσῃ ἐν τῇ πίστει αὐτοῦ τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδέλφειαν, ἐν δὲ τῇ φιλαδέλφείᾳ τὴν ἀγάπην».

§ 4. Ἀνάγκη δὲ ὅπως, ὅπερ συνέβη τῷ παραλυτικῷ ἐν Βηθεσδᾷ, συμβῇ καὶ εἰς ἕκαστον ἐξ ἡμῶν τῶν μετεχόντων τῆς ἐν Χριστῷ Ἰησοῦ ἀπολυτρώσεως. ᾘσθάνθη ὁ παράλυτος τὴν δυστυχίαν αὐτοῦ, διενοήθη πῶς δύναται νὰ ἀνακουφισθῇ καὶ τέλος προελήφθη ὑπὸ τῆς εὐσπλαγχνίας τοῦ λυτρωτοῦ. Έπ’ ἴσης πᾶς χριστιανὸς δέον εἰπεῖν καθ’ ἑαυτόν· «ἥμαρτον εἰς τὸν οὐρανὸν», ἥμαρτον εἰς τὸν Ὑψιστον καὶ οὐ δύναμαι παρασταθῆναι ἐνώπιον αὐτοῦ ἐν κρίσει· ἡ φύσις μού ἐστι τοσοῦτον διεφθαρμένη, ὥστε «οὐχ ὃ θέλω ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ οὐ θέλω κακὸν, τοῦτο πράττω». Πῶς θὰ δυνηθῶ, ἵνα τύχω τῆς ἀφέσεως τῶν παρελθουσῶν ἀμαρτιῶν μου, πῶς δὲ ἡ λιθίνη καὶ πεπωρωμένη καρδία μου ἀφαιρεθήσεται ἀπ’ ἐμοῦ καὶ ἀντικατασταθήσεται δι’ ἅλλης ὑπὸ τῆς ἀγάπης καὶ τῆς πρὸς τὸν Θεὸν εὐσεβείας ἐμπνεομένης; Ἓν μόνον μέσον δείκνυται ἡμῖν «Εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς». Δέον ἵνα ἀνακαινίσω ἐμαυτὸν ἀπὸ τῆς διαφθορᾶς· δέον ἵνα ἐνισχύσω ἐμαυτὸν, ἵνα ἐγερθῶ ὑπεράνω τοῦ κονιορτοῦ τοῦ κόσμου τούτου, καὶ διαμένω ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης· δέον τέλος ἵνα παραχθῶσιν ἐν ἐμοὶ οἱ καρποὶ τοῦ Πνεύματος οἱ παρά τοῦ Θεοῦ ἐπιδεδοκιμασμένοι, πρὸς οὓς ἡ καρδία τοῦ ἀνθρώπου χαλεπῶς οἰκειοῦται.

§ 5. Ἰδοὺ ὁποῖον συνέβη εἰς οὓς τὸ Εὐαγγέλιον ἐκηρύχθη κατὰ πρῶτον, οἵτινες ἔζων τέως ἐν πάσῃ διαφθορᾷ φύσεως μὴ ἀνακαινισθείσης. «Τινὲς ἐξ ὑμῶν», λέγει ὁ ἀπόστολος Παῦλος, πρὸς Κορινθίους γράφων «Τινὲς ἐξ ὑμῶν ἦτε πάλαι πόρνοι, μοιχοὶ, κλέπται, πλεονέκται, μέθυσοι, λοίδοροι, ἅρπαγες, ἀλλὰ νῦν ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν». «Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ ἐγκατέλιπον τὰς κακὰς αὐτῶν ἕξεις καὶ ὑψώθησαν ὑπεράνω τοῦ σκότους, ἐν ᾧ ἦσαν τέως βεβυθισμένοι λαβόντες τὴν δύναμιν τοῦ περιπατεῖν ἐνώπιον τοῦ Θεοῦ ἐν δικαιοσύνῃ καὶ εὐσεβείᾳ.

§ 6. Ἡ μεγαλειτέρα δυσκολία ἔγκειται ἐν τῇ συναισθήσει τῆς ἀνάγκης τῆς βοηθείας ταύτης, ἵνα ἐπὶ τούτῳ ζητῶμεν καὶ μετάχειριζώμεθα τὸ φάρμακον αὐτῆς. Ὁ παραλυτικὸς ῂσθάνθη, οὗτινος εἶχε χρείαν, ἀλλ’ οὐδεμίαν εἶχεν ἐλπίδα ἐπιτυχίας· «Κύριε», λέγει, «ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμπήθραν». Βεβαίως ἐπιθυμῶ καὶ ποθῶ καὶ εὔχομαι, ἵνα ἀπαλλαγῶ τῆς κλίνης ταύτης τοῦ θανάτου, τῆς φοβέρᾶς καὶ ἐπωδύνου μου ἀσθενείας, ἀλλ’ ἐν ᾗ θέσει εἰμὶ ἐλεεινῇ καὶ ἀξιοδακρύτῳ στερούμενος πάσης βοηθείας, πῶς δύναμαι τυχεῖν τῆς ποθητῆς μοι ὑγιείας; Ποιαν ἐλπίδα δύναμαι νὰ ἔχω; Ὅταν ὑπὸ τοιούτων κατεχώμεθα αἰσθημάτων, οἱ ἀγγελοι ἐν τῷ οὐρανῷ χαίρουσιν ἐπὶ τούτῳ. Ναὶ χαίρουσιν, ὅταν λέγωμεν ἐν ἑαυτοῖς ἕκαστος: ἐπιθυμῶ τῷ ὄντι ἵνα καθαρισθῶ ἀπὸ τῆς ἀμαρτίας μου, ἀλλ’ οὐδόλως δύναμαι νὰ ἀπαλλαγῶ ἀπ’ αὐτῆς· χρῄζω βοήθειας μεγάλης· οὐδένα ἔχω ἄνθρωπον δυνάμενον, ἵνα μὲ ἐνισχύσῃ, ὅπως νικήσω τὰς κακὰς διαθέσεις τῆς καρδίας μου, τὰς κακὰς καὶ διεστραμμένας ἕξεις τῆς ζωῆς μου. «Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, ὥστε οὐ δύναμαι ποιεῖν ὃ ἂν θέλω». «Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»;

§ 7. Ἐν τῇ καταστάσει ταύτῃ τῆς καρδίας ἡ ἐπαγγελία τοῦ Ἰησοῦ, οἵα παρίσταται ἐν τῷ Εὐαγγελίῳ θεωρεῖται καὶ ἀληθῶς ὡς κοινή τις χαρά. Αὐτὸς λέγων «θέλεις ὑγιὴς γενέσθαι»; ἐπαγγέλλεται ἵνα λυτρώσῃ ἡμᾶς, ἀναδέχεται ὅπως πληρώσῃ πασας ἡμῶν τὰς ἀνάγκας. Ἐάν ἡ καρδία ἡμῶν θερμῶς φλέγηται ὑπὸ τούτων τῶν ἀληθειῶν, ὅτι «χωρὶς ἀγιασμοῦ οὐδεὶς ὄψεται τὸν Κύριον», καὶ ὅτι χωρὶς Πνεύματος Θεοῦ ἐν Χριστῷ Ἰησοῦ οὐδεὶς δύναται, ἵνα δίκαιος γένηται καὶ εὐσεβὴς, πρόθυμοι ἐσόμεθα ἵνα δεχθῶμεν τὴν εἰς ἡμᾶς γενομένην ἐπαγγελίαν καὶ «ὁμολογήσωμεν χάριν τῷ Θεῷ ἐηὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ» «Θέλεις ὑγιὴς γενέσθαι»; Τοιοῦτός ἐστιν ὁ μεγαλείτερος πόθος μου· ἡ μεγαλειτέρα καὶ διακαεστέρα μου ἐπιθυμία ἐστὶν, ἵνα ἀπὸ τοῦ ἐκ τοῦ Ἀδὰμ προερχομένου ρύπου καθαρισθῶ καὶ ἀποβῶ τέκνον τοῦ Θεοῦ διὰ τῆς υἱοθεσίας τῆς ἐν Χριστῷ Ἰησοῦ.

§ 8. Ὁ ἠγαπημένος ἡμῖν Κύριος καὶ Σωτὴρ, ὁ γλυκύτατος Ἰησοῦς ἐπιδοκιμάζει καὶ ἐνθαορύνει τὴν πρὸς αὐτὸν προσερχομένην καρδίαν καὶ δεχομένην τὴν εὐεργετικὴν αὐτοῦ πρόσκλησιν. Λεγει τῷ παραλυτικῷ· «Ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει». Λέγει τῷ ταπεινῷ καὶ μετανοοῦντι ἁμαρτωλῷ διὰ τοῦ λειτουργοῦ τῆς Ἐκκλησίας «ἔγειραι, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου»· ο ρῦπος τῆς ἁμαρτίας σου ἐξηλείφθη· «δικαιωθεὶς διὰ τῆς πίστεως εἰρήνην ἔχεις πρὸς τὸν Θεόν». «Ἴδε ὑγιὴς γέγονας, μηκέτι οὖν ἁμάρτανε, ἵνα μή τι χεῖρον γένηταί σοι». Ὁ ἀπόστολος Πέτρος λόγον ποιούμενος περὶ ἐκείνων τῶν Χριστιανῶν, οἵτινες «ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ ἐμπλακέντες ἡττῶνται» λέγει· «κρεῖττον ἦν αῦτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς». Πορεύου λοιπὸν καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς σου περιπάτει ἐνώπιον τοῦ Θεοῦ ἐν δικαιοσύνῃ καὶ ὁσιότητι. Προσήλωσον τόν τε νοῦν καὶ τὴν καρδίαν σου εἰς τὰ οὐράνια, τὰ αἰώνια καὶ ἀτελεύτητα, τῶν δὲ πραγμάτων τοῦ κόσμου τοιαύτην χρῆσιν ποιοῦ, ὥστε καὶ ταῦτα νὰ ὑπηρετῶσι τὰ αἰώνια συμφέροντά σου· διότι ἄλλως «κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν».

Ὀμιλία ΚΣΤ´. Ὁ Ἰησοῦς διαλέγεται πρὸς Ἰουδαίους περι του κυρους και της πνευματικης αυτου ισχυος

15) «Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

16) Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ.

17) Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι» (ΙΩΑΝΝ. ε´. 15–17).

§ 1. Ὁ Κύριος ἡμῶν θεραπεύσας ἐν ἡμέρᾳ Σαββάτου τὸν παραλυτικὸν, καὶ ἰδὼν τὴν ἐπὶ τούτῳ μῆνιν καὶ τὴν ἀγανάκτησιν τῷν Ἰουδαίων, οὕτως ἀποκρίνεται αὐτοῖς· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται». Ὁ Πατήρ μου καὶ ἐν ἡμέρᾳ Σαββάτου ἐργάζεται καὶ προνοεῖ «ἀνατέλλων τὸν ἥλιον», «οὐρανόθεν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν» τῶν ἀνθρώπων. Κἀγὼ τὸ αὐτὸ ποιῶ. Καὶ πῶς ἔπρεπεν ἐγὼ, ὅστις διὰ τὴν ὑπερβάλλουσαν ἀγάπην μου πρὸς τὸν ἄνθρωπον «σὰρξ ἐγενόμην καὶ ἐσκήνωσα ἐν ὑμῖν», πῶς ἔπρεπεν ἵνα ἀνεχθῶ, ὅπως ὦσιν ὁ τυφλὸς ἐν ἀπελπισμῷ, ὁ παραλυτικὸς ἐν διηνεκεῖ ἐπὶ τῆς κλίνης αὐτοῦ μαρασμῷ, ὁ λεπρὸς ἐν παντοτεινῇ χλεύῃ καὶ περιφρονήσει μὴ θεραπεύων τὰ πλάσματα ταῦτα τῶν χειρῶν μου, ἔστω καὶ ἐν ἡμέρα Σαββάτου; «Ὁ Πατήρ μου προνοεῖ, συγκρατεῖ τὰ γενόμενα πάντα». Καὶ ἐγὼ πηλῷ χρίσας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ἐνετειλάμην αὐτῷ ἵνα πορευθεὶς «νίψηται εἰς τὴν κολυμβηθραν τοῦ Σιλωὰμ καὶ νιψάμενος ἀνέβλεψε. «Καὶ εἰς τὸν παραλυτικὸν ἐπίσης εἶπον· «ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει». Ὁ δὲ ἦρε τὸν κράββατόν αὐτοῦ καὶ περιεπάτησε. Ταῦτα τὰ ἔργα τῆς εὐσπλαγχνίας ποιήσας οὐδόλως τὸ Σάββατον ἐβεβήλωσα, ἀλλὰ μᾶλλον ἡγίασα. Διὰ τοῦ συλλογισμοῦ τούτου κηρύττει ὅ τι ἄλλοτε ἐβεβαίωσεν ὅτι δηλαδὴ «αὐτός καὶ ὁ πατὴρ ἕν εἰσι».

§ 2. Ἡ περίστασις αὕτη ἀναμιμνήσκει ἡμᾶς ἐτέραν τινὰ πρᾶξιντῶν μαθητῶν τοῦ Ἰησοῦ, ἥν διέσωσεν ἡμῖν ὁ εὐαγγελιστὴς Ματθαῖος. Κατὰ ταύτην οἱ μαθηταὶ τοῦ Ἰησοῦ διερχόμενοι «διὰ τῶν σπορίμων καὶ πεινάσαντες ἤρξαντο τίλλειν σταχυας καὶ ἐσθίειν». «Οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον τῷ Ἰησοῦ, Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ», βαρεῖαν κατὰ τοῦ Σωτῆρος ἡμῶν προσάπτειν θέλοντες κατηγορίαν. Ἀλλ’ ὁ Κύριος ἡμῶν ἀπολογούμενος ὑπὲρ τῶν μαθητῶν αὐτοῦ φέρει εἰς μέσον τὸν Δαβὶδ, λέγων αὐτοῖς «Οὐκ ἀνέγνωτε τί ἐποίησεν ὁ Δαβὶδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ»; Ἔκ τε τῶν ἀνωτέρω καὶ ἐκ τούτων καταδείκνυται λίαν σαφῶς ὅτι ὁ Κύριος ἡμῶν θέλων ἵνα παραστήσῃ τὸ ἴσον τῆς ἀξίας, μετὰ πολλῆς τῆς δεξιότητος τὴν ἀπολογίαν κατασκευάζει. Καὶ ὁ θεῖος Χρυσόστομος ὧδέ πως περὶ τούτου ἐκφράζεται. «Ὅτε μὲν ὑπὲρ τῶν μαθητῶν ἀπολογήσασθαι ἔδει, τὸν Δαβὶδ τὸν ὁμόδουλον αὐτῶν εἰς μέσον ἔφερεν,.. ὅτε δὲ περὶ ἑαυτοῦ, ἐπὶ τὸν Πατέρα κατέφυγεν, ἑκατέρωθεν τὸ ὁμότιμον δεικνὺς, τῷ τε Πατέρα εἰπεῖν ἰδιαζόντως, καὶ τῷ τὰ αὐτὰ πράττειν ἐκείνῳ». Οἱ Ἰουδαῖοι ταῦτα κατανοήσαντες ἠγανάκτησαν σφόδρα.

18) «Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυεν τὸ Σάββατον ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν Θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.

19) Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ δύναται ὁ υἱὸς ἀφ᾿ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.

20) Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε.

21) Ὤσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.

22) Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ.

23) Ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν» (ΙΩΑΝΝ. ε´. 18–23).

§ 5. Οἱ Ἰουδαῖοι ὑπὸ ψευδοῦς ὑπὲρ τῆς τιμῆς καὶ δόξης τοῦ θείου ζήλου ὁρμώμενοι ἠγανάκτουν κατὰ τοῦ Ἰησοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτὸν «ὡς ἴσον ἑαυτὸν τῷ Θεῷ ποιοῦντα». Ἀλλ’ ὁ Ἰησοῦς λίαν ἀταράχως λέγει αὐτοῖς, ὅτι εἰ ἐτίμων ὄντως τὸν Πατέρα ἔδει ἵνα καὶ αὐτὸν τιμῶσιν, ὡς παριστῶντα τὸν Πατέρα, καὶ ὡς μὴ ἐλθόντα ἐξ ἰδίας βουλήσεως, ἀλλ’ ἐν ὀνόματι τοῦ Πατρός· «οὐ δύναται λέγειν, ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν»· ὅτι τὰ θαύματα, ἃ ἐποίει συμφώνως τῷ Πατρὶ ἐποίει ὡς ὢν συναΐδιος καὶ ὁμότιμος αὐτῷ καὶ ὅτι «μείζονα τούτων δείξει αὐτοῖς ἔργα». Δι’ ὃ λέγει αὐτοῖς, «ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱός οὓς θέλει ζωοποιεῖ». «Οὐδὲ ὁ Πατὶρ κρίνει οὐδένα, ἀλλά τὴν τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υίῷ». Ἔδωκεν αὐτῷ πλήρη ἐξουσίαν, «ὅτι υἱὸς ἀνθρώπου ἐστί». «Κἂν νεκρῶν εἴπῃς ἀνάστασιν, λέγει ὁ Χρυσόστομος, κἂν σωμάτων διάπλασιν, κἂν ἁμαρτημάτων ἄφεσιν, κἂν ἄλλο τι οὖν, ὁμοίως ἐργάζεται τῷ γεγεννηκότι». Ἐγένοντο ἤδη μάρτυρες τῆς δυνάμεως αὐτοῦ ἐπὶ τοῦ σώματος, ἐλεύσεται ὥρα, ὅτε γενήσονται καὶ τῆς ἐπὶ τῆς ψυχῆς ἐξουσίας αὐτοῦ.

24) «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

25) Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.

26) Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ·

27) καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖ, ὅτι υἱὸς ἀνθρώπου ἐστί» (ΙΩΑΝΝ. ε´. 24–27).

§ 4. Ὁ Ἰησοῦς ἐπαναλαμβάνει ἐνταῦθα ὅ,τι ἐν τοῖς ἀνωτέρω ἐβεβαίωσεν, ὅτι δηλαδὴ ἀπεστάλη ἵνα δώσῃ ζωὴν τὴν αἰώνιον εἰς πάντας «τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους» «καὶ εἰς πάντας τοὺς ἀκούοντας τὸν λόγον αὐτοῦ καὶ πιστεύοντας τῷ πέμψαντι αὐτόν»· ὅτι οἱ πιστεύοντες εἰς τὸ ἀγγελμα τοῦ Πατρὸς «μεταβήσονται ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν» «Ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται». Πολλαὶ σπουδαῖαι καὶ σωτηριώδεις ἀλήθειαι συμπεριλαμβάνονται ἐν τοῖς λόγοις τούτοις τῆς Εὐαγγελικῆς οἰκονομίας. Οἱ χωρὶς τοῦ Χριστοῦ εἰσι νεκροί· ὁ Χριστὸς μόνος δύναται ἐγείρεν αὐτοὺς καὶ οἱ ἐγερθησόμενοι «ζήσονται».

Α´. Ἡ κατάστασις ἐκείνων, οἵτινες χωρὶς τοῦ Χριστοῦ εἰσιν, εὐλόγως καὶ κατὰ δίκαιον λόγον παραβάλλεται πρός θάνατον· διότι οὗτοί εἰσιν οὕτως ἀνωφελεῖς ἐν πάσαις ταῖς περιστάσεσι ταῖς ἀναφερομέναις εἰς πάντα τὰ ὑψηλὰ ἀντικείμενα, πρὸς ἃ ἡ ζωὴ τοῦ ἀνθρώπου ἐδόθη, ὥστε ὅμοιοί εἰσι τοῖς ἐν τῷ τάφῳ νεκροῖς, ἄχρηστοι εἰς ὑπηρεσίαν τοῦ Θεοῦ, ἀνωφελεῖς πρὸς ἐκπλήρωσιν παντὸς πνευματικοῦ, καταδεδικασμένοι ἐνώπιον τοῦ Θεοῦ καὶ ἐκτεθειμένοι εἰς τὴν δικαίαν αὐτοῦ ὀργήν. Τοιαύτη ἦν ἡ κατάστασις τοῦ πλουσίου ἐκείνου, ὅστις ἄφρων ὢν ἐλεγε· «Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». Τοιαύτη τις ζωὴ πρὸς τὸν Θεὸν, τὴν ψυχὴν, τὴν αἰωνιότητα, τί ἄλλο ἐστὶν, εἰμὴ θάνατος ζῶν..!

Β´. Ὁ Χριστὸς δίδει ζωὴν εἰς πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας ἵνα ἐγείρωνται ἐκ τοῦ σκότους, ἐν ᾧ εἰσι βεβυθισμένοι. «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ». Τὸ Πνεῦμα αὐτοῦ εἰσδῦον ἐν ταῖς καρδίαις αὐτῶν δίδει αὐτοῖς νέαν ζωὴν, νέαν ὕπαρξιν· διότι ζῶντες ἄλλοτε ἐν τῷ κόσμῳ τούτῳ, ὄντες «νεκροὶ τῷ Θεῷ», ζῶσι νῦν «τῷ Θεῷ» καὶ εἰσὶ «νεκροὶ τῇ ἁμαρτίᾳ» ἐν τῷ κόσμῳ. Καὶ ὥσπερ αἱ ψυχαὶ αὐτῶν ἀπώλοντο ἂν, οὕτω ἄνευ βοηθείας, μόνον περὶ τοῦ σώματος αὐτῶν μεριμνῶσαι, οὕτω νῦν «νεκροῦσι τὰ μέλη αὐτῶν ἐπὶ τῆς γῆς», καὶ ζητοῦσι πρῶτοι καὶ κυρίως ὅπερ τρέφει καὶ ἐνισχύει τὰς ἀθανάτους αὐτῶν ψυχάς. Τοιαύτη ἐστὶν ἡ κυρίως ζωή· αὕτη ἐστὶν ἡ ἐν Χριστῷ καινὴ ζωὴ, ζωὴ, ἣν ὁ Χρίστὸς μόνον δίδει καὶ διατηρεῖ ἐκπληρῶν οὕτω τὴν ἐπαγγελίαν· «ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ». Ὁ Ζακχαῖος ἦν ἐκ τῶν πρώτων παραδειγμάτων· διότι «ταῖς πρότερον αὐτοῦ ἐν τῇ ἀγνοίᾳ ἐπιθυμίαις», δι’ ἑαυτὸν καὶ μόνον ζῶν, εἶτα πάσας τὰς κακὰς αὐτοῦ ἕξεις ἀποβαλὼν ἤρξατο ζῶν τῷ Θεῷ· ἤρξατο ἐργαζόμενος διὰ τὴν ἀγάπην τοῦ Θεοῦ μετὰ τῆς αὐτῆς προθυμίας, μεθ’ ἧς εἰργάζετο τέως διὰ τὸν κόσμον τοῦτον. Λέγει πρὸς τὸν Ἰησοῦν. Ἰδοὺ, τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός· τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλάσιον. Δι’ ὃ ἐπεσπάσατο τὴν εὐλογίαν τοῦ Χριστοῦ, ἅμα δὲ καὶ τὴν σωτηρίαν αὐτοῦ, «τέκνον τοῦ Θεοῦ γενόμενος» εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν».

Γ´. Οἱ οὕτω λοιπὸν ζῶντές εἰσιν «οἱ ἀκούοντες τὸν λόγον τοῦ υἱοῦ τοῦ Θεοῦ», καὶ ἔρχονται πρὸς αὐτὸν, «ἵνα ζωὴν ἔχωσιν». Τοῦτο ἐποίησεν ὁ Ζακχαῖος· «ὑπεδέξατο τὸν Ἰησοῦν χαίρων» ἐν τῷ οἴκῳ αὐτοῦ μεταβὰς οὕτω ἐκ τοῦ θανάτου τῆς ἁμαρτίας εἰς τὴν ζωὴν τῆς δικαιοσύνης. Ἄλλοι ἠρνήθησαν ἵνα τὸ αὐτὸ καὶ οὗτοι πράξωσι, καὶ παράδειγμα ἔστω ὁ πλούσιος ἐκεῖνος νεανίσκος, ὅστις ἀκούσας πῶς δύναται κληρονομῆσαι τὴν αἰώνιον ζωήν καὶ μαθὼν ὅτι ἵνα ζήσῃ τῷ Θεῷ, δέον ὅπως τὸν κόσμον καὶ πᾶσαν ἀρνηθῇ τήν αὐτοῦ ματαιότητα, «στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος». Ἤκουσε τῆς σωτηριώδους τοῦ Ἰησοῦ φωνῆς, ἀλλὰ διά τῶν ἐξωτερικῶν μόνον ὤτων μηδόλως φροντίζων ὅπως οἱ λόγοι τοῦ Ἰησοῦ εἰσδύσωσιν ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὕτως «ἡ ζωὴ καὶ ὁ θάνατος, τὸ ἀγαθὸν καὶ τὸ κακὸν» παρίστανται εἰς πάντας, εἰς οὓς τὸ Εὐαγγέλιον ἐκηρύχθη. Ἡ ἔρευνα τῶν καρδιῶν ἡμῶν ὡς πρὸς τὰ ἐνδόμυχα αἰσθήματα καὶ τὰς ἕξεις ἡμῶν αὕτη καὶ μόνη αϋτη δύναται νὰ ἀποφανθῇ, εἰ «ἔχομεν ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἐρχόμεθα». Εἰ «μετέβημεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν», ἐσμὲν τῷ ὄντι «νεκροὶ τῇ ἁμαρτίᾳ, ζῶντες δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν». Εἴθε ἵνα καὶ ἡμεῖς ὡς ἐκεῖνοι, ζῶμεν ἐπιθυμοῦντες καὶ ἐλπίζοντες ἵνα εὑρεθῶμεν τότε «λαὸς κατεσκευασμένος Κυρίῳ».

Ὀμιλία ΚΖ´. Ὁ Ἰησοῦς κηρύττει τὴν ἀνάστασιν τῶν νεκρῶν εις ζωην ἢ εις κρισιν

28) «Μὴ θαυμάζετε τοῦτο ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ.

29) Καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως» (ΙΩΑΝΝ. ε´. 28–29).

§ 1. Διὰ τῶν λόγων τούτων κηρύττει ὁ Κύριος τὸ θεμελιῶδες καὶ σωτήριον τῆς ἐκ νεκρῶν ἀναστάσεως δόγμα, ἐφ’ οὗ ἅπασα ἡ ἁγία αὐτοῦ καὶ ἄμωμος θρησκεία, ἐφ’ οὗ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐρείδεται. Ὁ ἀπόστολος Παῦλος εἰκότως λέγει· «Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν»; Τί ζῶσιν ἐν τῇ πίστει Ἐκείνου, ὅστις ἄνευ ἀντιλογίας ἀπέθανε καὶ ἐτάφη; «Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν», ἀκολουθήσωμεν πάντες πάσας τὰς ἐπιθυμίας τῶν καρδιῶν ἡμῶν, «αὔριον γὰρ ἀποθνήσκομεν» καὶ ἀποθνήσκομεν διὰ παντός. Ἀπόστολος, «μὴ πλανᾶσθε», «ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». «Ἔρχεται ὥρα ἐν ᾗ» «φανερωθήσονται ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε κακόν». «Ἀλλ’ ἐρεῖ τις, πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται»;

§ 2. Ἐκπλήττεται τῇ ἀληθείᾳ ὁ ἀνθρώπινος νοῦς διαλογιζόμενος ὅτι ἡ θάλασσα ἐξεμέσει τοὺς ἑαυτῆς νεκροὺς, καὶ ὁ θάνατος καὶ ὁ ᾍδης σὺν αὐτῷ ἐλευθερώσουσι τοὺς ὑπ’ αὐτῶν κρατουμένους καὶ ἡ ψυχὴ ἔτι ἅπαξ ἐμψυχώσει τὸ αὐτὸ σῶμα ἐκάστου. Οὐδεμίαν ἔχομεν ἀνάγκην ἵνα ἐκ τοῦ ἐγγυτάτω ἐξετάσωμεν τὸ σπουδαῖον ὄντως τοῦτο ἀντικείμενου, ὅπερ αὐτὸς ὁ Θεὸς ἀπεκάλυψεν ἡμῖν διὰ τοῦ ἀποστόλου Παύλου λέγοντος. «Ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν». Φανερόν ἐστιν ὅτι τὰ σώματα ἡμῶν μεγάλως ἀλλοιωθήσονται. «Ὅτι σπείρεται ἐν φθορᾷ, λέγει ὁ Ἀπόστολος, ἐγείρεται ἐν ἀφθαρσίᾳ». «Σὰρς καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδ’ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ», «Ὁ ποιήσας τὰ θαυμάσια» «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν», «καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι». Ἀλλὰ τὸ ἀναστησόμενον σῶμα ἔσται αὐτὸ τὸ ἀποθανὸν, ὡς ὁ σῖτος ὁ σπαρεὶς εἰς τὴν γῆν ἡ ὁ ὡριμάζων πρὸς θερισμὸν ὅτι ἐστι πάντοτε σῖτος ὁ αὐτὸς, ὁ σπαρεὶς ἐν τῇ γῇ καίτοι ὑπὸ μορφὴν διάφορον. Τὸ σῶμα τοῦτο ἐμψυχωθήσεται ἀναγνωρίζον ἑαυτὸ καὶ ἔχον τὰ αὐτὰ διανοήματα καὶ αἰσθήματα.

§ 3. Περὶ τῆς παντοδυναμίας ταύτης τοῦ πάντα κυβερνῶντος καὶ διέποντος Θεοῦ οὐδεὶς ἀμφιβάλλειν δύναται, ἐὰν ἀναλογισθῇ ὅτι καὶ αὐτὸς καταπληκτικῶς ἐπλάσθη καὶ θαυμαστῶς ἐκ τοῦ μηδενός. Αὐτὸς ὁ πλάσας Θεὸς δύναται ἐπίσης ἵνα τὸν ἄνθρωπον καταστήσῃ τοιοῦτον, ὁποῖος δέον ἵνα ᾖ, καὶ τοιοῦτον, οἷος πρέπει ἵνα ἐν πάσῃ μένῃ τῇ αἰωνιότητι. Καὶ ἐν τῇ ἀληθείᾳ ταύτῃ τῇ οὕτως θετικῶς βεβαιωθείσῃ «ἐν τῇ ἀναστάσει» εἰς ζωὴν ἢ εἰς θάνατον αἰώνιον εὑρίσκομεν τὴν ἐξήγησιν παντὸς, ὅ,τι φαίνεται ἡμῖν ἐκπληκτικὸν ἐν τῇ Εὐαγγελικῇ οἰκονομίᾳ. Ὁ υἱὸς καὶ Λόγος τοῦ Θεοῦ «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»· μέγα ἐστὶ τὸ μυστήριον τοῦτο· ἀλλὰ μάτην ἂν ἐγένετο, εἰμὴ «πάντες οἱ ἐν τοῖς μνημείοις ἤκουον τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ καὶ ἐξεπορεύοντο οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ἀλλ’ ἐσκέφθημέν ποτε τί ἀναμένει ἡμᾶς ἐν τῇ αἰωνιότητι; σκεπτόμενοι δὲ περὶ τούτου οὐκ ἐκπληττόμεθα ὅτι Ἐκεῖνος, ὅστις βλέπει πάντας τοὺς ἀνθρώπους ἐν τῷ θανάτῳ διατελοῦντας καὶ ὅστις γινώσκει τὰ ἐπακολδυθήματα τούτου, οὕτως ἐκάμφθη ἐκ τῆς ἀπείρου αὐτοῦ ἀγαθότητος, ὥστε ηὐδόκησεν ἵνα ταπεινωθῇ καὶ «τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐν τῷ σώματι αὐτοῦ» καὶ «σώσῃ τινάς»; Οὐδόλως, λέγω, ἐκπληττώμεθα ὅτι, ἐπειδὴ «διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ» ηὐδόκησεν ἵνα καὶ «διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθῶσιν οἱ πολλοί»;

§ 4. ’Εάν τις ἀμφιβάλλῃ περὶ τῆς ἀληθείας ταύτης τῆς οὕτως ἐνταῦθα βεβαιωθείσης περὶ τῆς αἰωνίου μακαριότητας τῶν πιστῶν καὶ τῆς αἰωνίου τιμωρίας τῶν ἀπίστων, βλεπέτω τὴν μεγάλην ταύτην ἀλήθειαν, ἣν πάντες ἀναγνωρίζομεν, τὴν ἐνσάρχωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οἱ ἄνθρωποι συνήθως οὐδόλως πιστεύουσιν ὅτι ὕψιστα πράγματα ἐκ μιᾶς καὶ μόνης στιγμῆς ἐξαρτῶνται. Ζητοῦσι μᾶλλον ἵνα ἐνασχολῶνται εἰς πράγματα ταράττοντα καὶ ἀνησυχοῦντα αὐτοὺς, ὁ δὲ Σατανᾶς ἀεὶ πάρεστιν αὐτοῖς λέγων ὥσπερ τοῖς πρότερον μακαρίοις πρωτοπλάστοις, «Οὐ θανάτῳ ἀποθανεῖσθε». Δύνασθε νὰ παρακούσητε εἰς τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ καταφρονήσητε τοῦ θελήματος αὐτοῦ τοῦ ἀποκαλυφθέντος ὑμῖν, ἀλλὰ μὴ φοβεῖσθε μηδέν· «οὐ γὰρ θανάτῳ ἀποθανεῖσθε». Ἥκαστος λοιπὸν ἐρωτησάτω ἢ μᾶλλον σκεφθήτω καθ’ ἑαυτόν· Ἵνα τί ὁ Υἱὸς τοῦ Θεοῦ ἔλθῃ καὶ ἀποκαλυφθῇ τῷ κόσμῳ καὶ ἀποθάνῃ ὑπὲρ αὐτοῦ, εἰ ὅ,τι ἐκηρύχθη ἡμῖν περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, οὐκ ἔστι πραγματικόν; Ἵνα τί ὁ Υἱός τοῦ Θεοῦ ἔλθῃ καὶ ἀποκαλυφθῇ τῷ κόσμῳ καὶ ἀποθάνῃ ὑπὲρ αὐτοῦ, εἰ δόξα τῆς βασιλείας τοῦ Θεοῦ οὐκ ἔστιν ὑπὲρ τὴν κατάληψιν ἡμῶν καὶ ἡ περιγραφὴ περὶ «τοῦ σκότους τοῦ ἐξωτέρου», περὶ «τοῦ πυρὸς τοῦ ἀσβέστου», περὶ «τοῦ ἀτελευτήτου σκώληκος» οὐδεμίαν ἔχει σχέσιν πρὸς οὐδὲν ὑλικὸν φυσικὸν ἢ πρὸς οὐδὲν οὕτω φρικῶδες καὶ φοβερὸν καὶ παριστᾷ πᾶν ἄλλο ἢ τὴν φρικωδεστάτην ὀδύνην, ἧς καὶ ἐνταῦθα δύναταί τις ἵνα σχηματίσῃ ἐλαχίστην ἰδέαν;

§ 5. Ἔχομεν λοιπὸν πάντοτε ἐν τῷ βίῳ ἡμῶν, ἐνώπιον ἡμῶν τὴν παράστασιν τῆς σκηνῆς, ἥτις ἐμφαίνεται διὰ τῶν λόγων τούτων. Σκεφθῶμεν ὁποῖα ἔσονται τὰ αἰσθήματα, ἅτινα ἐμπνέει ἡμῖν αὕτη ὅτε ἐσόμεθα ἀληθῶς μάρτυρες αὐτῆς, ὅτε μέλλομεν ἰδεῖν «τὸν ἥλιον μεταστρεφόμενον εἰς σκότος καὶ τὴν σελήνην εἰς αἶμα», τὸν οὐρανὸν καὶ τὰ ἄστρα ὡς φύλλα δένδρου καταπίπτοντα, τὰ στοιχεῖα διαλυόμενα, τὴν γῆν ἐξαφανιζομένην καὶ τοὺς νεκροὺς μεγάλους καὶ μικροὺς ἱσταμένους ἔμπροσθεν τοῦ ἀδεκάστου κριτοῦ, ἵνα κριθῶσι κατὰ τὰ ἔργα, αὐτῶν, κατὰ τὰ γεγραμμένα ἐν τοῖς βίβλοις! «Οὐ γὰρ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἔστηκε, λέγει ὁ θεῖος Χρυσόστομος, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ... Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι’ ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν». Ταῦτα πρὶν συμβῶσιν, ἡ πίστις δέον ἵνα παριστᾷ ἡμῖν, ὅπως τῆς ὥρας ἐκείνης ἐπιστάσης, ἕτοιμοι εὑρεθῶμεν, τὴν πίστιν δὲ ταύτην ἀνάγκη ἵνα ἑκάστοτε ἡμεῖς ἀνακινῶμεν καὶ διεγείρωμεν. «Τοῦτο τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ». Οὕτω χριστιανός τις τῶν ἀρχαίων χρόνων συνεχῶς ἔλεγεν ὅτι ἤκουε πάντοτε ἠχοῦντας εἰς τὰ ὦτα αὐτοῦ τούτους τοὺς λόγους· «Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα καὶ ἐλθὲ εἰς κρίσιν· ὁ κριτὴς κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ· αἱ βίβλοι ἀνοίγονται, ἡ ἀπόφασις κηρύττεται». Καὶ τῷ ὄντι λίαν συνετόν ἐστιν ἵνα, ἐὰν πιστεύωμεν εἰς τὴν ἀνάστασιν τῶν νεκρῶν, ὡς δόγμα πίστεως, ἔχωμεν ταύτην ἐνώπιον ἡμῶν ὡς ἀλήθειαν πρακτικὴν, πρὸς ἣν ἡ παροῦσα ἡμῶν δέον ἵνα ρυθμίζηται. Αὕτη τῇ ἀληθείᾳ διδάξει ἡμᾶς ἵνα ἐκτιμῶμεν τὸν χρόνον καὶ ἐπωφελώμεθα ἐξ αὐτοῦ ὅπως καταστέλλωμεν πᾶσαν σκέψιν πάντα λόγον, πᾶσαν πρᾶξιν ἀσεβῆ καὶ κανονίζωμεν ἐπιμελῶς τὴν παροῦσαν ζωὴν, ἥτις πάραυτα αὐστηρὰν ὑποστήσεται ἔρευναν παρὰ κριτοῦ ἀδεκάστου, οὗ ἐνώπιον οὐδεὶς ἐκφυγεῖν δύναται.

§ 6. ’Ενταῦθα τοῦ λόγου γενόμενοι παραθέτομεν τοὺς ὡραίους ἐκείνους τοῦ Χρυσορρήμονος περὶ τοῦ φρικτοῦ ἐκείνου δικαστηρίου λόγους· «Λάβωμεν, παρακαλῶ κατὰ νοῦν ἐκεῖνο τὸ δικαστήριον καὶ νομίσωμεν αὐτὸ παρεῖναι νῦν, καὶ τὸν κριτὴν καθέζεσθαι, καὶ τὰ πάντα ἀνακαλύπτεσθαι, καὶ εἰς μέσον ἄγεσθαι. Οὐ γὰρ ἁπλῶς παραστῆναι δεῖ, ἀλλὰ καὶ φανερωθῆναι ἡμᾶς. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐφρίξατε; ἆρα οὐχ αἱρούμεθα πολλάκις ἀποθανεῖν, ἢ ἐπὶ φίλων αἰδεσίμων πταῖσμα κρυπτὸν ἡμῶν φανερωθῆναι; Πῶς οὗν τότε διακεισόμεθα ἐπὶ πάντων ἀγγέλων καὶ πάντων ἀνθρώπων φανερουμένων τῶν ἡμετέρων ἁμαρτημάτων καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἱσταμένων «Ἐλέγξω σε γὰρ, φησὶ, καὶ παραστήσω κατά πρόσωπον σου τὰς ἁμαρτίας σου».

§ 7. Ταῦτα καὶ τὰ τοιαῦτα καὶ ἡμεῖς ἔχοντες ὑπ’ ὄψει δέον ἵνα διάγωμεν τὸν παρόντα ἡμῶν βίον οὕτως, ὥστε οὐδεμία μομφὴ» οὐδεμία κατάκρισις ὑπὸ τοῦ κριτοῦ πάσης φύσεως δοθῇ ἡμῖν. «Ἀναμνησθῶμεν τὰ ἔσχατα ἡμῶν, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσωμεν.

Ὀμιλία ΚΗ´. Ὁ Ἰησοῦς κηρύττει τοῖς Ἰουδαίοις, ὅτι τὰ τὲ εργα, α εποιει, καὶ αἰ αγιαι γραφαι μαρτυρουσι περι αὐτοῦ, ὡς απεσταλμενου παρὰ τοῦ πατρός

30) «Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω· καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.

31) Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.

32) Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ» (ΙΩΑΝΝ. ε´. 30–32).

§ 1. Ὁ Κύριος ἡμῶν ἐλθὼν εἰς τὸν κόσμον ἐκήρυξεν ἀληθείας, ὧν αἱ πλεῖσται ἦσαν οὕτω ξέναι καὶ καινοπρεπεῖς, ὥστε οἱ Ἰουδαῖοι ἐξεπλήττοντο. Ἐκήρυξεν, ἀληθείας, αἵτινές εἰσιν ὁ κανὼν καὶ ἡ βάσις πάσης δικαιοσύνης καὶ ἁγιότητος, καὶ αἵτινες, παραδεκταὶ ἅπαξ γενόμεναι, δέον ἵνα διοικῶσι καὶ ρυθμίζωσι τήν τε καρδίαν καὶ τὸν βίον ἐν γένει ἡμῶν. Ὁ Ἰησοῦς ἐκήρυξεν ἑαυτὸν ἴσον τῷ Θεῷ, ὅπερ οὐκ ἦν ὑπόθεσίς τις φιλοσοφικὴ, ἀλλὰ γεγονὸς ἀληθὲς καὶ βέβαιον· ἔδει ἵνα πιστεύσωσιν εἰς αὐτὸν καὶ ὑπακούσωσιν αὐτῷ, ὡς Θεῷ. Ἐκήρυξε τὴν ἀνάστασιν τῶν νεκρῶν καὶ ἐγνώρισεν οὕτως ἡμῖν ὅτι δέον ὅπως ζῶμεν ὡς οἱ ὀφείλοντες δοῦναι λόγον τῶν ὑπ’ αὐτῶν πεπραγμένων καὶ ἀνταμειφθῆναι κατὰ τὰ ἔργα ἡμῶν οἱαδήποτε ἂνὦσιν ἀγαθὰ ἢ φαῦλα.

§ 2. Ὅταν ἀλήθειά τις συνεπάγηται τοιαῦτα ἐπακολουθήματα, ἡ αὐθεντία ἡ περιβάλλουσα καὶ ὑποστηρίζουσα αὐτὴν ἀπαιτεῖ ἵνα ἡ ἀλήθεια αὕτη ἐξετασθῇ, ἑπομενως ὁ Σωτὴρ ἐτελείωσε τὸν λόγον αὐτοῦ δεικνύων ἐπὶ τίνος ἡ αὐθεντία αὕτη ἐθεμελιοῦτο. Ἐκήρυξεν ἤδη αὐτὴν εἰπών· «οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱὸν, καθὼς τιμῶσι τὸν πατέρα». Τοῦτο ἤδη ἐβεβαίωσεν, ἀλλ’οὐδεὶς δέχεται τὴν ἑαυτοῦ μαρτυρίαν· «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς», λέγει ὁ Κύριος τοῖς Ἰουδαίοις ἀποκρούων οὕτως ἔνστασιν αὐτῶν ἰσχυρὰν τὴν ἑξῆς. «Σὺ πάντα ταῦτα λέγεις, ἀλλ’ οὐκ εἶ ἀξιόπιστος μάρτυς σαυτῷ μαρτυρῶν· οὐδεὶς γὰρ ποτε ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις». Οἱαδήποτε κἂν ἦ ἡ ἀλήθεια, ἐν τούτοις δέον ἵνα κατὰ τοὺς νόμους τῆς ἐναργείας ᾖ ἐπικεκυρωμένη· δί’ ὃ ὁ Χριστὸς τρεῖς ἐπικαλεῖται μάρτυρας, δι’ ὧν οἱ Ἰουδαῖοι ἠδύναντο νὰ πεισθῶσιν, ὅτι καὶ ἡ ἑαυτοῦ μαρτυρία ἧν ἀληθὴς καὶ βεβαία· πρῶτον τὴν τοῦ Ἰωάννου τοῦ βαπτιστοῦ, δεύτερον τὴν τοῦ Πατρὸς καὶ τρίτον τὴν τῶν ἀγίων Γραφῶν.

33) «Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ.

34) Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε.

35) Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ» (ΙΩΑΝΝ. ε´. 33–35).

§ 3. Ὁ βαπτιστὴς Ἰωάννης ἔφερε τὴν αὐθεντίαν τῆς θείας αὐτοῦ ἀποστολῆς ἀνεγνωρισμένην «πάντες γὰρ εἶχον τὸν Ἰωάννην ὡς προφήτην». Οἱ ἄνθρωποι δῆλον ὅτι πασῶν τῶν τάξεων ἐξήταζον αὐτόν καὶ ἐπί τινα χρόνον ἠτένιζον πρὸς αὐτὸν, ὡς ἐπὶ «λύχνον φαίνοντα» καὶ «ἠθέλησαν ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ». Οὐδεμία μαρτυρία ἦν λαμπροτέρα καὶ ἀξιοπιστοτέρα ἢ ἐκείνης ἣν ὁ Ἰωάννης ἔδωκε περὶ τοῦ Ἰησοῦ τοῖς Ἰουδαίοις λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οὗτός ἐστι, περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν».

§ 4. Δευτέρα μαρτυρία ἔτι λαμπροτέρα τῆς προηγουμένης. «Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία Θεοῦ μείζων ἐστίν».

36) «Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ αὐτὰ τὰ ἔργα ἃ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκε.

37) Καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε.

38) καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε» (ΙΩΑΝΝ. ε´. 36–38).

§ 5. Ὁ πατὴρ ἐμαρτύρει περὶ τοῦ Χριστοῦ, ὡς «υἱοῦ ἀγαπητοῦ ἐν ᾧ ηὐδόκησε» καὶ ἐξηκολούθει ἔτι μαρτυρῶν περὶ αὐτοῦ. «Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκεν». «Εἰ τὰ ἔργα μὴ ἐποίησεν ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκε» συγγνωστέοι ἂν ἧσαν οἱ Ἰουδαῖοι ἀπορρίπτοντες αὐτὸν· διότι πᾶς ὁ λέγων ἑαυτὸν ὡς ἀπεσταλμένου παρὰ Θεοῦ ἀνάγκη ἵνα ἐπαρκεῖς δίδῃ ἀποδείξεις τῆς ἀποστολῆς αὐτοῦ ταύτης. Ἀλλ’ ὁ Κύριος ἡμῶν ἔδωκεν ἐπαρκεστάτας τοῖς Ἰουδαίοις ἀποδείξεις διὰ τῶν ἔργων αὐτοῦ, ἅτινα ἦσαν τηλικαῦτα, ὥστε ἠνάγκασαν τὸν ἄρχοντα αὐτῶν Νικόδημον, ἵνα ὁμολογήσῃ λέγων τῷ Ἰησοῦ, «Οὐδεὶς ταῦτα τὰ σημεῖα δύναται ποιεῖν, ἃ σύ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετὰ σοῦ». Καὶ οὐ μόνον ὁ Νικόδημος ὡμολόγησεν, ἀλλὰ καὶ «πολλοὶ ἐκ τοῦ ὄχλου» ἐκπληττόμενοι καὶ διαπορούμενοι ἐπὶ τοῖς ἔργοις αὐτοῦ «ἔλεγον, ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ τι πλείονα σημεῖα τούτων ποιήσει, ὧν οὖτος ἐποίησε»; Τοιαύτη λοιπὸν ἧν ἡ μαρτυρία τοῦ Πατρὸς «τοῦ ὁποίου τὸν λόγον οὐκ εἶχον» οἱ Ἰουδαῖοι «μένοντα ἐν αὐτοῖς», ἤτοι οὐκ εἶχον οἱ Ἰουδαῖοι «τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφήτας»· διότι εἰ καὶ ὁ Θεὸς διετάξατο αὐτὰ, ἀλλ’ ὅμως παρ’ αὐτοῖς οὐκ ἧσαν», ἐπειδὴ οὐδολως ἐπίστευον εἰς τὸν Χριστὸν, καίπερ τηλικαῦτα ἐν αὐτοῖς ἔργα ποιοῦντα.

§ 6. Τρίτη μαρτυρία, ἣν ὁ Ἰησοῦς ἐπικαλεῖται, ἐστὶν ἡ τῶν ἀγίων Γραφῶν, Λέγει τοῖς Ἰουδαίοις.

39) «Ἐραυνᾶτε τὰς γραφὰς ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.

40) Καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε» (ΙΩΑΝΝ. ε´. 39–40).

§ 7. Αἱ ἅγιαι Γραφαί εἰσι πλήρεις ἐναργείας, ἢ ὡς λέγει ὁ ἀπόστολος Παῦλος», «Πᾶσα Γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ᾖ ἄρτιος ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος». Οἱ Ἰουδαῖοι προτρέπονται ἐνταῦθα ὑπὸ τοῦ Κυρίου ἵνα ἐρευνῶσιν αὐτὰς, «ὅτι ἐν αὐταῖς δοκοῦσι ζωὴν αἰώνιον ἔχειν». Καὶ τῳόντι εἰ οἱ Ἰουδαῖοι μεθ’ ἀπλότητος καὶ εἰλικρίνειας ἠρεύνων ταύτας, οὐδεμία ἀμφιβολία, ὅτι ὡς ἄλλος ἀστὴρ θὰ ὡδήγει αὐτοὺς ὥς ποτε τοὺς μάγους, ἵνα πιστεύσωσιν, ὅτι ὄντως ὁ Ἰησοῦς ἦν «ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος», καὶ πιστεύοντες θὰ εἶχον ζωὴν ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἠδύναντο ἐλθεῖν πρὸς αὐτὸν, ἵνα ζωὴν ἔχωσι. Τῇ παραινέσει ταύτῃ τοῦ Ἰησοῦ οἱ Ἰουδαῖοι ἐπόμενοι θὰ εὕρισκον ἐν αὐταῖς, ὅ,τι ὁ Μωϋσῆς εἶπεν αὐτοῖς. «Προφήτην ἐκ μέσου σου, ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε». Ἤθελον ἔχει λοιπὸν ζήτημα οἱ Ἰουδαῖοι. Ἆρά γε οὗτός ἐστιν ὁ προσδοκώμενος Μεσαίας; Ἔπειτα ἤθελον εὕρει ὅτι πᾶν ὅ,τι αἱ Γραφαὶ ἐκήρυξαν περὶ τῆς γεννήσεως αὐτοῦ ἐξεπληρώθη· ἤθελον εὕρει ὅτι ἡ «φωνὴ τοῦ βοῶντος ἐν τῇ ἐρήμω» ἀντήχησε λέγουσα· «ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ὑμῶν». Ἤθελον εὕρει ὅτι, καθ’ ἃ προανήγγειλεν ὁ προφήτης Ἡσαΐας λέγων «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν»· ὁ υἱὸς οὗτος ἦν ἐκ τοῦ Δαβὶδ, ὅτι ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐν ὡρισμένω χρόνῳ, καθ’ ὃν κατὰ τὸ κήρυγμα τοῦ Ἡσαΐου ἄνθρωποι δίκαιοι καὶ εὐσεβεῖς «προσεδόκων λύτρωσιν τῷ Ἰσραὴλ», καὶ ὅτι κατὰ τὰ σημεῖα, ἅτινα προηγήθησαν, συνώδευσαν καὶ ἠκολούθησαν τὴν γέννησιν αὐτοῦ, οἱ Ἰουδαῖοι ἠδύναντο νὰ ὦσι καλῶς πεπεισμένοι ὅτι ὄντως «οὗτός ἐστιν ὁ προφήτης, ὁ ἐρχόμενος εἰς τὸν κόσμον». Κατὰ ταῦτα βεβαία ἦν ἡ μαρτυρία τοῦ Ἰωάννου κηρύξαντος ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ἡ τοῦ Πατρὸς λέγοντος ὅτι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς» καὶ ἐξακολουθοῦντος μαρτυρεῖν διὰ τῶν θαυμάτων, «ἅ ἔδωκεν αὐτῷ, ἵνα τελειώσῃ αὐτὰ», καὶ ἐπομένως ἄδει ἵνα πιστεύσωσιν αὐτῷ· πλὴν οἱ Ἰουδαῖοι ἐκώφευσαν αὐτῷ.

§ 8. Ὁ Ἰησοῦς λοιπὸν εἶχε δίκαιον λέγων αὐτοῖς, «Τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε»· ἢ ὡς λέγει ὁ θεῖος Χρυσόστομος, «Εἰ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε, εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ’ὑμῶν». Τὸν λόγον τοῦ Πατρὸς αὐτοῦ οὐκ εἶχον οἱ Ἰουδαίοιι «μένοντα ἐν αὐτοῖς», διότι ὁ χαρακτὴρ αὐτῶν οὐδέν κοινὸν εἶχε πρὸς τὸν τοῦ Πατρός. Οὗτοι ἐφαντάζοντο, ὡς καὶ νῦν δυστυχῶς οἱ ἐν τῇ δυσσεβεῖ αὐτῶν πλάνῃ ἔτι μένοντες, ὅτι ὁ προσδοκώμενος Μεσσίας ἔμελλεν ἐλθεῖν αὐτοῖς ὡς βασιλεὺς μετὰ δυνάμεως καὶ δόξης πολλῆς, ἐν ᾧ ἐὰν τοῖς τοῦ Ἡσαΐου λόγοις προσεῖχον, οὐδέποτε τοιαύτη περὶ Μεσσίου ἰδέα ἤθελεν ἐπέλθει αὐτοῖς. Οὕτως ὁ μεγαλοφωνότατος Ἡσαΐας προεῖπε λέγων. «Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους».

§ 9. Ἡ ἀπιστία αὐτῶν ἔστω παράδειγμα καὶ μάθημα δι’ ἡμᾶς τοὺς ζῶντας «ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις». «Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν», λέγει ὁ ἀπόστολος Πέτρος, ἀλλ’ οἴδαμεν ὅτι «ἔλαβε παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν», ὅτι «τὰ ἔργα, ἃ ὁ Πατὴρ ἔδωκεν αὐτῷ ποιεῖν, μαρτυροῦσι περὶ αὐτοῦ». «Καὶ ἔχομεν βεβαιότερου τὸν προφητικὸν λόγον». «Ἐὰν ἐρευνῶμεν τὰς Γραφάς, θέλομεν ἰδεῖ ὅτι «αὗται μαρτυροῦσι περὶ αὐτοῦ». Αὗται δὲ αἱ βεβαιώσεις ἐδόθησαν «τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῶσιν ὅτι ζωὴν ἔχουσιν αἰώνιον, καὶ ἵνα πιστεύωσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ». «Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν». Ἐὰν λοιπὸν τὴν εἰς Χριστὸν πίστιν, ἥτις ἐστὶν ἡ βάσις καὶ ἡ ἀρχὴ τῆς σωτηρίας ἡμῶν, «κατάσχωμεν μὲχρι τέλους» διὰ καθαροῦ καὶ ἐναρέτου βίου ἄμεμπτον καὶ ἀκηλίδωτον, πάντες ἐσόμεθα τῆς αὐτοῦ «τιμῆς καὶ δόξης» μέτοχοι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ὀμιλία ΚΘ´. Ὁ Κύριος ἡμῶν ἐλεγχει τοὺς Ἰουδαίους επι τῇ απιστιᾳ καὶ πωρωσει αὐτων

41) «Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω.

42) Ἀλλ’ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.

43) Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐκεῖνον λήμψεσθε.

44) Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» (ΙΩΑΝΝ. ε´. 41–44).

§ 1. Ὁ Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ὡς ὁ Σωτὴρ καὶ λυτρωτὴς αὐτοῦ. Ἐφανερώθη ἐν πρώτοις εἰς τοὺς Ἰουδαίους ὡς ὁ πρὸσδοκώμενος Μεσσίας. Ἡ ἐκπλήρωσις της προαιωνίου καὶ σωτηρίου βουλῆς, δι’ ἣν ἧλθεν, ἀπῄτει ὅπως οἱ Ἰουδαῖοι, ὁ περιούσιος καὶ ἄγιος αὐτοῦ λαὸς, πιστεύωσιν εἰς αὐτὸν, ὡς τὸν μέλλοντα ἵνα λυτρώσῃ αὐτοὺς οὐχὶ ἀπὸ τοῦ ζυγοῦ τῶν Ρωμαίων, ἀλλ’ ἀφ’ ἑτέρου ζυγοῦ ἔτι χαλεπωτέρου, τοῦ ἐπαράτου τῆς ἁμαρτίας καὶ ἐπαχθεστάτου ζυγοῦ. Πρὸς τοῦτο παρέσχεν αὐτοῖς πάσας τὰς δυνατὰς μαρτυρίας περὶ ἑαυτοῦ, τὴν μαρτυρίαν τοῦ Ἰωάννου, ὃν σφόδρα ὡς προφήτην ἐτίμων, τὴν μαρτυρίαν αὐτοῦ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ καὶ τὴν τῶν ἀγίων Γραφῶν. Εἰ μὴ ἐδέχοντο τὰς μαρτυρίας ταύτας, ἔδει ἵνα ἔχωσι πρὸς τοῦτο ἲδιόν τινα λόγον ἢ ἄλλο τι δυνάμενον, ὅπως χρησιμεύσῃ πρὸς διαστροφὴν τοῦ πνεύματος αὐτῶν, ὅπως δῆλον ὅτι ἐμποδίσῃ αὐτοὺς ἰδεῖν τὴν ἐνώπιον αὐτῶν παρισταμένην ἀλήθειαν. Ὄντως οἱ Ἰουδαῖοι οὐκ ἐδέχθησαν αὐτὸν· διό καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς. «Ἀλλ’ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς». Οὐκ ἀγαπᾶτε ὅ,τι ἐστὶν ἀρεστὸν Κυρίῳ τῷ ἡ Θεῷ ὑμῶν, οὐκ ἐπιθυμεῖτε τὰ ὑπὸ τοῦ Θεοῦ συγχωρούμενα, οὐ πράττετε τὰς τοῦ Θεοῦ ἐντολὰς, ἔχετε ἄλλας κλίσεις, ἄλλας ἐπιθυμίας, ἑτέρας ἀφοσιώσεις καὶ ἀγάπας, ὥστε οὐδὲν κοινὸν ἔχετι μετὰ τοῦ ἐλθόντος ἐν ὀνόματι τοῦ Πατρὸς, ἵνα καταδικάσῃ τὰ ὑπ’ ἐκείνου καταδεοικασμένα, ἵνα διατάξῃ τὰ ὑπ’ ἐκείνου διατεταγμένα. «Ἐὰν ἄλλος ἔλθῃ, ἐξακολουθεῖ ὁ Κύριος λέγων τοῖς Ἰουδαίοις, «ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε». Ναὶ «ἐκεῖνον λήψεσθε» ἐπ’ ἀληθείας διότι τοῦ κόσμου τούτου ἔσται, ἐκ τοῦ κόσμου, ὃν ὑμεῖς ἀγαπᾶτε καὶ στέργετε. Ὁ ἄνθρωπος ἐκεῖνος, ὃν μέλλετε ἵνα δεχθῆτε, ὅλως ἀνθρωπίνας καὶ κοσμικὰς σκέψεις ἕξει, ἢ ὡς λέγει ὁ ἱερὸς Εὐαγγελιστὴς ἐν τῇ πρώτῃ τῶν ἐπιστολῶν αὐτοῦ, «αὐτὸς ἐκ τοῦ κόσμου ἔσται· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλήσει, καὶ ὁ κόσμος αὐτοῦ ἀκούσεται».

§ 2. Τὸ κοσμικόν τοῦτο φρόνημα, τὸ σαρκικὸν τοῦτο πνεῦμα, τίθησι φραγμόν τινα μεταξὺ ὑμῶν καὶ τῆς ἀληθείας. «Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρ’ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε»; Πῶς δύνασθε πιστεῦσαι εἰς τὰς περὶ τῆς θεότητός μου ἀποδείξεις, ἐν ᾧ ἔστιν ἐν ὑμῖν ἑτέρα τις κλίσις καὶ διάθεσις ἐλκύουσα ὑμᾶς πρὸς τὰς τοῦ κόσμου τούτου; Ἐν ᾧ τὰ πνεύματα ὑμῶν κυβερνῶνται καὶ διευθύνονται ὑπὸ διαθέσεων, ἐπιθυμιῶν καὶ προλήψεων ὅλως κοσμικῶν;

§ 3. Ἀληθές ἔστιν ὅτι, ἵνα προσέλθωμεν εἴς τινα πρακτικὴν ἐν Χριστῷ πίστιν, ἀνάγκη ὅπως ὦμεν ἀπηλλαγμένοι πάσης ἐπιθυμιας, πάσης ἀπάτης τοῦ ματαίου καὶ πρόσκαίρου τούτου κόσμου, πάσης ἀποπλανήσεως αὐτοῦ, ἀνάγκη δῆλον ὅτι ἵνα παύσωμεν «λαμβάνοντες τὴν δόξαν ἡμῶν παρ’ ἀλλήλων», ἀνάγκη ἵνα παύσωμεν παρατηροῦντες τί πράττουσιν ἢ τί διανοοῦνται οἱ ἄλλοι· ἀνάγκη ἵνα ἔωμεν ἐλευθερίαν ἐν ἑαυτοῖς, μορφῶμεν κρίσιν ὑγιᾶ καὶ πράττωμεν κατὰ ταύτην. Οὐδόλως φέρ’ εἰπεῖν ἀληθές ἐστιν ὅτι ὁ Ἐφέσιος Δημήτριος ἐξετίμησεν ὡς δεῖ τὸ κῦρος τῶν Ἀποστόλων λέγων τοῖς ὁμοτέχνοις αὐτῷ ὅτι διὰ τῆς διδασκαλίας αὐτῶν καταφρονηθήσεται «τὸ ἱερὸν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος» καὶ ἑπομένως ὅτι ἡ ἐργασία αὐτῶν καὶ ἡ ἐντεῦθεν εὐπορία ἤθελε παύσει, ἀλλ’ ἐκ συμφέροντος ἐλαυνόμενος τοιαῦτα περὶ τῶν Ἀποστόλων ἐξήνεγκε, λόγους δηλονότι ἄνευ ἐλευθέρας καὶ ὑγιοῦς κρίσεως. Τὸ αὐτὸ ἐγένετο καὶ παρὰ τῷ Ἰουδαϊκῷ λαῷ· οἱ ἄρχοντες αὐτοῦ συνετίθεντο ἵνα πᾶς ὁ προσκολλλώμενος τῷ Ἰησοῦ «ἀποσυ νάγωγος γένηται». Πρὶν λοιπὸν ὁ ἄνθρωπος δυνηθῇ ἵνα εὐλόγως καὶ δικαίως κρίνῃ, εἰ ὁ Ἰησοῦς ἀληθῶς ἦν ὁ Χριστὸς, ὁ Σωτὴρ τοῦ κόσμου, δέον ἵνα διάφορος μὲν γένηται πρὸς τὰς τῶν ἀνθρώπων δοξασίας, τῶν ἀρχόντων, ἕτοιμος δὲ ὅπως ἀρνηθῇ αὐτὰς, ἀνάγκης οὔσης. Ἐὰν ζητῇ τὴν παρ’ ἀνθρώπων δόξαν, ἀνίκανος ἔσται ἵνα κρίνῃ περὶ τοῦ ἀληθοῦς τίτλου τοῦ Χριστοῦ.

§ 4. Ὅ,τι ἦν ἀναγκαῖον τότε ὅπως τις ὁμολογήσῃ τὸν Ἰησοῦν ὡς τὸν Χριστὸν, ἀναγκαῖόυ ἐστιν ἐπίσης καὶ νῦν, ἵνα πείσῃ καὶ βεβαιώσῃ τοὺς ἀνθρώπους ὅπως διάγωσι βίον ὄντως ἀγνὸν καὶ ἀληθῶς χριστιανικόν· δέον ἵνα οἱ ἄνθρωποι κρίνωσι περὶ τῶν ἐντολῶν τοῦ Εὐαγγελίου ἐλευθέρως, μηδόλως παρασυρόμενοι ὑπό τε τῶν δοξασιῶν καὶ τῶν πράξεων τῶν ἄλλων. Ὁ λόγος οὗτός ἐστιν ἀληθὴς, «ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῳ», διότι «ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστι, καὶ ὃς ἃν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται». Ἐάν τις ὁμολογῶν τὸν Χριστὸν ὡς υἱὸν τοῦ Θεοῦ καὶ Σωτῆρα τοῦ κόσμου εὐκόλως ἐπηρεάζηται ὑπὸ τῆς ἁμαρτίας, εὐκόλως καὶ ὑποτάσσεται εῖς τὰς ἀλόγους ὀρέξεις καὶ ἐπιθυμίας τῆς καρδίας αὐτοῦ, εἰς τὰ κοσμικὰ αὐτοῦ συμφέροντα· ἐάν τις ὁμολογῇ τὸν Χριστὸν ὡς Σωτῆρα καὶ Κύριον αὐτοῦ, ἀλλ’ ὑπὸ τῆς ἐπιθυμίας τοῦ κόσμου τούτου «ἐξέλκεται καὶ δελεάζεται,» τί ἄλλο ἐστιν εἰμὴ ἄνθρωπος δίψυχος «θεῶν μὲν ὁμολογῶν εἰδέναι τοῖς δὲ ἐργοις ἀρνούμενος»; Ὁ τοιοῦτος ὁμολογεῖ μὲν τὸν Χριστὸν, κηρύττει τὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγάπην αὐτοῦ, ἀλλ’ ὅμως οἱ λόγοι τοῦ Ἰησοῦ «θανάτῳ αὐτὸν κατακρινοῦσιν»· οἱ λόγοι τοῦ Ἰησοῦ ἐλέγξουσιν αὐτὸν «περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως». Καὶ οἱ Ἰουδαῖοι ὡμολόγουν μὲν, ὅτι «τοῦ Μωυσέως ἦσαν μαθηταὶ», ὅτι ἠκολούθουν τῷ Μωυσῇ, ἀλλ’ οἱ λόγοι αὐτοῦ καταδικάζουσιν αὐτούς. Ὡμολόγουν, ὅτι εἵποντο τοῖς προφήταις, καὶ ὅμως οἱ προφῆται σφοδρότατα αὐτοὺς καταδικάζουσιν· ἀκούσωμεν τοῦ μεγαλοφωνοτάτου πάντων τῶν προφητῶν Ἡσαΐου λέγοντος περὶ αὐτῶν ἐν ὀνόματι τοῦ Θεοῦ. «Ἠγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων». Διὰ ταῦτα λοιπὸν καὶ ὁ Κύριος ἡμῶν λέγει αὐτοῖς:

45) «Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς εἰς ὃν ὑμεῖς ἠλπίκατε.

46) Εἰ γὰρ ἐπιστεύετε Μωσῇ ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.

47) Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε πῶς τοῖς ἐμοῖς ρήμασιν πιστεύσετε» (ΙΩΑΝΝ. ε´. 45–47).

§ 5. Ὁ Κύριος ἡμῶν ἐξακολουθεῖ τὸν λόγον αὐτοῦ πρὸς τοὺς Ἰουδαίους, ὧν τὰ ἐρείσματα, ἐφ’ ἃ ἠρείδοντο, λείπουσιν ἤδη ἀπ’ αὐτῶν καὶ ρέπουσιν ὑπὸ τοὺς πόδας αὐτῶν. Οὗτοι «ἐκαυχῶντο ἐν Θεῷ, καὶ ἐπανεπαύοντο τῷ νόμω», ἐκαυχῶντο ὅτι τοῦ Μωσέως εἰσί μαθηταὶ, ἀλλλ’ ὁ Μωυσῆς ὁ διδάσκαλος αὐτῶν ... καταδικάζει αὐτούς! διότι ὁ Μωυσῆς ἔγραψε περὶ τοῦ Ἰησοῦ, ἀλλ’ οὐκ ἐπίστευσαν. «Οὗτός ἐστιν ὁ Μωυσῆς, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραὴλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀρελφῶν ὑμῶν, ὡς ἑμέ· αὐτοῦ ἀκούσεσθε». Ἄλλως τε ὅλος ὁ νόμος τοῦ Μωυσέως ἦν προπαρασκευή τις ἄγουσα τοὺς ἀνθρώπους πρὸς τὸν προσδοκώμενον Μεσσίαν «ὁ νόμος, καθὰ λέγει ὁ Παῦλος, παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν».

§ 6. Ἰδοὺ ὅπερ οἱ Ἰουδαῖοι οὐδόλως ἐνόουν· διότι «τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν».«Ἐπωρώθη τὰ νοήματα αὐτῶν ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται». Ἐκπληττόμεθα λοιπὸν ἐπὶ τῇ πονηρᾷ καὶ φαύλῳ διαθέσει τῆς καρδίας αὐτῶν· θεωρῶμεν ταύτην ὡς σπουδαῖον μάθημα συμβουλῆς καὶ καθοδηγίας ἡμῶν. «Ἔστιν ὁδὸς, λέγει ὁ σοφὸς Σολομῶν, ἔστιν ὁδὸς, ἥ δοκεῖ ὀρθὴ εἶναι παρ’ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾍδου».

Ὀμιλία Λ´. Ὁ Ἰησοῦς τρέφει πεντακισχιλίους ἄνδρας εἰτα διατασσει τους μαθητας, ινα συναγαγωσι τα περισσευματα τῶν κλασματων

1) «Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος·

2) Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.

3) Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ὁ Ἰσοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.

4) Ἦν δὲ ἐγγὺς τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.

5) Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος, ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς τὸν Φίλιππον πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;

6) Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.

7) Ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἔκαστος αὐτῶν βραχύ τι λάβῃ.

8) Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ. Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Пέτρου.

9) Ἔστι παιδάριον ᾧδε ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;

10) Εἶπε δὲ Ἰησοῦς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· Ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς εἰ πεντακισ χίλιοι.

11) Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.

12) Ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ συναγάγετε τὰ περισσεύματα κλάσματα ἵνα μή τι ἀπόληται.

13) Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν» (ΙΩΑΝΝ. ϛ´. 1–13).

§ 1. Ἐκ τῶν πολλῶν καὶ ποικίλων θαυμάτων, ἅτινα ὁ Κύριος ἡμῶν πρὸς ἔνδειξιν τῆς θεότητος αὐτοῦ τοῖς Ἰουδαίοις ἐποίησεν, ἕν ἐστι καὶ ὁ διὰ πέντε ἄρτων κριθίνων καὶ δύο ἰχθύων χορτασμὸς πεντακισχιλίων ἀνδρῶν, ἀναμφιβόλως Ἰουδαίων τῶν πλείστων. Ἠρνήθη ἵνα ποιήσῃ τὸ αὐτὸ καὶ κατὰ τὴν ἐν τῇ ἐρήμῳ διαμονὴν αὐτοῦ δι’ ἑαυτὸν, ἀλλὰ τὰ πρόβατα ταῦτα οὐδόλως ἔπρεπεν ὅπως ἀπέλθωσιν ἄνευ τροφῆς, ἐξ οὗ καὶ ἡμεῖς διδασκόμεθα, ὅτι οὐδὲν ἀπόλλυσιν ὁ ζηλωτὴς τῆς θρησκείας καὶ ὅτι «οἱ ζητοῦντες πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ» ἀφθόνως πάντα τὰ ἀναγκαῖα αὐτοῖς ἕξουσι· διότι «ἡ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης».

§ 2. Παράδοξος τῷ ὄντι καὶ ἡ πρὸς τοὺς μαθητὰς τοῦ Σωτῆρος ἐπιταγή· «Συναγάγετε τὰ περισσεύματα κλάσματα, ἵνα μή τι ἀπόληται»· ἀλλ’ ὅμως αὕτη ἔχει σκοπόν τινα θαυμάσιον καὶ ἀξιοσημείωτον, διότι ὁ τρόπος, καθ’ ὃν αὕτη ἐδόθη, παρίσταται ἡμῖν οὕτω θετικὸς καὶ βέβαιος, ὥστε ἐφελκύει ἰδίᾳ τὴν προσοχὴν ἡμῶν. Παρὰ τὴν ἀφθονίαν τῆς τροφῆς καὶ τὴν ευκολίαν, μεθ’ ἧς αὗται ἐπρομηθεύθησαν, τὰ κλάσματα ἔδει ἵνα συναχθῶσιν, ὅπως μή τι ἀπολεσθῇ ἢ διαφθαρῇ. Ἡ ἐντολὴ αὕτη τοῦ Κυρίου ἡμῶν ἀφορᾷ πάσας τὰς τάξεις τῶν ἀνθρώπων· ἀποβλέπει τοὺς πλουσίους· διότι ὁ κηρύξας ταύτην «πλούσιος ὢν ἐν ἐλέει» ἐφανερώθη πλούσιος ἐν δυνάμει ὑπὲρ πάντα πλοῦτον ἀνθρώπων. Ἀποδεικνύει διὰ τῆς διαγωγῆς αὐτοῦ ἐν τε τῇ περιστάσει ταύτῃ καὶ ἐν πολλαῖς ἄλλαις, ὅτι οἱ πεπροικισμένοι διὰ τῶν ἀγαθῶν τῆς θείας προνοίας δέον ἵνα ἀπολαύωσι μέν ὅ,τι ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ἀλλ’ ἀποκρούει πᾶσαν ἰδέαν σπατάλης καὶ ἀσωτείας. Οὐδαμῶς ἐπιτρέπει ὅπως πᾶν τὸ ἁρμόζον καὶ συντελοῦν πρὸς βελτίωσιν τῆς καταστάσεως τῶν ἄλλων ἢ πρὸς αὔξησιν τῆς εὐπραγίας καὶ εὐημερίας αὐτῶν φθαρῇ ἢ ἀπορριφθῇ.

§ 3. Καὶ τοὺς πτωχοὺς ἡ ἐντολὴ αὕτη ἀποβλέπει· διότι οὗτοι πολλάκις καὶ αὐτῶν τῶν πλουσίων ἀσωτότεροι φαίνονται ὡς πρὸς τὰς ἀνωφελεῖς καὶ περιττὰς δαπάνας. Πολλοὶ ἄνθρωποι ἡδύναντο ὡς ἐκ τῆς θέσεως αὐτῶν ἐν τῷ βίῳ ἵνα ἔτι εὐτυχεστεροι ὦσιν, ἐὰν προσεῖχον καλῶς εἰς τὸ ἀξίωμα τοῦτο, «ἵνα μή τι ἀπόληται», ἵνα μή τι καταδαπανᾶται ἐφ’ ἃ μὴ δεῖ καὶ ἑπομένως μάτην καὶ ἀνωψελῶς. Ἀλλ’ ἡ ἐπιταγὴ αὕτη τοῦ Σωτῆρος ἡμῶν οὐ μόνον τὴν οἰκονομίαν ἀποβλέπει, ἀλλὰ καὶ ἄλλην τινὰ οἰκονομίαν ὑψηλοτέραν, πρὸς ἣν δέον ἵνα ἐπιστήσωμεν τὴν προσοχὴν ἡμῶν. Εἰσὶ καὶ ἄλλα κλάσματα ἐκτὸς τῶν τοῦ καθημερινοῦ ἡμῶν ἄρτου, τῆς καθημερινῆς ἡμῶν συλλογῆς χρημάτων, τὰ ὁποῖα δέον ὅπως συνάγωμεν καὶ ἀείποτε αὐξάνωμεν.

Πρῶτον εἰσι κλάσματα χρόνου.

§ 4. Ἡ βραχύτης τῆς ἐν τῷ προσκαίρῳ τούτῳ κόσμῳ ζωῆς ἡμῶν, τὸ ἀκατάσχετον τοῦ χρόνου, ἡ ὁρμητικὴ ὡς χειμάρρους καὶ ταχεῖα πάροδος αὐτοῦ δέον ἵνα πείσωσιν ἡμᾶς, ὅτι ἀνάγκη ὅπως μεταχειριζώμεθα ἐπωφελῶς τὸν χρόνον, μηδὲ τὸ ἐλάχιστον αὐτοῦ μόριον παραβλέποντες. Πλὴν δυστυχῶς οὐδενός πράγματος οὕτως ὀλιγωροῦμεν, ὅσον τοῦ χρόνου· οὐδενός πράγματος πλούσιοι ἢ πτωχοὶ γιγνόμεθα τοσοῦτον ἄσωτοι, κατὰ Θεόφραστον, ὅσον τοῦ χρόνου. Ὁ βίος ἡμῶν ἔστι, κατὰ τὸν Ἰάκωβον «ἀτμὶς ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη». Τὸ πλεῖστον τούτου καταναλίσκομεν εἰς τὰς σωματικὰς ἡμῶν ἀνάγκας, «σήμερον καὶ αὔριον πορευόμεθα εἰς τὴν δὲ τὴν πόλιν καὶ ποιοῦμεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευόμεθα καὶ κερδαίνομεν», οὐδόλως δὲ συλλογιζόμεθα ἵνα ἀφιερώσωμεν καὶ μέρος τοῦ πολυτίμου ἡμῶν χρόνου εἰς ὠφέλιμα καὶ θεάρεστα ἔργα. Ἐπειδὴ ὁ χρόνος ἄγει ἡμᾶς εἰς τὴν αἰωνιότητα καὶ δι’ αὐτὴν ταύτην ἐδόθη τὴν αἰωνιότητα, δέον ἵνα γένηται χρῆσις τῶν κλασμάτων τοῦ χρόνου μετὰ πολλῆς τῆς περισκέψεως· δέον αἱ καρδίαι ἡμῶν νὰ προσηλωθῶσιν ἐπὶ τῆς πρωτίστης ταύτης ὑποθέσεως, ἥτις ὑπερτερεῖ· πασῶν τῶν ἄλλων, ἐπὶ τοῦ σκοποῦ τῆς πίστεως ἡμῶν, ἐπὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν «ὡς καιρὸν ἔχομεν, λέγει ὁ θεῖος Ἀπόστολος, ἐργαζώμεθα τὸ ἀγαθόν· τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσωμεν, μὴ ἐκλυόμενοι». Ὁδοιπόροι ἐσμέν· τὴν προκειμένην δ’ ἡμῖν ὁδεύοντες ὁδὸν εὑρήσομεν ἐν αὐτῇ πολλὰ τὰ τὸ ὑλικὸν ἡμῶν ἀφορῶντα συμφέρον· ἐν αὐτῇ μέλλομεν ἰδεῖν πολλὰ ἐφελκύοντα τὴν προσοχὴν ἡμῶν, ἐν τούτοις τὸ πρώτιστον ἀντικείμενον οὐκ ἔστιν ἡ ὁδὸς, ἢ τὰ ἐν αὐτῇ ἀπαντῶντα ἡμῖν, ἀλλὰ τὸ τέλος τῆς ὁδοιπορίας. Ὅθεν καθῆκον ἔχομεν ὅπως συναγάγωμεν τὰ κλάσματα τοῦ χρόνου ἡμῶν, «ἵνα μή τι ἀπόληται». Μεθ’ ὅλας τὰς ἐργασίας, μεθ’ ὅλα τὰ καθήκοντα, τὰ ὁποῖά εἰσιν ἀπαραίτητα εἰς τὴν ζωὴν καὶ μεγάλην ἀπαιτοῦσι δραστηριότητα, πόσας ὥρας καθ’ ἐκάστην ἡμέραν, καθ’ ἐβδομάδα, καθ’ ἐκαστον μῆνα παρέρχονται συνήθως ἐν ἀργίᾳ καὶ ἐν ματαίαις συνομιλίαις καὶ ἐν ἀσχολίαις, αἵτινες οὐδὲν κέρδος παρασχεῖν δύνανται; Εἰ πάντα ταῦτα τὰ κλάσματα ἦσαν συνηγμένα καθ’ ἐκάστην ἑβδομαδα, καθ’ ἕκαστον μῆνα, καθ’ ἕκαστον ἔτος, εἰς ὁποίαν ἆρά γε χρῆσιν καλὴν οὐκ ἄν τις μεταχειρίζεσθαι αὐτὰ ἠδύνατο! Οὐδεμία ἀμφιβολία, ὅτι πολλοὶ ἀμαθεῖς ὄντες, ἐπ’ ἀληθείας ἤθελον εἶναι πλήρεις ποικίλων καὶ παντοδαπῶν πολύτιμων γνώσεων, εἰ ἐπεμελοῦντο, ὅπως ἐπωφεληθῶσιν ἐκ τῶν κλασμάτων τοῦ χρόνου ὧν φεῦ! κακὴν ποιοῦνται χρῆσιν! Οὐδεμία ἀμφιβολία, ὅτι πολλοὶ πτωχοὶ εὐδαιμονέστεροι ἐπ’ ἀληθείας ἤθελον εἶναι κατὰ τὸ γῆρας αὐτῶν, ᾧ τινι πλεῖστοι συμπαρομαρτοῦσιν ἀσθένειαι, εἰ ᾠκονόμουν τὰ χρηματικὰ κεφάλαια, ἅτινα ἐν τῇ νεότητι αὐτῶν κατεσπατάλησαν, πόσοι δὲ ἀμαθεῖς, ἐλαττουμένων τῶν φυσικῶν αὐτῶν δυνάμεων, ἠδύναντο πάνυ δικαίως ἵνα ἐπιθυμῶσι τὸν χρόνον, οὗτινός ποτε ἠμέλησαν, καθ’ ὃν ἤθελον δύνασθαι ἵνα διδαχθῶσί τι διὰ τὴν σωτηρίαν αὐτῶν! Ἡ ἡμέρα Κυρίου, λέγει ὁ θεῖος Ἀπόστολος, ὡς κλέπτης ἐν νυκτὶ οὔτως ἔρχεται». Ἰδοὺ πόσον ταχέως ἔρχεται ὁ χρόνος καὶ πόσον ἀνεπιστρεπτεὶ παρέρχεται! Καὶ ἐν τούτοις πολλοί εἰσιν, οἵτινες οὐδόλως φροντίζοντες οὐδὲ περὶ τῆς σωτηρίας τῆς ψυχῆς αὐτῶν, ἐπαναπαύουσιν ὅμως τὴν συνείδησιν αὐτῶν λέγοντες· «πολυάσχολοί ἐσμεν, ἐργαζόμεθα πολὺ, οὐδεὶς δὲ καιρὸς μένει ἡμῖν πρὸς ἐκπλήρωσιν τῶν πνευματικῶν ἡμῶν καθηκόντων. Μωροὶ καὶ ἄφρονες, οὓς ἐδέσμευσεν ὁ Σατανᾶς, οὐδόλως κατανοεῖτε ὅτι «ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει»; Μωροὶ καὶ ἄφρονες, καταγίνεσθε ἐν ταῖς ἀσχολίαις ὑμῶν, μὴ μεριμνᾶτε περὶ τῆς αἰωνιότητας, ἀλλὰ μόνον «τί φάγητε καὶ τί πίητε», ἐπαναπαύεσθε δὲ ἐν τῇ ἰδέᾳ ὅτι ὁ Θεὸς οὐκ ἔστιν «αὐστηρός»! Ἰδοὺ ὁ Σατανᾶς πληροῖ τὴν καρδίαν ὑμῶν καὶ ἀπατᾷ ὑμᾶς, ὥς ποτε τὴν Εὔαν, διὰ τῶν ἀπατηλῶν ἐκείνων λόγων· «οὐ θανάτῳ ἀποθανεῖσθε». Ἀλλὰ ἐλεύσεται αὐτὸς ὁ σκληρὸς, ὁ ἀδυσώπητος θάνατος, ὁπότε ὑμεῖς ἔσεσθε ἀπαρασκεύαστοι, καὶ ἁρπάσει ὑμᾶς ἀπὸ τῆς γῆς, ἄγων ἐνώπιον κριτοῦ αὐστηροτάτοῦ, ὅστις διατάξει τοὺς ἀγγέλους, ἵνα ἀγάγῃ ὑμᾶς «εἰς τὸ σκότος τὸ ἐξώτερον, εἰς τὴν γέενναν τοῦ πυρὸς τοῦ ἀσβέστου». Οὐαὶ ὑμῖν τότε, οὐαὶ ὑμῖν «τοῖς ἀμελήσασι τηλικαύτης σωτηρίας», ὅτι καὶ ὁ Κύριος «ἀμελήσει ὑμῶν». Δέον λοιπὸν ἵνα «ἐξαγοράζησθε τὸν καιρόν»· μὴ ἀψίνοντες αὐτὸν ἵνα παρέρχηται ἀνωφελῶς, ἀλλὰ μετὰ περισκέψεως οἰκονομεῖτε τὰ κλάσματα αὐτοῦ. Μὴ σπαταλᾶτε αὐτὸν ἐπὶ ματαίῳ.

§ 5. Δεύτερον δύναταί τις ἵνα ἐκ τοῦ παραγγέλματος τούτου ἐξαγάγῃ καὶ ἕτερον ἀντικείμενον προτροπῆς καὶ παραινέσεως. Ἐὰν ὁμολογῶμεν, ὅτι δοῦλοί ἐσμεν τοῦ Χριστοῦ, δέον ἵνα «συναγάγωμεν» πάσας τὰς εὐκαιρίας, ἃς δυνάμεθα εὑρεῖν, ἵνα δείξωμεν οὕτω πρὸς αὐτὸν τὸν ζήλον ἡμῶν διὰ τὴν λατρείαν αὐτοῦ· «ἵνα μή τι ἀπόληται», δι’ οὗ ἤθελεν εἶναι δυνατὸν νὰ δείξωμεν πρὸς αὐτὸν τὴν ἀγάπην ἡμῶν καὶ τὴν ἐπιθυμίαν, ἵνα ἀρέσκωμεν αὐτῷ. Τινὲς δύνανται πλεῖον τῶν ἄλλων, ἀλλὰ πάντες δύνανται νὰ εὕρωσι κλάσματά τινα χρόνου, ἐὰν φροντίζωσι νὰ κατέχωσι ταῦτα. Εἰ ταῦτα οὕτως εἶχον, ὀλίγοι ἀμαθεῖς ἤθελον εἶναι ἄνευ παιδεύσεως, ὀλίγοι ἀμέριμνοι ἄνευ συμβουλῆς, ὀλίγοι σαρκικοί ἄνευ παραινέσεως!

§ 6. Οὐδεμίαν ἆρά γε παραμυθίαν, οὐδὲν θάρρος εὐρίσκομεν εἰς ταῦτα; Ὁ ὑφ’ ἡμῶν λατρευόμενος «οὐκ ἔστιν ἄδικος ἐπιλαθέσθαι τῶν ἀγαθῶν ἡμῶν ἔργων». Καὶ τὰ ἐλάχιστα τῶν κλασμάτων, ἅπερ πρὸς λατρείαν αὐτοῦ μεταχειριζόμεθα, συνάξει, οὐδὲν δὲ δυνάμενον ἵνα δείξῃ τὴν ὑπακοὴν εἰς τὸ θέλημα αὐτοῦ ἀπολεσθήσεται ἐξ αὐτοῦ. Τὸ πᾶν θὰ λάβῃ ὑπ’ ὄψει ἐν τῇ μεγάλῃ ἐκείνῃ ἡμέρᾳ. Δι’ ὃ καὶ ἡμεῖς, ἐὰν ὄντως θέλωμεν νὰ φανῶμεν ἐνώπιον αὐτοῦ εὐπρόσωποι καὶ μετὰ παρρησίας πολλῆς, δέον ἵνα καθ’ ἐκάστην συνάγωμεν τὰ περισσεύματα τῶν κλασμάτων τοῦ χρόνου ἡμῶν. Σκεπτώμεθα καθ’ ἐκάστην ὅτι τὰ ἔτη τῆς ζωῆς ἡμῶν παρέρχονται ἀνεπιστρεπτεὶ, ἐξαφανιζόμενα εἰς τὰς ἀδήλους ἀβύσσους τῆς αἰωνιότητας· μὴ ἐπαναπαυώμεθα εἰς πράγματα, ἅτινα χειμάρρου δίκην μετὰ μεγάλης παρέρχονται ταχύτητος, ἀλλὰ καταφρονῶμεν αὐτῶν, ἐπιμελώμεθα δ’ ἐκείνων, ἅτινα τὴν τῆς ψυχῆς ἡμῶν οἰκοδομοῦσι σωτηρίαν καὶ ἐγγύτερον προσάγουσιν ἡμᾶς τῷ Θεῷ! Μὴ προσκολλῶμεν πάντοτε τὸν νοῦν καὶ τὴν καρδίαν ἡμῶν εἰς πᾶν ἐφήμέραν καὶ φθαρτὸν, διότι τὸ πᾶν ἐπὶ τῆς γῆς γέμει ματαιότητος· μὴ ἐπιθυμῶμεν ὅ,τι ἔστὶν ἀνάξιον τῆς ἀγάπης ἡμῶν, ἵνα μὴ καιρίως λυπηθῶμεν εἰς τὸ ὕστερον· διότι, κατὰ τόν ἀπόστολον Ἰάκωβον, «ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον», ἀλλ’ «ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν», ὅπερ ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. «Ἐν τούτῳ ἐδοξάσθη» ὁ Πατὴρ ἡμῶν ὁ Οὐράνιος, ἐὰν πάντες οἱ ὄντες τέκνα αὐτοῦ διὰ τῆς εἰς Χριστὸν πίστεως, «φέρωσι καρπὸν πολὺν», ἐὰν πάντες «περισσεύσωσιν ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος αὐτῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ».

Ὀμιλία ΛΑ´. Οἱ μαθηταὶ κινδυνεύοντες ἐν τῇ θαλάσσῃ βηθουνται υπο τοῦ Ιησογ

14) «Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ Ἰησοῦς ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

15) Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος» (ΙΩΑΝΝ. ϛ´. 14–15).

§ 1. Ἡ δύναμις, ἣν ἐξασκήσας εἶχεν ὁ Κύριος ἡμῶν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴδομεν, (Ὁμιλία 30) ἐχρησίμευεν ἵνα πείσῃ τοὺς ἀνθρώπους, οἵτινες μάρτυρες αὐτῆς ἐγένοντο, ὅτι ἧλθεν εἰς τὸν κόσμον μετὰ θείας αὐθεντίας καὶ πᾶς τις ἔμελλε βεβαίως προσδοκᾷν ὅτι ὄντως οἱ Ἰουδαῖοι οὕτω πεπεισμένοι ἤθελον προσέλθει αὐτῷ μετὰ πολλῆς τῆς προθυμίας, ἵνα μάθωσιν, ὁποῖον ἦν τὸ θέλημα καὶ ἡ βουλὴ τοῦ Θεοῦ ὡς πρὸς αὐτούς. Ἀλλὰ δυστυχῶς τὰ βλέμματα αὐτῶν ἧσαν οὕτω προσηλωμένα πρὸς τὰ παρόντα καὶ οὕτως ἀναίσθητα πρὸς τὰ αἰώνια, ὥστε οὐδὲν ἄλλο ἔβλεπον ἐν τῇ δυνάμει τοῦ Ἰησοῦ, εἰμὴ μέσα κέρδους ἢ πρόσκαιρου εὐδαιμονίας. Οὐδόλως ἔλεγον ὅτι ὁ προσδοκώμενος προφήτης δύναται νὰ διδάξῃ ἡμᾶς περὶ τῶν οὐρανίων ἀληθειῶν, ἀλλ’ ὅτι οὗτος δύναται νὰ ὑψώσῃ ἡμᾶς εἰς πλούτη καὶ εἰς δύναμιν, ὅπερ ὅμως οὐκ ἦν ὁ σκοπὸς τοῦ προσδοκωμενου εἰς τὸν κόσμον.

§ 2. Ὁ ὄχλος σφόδρα τοῖς γηίνοις καὶ ὑλικοῖς προσκείμενος ἀπόφασιν ἔλαβεν, ἵνα ἐλθὼν ἁρπάσῃ διὰ τῆς βίας τὸν Ἰησοῦν καὶ ποιήσῃ αὐτὸν βασιλέα. Ἤθελον ἵνα ποιήσωσιν αὐτὸν βασιλέα ἐπιθυμοῦντες βεβαίως ὅπως τρέφῃ, χορταίνῃ αὐτοὺς, ἔστω καὶ ἂν ἐπανεστὰτουν κατὰ τῶν παντοδυνάμων τότε καὶ πανισχύρων Ρωμαίων! Ἰδοὺ τὸ πάθος τῆς γαστριμαργίας εἰς ποίαν παράλογον ἀπόφασιν ὤθησεν αὐτούς! Ἀλλ’ ὁ Κύριος ἡμῶν γινώσκων τὰ κρυπτὰ τῆς καρδίας τῶν ἀνθρώπων, «γινώσκων τί ἦν ἐν τῷ ἀνθρώπῳ», ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος μὴ θέλων ἵνα ποιήσωσιν αὐτὸν βασιλέα· διότι «ἡ βασιλεία αὐτοῦ οὐκ ἦν ἐκ τοῦ κόσμου τούτου» καὶ διότι οὐδόλως ἤθελεν ἵνα χάριν αὐτοῦ στάσεις καὶ πόλεμοι γίνωνται· ἑνὶ λόγῳ οὐκ ἦν στασιώδης, ὅπερ αὐτὸ τοῦτο ἐλέγχει τὴν τοῦ Καϊάφα ρῆσιν ὅτι «Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος».

16) «Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν καὶ,

17) ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς.

18) Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.

19) Ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον καὶ ἐφοβήθησαν.

20) Ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε.

21) Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον» (ΙΩΑΝΝ. ϛ´. 16–21).

§ 3. Εἰ οἱ μαθηταὶ ἐπεχείρουν τὴν ἐπὶ τῆς θαλάσσης ταύτην πορείαν ἄνευ τῆς συγκαταθέσεως τοῦ διδασκάλου αὐτῶν, ἠδυνάμεθα νὰ ὑποθέσωμεν ὅτι αἱ ἐγερθεῖσαι δυσχέρειαι, «θάλασσα ἀνέμου μεγάλου πνέοντας διεγειρομένη» ἀπεστάλησαν αὐτοῖς ὡς μάθημα πρὸς διόρθωσιν τῆς προπέτειας καὶ αὐθαδείας αὐτῶν. Ἀλλ’ ἐκ τῶν ἄλλων εὐαγγελιστῶν ὁ Ματθαῖος καὶ ὁ Μάρκος λέγουσιν ἡμῖν ρητῶς «καὶ εὐθέως ἡνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον»· ἑπομένως ἡ θαλασσοπορεία αὕτη ἐγένετο κατὰ ρητὴν αὐτοῦ ἐντολὴν, καὶ ἐν τούτοις εὑρέθησαν ἐν δυσχερείᾳ καὶ κινδύνῳ. Ἐκ τούτου συμπεραίνομεν βεβαίως, ὅτι καὶ ὁ λαὸς τοῦ Θεοῦ οὐκ ἔστιν ἀπηλλαγμένος τῆς θλίψεως καὶ τῶν ὀδυνῶν ἀλλ’ ὅταν ᾖ εὐπειθὴς καὶ ἀκούῃ τὰς ἐντολὰς τοῦ Κυρίου, εὑρίσκει πάντοτε βοήθειαν ἐν ταῖς θλίψεσιν αὐτοῦ. Ἐν τῇ περιστάσει ταύτῃ καὶ αὐτὰ τὰ στοιχεῖα ἐφάνησαν μεταβαλόντα τὴν φύσιν αὐτῶν χάριν τῶν μαθητῶν τοῦ Κυρίου. «Θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς, ἐγώ εἰμι μὴ φοβεῖσθε. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς, εἰς ἣν ὑπῆγον».

§ 4. Οὕτω πολλὰ δύσκολα καθ’ ἑαυτὰ ἀποβαίνουσιν ἡμῖν εὔκολα, πολλὰ πράγματα ἀδύνατα εἰς ἡμᾶς αὐτοὺς ἀποβαίνουσι δυνατὰ καὶ κατορθωτὰ, ὅταν βοηθώμεθα ὑπὸ τοῦ Θεοῦ καὶ ἐνισχυώμεθα ὑπὸ τῆς δυνάμεως αὐτοῦ. Μόνη ἡ παρουσία τοῦ Θεοῦ μετριάζει τὰς λύπας, ἀνακουφίζει τὰς δοκιμασίας καὶ ἐνισχύει τὴν ψυχὴν, ἵνα ἐγκαρτερῇ εἰς τὰ πάθη, ἵνα καταβάλλῃ τὴν ἁμαρτίαν καὶ νίκην αἴρῃ περιφανῆ κατὰ τῆς ἰσχύος τοῦ Σατανᾶ. Ἀλλ’ ἰδοὺ ὅπερ συχνάκις γίνεται· δῆλον δὲ, ὅτι πολλοὶ θέλουσι μὲν, ἵνα ἐγκαταλείπωσι τὰς κακὰς αὐτῶν ἕξεις πεπεισμένοι, ὅτι αἷται συντελοῦσι μᾶλλον εἰς τὴν κακοδαιμονίαν αὐτῶν ἐπὶ τῆς γῆς, εἰς τὴν αἰώνιον δὲ καταδίκην ἐν τῷ μέλλοντι κόσμῳ, ἀλλ’ αἱ ἀγαθαὶ αὐτῶν προθέσεις ἀποτυγχάνουσι πολλάκις· διότι ὑποχωροῦσιν αὗται εἰς τὸν πειρασμὸν εὐκόλως, δι’ ὃ οὗτοι ἀντὶ τοῦ κρείττονος εἰς τὸ χεῖρον μεταβαίνουσιν. «Αἰθίοψ ἀλλάξεται τὸ δέρμα καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς»; Οὐχί· ὁ ἀμαρτωλὸς ὑπὸ τὴν δουλείαν ἐστὶ τοῦ Σατανᾶ, ὅστις κρατεῖ αὐτὸν αἰχμάλωτον καὶ ὑποτεταγμένον εἰς τὸ ἴδιον αὐτοῦ θέλημα. Ἡ διεφθαρμένη τοῦ ἁμαρτωλοῦ φύσις γίγνεται αὐτῷ λεία εὔκολος. Τί ποιήσωμεν λοιπόν; Οὐδὲν ἄλλο δέον ποιῆσαι, ἀλλ’ ἁπλῶς ζητῆσαι Ἐκεῖνον, ὅστις ἐστιν ἰσχυρότερος τοῦ Σατανᾶ καὶ ἐπικαλέσασθαι τὴν βοήθειαν αὐτοῦ. Ἐκεῖνός ἐστιν ὁ Χριστὸς, ὁ ἐλθὼν εἰς τὸν κόσμον, «ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου». Αὐτὸς οὗτος ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν, νικήσας αὐτὸν, ἐνισχύσει καὶ τοὺς δούλους αὐτοῦ ἵνα νικῶσι καὶ θρίαμβον αἴρωσι κατ’ αὐτοῦ. «Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, ἔλεγεν ὁ Κύριος τοῖς ὄχλοις, ἐν ἐἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτὸν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν».

§ 5. Ἰδοὺ λοιπὸν ὅπερ συνέβη καὶ εἰς τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Παρέλαβον αὐτὸν εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος». Ὁ ὢν ὑπὸ τὴν δεσποτείαν τῆς ἁμαρτίας δεχθήτω τὸν Χριστὸν ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἔστω βέβαιος, ὅτι πάντως θὰ καταπραΰνῃ τὴν θύελλαν ὑφ’ ἧς ἐσωτερικῶς κινεῖται καὶ ταράσσεται καὶ ὅστις ἀπὸ μακροῦ χρόνου κυμαίνεται ἴσως, ὡς τὸ πλοῖον, ἐπὶ θαλάσσης ταραχώδους. Ὁ ὑπερήφανος καὶ ὁ ἐγωιστὴς καὶ ὁ ἀλαζὼν ἄνθρωπος παραδοθήτω ὅλως εἰς Ἐκεῖνον, ὅστις ἦν πρᾷος καὶ ταπεινὸς τῇ καρδίᾶ», καὶ ἔστω βέβαιος ὅτι ὁ ἐγωισμὸς αὐτοῦ παύσει, φανήσεται ταπεινὸς καὶ διδαχθήσεται νὰ θεωρῇ τοὺς ἄλλους ὑπερέχοντας ἑαυτοῦ. Ἐκεῖνος, ὅστις ἐστὶ ρυπαρὸς καὶ φιλήδονος, ἂς πράξῃ τὸ αὐτὸ καὶ οὕτω νεκρώσει «τὰς σαρκικὰς ἐπιθυμίας, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς». «Ἡ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει». Τὸ αὐτὸ ἐγένετο καὶ τοῖς προσηλύτοις τῆς Κορίνθου. Ἐξ αὐτῶν τῶν λόγων τοῦ ἀποστόλου Παύλου γινώσκομεν, ὁποῖοι ἧσαν· γράφει δ’ αὐτοῖς οὑτωσίν. «Καὶ ταῦτά τινες ἦτε», ὅτε δῆλον ὅτι ἔζων ἐν ἐλευθερίᾶ πασῶν ἐκείνων τῶν κακιῶν, ἐν αἷς ἡ διεφθαρμένη φύσις ἐστὶν ἐπιρρεπής· «ἀλλ’ ἀπελούσασθε, λέγει, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ὑμῶν». Ἐλάβετε ἐν ταῖς καρδίαις ὑμῶν Ἐκεῖνον, μεθ’ οὗ ὁ Σατανᾶς οὐδόλως δύναται ἵνα ἔχῃ κοινωνίαν καὶ σχέσιν καὶ ἐπὶ τῶν μαθητῶν τοῦ ὁποίου οὐδεμίαν ἔχει ἐξουσίαν. «Αὐτὸς ἐρρύσατο ἡμᾶς ἐκ τοῦ σώματος τούτου, καὶ οὐκ ἐστὲ αἰχμάλωτοι τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσιν ὑμῶν». Τοῦτο δύναται ἵνα συμβῇ καὶ πᾶσιν ὡς τοῖς Ἀποστόλοις ἐγένετο, ὧν «εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον». Ἡ χάρις ἡ γενομένη τοῖς Ἀποστόλοις, συχνάκις καὶ ἐφ’ ἡμῶν γίγνεται. Τὸ ἀποτέλεσμα τοῦ ἀγῶνός ἐστι βέβαιον. Οὐδεμία διαφθορὰ ὑπάρχει μὴ δυναμένη ὅπως ἁγνισθῇ καὶ καθαρισθῇ ὑπὸ τῆς γενναίας καὶ εὐσταθοῦς τοῦ Σταυροῦ θεωρίας καὶ ὑπὸ τῆς ἀναμφιλέκτου ἀποδείξεως τῆς ἐν αὐτῷ τῷ Χριστῷ εὑρισκομένης ἁγιότητος καὶ εὐσπλαγχνίας. Τὸ ἐπὶ τοῦ Σταυροῦ λοιπὸν ἑν τῷ Γολγοθᾷ χυθὲν αἷμα τοῦ Ἰησοῦ καθαρίζει ἡμᾶς πάσης διαφθορᾶς, ἐὰν προσαγάγωμεν αὐτὴν καὶ προσηλώσωμεν ἐπὶ τοῦ σταυροῦ τοῦ Σωτῆρος.

§ 6. Ἐκεῖνοι, οἵτινές εἰσιν, ὥσπερ οἱ Ἀπόστολοι, προσηλωμένοι ψυχῇ τε καὶ σώματι εἰς τὸν Ἰησοῦν Χριστὸν, ὡς εἰς τὸν Κύριον αὐτῶν εὐρήσουσιν ἐν τῇ διηγήσει ταύτῃ τοῦ ἱεροῦ Εὐαγγελιστοῦ νέαν τινὰ ἀπόδειξιν, ἵνα χαίρωσιν ἐπὶ τῇ ἐκλογῇ αὐτῶν. Οὗτοι ἀνήκουσιν ἀληθῶς εἰς Ἐκεῖνον, ὅστις ἐξ ἴσου κέκτηται τὴν δύναμιν καὶ τὴν θέλησιν, ἵνα προστατεύῃ καὶ παρηγορῇ αὐτούς. Δυνατὸν μὲν ἵνα ἐπιτρέπῃ τὴν θύελλαν, ὅπως στιγμιαῖόν τινα ἐμπνεύσῃ αὐτοῖς φόβον, ἀλλὰ τοῦτο οὐκ ἄπο σκοποῦ, οὐδόλως δὲ ἐπιτρέψει ἵνα παρασυρθῶσιν, ἢ καταποντισθῶσιν οἱ δοῦλοι αὐτοῦ, οὓς ἐξηγόρασε διὰ τοῦ τιμίου αὐτοῦ αἵματος. Ὁ προφητάναξ Δαβὶδ περιγράφω τοῦτο θαυμασίως λέγων. «Εἶπε, καὶ ἔστι πνεῦμα καταιγῖδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς· ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο· ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς· καὶ ἐπέταξε τῇ καταιγῖδι καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ ηὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς εἰς λιμένα θελήματος αὐτῶν».

Ὀμιλία ΛВ´. Ἡ εἰς Χριστὸν πίστις ἐστὶν ἔργον οπερ απαιτει παρ’ ἡμων ὁ Θεος

22) «Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰμὴ ἕν ἐκεῖνο εἰς ὃ ἀνέβησαν οἱ μαθηταί αὐτοῦ, καὶ ὅτι οὐ συνῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον,

23) ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου·

24) ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἀνέδησαν καὶ αὐτοὶ εἰς τὰ πλοῖα, καὶ ἦλθον εἰς Καπερναοὺμ, ζητοῦντες τὸν Ἰησοῦν.

25) Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ, Ραβδὶ, πότε ὦδε γέγονας;

26) Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε,

27) ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνβρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεὸς» (ΙΩΑΑΝ. ϛ´. 22–27).

§ 1. Εἰ ὁ ὄχλος οὗτος ὁ· κατὰ πόδας τὸν Ἰησοῦν ἀκολουθῶν ἐζήτει αὐτὸν, γνοὺς ἐκ τῶν ἐκάστοτε θαυμάτων αὐτοῦ ὅτι «ἐλήλυθεν ἀπὸ Θεοῦ καὶ ὅτι ρήματα ζωῆς αἰωνίου εἶχε», ψυχῇ τε καὶ σώματι πρὸς αὐτὸν θὰ προσεκολλᾶτο. Ἀλλ’ ὁ Θεάνθρωπος Ἰησοῦς καλῶς ἐγίνωσκεν ὅτι οὗτοι περὶ τῶν τοῦ σώματος ἀναγκῶν μόνον ἐφρόντιζον, παντάπασι τῶν τῆς ψυχῆς ὀλιγωροῦντες, εἰς τοῦτο δὲ καὶ μόνον ἀφορῶντες ὅπως διὰ θαυμάτων ὑπ’ αὐτοῦ τρέφωνται. Ἐζήτουν τὸν Ἰησοῦν καὶ κατὰ πόδας αὐτὸν ἠκολούθουν μόνον ἵνα κορέσωσι τὴν γαστριμαργίαν αὐτῶν. Ἕνεκα δὲ αὐτῆς ταύτης τῆς γαστριμαργίας ἡ διάνοια καὶ ἡ καρδία αὐτῶν ἦν λίαν παχυλή. «Οὐδὲν, λέγει ὁ Ἱερὸς Χρυσόστομος, οὐδὲν γαστριμαργίας χεῖρον, οὐδὲν αἰσχρότερον. Τοῦτο παχεῖαν ποιεῖ διάνοιαν, τοῦτο σαρκικὴν ποιεῖ ψυχὴν, τοῦτο πηροῖ, καὶ διαβλέπειν οὐκ ἀφίησιν». Ἀλλ’ ἄλλην τροφὴν εἶχεν ὁ Κύριος ἡμῶν, ἥτις ὠφελιμωτέρα ἦν ἀναμφισβητήτως τῆς σωματικῆς, καὶ ἧς μεγάλην χρείαν θὰ εἶχον, ὁπότε οὐδεμίαν ἄλλην τροφὴν τὸ σῶμα πλέον ἀπῄτει, ὁπότε οὐδεμία ἄλλη τροφὴ ἠδύνατο ἀρέσκειν αὐτοῖς. Πρὸς ταύτην τὴν τροφὴν προέτρεπεν αὐτοὺς ἵνα ἐργάζωνται», βεβαιῶν ἅμα αὐτοὺς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἐργασθήσονται· διότι ὁ μέλλων ἵνα τὴν τροφὴν ταύτην χορηγήσῃ αὐτοῖς, ἦν ἐγγύς· ὁ δὲ «Πατὴρ ὁ Θεὸς», ὁ δίδων αὐτῷ τὴν δύναμιν ταύτην, «ἐσφράγισεν αὐτόν·» «τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεὸς». Ὁ Θεὸς ἐσφράγισε τὸν Ἰησοῦν ὡς υἱὸν αὐτοῦ τὸ μέν διὰ τῶν ἀγίων Γραφῶν, αἵτινες σαφῶς τὴν ἔλευσιν αὐτοῦ προεκήρυξαν, τὸ δὲ διὰ τῆς φωνῆς αὐτοῦ μαρτυροῦντος καὶ λέγοντος· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα», πρὸς δὲ διὰ τῶν ὑπερφυσικῶν ἐκείνων θαυμάτων, ἅπερ καθ’ ἑκάστην ἐποίει, καὶ ἅτινα θαυμασμοῦ ἐπλήρωσαν οὐ μόνον τὴν Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἅπασαν τὴν Παλαιστίνην. Οἱ ἄνθρωποι λοιπὸν οὗτοι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἡμῶν ἔδει ἵνα ἐργάζωνται ὑπὲρ τῆς ὑπ’ αὐτοῦ διδομένης βρώσεως, «τῆς μενούσης εἰς ζωὴν αἰώνιον». Ἐκ τῶν λόγων τούτων τοῦ Ἰησοῦ παρορμηθέντες οἱ ὄχλοι ἐρωτῶσιν αὐτὸν, τί δεῖ ποιεῖν ὅπως ταύτης ἀπολαύσωσιν.

28) «Εἶπον οἶν πρὸς αὐτὸν, Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;

29) Ἀπεχρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Τοῦτο ἔστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος» (ΙΩΑΝΝ. ϛ´. 28–29).

§ 2. Ἡ οὕτω λαμπρὰ καὶ σαφὴς αὕτη ἀπόκρισις, ἣν ὁ Κύριος ἡμῶν ἔδωκε τοῖς Ἰουδαίοις, ἀφορᾷ εἰς πάντας τοὺς πιστεύοντας εἰς αὐτὸν καὶ ἐπιθυμοῦντας ἵνα διδαχθῶσι περὶ τούτου. Ἠπιθυμεῖτε, λέγει ὁ Κύριος ἡμῶν τοῖς Ἰουδαίοις, ἐπιθυμεῖτε, «ἵνα ἐργάζησθε τὰ ἔργα τοῦ Θεοῦ,» ἵνα ἐκτελῆτε ὅ,τι ἀπαιτεῖ παρ’ ὑμῶν; Ἰδοὺ τί πρέπει νὰ πράξητε, τὸ κτίσμα δέον ἵνα ἀνενδοιάστως ἐργάζηται τὸ ὑπὸ τοῦ κτίστου προορισθὲν αὐτῷ ἔργον. Τὸ ἔργον τοῦτο ἀνέθηκεν ὁ πατὴρ εἰς τὸν υἱόν αὐτοῦ τὸν μονογενῆ, ἵνα ὁ υἱὸς ἀναγγείλῃ ὑμῖν τοῦτο καὶ ἐντέλλεται ἵνα πιστεύσητε εἰς αὐτόν: «Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἰησοῦ Χριστοῦ.» «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσωμεν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος».

§ 3 Ἐπειδὴ ἡ ἐντολὴ αὕτη τοῦ Κυρίου ἡμῶν, ὡς ἔφθημεν εἰπόντες, οὐ μόνον εἰς τοὺς Ἰουδαίους ἀφορᾷ, ἀλλὰ καὶ εἰς πάντας ἐκείνους, οἵτινες τὴν χαρμόσυνου τοῦ Εὐαγγελίου ἀκούουσι φωνὴν, ἐπάναγκες κρίνομεν ὅπως μικρὸν ἐπισχόντες ἐξετάσωμεν ἡμᾶς αὐτοὺς, εἰ τῷ ὄντι «ἐργαζόμεθα τὰ ἔργα τοῦ Θεοῦ», εἰ «πιστεύομεν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος».

Α´. Ἦλθεν ὁ υἱὸς τοῦ Θεοῦ ἵνα ἀναγγείλῃ ἡμῖν ὅτι φύσει ἀπολωλότες ἐσμὲν διὰ τὴν ἁμαρτίαν ἐκείνην, ἧς ἡ ἐνοχὴ καὶ ἡ ποινὴ ὡς ψορτίον βαρὺ καὶ δυσβάστακτον» ἡμῖν ἐπιπεσοῦσα ἀφόρητον τὸν ζυγὸν κατέστησεν. «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται».

Β´. Ἦλθεν ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα ἀναγγείλῃ ἡμῖν, ὅτι διὰ τοῦ ἐπὶ τοῦ σταυροῦ χυθέντος αἵματος, διὰ τοῦ λύτρου τοῦ ἐπὶ τοῦ σταυροῦ πληρωθέντος, διὰ τῆς ἐν αὐτῷ προσενεχθείσης θυσίας ἡ ἁμαρτία ἐξηγνίσθη, ἡ ἐνοχὴ ἤρθη καὶ ὁ ἁμαρτωλὸς ἄνθρωπος ἀποκατέστη ἐν τῇ προτέρᾳ εὐνοίᾳ καὶ ἀγάπῃ τοῦ Θεοῦ. «́Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτώλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.»

Γ´. Ἦλθεν ὁ υἱὸς τοῦ Θεοῦ ἵνα ἀναγγείλῃ ἡμῖν, ὅτι ἡ ἱκανοποίησις τῆς θείας δικαιοσύνης ἐγένετο καὶ ὅτι ὁ καρπὸς ταύτης ἐδόθη, ὅτι ἡ εὐεργεσία αὕτη μετεδόθη εἰς πάντας τοὺς παραδεχομένους τὸν αἴτιον αὐτῆς ὡς ἐλθόντα ἵνα ἐκπληρώσῃ τὴν βουλὴν, δι’ ἣν ὑπὸ τοῦ οὐρανίου αὐτοῦ Πατρὸς ἀπεστάλη, οἱ ἀποδεχόμενοι αὐτὸν ἐν ἀγάπῃ καὶ ἀφοσιώσει τῶν ἑαυτῶν καρδιῶν ὡς τὸν λυτρωτὴν, δι’ οὗ αἱ ἀθάνατοι αὐτῶν ψυχαὶ ἐξηγοράσθησαν, εὐάρεστοι τῷ Θεῷ κατεστάθησαν καὶ διὰ τῆς αἰωνίου ζωῆς ἐπροικίσθησαν. Ὁ Κύριος ἡμῶν λέγει τοῖς Ἰουδαίοις· «Ἀμὴν, ἀμὴν λέγω ἡμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν».

Δ´. Ἦλθεν ὁ υἱὸς τοῦ Θεοῦ ἵνα ἀναγγείλῃ ἡμῖν ὅτι «πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ Αὐτῷ ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν». «Ἀνανεοῦται τῷ Πνεύματι τοῦ νοὸς αὐτοῦ,» «ἀποτίθεται τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης», προθυμοποιούμενος ὅπως μὴ ἄκαρπος καὶ ἀνωφελὴς γένηται ἐν τῇ ἐπιγνώσει «τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ», ὅπως δύναται νὰ μορφώσῃ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐκπληρῶν τὸ θέλημα τοῦ Θεοῦ, «πεπληρωμένος καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ αἶνον Θεοῦ».

§ 4 Τοῦτό ἐστι τὸ ἔργον ὅπερ ὁ Θεὸς ἀπεκάλυψεν ἡμῖν διὰ τοῦ υἱοῦ Αὐτοῦ· ἡ ἀλήθεια τῆς ἀποκαλύψεως ταύτης ἐβεβαιώθη ὑπὸ τοῦ Θεοῦ Πατρὸς τοῦ σφραγίσαντος αὐτὸν, ἵνα πιστεύσωμεν αὐτῷ· τοῦτό ἐστι τὸ ἔργον, ὅπερ ὁ Θεὸς πάρ’ἡμῶν ἀπαιτεῖ.

§ 5 Ἕκαστος λοιπὸν ἐρωτησάτω νῦν ἑαυτὸν, τί δέον ἵνα πράττῃ μετὰ προθυμίας κατὰ πρῶτον περὶ τῶν μεγάλων τούτων ἀληθειῶν ἀσχολούμενος; Πῶς δυνηθήσομαι ἵνα συμφιλιωθῶ μετὰ τοῦ Θεοῦ καὶ συνφδὰ τῷ θείῳ αὐτοῦ θελήματι ζήσω; Ἡ ἀπόκρισις τῆς ἐρωτήσεως ταύτης λίαν εὐχερής ἐστιν· ἐν πρώτοις ποίησον τὸ δίκαιον, ἀγάπα τὴν ἀλήθειαν, «ποίησον κρῖμα καὶ ἀγάπα ἔλεον, καὶ ἕτοιμος ἔσο τοῦ πορεύεσθαι μετὰ τοῦ Κυρίου τοῦ Θεοῦ σου», «δὸς τὰ ὑπάρχοντά σου ἐλεημοσύνην», «παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ τὰ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινον ἀπό κακοῦ καὶ ποίησον ἀγαθὸν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτὴν, ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν». Ταῦτά εἰσι τῷ ὄντι ἔργα τοῦ Θεοῦ, ἔργα, ἅτινα ἀπαιτεῖ παρ’ ἡμῶν, ἀλλὰ τὸ πρῶτον ἔργον,ὅπερ ἀπαιτεῖ ἐστιν ἡ πίστις, «εἰς ὃν ἀπέστειλε», συνῳδὰ τῇ πρὸς τὸν υἱὸν τοῦ Θεοῦ πίστει. Ὀφείλομεν ἵνα ρυθμίζωμεν τὰς πράξεις ἡμῶν διάγοντες «ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας» ἐνώπιον αὐτοῦ· διότι διὰ μόνης τῆς εἰς Χριστὸν πίστεως ὁ Θεὸς δέχεται τὰ ἔργα ἡμῶν, διὰ τῆς πίστεως ταύτης «τὰ ἀρεστά ἐνώπιον αὐτοῦ ποιοῦμεν»· δηλαδὴ τοῦτο ὀφείλομεν ἵνα πρῶτον ἐμφυλλισθῶμεν ἐπὶ τῆς «ἀληθινῆς ἀμπέλου» καὶ κλίματα τῆς «ἀληθινῆς ἀμπέλου» γενώμεθα, πρὶν φέρωμεν καρποὺς ἀξιους καὶ εὐαρέστους τῷ Θεῷ «διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν».

§ 6 Προσηλώσωμεν λοιπὸν ἀμετακινήτως τοὺς ὀφθαλμοὺς ἡμῶν ἐπὶ τῶν ἀξιωμάτων τούτων, ὡς ἐπὶ τῆς πρώτης τοῦ θεμελίου πέτρας· ἀτενίσωμεν μετὰ τῆς δεούσης προσοχῆς, εἰ ἡ πέτρα αὕτη στερρῶς ἐτέθη. Αἰσθανόμεθα ἆρά γε τὴν ἰδίαν ἡμῶν ἀσθένειαν ὅτι· τῶν ἡμετέρων ἕνεκα ἁμαρτημάτων τοῦ Θεοῦ ἀπηλλοτριώθημεν; αἰσθανόμεθα ἆρά γε τὴν ἄπειρον τοῦ Θεοῦ εὐσπλαγχνίαν οἵα αὕτη δείκνυται ἐν τῇ ἐνσαρκώσει τοῦ υἱοῦ αὐτοῦ; Διαπερᾷ ἆρά γε τὴν καρδίαν ἡμῶν ὅτι ἀσθενεῖς ὄντες χρῄζομεν τὴν ταχίστην ὑγείας τε καὶ ἐπιρρώσεως, καὶ ὅτι ἡ ἄπειρος τοῦ Θεοῦ εὐσπλαγχνία ἔσωσεν ἡμᾶς ἀπὸ τοῦ βυθοῦ τῶν ἠθικῶν ἡμῶν ὀλισθημάτων τε καὶ παραπτωμάτων, ἵνα οὕτω «λογιζώμεθα, ὅσα εἰσὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, καὶ πράττωμεν ταῦτα;» οὐκ ἔστιν ἄλλη τις ἀρχὴ εὐσεβείας οὕτω νόμιμος καὶ ἀληθὴς, ὡς ἡ προερχομένη ἐκ τῆς ἐξιλεώσεως, ἣν ὁ Κύριος ἡμῶν ἐποίησε διὰ τὴν ἁμαρτίαν, οὔτε ἄλλη τις ἀρχὴ ἀγάπης τοσοῦτον ἰσχυρὰ, ὥσπερ ἡ τῆς ἀγάπης τοῦ Χριστοῦ, ἥτις συνέχει ἡμᾶς», ἵνα τὸ θαυμάσιον αὐτοῦ παράδειγμα μιμηθῶμεν καὶ κατὰ τοῦτο συμφερώμεθα, «κρίναντες τοῦτο ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ» ᾧ ἡ δόξα, ἡ εὐχαριστία καὶ ἡ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὀμιλία ΛГ´. Ὁ Ἰησοῦς παρίσταται ὡς ἄρτος τῆς ζωῆς καὶ αποκαλυπτει τὸ θελημα τοῦ ουρανιου αυτου πατρος τοις εἰς αυτον πιστευουσι

30) «Εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;

31) Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον, «Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν» (ΙΩΑΝΝ. ϛ´. 30–31).

§ 1. Ἐν τοῖς ἔμπροσθεν εἰδομεν ὅτι ὁ Ἰησοῦς ἀπῄτει παρ’ ἐκείνων, πρὸς οὓς ἐλάλει, πίστιν καὶ ἀφοσίωσιν, κηρύττων, ὅτι τὸ ἔργον, ὅπερ παρ’ αὐτῶν ἀπαιτεῖ ὁ Πατὴρ, ἐστιν «ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος». Ἀπῄτουν ὅμως καὶ οὗτοι ὡς ἀντάλλαγμα τούτου σημεῖον δεικνῦον ὅτι ἀπεστάλη ὄντως παρὰ Θεοῦ, δι’ ὃ ἔλεγον: «Τί οὖν ποιεῖς σύ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι;» Ἀλλ’ εἰ καὶ σημεῖον ἀπῄτουν οἱ σκληροτράχηλοι Ἰουδαῖοι, ὁ σκοπός ὅμως αὐτῶν ἦν ἀλλοῖος πάντῃ καὶ διάφορος· διότι τοῖς γηίνοις πάμπαν προσκεκολλημένοι καὶ ἑπομένως πρὸς τὰ πνευματικὰ ἀναισθητοῦντες οὐδὲν ἕτερον διὰ τοῦ σημείου ἐζήτουν, εἰμὴ νὰ χορτάσωσι τὴν κοιλίαν αὐτῶν, νὰ λάβωσι βοήθειαν πρὸς καιρὸν, ἧς δεῖγμα εἶδον τελευταῖον, ὅτε πεντακισχίλιοι ἐχόρτασαν διὰ πέντε ἄρτῶν καὶ δύο ἰχθύων. «Οἱ πατέρες ἡμῶν, ἔλεγον, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ». Πρὸς τίνα σκοπὸν ἔλεγον ταῦτα τῷ Χριστῷ; Ἀκούσωμεν τοῦ θείου Χρυσοστόμου λέγοντος· «Διὰ τούτου νομίζοντες αὐτὸν ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι δύναται σαρκικῶς. Διατὶ γὰρ οὐδενὸς ἐτέρου τῶν προτέρων σημείων ἐμνημόνευσαν, καίτοι γε πολλῶν γενομένων τότε, καὶ κατ’ Αἴγυπτον καὶ κατὰ τὴν θάλατταν, καὶ ἐν τῇ ἐρήμῳ, ἀλλὰ τοῦ μάννα; Ἆρ’ οὐ διότι σφόδρα αὐτοῦ ἐπεθύμουν διὰ τὴν τῆς γαστρὸς τυραννίδα;» Εἶτα δὲ ὁ ἱερὸς οὗτος καὶ θεῖος τῷ ὄντι ἀνὴρ, τὴν ἀγνωμοσύνην τε καὶ ἀχαριστίαν αὐτῶν καταδικάζων ἐπιλέγει· «Πῶς δὲ (ὑμεῖς) οἱ Προφήτην αὐτὸν λέγοντες καὶ βασιλέα ἐπιχειροῦντες ποιεῖν, ἐπειδὴ τὸ σημεῖον εἴδετε, νῦν, ὡς οὐδενὸς γενομένου, ἀχάριστοι καὶ ἀγνώμονες γεγόνατε, καὶ σημεῖον αἰτεῖτε, παρασίτων καὶ κυνῶν λιμωττόντων ρήματα ἀφιέντες; Νῦν τὸ μάννα τὸ θαυμαστὸν ὑμῖν ὅ,τε ἡ ψυχὴ ὑμῶν κατάξηρος»; Ὁ Μωυσῆς ἔδωκε τὸ σημεῖον τοῦτο τῆς θείας αὐτοῦ ἀποστολῆς, «ἔδωκεν αὐτοῖς ἄρτον ἐξ οὐρανοῦ εἰς σιτοδείαν αὐτῶν», ὁ Κύριος ἡμῶν ἐκ τῶν λόγων τούτων τῶν Ἰουδαίων, «οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ», ὁρμώμενος ἐκδηλοῖ αὐτοῖς τὴν πνευματικὴν τροφὴν, ἥτις ἐστὶν ὁ οὐράνιος καὶ θεῖος ἄρτος, ὅς ἐστιν αὐτὸς ὁ Κύριος καὶ, «ἡ πᾶσι τοῖς πιστοῖς σωτήριος αὐτοῦ διδασκαλία», ἄγουσα τοὺς εἰς αὐτὸν πιστεύοντας εἰς τὴν αἰώνιον ζωήν.

32) «Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ᾿ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.

33) ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

34) Εἶπον οὖν πρὸς αὐτὸν Κύριε πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

35) Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός μὲ οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ διψήσῃ πώποτε» (ΙΩΑΝΝ. ϛ´. 32–35).

§ 2. Ἐν τῇ πρὸς τὴν Σαμαρείτιδα συνδιαλέξει αὐτοῦ ὁ Ἰησοῦς ἐχρήσατο τὸ ὕδωρ, ὅπερ ἐστὶ τὸ μᾶλλον ἀναγκαῖον πρὸς συντήρησιν τῆς ζωῆς τοῦ ἀνθρώπου, ἵνα δηλώσῃ τὴν τε ζωηρότητα καὶ δραστηριότητα, ἣν ἀποδίδωσι τῇ ψυχῇ τὸ ζῶν ὕδωρ, ἤτοι ἡ θεία καὶ οὐράνιος αὐτοῦ διδασκαλία, νέαν αὐτῇ ἐμβάλλουσα δύναμιν καὶ ἰσχύν. Ἡ ὑπὸ τῶν Ἰουδαίων μνεία τοῦ μάννα τοῦ θρέψαντος τοὺς ἐν τῇ ἐρήμῳ προπάτορας αὐτῶν γίγνεται ἀφορμὴ τῷ Κυρίῳ ἵνα ἐκδηλώσῃ αὐτοῖς, ὅτι «αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν καὶ τὸ ὕδωρ τὸ ζῶν» ὥσπερ ὁ ἅρτος καὶ τὸ ὕδωρ στοιχεῖά εἰσιν ἀναγκαῖα πρὸς συντήρησιν τῆς ζωῆς τοῦ ἀνθρώπου καὶ ἀπαραίτητα, τὸν αὐτὸν τρόπον καὶ αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν καὶ τὸ ὕδωρ τὸ ζῶν, ἅπερ στοιχεία τῆς αἰωνίου ζωῆς ἐπίσης ἀναγκαῖα τυγχάνουσιν. Ἐκ τούτου κατάδηλος γίγνεται ἡ διαφορὰ ἀμφοτέρων, δηλαδὴ ὁ μέν ἄρτος καὶ τὸ ὕδωρ τοῦ κόσμου τούτου στιγμιαίαν τινὰ καὶ πρόσκαιρον ρώμην παρέχουσι, δύναμιν παραυτίκα ἐξηντλημένην, ὁ ἄρτος ὅμως καὶ τὸ ὕδωρ, ὅπερ ὁ Κύριος ἡμῶν δίδωσι τοῖς πιστεύουσιν αὐτῷ, παρέχει αὐτοῖς τοιαύτην δύναμιν, ἥτις εἰς τὸν αἰῶνα διαμένει τὸν ἅπαντα. «Ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε». Ἀλλ’ ἵνα τοιούτου τις ἀπολαύσῃ δώρου, δέον ὅπως ζητήσῃ αὐτὸ, ἀλλὰ πρὶν ζητήσῃ αὐτὸ δέον ἵνα ἐπιθυμήση αὐτὸ, καὶ πρὶν ἐπιθυμήσῃ δέον ἵνα αἰσθανθῇ τῷ ὄντι αὐτό. Ἐν τῷ χρόνῳ ὅμως, καθ’ ὃν ὁ Κύριος ἡμῶν τοῖς Ἰουδαίοις διελέγετο, οὐδ εἶχον παντάπασιν οὗτοι τὴν ἐπιθυμίαν ταύτην.

36) «Ἀλλ᾿ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.

37) Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω·

38) ὅτι καταβέβηκα ἐκ τοῦ οὖρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

39) Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἵνα πᾶν, ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

40) Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ» (ΙΩΑΝΝ. ϛ´. 36–40).

§ 3. Ὁποία σπουδαιότης, ὁποῖον κέρδος καταφαίνεται ἐν ταῖς ἀληθείαις ταύταις, ἃς ὁ Κύριος ἀποκαλύπτει ἡμῖν! Ὁποία παραμυθία ἐν τῇ βεβαιότητι, ἣν αὗται παρέχουσιν! Οἱ ἐρχόμενοι εῖς τὸν Ἰησοῦν καὶ πιστεύοντες αὐτῷ προωρισμένοι εἰσὶν, ὡς «δοθέντες αὐτῷ ὑπὸ τοῦ Πατρός» Τοῦτο ἔχει σχέσιν πρὸς τὴν μυστηριώδη ἐκείνην προπαρασκευὴν τῆς ψυχῆς, ἥτις ἐστὶ «τοῦ Κυρίου», δι’ ἣν ἅμα, «ἡ ἀπολύτρωσις ἡ ἐν Χριστῷ Ἰησοῦ» προσενεχθῇ αὐτοῖς, ἀντίκα ἓτοιμοί εἰσιν ἵνα μετὰ προθυμίας τῆς μεγίστης δεχθῶσιν αὐτὸν ἀκολουθοῦντές ἐν παντὶ, ἐν ᾧ τοὐναντίον ἄλλοι οἱ μὴ οὕτω παρεσκέυασμένοι ἀποβάλλουσιν αὐτόν οἱ δεχόμενοι λοιπὸν μετὰ καθαρᾶς καρδίας τὸν λόγον, καὶ «οἱ τεταγμένοι εἰς τὴν αἰώνιον ζωὴν» «οἱ προσερχόμενοι μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως» ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς» τῷ ὄντι πιστεούυσιν· οἱ δὲ οὕτω πιστεύοντες «ἐδόθησαν τῷ Χριστῷ ὑπὸ τοῦ Πατρὸς», ὅστις ἐν τῇ προαιωνίῳ καὶ μυστηριώδει αὐτοῦ Διαθήκῃ ἀνέλαβεν ἵνα δώσῃ αὐτῷ «ἔθνη τὴν κληρονομιάν αὐτοῦ καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς.»

§ 4 Τὸ ἐν Ἀθήναις κήρυγμα τοῦ ἀποστόλου Παύλου παρέχει ἡμῖν παραπλήσιον παράδειγμα. «Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον ἀκουόμεθά σου καὶ πάλιν περὶ τούτου». Ἐν τούτοις «τινές ἀνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνή τις ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς». Ἡ Δάμαρις λοιπὸν καὶ ὁ Διονύσιος καὶ οἱ ἕτεροι σὺν· αὐτοῖς ἀποτελοῦσι τάξιν κεχωρισμένην ἀπὸ τῆς τῶν χλευαζόντων τὴν διδασκαλίαν τοῦ ἀποστόλου Παύλου, καὶ ἀπὸ τῆς τῶν ἀναβαλόντων τὴν ἐξέτασιν ἐν ἄλλῳ χρόνῳ. «Προσῆλθον τῷ Χριστῷ», ὃν ὁ Παῦλος ἐγνώρισεν αὐτοῖς, καὶ οὗτινος τὴν διδασκαλίαν ἐκήρυττε, καὶ «ἡ ἐλευσις αὐτῶν» ἦν ἀπόδειξις, ὅτι «ἐδόθησαν αὐτῷ ὑπὸ τοῦ Πατρός». «Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει». Τίνος ἕνεκεν ὁ Πατὴρ ἔδωκεν αὐτῷ τούτους καὶ οὐχὶ ἅπασαν τὴν συνάθροισιν; Ἰδοὺ ὅπερ μυστήριόν ἐστιν ἡμῖν· ἀλλ’ ἐσμὲν βέβαιοι, ὅτι «ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ», «οὐκ ἐστι προσωπολήπτης». Ὡς πρὸς δὲ τοὺς προσερχομένους τῷ Χριστῷ ὁπόση παραμυθία καὶ χαρὰ ἐν ἐπιγνώσει ὅτι εἰσὶν ἀντικείμενα κέρδους εἰς τοῦ «Πατέρα αὐτῶν τὸν ἐν τοῖς οὐρανοῖς»· ὅστις ἔθετο τὰς ψυχὰς αὐτῶν ἐν ταῖς χερσὶ τοῦ ἀγαπητοῦ αὐτοῦ υἱοῦ, ὅστις καὶ οὗτος προσέθετο ταύτην τὴν ἐπαγγελίαν «τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω!» οὐδαμῶς ἐκβάλω ἔξω τὸν ἐρχόμενον πρός με, οἷος δήποτε κἂν ᾖ φαῦλος ἢ διεφθαρμένος καὶ ἀσταθής. Δῆλον οὗν ὅτι οὐδέν ἐστι τὸ δυνάμενον ἵνα ἀποθαρρύνῃ καὶ ἀπομακρύνῃ ἡμᾶς πεπεισμένους ὅτι οἱ ἐρχόμενοι πρὸς τὸν Χριστὸν ἐδόθησαν αὐτῷ ὑπὸ τοῦ Πατρός. Τίς ἐξ ἡμῶν ὁ μὴ αἰσθανόμενος βαθέως ὁπόσον ὑπό τε τῆς ἀσθενείας καὶ μηδαμινότητός ἐστιν οἰκτρὸς, ὅστις νὰ μὴ δεχθῇ μετὰ χαρᾶς καὶ εὐγνωμοσύνης βαθυτάτης τὴν πρὸς αὐτὸν γενομένην προσφορὰν καὶ ἵνα μὴ οἰκειοποιηθῇ τὸ λύτρον, ὅπερ ἐπὶ τοῦ σταυροῦ ὑπὲρ αὐτοῦ ὁ Χριστὸς ἐπλήρωσεν; «Οὗτος οὗν ἔχει ἐν ἑαυτῷ τὴν μαρτυρίαν», ὅτι εἷς ἐστιν ἐξ ἐκείνων, «οὓς ὁ Πατὴρ ἔδωκε τῷ Υἱῷ, ἔχει ἐν ἑαυτῷ τὴν μαρτυρίαν ὅτι τὸ θέλημα τοῦ Πατρός ἐστιν ἵνα ἀπολαύσῃ τῆς οὐρανίου αὐτοῦ βασιλείας. «Τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πας ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον»· τὸ μέν θεωρεῖν τὸν Υἱὸν δηλοῖ παραδέχεσθαι τὴν θείαν αὐτοῦ ἀρετήν τε καὶ δύναμιν, τὸ δὲ ἐπιγινώσκειν δηλοῖ ὅτι αὐτὸς ἐγένετο ἡμῖν τῇ θελήσει τοῦ Θεοῦ «σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». Τὸ «πιστεύειν εἰς αὐτὸν» δηλοῖ προσκολλᾶσθαι ταύτῃ τῇ ἀρετῇ τε καὶ τῇ δυνάμει, Εἰ οὕτως ἡμῖν ἔχει, εἰ ὁμολογοῦμεν ἐν πάσῃ τῆς καρδίας καθαρότητι καὶ εἰλικρινείᾳ, ὅτι ὁ Ἰησοῦς ἐστιν ἀληθῶς ὁ υἱὸς τοῦ Θεοῦ, εἰ πιστεύομεν εἰς αὐτὸν καὶ ἐπικαλούμεθα πρὸς σωτηρίαν ἡμῶν, οὐδεμία ἀνάγκη ἵνα ζητήσωμεν ὁποῖόν ἐστι τὸ πρὸς ἡμᾶς τοῦ Πατρὸς θέλημα. Ἡ πίστις ἣν ὁμολογοῦμεν καὶ ἧς βαθεῖαν ἔχομεν συναίσθησιν, ἐστὶν ὁ ἐγγυητὴς τοῦ θελήματος Αὐτοῦ. Χαίρωμεν καὶ ἀγαλλιώμεθα εὐγνωμόνως· ἀγαπήσωμεν τὴν πίστιν ἄγουσαν ἡμᾶς πρὸς τὸν Κύριον καὶ ἀπονέμωμεν αὐτὴν Ἐχείνῳ, «παρ’ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον», ἀλλὰ μὴ ζητῶμεν προπετῶς καὶ αὐθαδῶς ἵνα ἀποκαλύψῃ τὴν αἰτίαν, δι’ ἣν ἕκαστον ἐξ ἡμῶν διάφορον ὁ Θεὸς τοῦ ἑτέρου ἐποίησε. «Μὴ ἴχνος Κυρίου εὑρήσεις; ἢ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντρκράτωρ;» ἀλλὰ μᾶλλον ζητῶμεν τὸν Θεὸν οὗ ἀνεξερεύνητα τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ»· Εἴπωμεν μετὰ τοῦ Δαβὶδ «Κύριε οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ μετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμαστοῖς ὑπὲρ ἐμέ». Ἀλλὰ ἀσυγκρίτως τοῦ Δαβὶδ ὑπέρτερος, ὁ Κύριος ἡμῶν εἶπεν. «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν Σου».

Ὀμιλία ΛΔ´ Ἡ εἰς Χριστὸν πίστις δῶρον εστι τοῦ Θεοῦ

41) «Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ·

42) Καὶ ἔλεγον οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὐν λέγει οὐτος, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;

43) Ἀπεκρίθη οὐν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετ᾿ ἀλλήλων.

44) Οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.

45) Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις. «Καὶ ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ». Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρός με·

46) Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακέν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ·οὗτος ἑώρακεν τὸν Πατέρα» (ΙΩΑΝΝ. ϛ´. 41–46).

§ 1. Πόσον οἱ Ἰουδαῖοι ταπεινὰ ἐφρόνουν καὶ εὐτελῆ, καταφαίνεται ἐκ τούτου, ὅτι τοῦ Ἰησοῦ παραινοῦντος αὐτοῖς, ἵνα «ἐργάζωνται μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον» καὶ λέγοντος αὐτοῖς· «ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, ἤρξαντο γογγύζειν κατ’ αὐτοῦ. Πάνυ δὲ εὐλόγως καὶ ὁ θεῖος Χρυσόστομος λέγει περὶ αὐτῶν τὰ ἑξῆς· «Ὅτε μὲν ἄρτον ἔδωκεν αὐτοῖς καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν· ὅτε δὲ αὐτοὺς ἐδίδασκε περὶ τῆς πνευματικῆς τροφῆς, περὶ ζωῆς αἰωνίου, ὅτε ἀπήγαγεν αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην· ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσιν». Ὁ Ἰησοῦς λοιπὸν παραινεῖ αὐτοῖς ἵνα μὴ ματαίας ἐπινοῶσιν ἐνστάσεις, μηδὲ ψευδεῖς λογισμοὺς ἀκούωσι, διότι τὸ τοιοῦτον πνεῦμα ὅλως ἀντίθετόν ἐστιν τῇ τοῦ Θεοῦ χάριτι, ἥτις ἄγει τὴν καρδίαν εἰς τὴν ἀποκαλυφθεῖσαν δι’ αὐτοῦ ἀλήθειαν Καίτοι «οὐδεὶς δύναται ἐλθεῖν εἰς τὸν Χριστὸν, ἐὰν μὴ ὁ Πατὴρ ἐλκύσῃ αὐτὸν», ἐν τούτοις ὑπάρχει διαθεσίς τις πνεύματος ἀπομακρύνουσα ἐπὶ μᾶλλον αὐτήν. Ἡ διδασκαλία αὕτη, καθὰ λέγει ὁ Κύριος, οὐκ ἔστι νέα καὶ καινοφανὴς, καθότι αὕτη ἦν γνωστὴ ἤδη ἐκ τῶν προφητῶν· «Ἔστι γεγραμμένον ἐν τοῖς. προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ. Πᾶς οἶν ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρός με».

§ 2. Ἐν τοῖς λογοις τούτοις κηρύττει ὁ Κύριος ἀλήθειαν, ἣν ἄλλοι μὲν μυρίας προφάσεις ἐπινοοῦντες οὐδόλως παραδέχονται, ἄλλοι δὲ «στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς Γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν». «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἐλκύσῃ αὐτὸν, ἢ ὡς λέγει ὁ Παῦλος «ψυχικὸς (φυσικὸς) ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ». Ἡ καρδία τοῦτοῦ φύσει ἐστὶν ὅλως πεπληρωμένη σκέψεων καὶ ἐπιθυμιῶν πονηρῶν, ἑπομένως οὐ δύναται ἐλθεῖν καὶ ὑποταγῆναι τῷ Χριστῷ· ἀπομακρύνεται αὐτοῦ διὰ τοῦ φθόνου, ὡς συνέβη τοῖς ἀδελφοῖς αὐτοῦ, διὰ τῆς φιλαργυρίας, ὡς τῷ Ἰούδᾳ, διὰ τῆς ὑπερηφανίας καὶ ἀλαζονίας, ὡς τοῖς Φαρισαίοις, διὰ τῆς ἀγάπης τοῦ κόσμου τούτου, ὡς τῷ νεανίσκῳ πλουσίῳ. Διὰ τοῦτο, ὡς λέγει ὁ Κύριος, «Οὐδεὶς δύναται ἐλθεῖν πρὸς αὐτὸν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρὸς αὐτοῦ». Τὸ Πνεῦμα τοῦ Θεοῦ ἀνάγκη ἵνα παρασκευάσῃ καὶ διαθέσῃ τὴν φυσικὴν τῆς καρδίας διάθεσιν καὶ ἐμπνεύσῃ αὐτῷ τῇ ἐπιδράσει αὐτοῦ φόβον θρησκευτικὸν, αἰσθήματα ταπεινότητας τοιαῦτα, οἷα ἱκανά εἰσιν ἵνα ἑλκύσωσιν αὐτὴν πρὸς τὸν Ἰησοῦν, ὅς τοῖς τε πρᾴοις καὶ τοῖς ταπεινοῖς σωτηρίαν καὶ χάριν δίδωσι καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἀνοίγει εἰς τοὺς εἰσερχομένους εἰς αὐτὴν ὡς τὰ μικρὰ παιδία. «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν». Οὗτοι πάντες εἰσὶ «διδακτοὶ τοῦ Θεοῦ», πεπροικισμένοι διὰ τῆς χάριτος αὐτοῦ. Διὰ τοῦτο δὴ «ὅτε ἀπῆλθον εἰς τὰ ὀπίσω ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ καὶ οὐκ ἔτι μετ’ αὐτοῦ περιεπάτουν», οἱ δώδεκα οὐκ ἐγκατέλιπον αὐτὸν λέγοντες «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ρήματα ζωῆς αἰωνίου ἔχεις». Ἐποίησαν οὕτω, ἐπειδὴ τοῦτο ἦν ὑπὸ τοῦ Πατρὸς αὐτοῖς δεδομένον.

§ 3. Νῦν δὲ πρὸς πλήρη τοῦ κειμένου κατανόησιν ζητητέον τὰ ἐξῆς. Ἐκεῖνοι οἱ ἐγκαταλιπόντες αὐτὸν καὶ οὐκέτι μετ’ αὐτοῦ περιπατοῦντες οὐκ εἰσὶν ἆρά γε συγγνωστέοι ὡς μὴ ὑπὸ τοῦ Πατρὸς ἑλκυσθέντες εἰς πίστιν καὶ μετάνοιαν; Προσάπτεταί τις αὐτοῖς κατηγορία ἐπὶ τούτῳ; ὁ ἀπόστολος Παῦλος λέγει περὶ τούτου τὰ ἑξῆς· «Ἐρεῖς μοι, τί ἔτι μέμφεται; τῷ βουλήμάτι αὐτοῦ τίς ἀνθέστηκε;» Περὶ τούτου καὶ ὁ θεῖος Χρυσόστομος ταῦτα λέγει· «Καὶ ὁ Χριστὸς οὐδείς ἔρχεται πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· οὐκοῦν εἰ τοῦ Θεοῦ ἐστι τοῦτο, τί ἁμαρτάνουσιν οἱ ἀπιστοῦντες, μήτε τοῦ Πνεύματος βοηθοῦντος, μήτε τοῦ Πατρὸς ἕλκοντος, μήτε τοῦ Υἱοῦ ὁδηγοῦντος; Καὶ γὰρ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ὁδός· τοῦτο δὲ λέγει δεικνὺς, ὅτι αὐτοῦ χρεία εἰς τὸ προσαχθῆναι τῷ Πατρί. Εἰ τοίνυν ὁ Πατὴρ ἕλκει, ὁ Υἱὸς χειραγωγεῖ· τὸ Πνεῦμα φωτίζει, τί ἀμαρτάνουσιν οἱ μήτε ἑλκυσθέντες, μήτε χειραγωγηθέντες, μήτε φωτισθέντες, ὅτι μὴ παρέχουσιν ἀξίους ἑαυτοὺς τοῦ ταύτην δέξασθαι τὴν ἔλλαμψιν· Ὅρα γοῦν ἐπὶ τοῦ Κορνηλίου τοῦτο συμβάν· οὐ γὰρ οἴκοθεν ἐκεῖνος τοῦτο εὗρεν, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἐκάλεσε, ἐπειδὴ προλαβὼν ἑαυτὸν ἄξιον παρεσκεύασε. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος περὶ πίστεως διαλεγόμενος ἔλεγε· Καὶ τοῦτο οὐκ ἐζ ὑμῶν Θεοῦ τὸ δῶρον. Οὐ μὲν ἔρημόν σε καταλιμπάνει κατορθωμάτων. Εἰ γὰρ αὐτοῦ ἐστι τὸ ἑλκῦσθαι καὶ ἐπαγαγέσθαι, ἀλλ’ ὅμως καὶ ψυχὴν εὐπειθῆ ἐπιζητεῖ, καὶ τότε τὴν παρ’ ἑαυτοῦ συμμαχίαν εἰσάγει». Ὁ Θεὸς, οὗ ἡ σοφία ἐστὶ τελεία καὶ ἡ δύναμις ἄπειρος γινώσκει ἵνα ἑλκύῃ τὰς καρδίας τῶν ἀνθρώπων οὕτως, ὥστε ὁ ὑπ’αὐτοῦ ἑλκόμενος δύναται ἔτι ἵνα ἀπολαύῃ τῆς ἐλευθερίας αὐτοῦ· διότι ἡ χάρις ἐνεργοῦσα ἐν τῷ ἀνθρώπῳ οὔτε καταστρέφει, οὔτε κωλύει τὴν ἐλευθερίαν αὐτοῦ· «Αὕτῇ ἐνεργεῖ, οὐκ ἀνάγκῃ ἵνα φανῇ καθ’ ἅπαξ καὶ διαμείνῃ τὸ αὐτεξούσιον ... ἵνα ἐν τῷ θελήματι τοῦ ἀνθρώπου ᾖ τό τραπῆναι αὐτὸν ἐπὶ τὸ ἀγαθὸν ἢ τὸ κακόν»· (Μακάριος ὁ μέγας). Ἄρα ἡ χάρις οὐκ ἔστι τι ἀκούσιον παραδεχομένου αὐτὴν τοῦ ἀνθρώπου ἀκουσίως καὶ παρὰ γνώμην, τοὐναντίον τοῦτο ἐξαρτᾶται ἐκ τῆς προαιρέσεως αὐτοῦ. Ὥσπερ «οἱ ἀνθηρότατοι λειμῶνες ἄνθεσι χρυσοκόμοις πεποικιλμένοι, δένδρεσι καλλιπνόοις κοσμούμενοι, ὄρνεσι καλλιφώνοις κλονούμενοι καὶ τὴν ἀκοὴν τῶν ἀνθρώπων θέλγουσι, καὶ τὴν ὅρασιν θάλπουσι προσελκύοντες οὕτω αὐτούς· τοῦ γὰρ ἡλίου τὰς χρυσᾶς αὐγὰς κυκλοτερῶς περιστίλβοντος, ἀνακλώμεναι αἱ αἰγλαι πυραυγεῖς ἀνταστράπτουσι λαμπηδόνας. Ἐκεῖ τραυλαὶ λάλων ὀρνίθων, συριγγώδεσι κλαγγαῖς λιγυρὸν ἀποπέμπουσι μέλος· ἐκεῖ ἀνέμων εὐήχων ζέφυροι ἐν ταῖς κυκλότησι τῶν ὀρνέων ἐριζούσαις, τῶν κρημνῶν κοιλάδας σαλεύοντες, ἐν εἰκόνι κιθάρας ὁμοφώνως ᾄδουσιν ὡς καὶ τοὺς ἐν ταῖς καλύβαις ποιμένας καὶ βουνόμους, ἔναυλα ἔχοντας τὰ τῶν μουσικῶν ὀρνίθων λυρικά μελῳδήματα, δόναξι πολυφθόγγοις ἀντίμιμα κελαδοῦνται κατὰ παντὸς τερπνοῦ τόπου καὶ πάσης βοτάνης τὰς ἄρνας πραέως φέρειν», οὕτω καὶ τὰ λαμπρὰ τοῦ Εὐαγγελίου καὶ μελίστακτα διδάγματα ἔχων ὅπλα ὁ Πατὴρ ἡμῶν ὁ Οὐράνιος, τὸν θεῖον λόγον, τὸν φωτὸς γέμοντα καὶ φῶς ἐκλάμποντα φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας, διαφωτίζει τὸν νοῦν αὐτῶν, καθαρίζει τὴν καρδίαν αὐτῶν «ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος» καὶ ἀπὸ πάσης διαφθορᾶς τῇ ἐπιδράσει τοῦ ἀγίου Πνεύματος, τοῦ ὁδηγοῦντος εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ τοιουτοτρόπως προσελκύει τοὺς ἀνθρώπους· οὐχὶ ὅμως πάντας, ἀλλὰ «τοὺς ἐπιτηδειοτέρους καὶ οἰκείωσίν τινα πρὸς αὐτὸν ἐπιδεικνυμένους» καθά λέγει ὁ Θεοφύλακτος. Ἡ πρᾶξις αὕτη τοῦ Πατρὸς προσελκύοντος οὕτω τοὺς ἀνθρώπους, οὐδόλως ἀναιρεῖ τὴν τοῦ ἀνθρώπου ἐλευθερίαν, ἄλλωςτε ἀφ’ οὗ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν κατέδειξε τοῦτο λέγων· «ὅστις θέλει ὀπίσω μου ἐλθεῖν», «ἀλλὰ μᾶλλον ἐμφαίνει ἡμᾶς βοηθείας δεομένους κατὰ τὸν θεῖον Χρυσόστομον. Ὃτε ὁ Ἰησοῦς φέρ’ εἰπεῖν, εἶπε τῷ Ζακχαίῳ· «Ζακχαῖε, σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι», Ὁ Ζακχαῖος «σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων». Ὁ Ζακχαῖος ἔπραξε τοῦτο, διότι προσειλκύσθη ὑπὸ τοῦ Πατρὸς. Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου καὶ οὕτως αὐτὸν προσείλκυσεν. Ὅτι δὲ τοῦτο οὐκ ἔστι βία ἀκούσωμεν τοῦ προφήτου Ἀμὼς λέγοντος· «Ἔδειξέ μοι Κύριος, Κύριος, καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. Καὶ εἶπε· τί σὺ ὁρᾷς, Ἀμὼς; Καὶ εἶπα· ἄγγος ἰξευτοῦ. Καὶ εἶπε Κύριος πρός με· ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν.

§ 4. Κατὰ ταῦτα εἰ ἄνθρωπός τις ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου ἐπὶ τοῦ Ζακχαίου, ἐβίαζεν αὐτὸν ἵνα ἐνεργῇ κατὰ τὴν διάθεσιν αὐτοῦ, οὐδεμίαν ἂν οὗτος εἶχεν ἐκλογῆς ἐλευθερίαν, οὐδὲ αὐτεξούσιον· ἀλλὰ παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι· καὶ δὴ ἠδύνατο νὰ ἑλκύσῃ μὲν τὸν Ζακχαῖον ἀφίνων αὐτῷ ἀνεπηρέαστον τὴν ἐλευθερίαν αὐτοῦ, τὸν δὲ νέον πλούσιον νὰ μὴ ἐλκύσῃ ὅτε ἐγκατέλιπε τὸν Ἰησοῦν «καὶ ἀπῆλθε λυπούμενος». Πᾶς τις προσέχων εἰς τὰς κινήσεις τῆς ἰδίας αὐτοῦ καρδίας ἐδοκίμασεν ἴσως τὸ αἴσθημα τῆς ἐλευθερίας ταύτης εἴτε ὑποχωρῶν εἰς τὴν ἐπίδρασιν τῆς χάριτος τοῦ Θεοῦ, εἴτε ἀνθιστάμενος εἰς αὐτήν. Ἀληθές ἐστιν ὅτι αἱ ἐνέργειαι τῆς θείας χάριτος ἀκατάληπτοί εἰσι καὶ κεκρυμμέναι εἰς ἡμᾶς, καθ’ ἃ περὶ τούτου ἡ Ἁγία Γραφὴ σαφῶς βέβαιοῖ λέγουσα «τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα». Ὁ ἀπόστολος Παύλος οὐδόλως μέν ἀντιλέγων τῷ ἐρίζοντι, ἐπιβάλλει ὅμως αὐτῷ σιγὴν λέγων· «Μενοὖν γε, ὧ ἀνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτω»; καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης λέγων ὅτι « Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται», οὐδεμίαν ἀντίρρησιν ἐπάγει, οὔτε ζητεῖ νὰ ἐρευνήση αὐτό. Διατὶ λοιπὸν λυπεῖσαι καὶ ἀπελπίζεσαι; ἐξ ἐναντίας εἰ καλῶς ἐσκέπτου, θὰ εὕρισκες ἐν αὐτῷ μᾶλλον πηγὴν ἀνεξάντλητον παραμυθίας καὶ θάρρους· «οἶδα, λέγει ὁ Παῦλος, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ (τοὐτέστι τῇ σαρκί μου) ἀγαθὸν», καὶ ὅτι οὐ δύναμαι ἐλθεῖν τῷ Χριστῷ καὶ μεῖναι προσηλωμένος τῇ διδαχῇ καὶ διδασκαλίᾳ αὐτοῦ, τοὐτέστιν ἵνα ἐπιβεβαιώσω τὴν ἐν τῷ βαπτίσματί μου συνθήκην γινομένην καὶ λάβω οὕτω τὴν πρέπουσάν μοι μερίδα ἐν τῇ Διαθήκῃ τοῦ Χριστοῦ, «Ἐὰν μὴ ὁ Πατὴρ ἐλκύσῃ με», ἐγὼ οὐδαμῶς δύναμαι τὸν δρόμον τοῦ ἀνέμου ἢ τὸν ροῦν τοῦ ὕδατος μεταβαλεῖν ... Τοῦτο ἡ Ἀγία Γραφὴ διαρρήδην ἡμᾶς διδάσκει καὶ ἡ πεῖρα ἐπικυροῖ. – Ἀλλὰ πρὸς τί ἡ ταραχὴ καὶ ἡ ἐπὶ τούτῳ θλῖψις μου αὕτη; ἔχω γὰρ τὴν ἐπαγγελίαν ταύτην ὅτι «εἴτις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος», καὶ δοθήσεται αὐτῷ καὶ εἰμί βέβαιος ὅτι «οὐκ ἔοτι παρὰ τῷ Θεῷ ἀδικία», ἵνα μὴ δῷ Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. Διατὶ, ὦ ἀνθρωπε, κἂν πτωχὸς ᾖ, λυπεῖσαι, ἀφοῦ γινώσκεις ὅτι «ἐν τῷ Χριστῷ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως»; Ἀφοῦ ἔχεις τοιοῦτον θησαυρὸν, ἐξ οὗ δύνασαι «λαβεῖν ἔλεον καὶ χάριν εὑρεῖν εἰς εὔκαιρον βοήθειαν; χαῖρε μᾶλλον ὅτι κέκτησαι τοιοῦτον θησαυρὸν δι’ οὗ δύνασαι νὰ θεραπεύσῃς τὰς ἀνάγκας σου, καὶ τοιαύτην δύναμιν ἵνα βοηθῇς τὰς ἀσθένείας καὶ ἀδυναμίας σου· ὁ τοιοῦτος ἔχει ἀληθῶς βοηθὸν καὶ ἀντιλήπτορα αὐτὸν τὸν Θεὸν, ἐφ’ οὖ πάνυ ἀκινδύνως καὶ ἀσφαλῶς δύναται ἵνα στηριζηται. Ἰδοὺ ὅπερ ἐμπνέει αὐτῷ τὴν πεποίθησιν ὅτι «χωρὶς αὐτοῦ οὐ δύναται ποιεῖν οὐδέν. Ἰδοὺ πόθεν δύναται τὸ τῆς ταπεινότητος καὶ ὑποταγῆς αἴσθημα ἵνα λάβῃς, ὅπερ τὰ μάλιστα συντελεῖ ἵνα βοηθῇ αὐτὸν εἰς τὰς δοκιμασίας καὶ τὰς ἐν τῷ βίῳ αὐτοῦ θλίψεις καὶ ἀσθενείας «ἡ γὰρ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται». Ὁ Θεὸς ὁ πανταχοῦ μέγας, ὁ πανταχοῦ ἰσχυρὸς, ὁ πανταχοῦ παρὼν, ἐστι πάντοτε μετ’ αὐτοῦ. «Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντέλειας τοῦ αἰῶνος». Ὁ ἔχων τοίνυν τοιοῦτον ἄμαχον καὶ πρόθυμον βοηθὸν καὶ προστάτην, τί ἔχει ἵνα φοβηθῇ; τί ἔχει ἵνα ταράττηται; ἀλλ’ ἂς χαίρῃ μᾶλλον καὶ ἂς προσέχῃ διὰ παντὸς ἵνα «πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθῶσιν ἀπ’ αὐτοῦ σὺν πάσῃ κακίᾳ»· ἀλλὰ καὶ διὰ βίου μεστοῦ πάσης ἀρετῆς καὶ ἁγνότητος ἐπὶ μᾶλλον ἂς προσέλκύσῃ τὴν πανσθενῆ χάριν τοῦ δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐξ οὐρανοῦ κατελθόντος καὶ διδάξαντος ἡμᾶς «ρήματα ζωῆς αἰωνίου», ἥτις δέον ἵνα ᾖ τιμιωτέρα καὶ πατέρων καὶ μητέρων καὶ τέκνων καὶ ἀδελφῶν καὶ τῶν ὄντων ἁπάντων, «καὶ λυτρώσαντος ὑμᾶς... ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς τῆς πατροπαραδότου τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἀκριβείας εἰδότες μὴ διώκωμεν τὰ φεύγοντα καὶ μὴ φεύγωμεν τὰ μένοντα, μὴ προδῶμεν τὴν σωτηρίαν ἡμῶν, ἀλλὰ προσηλώσωμεν στερρῶς τόν τε νοῦν καὶ τὴν καρδίαν ἡμῶν ἐπὶ τῆς «μακαρίας ἐλπίδος καὶ ἐπιφανείας τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ οἱ μὲν γέροντες ὡς φανερῶς γινώσκουσιν ὅτι ὀλίγος αὐτοῖς ὑπολείπεται τῆς ζωῆς χρόνος, οἱ δὲ νέοι ἐπ’ ἴσης καὶ αὐτοὶ σαφῶς πεπεισμένοι εἰσιν, ὅτι οὐ πολὺ τὸ λειπόμενον αὐτοῖς ἐστιν «ὡς γὰρ κλέπτης ἐν νυκτὶ οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται», ἀλλὰ καὶ αἱ γυναῖκες τοὺς ἑαυτῶν ἄνδρας ταῦτα ἂς προτρέπωσιν, καὶ οἱ ἄνδρες τὰς ἑαυτῶν γυναῖκας ταῦτα ἂς νουθετῶσι καὶ νεωτέρους καὶ παρθένους ἂς διδάσκωσι καὶ καθ’ ὅλου εἰπεῖν οἱ πάντες τοὺς πάντας ἀλλήλους ἂς συμβουλεύωσιν «ἵνα τῶν μέν βλεπομένων ὡς προσκαίρων ὑπερορῶσι, τῶν δὲ μὴ βλεπομένων ὡς αἰωνίων διὰ παντὸς ἐπιθυμῶσι» καὶ οὕτω πάντες τύχωσι τῇ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῶν αἰωνίων καὶ οὐρανίων ἀγαθῶν· Ἀμήν.

Ὀμιλία ΛЕ´. Ὁ Ἰησοῦς κηρύττει ὅτι αὐτός, ἐστιν ὁ ἄρτος τῆς ζωῆς

47) «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.

48) Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·

49) Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον·

50) Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ Οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.

51) Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ἣν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς» (ΙΩΑΝΝ. ϛ´. 47–51).

§ 1. Ὁ Κύριος ἐπαναλαμβάνει ἐνταῦθα κηρύττων τοῖς Ἰουδαίοις ὅτι «αὐτός ἐστιν ὁ ἄρτος τῆς ζωῆς» καὶ λέγων: «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», ἐγώ εἰμι τὸ ἔρεισμα καὶ ἡ βρῶσις τῆς ψυχῆς. Ὡς ἐν τοῖς ἀνωτέρω (ὁμιλία 33) εἴδομεν, οἱ σαρκικοὶ καὶ γαστρίμαργοι Ἰουδαῖοι ἔναγχος ὑπ’ αὐτοῦ θαυμασίως πεντάκις χίλιοι διὰ πέντε ἄρτων καὶ δύο ἰχθύων τραφέντες καὶ ἕτερον ἐζήτουν παρ’ αὐτοῦ σημεῖον, ἵνα κορέσῃ τὴν γαστριμαργίαν αὐτῶν προβάλλοντες αὐτῷ καὶ λέγοντες: «Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ». Ἀληθές ἐστιν ὅτι οἱ Ἰσραηλῖταί ποτε εἷχον ἐν τῇ ἐρήμῳ διὰ τοῦ μάννα τραφέντες· ὁ δὲ Ἰησοῦς λέγει ἐνταῦθα τοῖς Ἰουδαίοις: «Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον», δεικνύων αὐτοῖς διὰ τούτων, ὅτι τὸ μάννα ἔτρεφε τὸ σῶμα μόνον ἐπὶ τινα χρόνον καὶ ὅτι οὐδὲν ἐν τῇ τροφῇ ἐκείνῃ ἦν δυνάμενον ἵνα καὶ πέραν τῶν ὁρίων τῆς παρούσης ζωῆς ὠφελήσῃ αὐτούς. Ἀκολούθως δὲ ἐπάγεται λέγων. «Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσεται εἰς τὸν αἰῶνα». Ὁ ὑπὸ τούτου τοῦ ἄρτου τρεφόμενος οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα, ὁ πιστεύων εἰς αὐτὸν ὡς Σωτῆρα καὶ Κύριον αὐτοῦ διδόντα ζωὴν τοῖς συντετριμμένοι; τὴν καρδίαν ἔχει τὴν αἰώνιον ζωήν· διότι ἐλήλυθεν ἵνα δώσῃ τὴν σάρκα αὐτοῦ «ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, δῆλα δὴ τὴν ἀνθρωπίνην φύσιν εἰς θάνατον ἵνα πάντες οἱ εἰς αὐτὸν πιστεύοντες «μεταβῶσιν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν». «Πάντες ἀπέθανον καὶ αὐτὸς ὑπὲρ πάντων ἀπέθανε».

§ 2. Τὸ μυστήριον τοῦτο οὐδόλως ἠδύνατο ὑπὸ τῶν Ἰουδαίων ἐννοηθῆναι· καὶ εἰκότως, διότι «οἱ κατὰ σάρκα ὄντες τὰ τῆς σᾳρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος». Πῶς ἠδύναντο νὰ ἐννοήσωσι τὸ μυστήριον τοῦτο οἱ Ἰουδαῖοι, οἵτινες «κατὰ σάρκα ἐβουλεύοντο» καὶ κατὰ σάρκα περιεπάτουν;» Πῶς ἠδύναντο νὰ ἐννοήσωσι τὸ μυστήριον τοῦτο οἰ Ἰουδαῖοι, «οἱ τὰ ἐπίγεια φρονοῦντες, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν;»

52) «Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;» (ΙΩΑΝΝ. ϛ´. 52).

§ 3. Οἱ Ἰουδαῖοι μὴ ἐννοοῦντες τὴν τῶν λόγων τοῦ Κυρίου ἀληθῆ ἔννοιαν ἐγόγγυζον καὶ πρὸς ἀλλήλους ἐμάχοντο λέγοντες, «Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα (αὐτοῦ) φαγεῖν;» Ὅτε μάλιστα ἔπρεπεν ἵνα θαυμάσωσι καὶ πιστεύσωσιν εἰς αὐτὸν, τότε γογγύζουσι καὶ ἀποπηδῶσιν. Οὕτω καὶ ὁ Νικόδημος ὁ διδάσκαλος καὶ ὁ ἄρχων αὐτῶν ἐθορυβεῖτο λέγων· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» οὕτω καὶ οὗτοι γογγύζουσι καὶ πρὸς ἀλλήλους μάχονται λέγοντες· «ούὐ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσήφ;» «Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα (αὐτοῦ) φαγεῖν;» Εἰ γὰρ τὸ πῶς ζητεῖς, ὦ Ἰουδαῖε, διὰ τί τοῦτο ἐπὶ τὸν ἄρτον οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξέτεινεν, ὥστε ἔφαγον καὶ «ἐχορτάσθησαν πεντακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων;» ὅτι τοῦ κορεσθῆναι μόνον ἧσαν τότε, οὐχὶ τοῦ ἰδεῖν τὸ θαῦμα. Ἀλλ’ ἴσως εἴποι τις, ὅτι ἡ πεῖρα ἐδίδαξεν αὐτούς. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐπαράδεκτα. Διὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι’ ἐκείνου διδαχθέντες μηκέτι διαπιστῶσι (ἀμφιβάλλωσι) τοῖς μετὰ ταῦτα λεγομένοις.

53) «Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

54) ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ·

55) ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.

57) Καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα·καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾿ ἐμέ·

58) οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα» (ΙΩΑΝΝ. ϛ´. 53–55, 57–58).

§ 4. Ὁ Κύριος ἡμῶν ἐνταῦθα ἰδὼν τὸν γογγυσμὸν τῶν Ἰουδαίων οὐ μόνον οὐ κατακρίνει αὐτοὺς, ἀλλ’ ἔτι ἐντονώτερον καὶ μεθ’ ἁπάσης τῆς βεβαιότητας ἐπιφέρει λέγων. «Ἐάν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς».«Καλῶς ζωῆς πολλάκις μέμνηται», λέγει ὁ χρυσοῦς τὴν γλῶτταν, «ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν. Ἐπεὶ καὶ ἐν τῇ Παλαιᾷ τοῦτο ἦν ὑπόσχεσις, μῆκος βίου καὶ πολλαὶ ἡμέραι· ἀλλὰ νῦν οὐκ ἔστι μῆκος ἁπλῶς, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα»· Ὁ Κύριος ἐκ τοῦ μάννα ὁρμώμενος εἶπε ταῦτα, «Οἱ πατέρες ὑμῶν, τῷ ὄντι μὲν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἀλλ’ οἱ τὸ μάννα φαγόντες ἀπέθανον»· «ὁ τρώγων ὅμως ἐκ τοῦ ἄρτοῦ τούτου ζήσεται εἰς τὸν αἰῶνα». Καὶ τὸ «ἐν τῇ ἐρήμῳ» οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ αἰνιττόμενος ὅτι οὐδὲ διήρκησεν ἐπὶ πολὺν χρόνον τὸ μάννα, οὐδὲ εἰσῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν οὗτος δὲ ὁ ἄρτος οὐκ ἔστι τοιοῦτος. Ἀναγινώσκομεν ἐν τῇ ἀγίᾳ Γραφῇ ὅτι ὁ προφήτης Ἠλίας κατάκοπος ἐκ τῆς μακρᾶς ὁδοιπορίας, ἥν ἐποίησε φεύγων τὴν ἐκδίκησιν τῆς πονηρᾶς καὶ ἀσεβοῦς Ἰεζάβελ, γυναικὸς τοῦ βασιλέως Ἀχαὰβ, ἐκρύβη ἐν τῇ ἐρήμῳ, «καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν, ἱκανούσθω νῦν, Κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. Αλλ’ ἄγγελος Κυρίου ἐλθὼν εἶπεν αὐτῷ· ἀνάστηθι, φάγε ... Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψεν ἄγγελος Κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους τοῦ Θεοῦ τοῦ Χωρήβ». Τοῦτο λίαν ἐναργῶς δείκνυσι, τὸ πῶς ἡ δύναμις καὶ ἡ ἰσχὺς τῆς ψυχῆς καὶ τῆς καρδίας τοῦ Χριστιανοῦ ἐνισχύεται καὶ νευροῦται τρεφόμενη διὰ τοῦ σώματος καὶ αἵματος τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· διότι θλιβόμενος μὲν ὑπὸ τῆς συναισθήσεως τῆς ἁμαρτίας συναισθάνεται ἑαυτὸν ἔνοχον βαρυτάτης εὐθύνης ἐνώπιον τοῦ Θεοῦ, ἀλλ’ εὑρίσκει ἀναψυχὴν ἐν τῷ σώματι τοῦ Χριστοῦ τοῦ ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ἀποθανόντος, καὶ ἐν τῷ αἵματι αὐτοῦ τῷ ἐπὶ τοῦ σταυροῦ ἐκχυθέντι δι’ αὐτὰς ἐκείνας τὰς παραβάσεις, ὑφ’ ὧν κατεπιέζετο, εὑρίσκει δύναμιν καὶ ἰσχὺν λογιζόμενος ὅτι τὸ αἷμα τοῦ Χριστοῦ ἐξεχύθη διὰ τὴν ἁμαρτίαν, ὥσπερ θυσία, ἥν περ ὁ Θεὸς ἐπαγγέλλεται ἵνα δεχθῇ. Ἡ ἐπίγνωσις καὶ ἡ σκέψις αὕτη παραμυθεῖται, ἐνισχύει καὶ νευροῖ αὐτὸν ἐν τῇ κοιλάδι ταύτῃ τοῦ κλαυθμῶνος.

§ 5. Ἐὰν μὲν ὁ Χριστιανὸς αἰσθάνηται, ὥσπερ ὁ Ἠλίας, ὅτι ἡ ὁδὸς τῆς ζωῆς αὐτοῦ ἐστι «Πολλὴ» δι’ αὐτὸν καὶ καταπονεῖται ὑπὸ τῶν διαφθορῶν τῆς σαρκὸς, ὑπὸ τῶν ποικίλων παγίδων τοῦ κόσμου, καὶ ὑπὸ τῶν πανουργιῶν τοῦ σατανᾶ, ἐνισχύεται δὲ καὶ ἀνδρίζεται ἀναλογιζόμενος ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐνεδύθη τὴν αὐτὴν σάρκα, ἐν ᾗ ἐβίωσε καὶ ἔπαθε δι’ αὐτὸν, εἰ καὶ «ἄνευ ἀμαρτίας», «πειρασθεὶς κατὰ πάντα καθ’ ὁμοιότητα, ἵνα βοηθήση πᾶσι τοῖς πειραζομένοις»· ἢ ὡς λέγει ὁ θεῖος Χρυσόστομος, «Ἀδελφὸς ἠθέλησεν αὐτοῦ (τοῦ ἀνθρώπου) γενέσθαι· ἐκοινώνησε σαρκὸς καὶ αἵματος δι’ αὐτὸν, πάλιν αὐτὴν αὐτῳ τὴν σάρκα καὶ τὸ αἷμα, δι’ ὧν συγγενὴς ἐγένετο, ἐκδίδωσιν». Ἡ ζωήρρυτος αὕτη σκέψις ἐνισχύει αὐτὸν ἵνα ὑψωθῇ καὶ ὑποστῇ τὸν πόνον τῆς πρὸς τὸ ὄρος τοῦ Θεοῦ ἀποδημίας αὐτοῦ. «Ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ».

§ 6. Οὕτω δὴ ὁ χριστιανὸς ἐν τῷ μυστηρίῳ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ τοῦ ὑπὲρ αὐτοῦ σταυρωθέντος μένει ἐν τῷ Χριστῷ καὶ ὁ Χριστὸς ἐν αὐτῷ, «ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ». Ἡ πνευματικὴ καὶ μυστηριώδης αὕτη βρῶσις καὶ πόσις ἐστὶ αὐτῷ δύναμις καὶ ἰσχὺς ἐνισχύουσα αὐτὸν ἄχρι τῆς αἰωνίου ζωῆς. Ἡ βρῶσις καὶ ἡ πόσις αὕτη παρέξει αὐτῷ τὴν ἰσχὺν, ἧς χρείαν ἕξῃ κατὰ τὴν πορείαν τῆς ἐνταῦθα ἀποδημίας αὐτοῦ, ἐνδυναμῶσι αὐτὸν, ὅταν ἡ ἐπίγειος καὶ πρόσκαιρος τροφὴ οὐδόλως δυνήσηται ἵνα βοηθῇ αὐτὸν ἐν ὥρᾳ ἀσθενείας καὶ θανάτου, καὶ ζωοποιήσει αὐτὸν ἐν ὥρᾳ, καθ’ ἣν καταλείπει τὸ πήλινον αὐτοῦ περίβλημα καὶ ἀφθαρτοποιήσει «ἐν τῇ ἐσχατῃ ἡμέρᾳ ἐγερθησόμενον».

§ 7. Ἀλλ’ ἵνα τὸ μυστήριον τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου παράσχῃ ἡμῖν τὰ σωτήρια ταῦτα ἀποτελέσματα, ἀναγκαῖον ἵνα προσερχώμεθα πρὸς μετάληψιν αὐτῶν μετὰ καθαροῦ συνειδότος καὶ ἀπὸ παντὸς ρύπου καὶ μολυσμοῦ ψυχῆς καὶ σώματος κεκαθαρμένοι. «Δοκιμαζέτω ἀνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω», Καθ’ ἐκάστην διαπράττομεν ἁμαρτήματα καὶ πολλῆς δεόμεθα τῆς θεραπείας καὶ σφοδρᾶς τῆς ἐξομολογήσεως πρὸς τελείαν ἀφ’ ἡμῶν ἀπομάκρυνσιν αὐτῶν· Διότι ὥσπερ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἀμαρτήματα οὐκ ἔτι φαίνονται, οὕτω καὶ ταῦτα ἀφανισθήσονται ἐν τῷ χωνευτηρίῳ τῆς μετάνοιας καὶ ἐξομολογήσεως. Ἡ ἐξδμολόγησις δὲ αὕτη γίνεται, ἑὰν στήσωμεν τὸν λογισμὸν δικάζοντα ἐπὶ τοῦ θρόνου τῆς ἀδεκάστου διανοίας, ἐὰν φέρωμεν πάντα τὰ ἁμαρτήματα ἡμῶν εἰς τὸ μέσον, ἐὰν φοβεροὺς λογισμοὺς ἐπιστήσωμεν εἰς τὰ πλημμελήματα, ἐὰν κολάσωμεν τὰς ἀτόπους ἐνθυμήσεις ἡμῶν, ἐξ ὧν ταῦτα παρήχθησαν, ἐὰν οὕτω δικάζειν ἑαυτοὺς μελετήσωμεν, οὐδεμία ἀμφιβολία ὅτι ἐσόμεθα δυνατοὶ ἵνα ἐκφύγωμεν τὸ φοβερὸν ἐκεῖνο Κριτήριον. «Εἰ γὰρ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα». «Ἀλλ’ ὥσπερ ἐστὶ μέγα καὶ θαυμαστὸν τὸ μυστήριον, λέγει ὁ χρυσοῦς τὴν γλῶτταν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθωμεν εἰς σωτηρίαν, προσέλθωμεν· ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν καὶ τιμωρίαν. «Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου». Ἐὰν οἱ ρυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζωνται ὁμοίως, ὥσπερ οἱ διαρρυγνύντες· τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχόμενους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν, τοῖς αὐτὸ διαρρήξασι διὰ τῶν ἥλων; Ὅρα γοῦν πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν εἰπών· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη;» Προσέχωμεν τοίνυν ἑαυτοῖς ὅτι ὁσάκις προσερχόμεθα εἰς τὸ μυστήριον τοῦτο ὀφείλομεν ἵνα ἀπὸ παντὸς ρύπου ἁμαρτίας ὦμεν καθαροὶ ὅπως τὸ μυστήριον τοῦτο γένηται ἡμῖν πρόξενον ζωῆς αἰωνίου, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὐ καὶ μεθ οὗ τῷ Πατρὶ ἅμα τῷ ἀγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὀμιλία ΛΣΤ´. Ἐγκατάλειψις τοῦ Ἰησοῦ ὑπὸ μαθητῶν τινων

59) «Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.

60) Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, Σκληρός ἐστιν ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;

61) Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει;

62) Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;

63) Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ρήματα ἃ ἐγὼ λελῶ ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.

64) Ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.

65) Καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.

66) Ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκ ἔτι μετ᾿ αὐτοῦ περιεπάτουν» (ΙΩΑΝΝ. ϛ´. 59–66).

§ 1. Ὁμολογητέον ὅτι ἐν τοῖς τοῦ Χριστοῦ ρήμασιν ἐνυπάρχουσι καὶ τινες λόγοι, οἵτινες ἐκ πρώτης ὄψεως σκληροὶ φαίνονται τῷ ἀκροατῇ. «Σκληρός ἐστιν ὁ λόγος οὗτος». Οἱ μαθηταὶ τοῦ Κυρίου ἡμῶν οὔπω ἐνόουν, ὅτι τὸ μυστήριον τοῦ σώματος τοῦ διδασκάλου αὐτῶν ἠδύνατο ἵνα τροφὴ ᾖ τῆς ψυχῆς τοῦ πιστεύοντος; καὶ τὸ ἐπὶ τοῦ σταυροῦ ἐκχυθὲν αἷμα αὐτοῦ ἠδύνατο ἵνα ζωτικὸν στοιχεῖον γένηται ἐν τῇ καρδίᾳ τοῦ μετανοοῦντος, ὅτι δὴ «ἡ σὰρξ καὶ τὸ αἷμα αὐτοῦ» ἠδύνατο νὰ παραγάγωσι μεταξὺ τοῦ λυτρωτοῦ καὶ τῶν λυτρωθέντων τὴν ἐνότητα ἐκείνην, καθ’ ἣν οὗτοι μένουσιν ἐν αὐτῷ καὶ αὐτὸς ἐν αὐτῷ καὶ αὐτὸς ἐν αὐτοῖς. «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ». Ἔδει ἵνα ἐκ τῶν προτέρων ἅπαν τὸ τῆς εὐσεβείας μυστήριον ἀποκαλυφθῇ αὐτοῖς ὅπως ἀκούοντες δυνηθῶσιν οὕτω νὰ κατανοήσωσιν αὐτὸ, πρὶν ἢ τὸ Πνεῦμα κατελθὸν δῷ ζωὴν εἰς τὰ ρήματα, δι’ ὧν τὰ μυστήρια ταῦτα ἐκηρύττοντο. Κατὰ ταῦτα λοιπὸν οἱ μαθηταὶ οὗτοι, οἵτινες «ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκ ἔτι μετ’ αὐτοῦ περιεπάτουν», ἦσαν συγγνωστοί; Οὐχὶ βεβαίως· ὅσα οὗτοι εἶδον κηρύττοντα καὶ ποιοῦντα τὸν θεῖον αὐτῶν διδάσκαλον ἦσαν ἱκανὰ διδάξαι καὶ πεῖσαι αὐτοὺς ἵνα πιστεύσωσιν αὐτῷ· ὤφειλον ἵνα ὠφελῶνται ἀδιαλείπτως ἐκ τῶν διδαχῶν καὶ παραγγελμάτων αὐτοῦ, καὶ ἀκούωσι τῶν συμβουλῶν αὐτοῦ· οὕτω δὲ ὅπερ τότε οὐκ ἐγίνωσκον, βραδύτερον οὐδεμία ἀμφιβολία, ὅτι ἤθελον μάθει, ὡς τοῦτο εἶπε μετὰ ταῦτα τῷ Πέτρῳ, «Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα»· διότι κατὰ τοὺς λόγους τοῦ Κυρίου ἡμῶν τὸ Πνεῦμα ὕστερον ἐλθὸν «διδάξει αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν», καὶ πάντα τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν». Καθὼς τὸ λαμπρὸν τῆς ἡμέρας καὶ φωτοβόλον ἄστρον, ὁ ἀνατέλλων ἥλιος, κατὰ μικρὸν διαλύει τὰς σκιὰς καὶ τὴν ἀχλὺν τῆς νυκτὸς, καὶ φωτίζει τοτὲ μὲν τὰ μεμακρυσμένα καὶ σκοτεινὰ, τοτὲ δὲ τὰ πλησίον, μέχρις οὗ ἅπασαν φωτίσῃ τὴν γῆν, οὕτω καὶ τὸ ἄπλετον καὶ τηλαυγὲς τοῦ Εὐαγγελίου φῶς κατὰ μικρὸν εἰσδύει εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, ἀποκαλύπτεται τῇ ψυχῇ καὶ φωτίζει αὐτήν.

§ 2. Κατὰ ταῦτα ἐπιτρέπεται ἆρά γε εἰς τὸν ἄνθρωπον ἵνα ἀρνήται τὰς διδασκαλίας ταύτας τοῦ Εὐαγγελίου, ἅτε μὴ δυνάμενος τὸ πρῶτον ἐννοῆσαι τὸ ἀληθὲς καὶ ἔξοχον αὐτῶν; Οὐχ ἥρμοζεν αὐτῷ μᾶλλον ἵνα μελετᾷ, πληροφορῆται, ἐξετάζῃ, ἐρευνᾷ καὶ παραβάλλῃ τὰ διάφορα τῆς Γραφῆς μέρη πρὸς ἄλληλα, ἵνα παρατηρήσῃ τίνι τρόπῳ καὶ διὰ τίνων συλλογισμῶν ταῦτα πάντα εἰς τὸ αὐτὸ σημεῖον ἀπολήγουσιν; Ἐπειδὰν δὲ ἀναζητήσῃ, εὕρῃ καὶ γνῷ τὴν ἀλήθειαν, οἱ δὲ ὀφθαλμοὶ τοῦ νοῦ αὐτοῦ διαφωτισθῶσιν ἀρκούντως, ἐννοήσει τὰ πρώην σκληρὰ φαινόμενα, διδαχθήσεται νὰ τρέφηται ὑπὸ τῆς εὐσπλαγχνίας τοῦ ἐνσαρκωθέντος, διδαχθήσεται νὰ ἀναζητῇ, τὴν δύναμιν ἐν τοῖς παραγγέλμασι τοῦ Εὐαγγελίου καὶ εὑρίσκῃ παραμυθίαν τῇ ψυχῇ αὐτοῦ ἐν τῷ ἐπὶ τοῦ σταυροῦ χυθέντι αἵματι τοῦ Σωτῆρος. Διδαχθήσεται τέλος, ὅτι ὁ δίδων τῇ ψυχῇ νέαν τινὰ ὕπαρξιν καὶ ἱκανὴν αὐτὴν καθιστῶν εἰς τὸ ἀναπνέειν ἐλευθερώτερον καὶ καθαρώτερον ἀέρα καὶ εἰς τὸ ὑψοῦσθαι μετάρσιον ὑπὲρ τὰ γήινα, δύναται ἀληθῶς ἵνα ᾖ «ὁ ἄρτος τῆς ζωῆς», ὁ τὴν ζωὴν ἡμῶν συγκροτῶν καὶ ταύτην καὶ τὴν μέλλουσαν.

§ 3. Οὐτως ἐγένετο καὶ αὐτοῖς τοῖς ἀποστόλοις. Ἐν πρώτοις ἠδυνάτουν ἵνα ἐννοήσωσι τοὺς λόγους τοῦ Κυρίου ἡμῶν καθ’ ὅλην τὴν ἔκτασιν αὐτῶν οὐχὶ πλειότερον ἐκείνων, οἵτινες «ἀπῆλθον ὀπίσω τοῦ Κυρίου καὶ οὐκ ἔτι μετ’ αὐτοῦ περιεπάτουν». Ἀλλ’ ἡ ἐνέργεια καὶ ἡ δύναμις τοῦ Πνεύματος ὕστερον ἐπελθοῦσα ἐγνώρισεν αὐτοῖς τὸν σκοπὸν τῆς ἐν σαρκὶ ἐλεύσεως καὶ ἐξηγήσατο τὴν πνευματικὴν φύσιν τῆς βασιλείας αὐτοῦ. Αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε τὸν Πέτρον ἵνα εἴπῃ τῇ συναθροίσει τοῦ λαοῦ κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς: «Μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν· καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος». Αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε τὸν ἀπόστολον Παῦλον λέγοντα περὶ τῆς βασιλείας τοῦ Θεοῦ: «Οὐκ ἔστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ», Ἀλλ’ εἶδον ἤδη, ὅτι ἡ δύναμις τοῦ διδασκάλου αὐτῶν ἦν δύναμις Θεοῦ. Ἤκουον ἐπ’ ἴσης μετὰ θαυμασμοῦ λόγους πλήρης χάριτος ἐκπορευομένους ἐκ τοῦ στόματος αὐτοῦ. Ἡ δύναμις τῶν ἐντολῶν αὐτοῦ βαθέως εἰσέδυ ἐν τοῖς ἐνδομύχοις τῆς καρδίας αὑτῶν. Ἀνεγνώρισαν ἅπαξ διὰ παντὸς ὡς καθολικὶν ἀλήθειαν ὅτι συμφέρει τῷ ἀνθρώπῳ ὅπως ᾖ «πτωχὸς τῷ πνεύματι», ὅτι ἡ εὐσέβεια καὶ ἡ καθολικὴ καθαρότης «ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος» ἀναγκαία ἐστὶ τοῖς μέλλουσιν «ἰδεῖν τὸν Θεόν»· ὅτι ἡ πρᾳότης, ἡ ἐλεημοσύνη, ἡ ἀγάπη, ἡ ἐγκράτεια, πολύτιμοί εἰσιν ἀρεταὶ καὶ ὅτι ὁ ἐγχαράττων ταύτας βαθέως ἐν τῇ καρδίᾳ αὐτοῦ ἄνθρωπος, ἄξιος καὶ εὐάρεστός ἐστιν ἐνώπιον τοῦ Κυρίου ΙΙαντοκράτορος, – ταῦτα μάλιστα ὁ νοῦς μόνον ἤρκει ἵνα καθιστᾷ αὐτοὺς ἱκανοὺς ὅπως ἐννοῶσιν, ἀλλ’ ἠδυνάτουν ὁμοίως ἐννοῆσαι, πῶς περιβληθήσονται τὰς ἐπιζήλους ταύτας ἰδιότητας διὰ μόνης τῆς πίστεως πρὸς τὸν συνιστῶντα ταύτας καὶ μετὰ πάσης ἀκρίβειας ὁρίζοντα αὐτάς.

§ 4. Ἀλλ’ ὅσα ἐγίνωσκον καὶ ἐνόουν, ταῦτα ἔτι μᾶλλον ηἤξανον τὴν ἐπιθυμίαν αὐτῶν ὅπως πλείονα τούτων γινώσκωσι καὶ ὅ,τι ἐπίστευον, τοῦτο διέθετεν αὐτοὺς ἵνα ἔτι πλεῖον πιστεύωσι, διότι ὁ Ἰησοῦς ἐδίδασκεν αὐτοὺς «ὡς ἔχων ἐξουσίαν» καὶ διὰ τοῦτο προσεκολλῶντο αὐτῷ, εἰ καὶ ἄλλοι τῶν μαθητῶν αὐτοῦ «ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ’ αὐτοῦ περιεπάτουν».

67) «Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;

68) Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Пέτρος Κύριε πρὸς τίνα ἀπελευσόμεθα ρήματα ζωῆς αἰωνίου ἔχεις·

69) Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστός ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

70) Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;

71) Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος τὸν Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα» (ΙΩΑΝΝ. ϛ´. 67–71).

§ 5. Μόνος ὁ ἀναίσθητος ἀκούων τὰ ρήαατα τῆς αἰωνίου ζωῆς, οὐδόλως μεταβάλλεται, οὐδόλως μετανοεῖ. Πόσον ἐστὶν ἀναγκαῖον ἵνα ἐγρηγορῶμεν καλῶς ὅπως μὴ ἡ καρδία ἡμῶν «σκληρυνθεῖσα, ὡς ἡ τοῦ Ἰούδα καὶ ἀφεθεῖσα ἀπατηθῇ ὑπὸ τῆς ἁμαρτίας!» Τὸ μάθημα ὅπερ ὀφείλομεν ἵνα ἐξαγάγωμεν ἐκ τῆς τούτου καὶ ἐκ παντὸς ἄλλου παραδείγματος ὑποκρισίας ἢ ἀποστασίας, εἴτε ὅτι οὗτοι ἐγκατέλιπον τὸν Χριστὸν, εἴτε ὅτι περιεπάτουν ἀξίως τῆς πίστεως αὐτοῦ ἐστιν ἵνα γινώσκωμεν ἐκ τούτου τὴν ἰδίαν ἡμῶν ἀσθένειαν καὶ τὸν κίνδυνον. Ἡμεῖς αὐτὸν, ὥσπερ οἱ ἀπόστολοι, ὁμολογοῦμεν ὅτι «πιστεύομεν καὶ γινώσκομεν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος» καὶ ὅμως πόσον ἐπιθυμοῦμεν ἵνα ἀπομακρυνώμεθα ἀπ’ αὐτοῦ! Ὅτε ἦν ἐπὶ τῆς γῆς τὸ ἐλθεῖν πρὸς αὐτὸν ἐσήμαινεν ἕνωσιν μετὰ τῶν ἀκολουθούντων αὐτῷ, σεβασμὸν τῶν ἑαυτοῦ διδαγμάτων. Τὸ δὲ περιπατεῖν μετ’ αὐτοῦ ἐσήμαινε τὸ ἀκολουθεῖν αὐτῷ. Νῦν δὲ, ὅτε ἐστὶν ἐν τῷ οὐρανῷ τὸ ἐλθεῖν μέν πρὸς αὐτὸν σημαίνει μεταβολὴν τῆς καρδίας, τὸ μένειν δὲ ἐν τοῖς μαθηταῖς αὐτοῦ σημαίνει τὸ ἔχειν τὰς ἐντολὰς αὐτοῦ κανόνα τοῦ βίου καὶ τῆς διαγωγῆς ἡμῶν. Ὥστε οἱ ἀρνούμενοι διὰ τῶν ἑαυτῶν πράξεων τὰς ὑποχρεώσεις, ἂς ἀνέλαβον ἐν τῷ βαπτίσματι, οἱ ἀμελοῦντες τῆς διδασκαλίας, ἣν αὐτοῖς παρέθηκε καὶ οἱ προσδοκῶντες τυχεῖν τῆς αἰωνίου ζωῆς ὑπὸ ἄλλους ὅρους πλὴν τοῦ Εὐαγγελίου δικαίως πάνυ θεωροῦνται – καὶ εἰσιν – ὡς μὴ τῷ Χριστῷ ἀκολουθοῦντες. Φεῦ! ὡς ἄπειρος ὁ ἀριθμὸς τῶν τοιούτων ἔστὶ! Πόσον ἐκπληροῦται ἡ ὀδυνηρὰ αὕτη πρόρρησις! «Πολλοί εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί».

§ 6. Καὶ ὅμως, ὅτε «πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν», ἧσαν καὶ μαθηταὶ, οἵτινες ἐναντίον τοῦ κακοῦ τούτου παραδείγματος καὶ ἄλλων ἰσχυρῶν πειρασμῶν ἔμειναν ἔτι αὐτῷ πιστῶς προσκεκολλημένοι βέβαιοι ὄντες, ὅτι αὐτὸς ἦν « Χριστὸς υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος». Τὸ αὐτὸ συμβαίνει καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις· εὑρισκόμεθα καὶ ἡμεῖς, ὥσπερ ἐκεῖνοι, ἐν τῇ ἀνάγκῃ ἵνα ἐκλέξωμεν μεταξὺ τῶν ὀπίσω ἀπελθόντων καὶ τῶν στερρῶς τῆς πίστεως ἐχομένων. Ὀρθῶς πάνυ ὁ Πέτρος ἀπεκρίθη τῷ Ἰησοῦ λέγων «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα;» «δείκνυσι γὰρ, λέγει ὁ θεῖος Χρυσόστομος, ὅτι παντὸς αὐτοῖς Διδάσκαλος τιμιώτερος καὶ πατέρων καὶ μητέρων καὶ τῶν ὄντων ἁπάντων, καὶ ἀποστάντας αὐτοῦ οὐκ ἔνι λοιπὸν ποῦ καταφυγεῖν». Πρὸς τίνα λοιπὸν καὶ ἡμεῖς ἀπελευσόμεθα; εἰ μὴ πρὸς ἐκεῖνον τὸν εἰπόντα ὅ,τι ἤδει καὶ μαρτυροῦντα ὅ,τι ἔβλεπε; πρὸς τίνα ἀπελευσόμεθα; εἰμὴ πρὸς ἐκεῖνον, ὃν «Ὁ Θεὸς ἐσφράγισεν» ἵνα δώσῃ ζωὴν αἰώνιον εἰς πάντας τοὺς πιστεύοντας αὐτῷ; Πρὸς τίνα ἀπελευσόμεθα; εἰμὴ πρὸς ἐκεῖνον, ὅστις ἔφερεν ἐν τῷ σώματι αὐτοῦ τὰς ἁμαρτίας ἡμῶν, ἵνα ἀγάγῃ ἡμᾶς πρὸς τὸν Θεόν; πρὸς τίνα ἀπελευσόμεθα; εἰμὴ πρὸς ἐκεῖνον, ὅστις «ἐγένετο δι’ ἡμᾶς σοφία ἀπὸ Θεοῦ δικαιοσύνη τε καὶ ἀγιασμὸς καὶ ἀπολύτρωσις;» «Μὴ καὶ ἡμεῖς, λέγει ἡμῖν ὁ Κύριος, Μὴ καὶ ἡμεῖς θέλετε ὑπάγειν;» ἀποκριθῶμεν συνῳδὰ τῇ πεποιθήσει τῶν καρδιῶν ἡμῶν καὶ βεβαιώσωμεν αὐτὸν διὰ τῆς ἀφοσιώσεως τῆς ζωῆς ἡμῶν λέγοντες σὺν τῷ Πέτρῳ, «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ρήματα ζωῆς αἰωνίου ἔχεις».

Ὀμιλία ΛΖ´. Συνδιάλεξις τοῦ Ἰησοῦ μετὰ τῶν ἀδελφῶν αυτου

1) «Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι·

2) Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.

3) εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν τὰ ἔργα σου ἃ ποιεῖς.

4) Οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ.

5) Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν»22 (ΙΩΑΝΝ. ζ´. 1–5).

§ 1. Ὁ τι ἀναφέρεται ἐν ταῖς πράξεσι τῶν ἀποστόλων περὶ τῆς μητρὸς τοῦ Κυρίου καὶ τῶν ἄλλων γυναικῶν, αἵτινες διηκόνουν αὐτῷ ἐπὶ τῆς γῆς ὄντι, καὶ τῶν ἀδελφῶν αὐτοῦ δείκνυσιν ὅτι οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτὸν ὕστερον. Ἀλλὰ νῦν οἱ λόγοι αὐτῶν παρεῖχον ὑποψίαν καὶ ζηλοτυπίαν καὶ μεστοὶ ἦσαν φθόνου, «οὗ οὐδὲν χεῖρον», ὡς λέγει ὁ θεῖος Χρυσόστομος. Ἠπίστουν οὗν αὐτῷ τότε. «Πόθεν αὐτοῖς ἡ τοσαύτη ἀπιστία; λέγει ὁ αὐτὸς ἱερὸς ἀνήρ. Ἀπὸ πονηρᾶς γνώμης καὶ φθόνου· τὸ γὰρ συγγενὲς ὑπερέχον εἴωθέ πως διαφθονεῖσθαι παρὰ τῶν οὐ τοιούτων». Τοιαῦτα παραδείγματα φθόνου ἀδελφῶν πολλὰ παρέχει ἡμῖν ἡ Ἁγία Γραφή. Ἐκ τοῦ φθοροποιοῦ τούτου πάθους κινούμενος ὁ Κάϊν ἐφόνευσε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ. Φθόνῳ κινούμενοι καὶ οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ ἐπώλησαν αὐτὸν εἰς τοὺς πορευομένους ἐμπόρους εἰς τὴν Αἴγυπτον. Οὕτω καὶ ἐνταῦθα οἱ ἀδελφοὶ τοῦ Ἰησοῦ φθονοῦντες αὐτῷ ἠπίστουν. «Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει». Τοῦτο εὐκόλως ἐννοεῖται. Οἱ προφῆται ὡς ἀνθρωποι μέν φέρουσιν ἀσθενείας καὶ ἐν γένει ἐλλείψεις ἀνθρωπίνας, ἀλλ’ ὁ Ἰησοῦς ὡς θεάνθρωπος οὐδεμίαν εἶχεν ἔλλειψιν καὶ ἕνεκα τούτου οἱ ἀδελφοὶ αὐτοῦ τελευταῖοι ἐπίστευσαν εἰς αὐτὸν λέγοντες. «Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ». Ἀλλ’ ἡ πρὸς τὸν Ἰησοῦν διαγωγὴ τῶν ἀδελφῶν αὐτοῦ οὐδόλως πρέπει ἵνα ἐκπλήττῃ ἡμᾶς ἀναλογιζομένους ὅτι ἠγνόουν οὗτοι τότε τὸν σκοπὸν τῆς ἀποστολῆς αὐτοῦ καὶ τὴν θείαν βουλὴν, δι’ ἣν ὑπὸ τοῦ οὐρανίου αὐτοῦ ἀπεστάλη Πατρός.

6) «Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν· ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.

7) Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.

8) Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται» (ΙΩΑΝΝ. ζ´. 6–8).

§ 2. Ἡ θεμελιώδης αἰτία τῆς κατὰ τοῦ Ἰησοῦ ἔχθρας αὐτῶν εὑρίσκεται ἐν τοῖς λόγοις τούτοις κεκηρυγμένη. «Εἰ ταῦτα ποιεῖς», ἔλεγον αὐτῷ οἱ ἀπιστοῦντες ἀδελφοὶ αὐτοῦ, «φανέρωσαν σεαυτὸν τῷ κόσμῳ, μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς». Ἀλλ’ ὁ Ἰησοῦς «γνοὺς τὴν πονηρίαν αὐτῶν» καὶ χαιρεκακίαν λέγει αὐτοῖς· «ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν». «Ἡ ὥρα» τοῦ σταυρικοῦ μου θανάτου, ὃν χάριν τῆς πασχούσης ἀνθρωπότητας μέλλω παθεῖν, «οὔπω ἐληλύθει», «ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος» ἤτοι κατὰ τὸν θεῖον Χρυσόστομον «Ὑμεῖς ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς τὰ αὐτὰ ζητοῦντες αὐτοῖς· ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν. Ὥστε ὑμῖν μὲν ἀεὶ καὶ καιρὸς συνεῖναι μὴ κινδυνεύουσιν· ἐμοὶ δὲ τότε καιρὸς, ὅταν ὁ τοῦ σταυροῦ καιρὸς ἐπιστῇ, ὅταν δέῃ ἀποθανεῖν». Ἐκ τῶν λόγων τούτων τοῦ Κυρίου ἡμῶν «παιδευόμεθα καὶ ἡμεῖς κρατεῖν ὀργῆς, καὶ μὴ ἀναξιοπαθεῖν, κἂν εὐτελεῖς ὦσιν οἱ συμβουλεύοντες. Εἰ γὰρ τοὺς οὐ πιστεύοντας ὁ Χριστὸς συμβουλεύοντας ἤνεγκε πρᾴως, καὶ συμβουλεύοντας τὰ μὴ δέοντα, καὶ συμβουλεύοντας τὰ οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς, τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, γῆ καὶ σποδὸς ὄντες, καὶ πρὸς τοὺς συμβουλεύοντας δυσχεραίνοντες, κἂν ὀλίγον εὐτελέστεροι οἱ τοῦτο ποιοῦντες ὦσιν, ἀνάξιοι ἑαυτῶν ἡγούμενοι τοῦτο;» (Χρυσόστομος). Ὑπέβαλλεν ὁ Κύριος ἡμῶν τοὺς τότε ἀνθρώπους εἰς δοκιμασίαν, καθ’ ἧς ὡς ἀσθενεῖς οὐδόλως ἀντιστῆναι ἠδύναντο. Ἐφανέρωσεν εἰς τὸν κόσμον, τοῦτ’ ἔστιν εἰς ὄχλον πολὺν, ὅτι τὰ φρονήματα, αἱ διαθέσεις καὶ ἐν γένει ὅλος ὁ βίος αὐτῶν κατέκρινεν αὐτούς· δι’ ὃ ἔλεγε τοῖς ἀδελφοῖς αὐτοῦ· «Οὐ δύναται μισεῖν ὑμᾶς ὁ κόσμος», οὐδεμίαν αἰτίαν ἔχθρας ἔχει καθ’ ὑμῶν ὁ κόσμος, διότι ὑμεῖς ἐστε φίλοι αὐτοῦ· πῶς γὰρ δύναται μισεῖν ὁ κόσμος τοὺς τὰ αὐτὰ βουλομένους καὶ ὑπὲρ τῶν αὐτῶν τρέχοντας;» «Ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστι». Εἰ οὐκ ἐξεσφενδόνει τὸ «οὐαὶ» πολλάκις τοῖς ἀρχιερεῦσι, γραμματεῦσι καὶ Φαρισαίοις, τοῖς ἀρχουσι τοῦ Ἰουδαϊκοῦ λαοῦ διὰ τὸ ὑπερήφανον καὶ ἀγέρωχον πνεῦμα αὐτῶν, εἰ ἐπέτρεπεν ἵνα τὸ πνεῦμα τοῦ νόμου ἀμελῆται καὶ αἱ ἐντολαὶ αὐτοῦ καταφρονῶνται καὶ παραβαίνωνται, ἤθελε διδάσκειν ἐν πάσῃ ἀσφαλείᾳ, καὶ ἀκολουθεῖσθαι καὶ ἀνευφημεῖσθαι ὑπ’ αὐτῶν, ἀλλ’ ὁ κηρύττων τὴν εὐλογίαν αὐτοῦ ἐπὶ τοὺς πρᾴους καὶ ταπεινοὺς τῇ καρδίᾳ» οὐδαμῶς ἠδύνατο ἵνα ἐπιδοκιμάζῃ τοὺς ἀλαζόνας καὶ καυχωμένους ἐπὶ τῇ δικαιοσύνῃ αὐτῶν· ὁ ἀπαιτῶν καθαρότητα ἐβδελύττετο τοὺς φιληδονους· ὁ καταδικάζων καὶ κεραυνοβολῶν τὴν ὑπόκρισιν μέγαν ἐνέπνεε φόβον τοῖς ὑποκριταῖς. Ἦν ὅλως ἀδύνατον οἱ ψυχῇ τε καὶ σώματι τῷ κόσμῳ προσκεκολλημένοι ὅπως ἀκούωσιν ἡδέως ἐκεῖνον, ὅστις ἐδίδασκεν αὐτοὺς, ἵνα «θησαυρίζωσι θησαυρὸν ἐν οὐρανῷ».

§ 3. «Τοῦτο ἐξηγεῖται καὶ ἄμα βέβαιοῖ τὴν ἀλήθειαν, ἣν ὁ Κύριος ἐκήρυξε προηγουμένως λέγων, ὅτι «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, εἰ μὴ ὁ Πατὴρ ὁ πέμψας με ἐλκύσῃ αὐτόν»· Ἐὰν μὴ τὸ Πνεῦμα διευθύνῃ τὴν καρδίαν ἡμῶν πρὸς τὰ οὐράνια· ἐὰν μὴ ἡ διάθεσις ἡ ἄγουσα ἡμᾶς εἰς τὸ ἀγαπᾷν τὰ παρόντα στραφῇ πρὸς τὸν οὐρανὸν, ἐὰν μὴ αὐτὴ αὕτη ἡ διάθεσις ἡ ἀνθισταμένη ἐν ἡμῖν εἰς νόμον ἁγνὸν ἐλκυσθῇ πρὸς τὸν Θεόν καὶ ὑποταχθῇ εἰς τὸ θέλημα αὐτοῦ, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ ἔσται ἀντικείμενον ἀποστροφῆς καὶ μίσους, διότι «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς μισεῖ τὸ ἐκ τοῦ πνεύματος γεγεννημένον». «Ὁ διαλεγόμενος περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι», ἀεὶ ὡς ὁ Μιχαίας ἐκληφθήσεται, περὶ οὗ ὁ Ἀχαὰβ λέγει: «Ἐγὼ μεμίσηκα αὐτὸν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλὰ, ἀλλ’ ἢ κακά».

§ 4. Ἕκαστος ἐρωτησάτω ἑαυτὸν, εἰ ἀληθῶς ἐδοκίμασε τοιοῦτόν τι αἴσθημα, εἰ δῆλον ὅτι παρετήρησέ ποτε ὅτι ἡ καρδία αὐτοῦ ἡγέρθη κατά τινος διδασκαλίας ἢ κατά τινος ἐντολῆς, ἧς ὁ ἔλεγχος ἐπέπιπτε κατ’ αὐτοῦ, οὐχ ὅτι ἡ διδασκαλία αὕτη οὐκ ἦν σύμφωνος τῇ Γραφῇ, ἀλλ’ ὅτι ἀνθίσταται εἰς τὰς ἕξεις καὶ ἐπιθυμίας αὐτοῦ. Ἀλλὰ τὸ πᾶν μεταβάλλεται, ἅμα ἡ καρδία ἐγερθῇ καὶ αἰσθανθῇ τὴν δύναμιν τῆς μεγάλης ταύτης ἀληθείας: «Τί ὠφελήσει ἄνθρωπος, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Ἀμέσως τότε ἐπιθυμεῖ οὐχ ὅτι εὐάρεστόν ἐστιν, ἀλλ’ ὅ,τι ἐστιν ἀληθὲς καὶ δίκαιον, οὐχ ὅ,τι κολακεύει ἡμᾶς ἡδύνον τὰς ὀρέξεις καὶ ἐπιθυμίας ἡμῶν, ἀλλ’ ὅ,τι ὠφελεῖ ἡμᾶς, ὅπερ ἀκολουθήσει ἡμῖν ἄχρι τῆς αἰωνιότητας. Ὁ ἀπόστολος Παῦλος ἐρωτᾷ τοὺς Γαλάτας: «ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύων ὑμῖν;» Εἰ οἱ Γαλάται στερρῶς ἐπεθύμουν καὶ ηὔχοντο ἐκ καρδίας ἵνα ἔχωσιν εἰρήνην μετὰ τοῦ Θεοῦ καὶ βεβαίαν τὴν αἰωνιότητα θὰ ἔβλεπον ἐν τῷ ἀποστόλῳ Παύλῳ φίλον πιστότατον καὶ εἰλικρινέστατον προσπαθοῦντα διακαῶς πρὸς τὸ συμφέρον αὐτῶν, ἵνα ἀποτρέψῃ αὐτοὺς ἀπὸ τῆς σκολιᾶς ὁδοῦ, ἀπὸ τῆς πλάνης, ὅπως μὴ «ὁ κόπος, ὃν ὑπὲρ αὐτῶν ἐποίει, μάταιος γένηται». Ὁ ἄνθρωπος ὀφείλει στερηθῆναι στιγμιαίας τινὸς ἀπολαύσεως, ἵνα μὴ διακινδυνεύσῃ τὰ ἐν τῇ μελλούσῃ ζωῇ. Ὁ μέλλων ἀρέσκειν αὐτῷ ἰατρὸς ἔστω ὁ λέγων αὐτῷ ἀκριβῶς τὴν ἀλήθειαν καὶ μὴ θέλων κολακεύειν αὐτὸν, ἀλλὰ χορηγῶν ἀσφαλεστάτους κανόνας. Ἄλλως τε καὶ ὑπὸ τὴν ἰσχυρὰν ἐπίδρασιν τοῦ Πνεύματος οὖσα ἡ καρδία τοῦ ἀνθρώπου ἀναμφιβόλως θελήσει ἵνα ὑπὸ αἰσθημάτων γλυκύτητος καὶ ἀγαθότητος κατέχηται· τοιοῦτος ἄνθρωπος αἰσθανθήσεται ζωηρότερον τὴν μεγάλην ἀσθένειαν καὶ διαφθορὰν αὐτοῦ, ὥστε οὐδόλως ἐκπλαγήσεται, ἐάν τις ἐπιτιμᾷ αὐτῷ καὶ κατηγορῇ.

§ 5. Τίνα λοιπὸν ὁ Κύριος ἡμῶν ὑπαινίττεται λέγων πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ «οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς;» Ἐννοεῖ αὐτὸν τὸν κόσμον, περὶ οὗ βραδύτερου λέγει, ὅτι κεχωρισμένος καὶ ἐν διαστάσει ἐστὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ. «Οὐκ ἦσαν ἐκ τοῦ κόσμου, ὅτι ὁ κόσμος ἃν τὸ ἴδιον ἐφίλει», καὶ ὅτι «ὁ κόσμος οὐ δύναται λαβεῖν τὸ Πνεῦμα τῆς ἀληθείας, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό». Ἐννοεῖ τὰ τέκνα τῆς γενεᾶς ταύτης, ὧν ἡ μερὶς ἐκ τοῦ κόσμου ἐστὶ, μὴ «ἀνανεούμενα ἐν τῷ πνεύματι τοῦ νοὸς αὐτῶν», ἵνα «ζητῶσι πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ». Ἐν τῇ Γραφῇ ὑπάρχει διαφορά τις εὐδιάκριτος μεταξὺ τῶν ἀνθρώπων τούτων καὶ τῶν πιστῶν τοῦ Χριστοῦ θεραπόντων, ἀλλ’ ἡ ἀναλογία ἡ μεταξὺ τῶν δύο τούτων τάξεων διαφέρει κατά τε χρόνον καὶ τόπον. Καθ’ ἅπαντας τοὺς χρόνους καὶ τόπους δυνησόμεθα ἀληθῶς εἰπεῖν ὅτι τὰ τέκνα τοῦ αἰῶνος ἐχθροὶ φανεροὶ τοῦ Εὐαγγελίου ἔσονται, οὐδέποτε δὲ «γενήσονται υἱοὶ τοῦ πατρὸς αὐτῶν τοῦ ἐν τοῖς οὐρανοῖς», ὅστις «τέλειός ἐστι». Καὶ διὰ τοῦτο μαρτυρεῖ περὶ αὐτῶν λέγων ὅτι «τὰ ἔργα αὐτῶν ἐστι πονηρά».

§ 6. Καθῆκον λοιπὸν παντὸς πιστοῦ λειτουργοῦ καὶ παντὸς πιστοῦ μαθητοῦ τοῦ Εὐαγγελίου εἰσὶν ἵνα μὴ ζητῇ τὴν ἀγάπην τοῦ κόσμου ἀναμιμνησκόμενος πάντοτε τοῦ λόγου, ὅτι «ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν», ἀλλ’ ὅπως ἐργάζηται «εὐκαίρως, ἀκαίρως» ἀναγκάζων οὕτως τὸν κόσμον ἵνα δίδῃ αὐτῷ τὴν φιλίαν αὐτοῦ, καὶ οὕτως ἐπαναγάγῃ εἰς τὴν λατρείαν τοῦ Θεοῦ τοὺς τῷ Μαμμωνᾷ προσκειμένους καὶ ἐπαχθῶς δουλεύοντας. Περὶ τούτου ὁ θεῖος ἀπόστολος δίδωσιν ἡμῖν κανόνα πολύτιμον, λέγων». Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικὸν, ἀνεξίκακον, ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγῖδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα».

Ὀμιλία ΛΗ´. Ὁ Ἰησοῦς πορεύεται εἰς Ἰερουσαλὴμα καὶ μετα τῶν Ιουδαιων διαλεγεται

9) «Ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

10) Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς ἀλλ’ ὡς ἐν κρυπτῷ.

11) Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;

12) Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. Οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὔ· ἀλλὰ πλανᾷ τὸν ὄχλον.

13) Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων» (ΙΩΑΝΝ. ζ´. 9–13).

§ 1. Ἡ φήμη τοῦ Ἰησοῦ ἦν οὕτω γενικῶς τότε διαδεδομένη ὥστε, ἐπιστάσης τῆς ἑορτῆς τῆς Σκηνοπηγίας καὶ πολλῶν ἀναβάντων εἰς Ἱεροσόλυμα, ἕκαστος μετ’ ἀγωνίας προσεδόκα ἰδεῖν αὐτὸν λέγων «Ποῦ ἐστιν ἐκεῖνος;» Ἡ περὶ αὐτοῦ ὅμως γνώμη ἦν διάφορος κατὰ τε τὴν εἰλικρίνειαν ἢ τὸν φθόνον, κατὰ τὴν καλὴν ἢ τὴν κακὴν τῶν περὶ αὐτοῦ λαλούντων διάθεσιν. Οἱ μὲν ἀπεκάλουν αὐτὸν πλάνον, οἱ τῆς σπείρας δῆλον ὅτι τῶν Φαρισαίων, ἐν ᾧ ἄλλοι «μὴ κρίνοντες κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνοντες» ἔκρινον δικαίως τὸ δένδρον ἐκ τοῦ καρποῦ αὐτοῦ, διότι πλάνος ἔργα φι-λανθρωπίας ποιῆσαι οὐ δύναται καὶ λόγους σοφίας κηρῦξαι. «Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων». «Ὁρᾷς πανταχοῦ, (λέγει ὁ ἱερὸς Χρυσόστομος) τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας μὲν τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρείαν, ἧς μάλιστα τῷ πλήθει δεῖ;» Καὶ τῷ ὄντι πανταχοῦ δήπου οἱ ἄρχοντές εἰσιν ἄγαν διεφθαρμένοι, τὸ δὲ πλῆθος πολλαχοῦ πολλάκις λίαν ὑγιεῖς ἀναπτύσσει κρίσεις, ἀλλ’ ἐλλείπει αὐτῷ τὸ θάρρος καὶ ἡ εὐτολμία. Καὶ ἐνταῦθα οἱ μὲν ἄρχοντες τῶν Ἰουδαίων, οἱ Ἀρχιερεῖς καὶ Γραμματεῖς, οἱ Πρεσβύτεροι καὶ Φαρισαῖοι ἦσαν οὕτω διεφθαρμένοι καὶ ἐμπαθεῖς, ὥστε ἐζήτουν τὸν Ἰησοῦν ἀποκτεῖναι, οἱ δὲ ὄχλοι ὑγιᾶ μὲν καὶ νουνεχῆ ἀνέπτυξαν κρίσιν περὶ αὐτοῦ, παρρησίᾳ δ’ ὅμως «οὐκ ἐλάλουν διὰ τὸν φόβον τῶν Ἰουδαίων». Ἡ ἀρχὴ ἡ διέπουσα τὰ τῆς Ἱερουσαλὴμ ἦν κατ’ αὐτοῦ, καὶ ὁ Σατανᾶς ἀγέρωχος καὶ γαυριῶν ἐκάθητο ἔτι ἐπὶ τοῦ θρόνου οὐδόλως ὑποχωρῶν.

14) «Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε.

15) Καὶ ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;

16) Ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·

17) Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ.

18) Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν» (ΙΩΑΝΝ. ζ´. 14–18).

§ 2. Ἐν τοῖς λόγοις τούτοις τοῦ ἱεροῦ Εὐαγγελιστοῦ βλέπομεν ὅτι ὁ Ἰησοῦς κηρύττει τὴν θείαν αὐτοῦ ἀποστολήν. «Ἀνέβη εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν», «Ἐδίδασκεν ὡς ἔχων ἐξουσίαν» καὶ οἱ ἀκούοντες ὄχλοι «ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ». Ἐθαύμαζον, εἰς ἔκπληξιν ἐνέπιπτον, διηπόρουν καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ λέγοντες, «Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;» Ἐθαύμαζον καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ οἱ ὄχλοι, ἀλλὰ «διὰ τὸν φόβον τῶν Ἰουδαίων οὐχ ὡμολόγουν, ὥσπέρ ὁ Πέτρος, ὅτι «αὐτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος». Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς ἔλεγε περὶ τῆς τῶν Ἰουδαίων γενεᾶς· «Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε». Μονονουχὶ λέγων, ὅτι οἱ βάρβαροι, οἵτινες οὐδέποτε προφητικὰ διδάγματα ἤκουσαν, οὐδέποτε σημεῖα ἐθεάσαντο, οὐδέποτε θαύματα εἶδον, ἀλλ’ ἑνὸς ἀνθρώπου ἐκ ναυαγίου διασωθέντος τοὺς λόγους ἤκουσαν, οὐ μόνον οὐδόλως αὐτοῦ κατεφρόνησαν, ἀλλὰ καὶ εἰς τριήμερον νηστείαν ἑαυτούς τε καὶ τὰ ζῷα (θαυμαστὸν εἰπεῖν) ἐπέβαλον καταστήσαντες οὕτως ἵλεων τὸν Θεὸν καὶ τῆς δικαίας ὀργῆς αὐτοῦ ἀπαλλαγέντες. Οὗτοι «κατακρινοῦσι» τὴν γενεὰν τῶν Ἰουδαίων, οἵτινες πολλὰ παρὰ τοῦ Κυρίου ἀγαθὰ καρπωθέντες, προφητικὰς βίβλους ὁδηγοὺς καὶ κηδεμόνας ἔχοντες καὶ καθ’ ἐκάστην ἡμέραν σημεῖα καὶ τέρατα ποιοῦντα αὐτὸν βλέποντες ὅμως ἠπίστουν τῷ Δεσπότῃ. Οἱ Νινευῖται μικρὸν καὶ εὐτελῃ ἄνθρωπον τὸν Ἰωνᾶν ἰδόντες μετὰ χαρᾶς ἐδέχθησαν τὸ κήρυγμα αὐτοῦ καὶ μάλιστα μετενόησαν ἐπὶ τοῖς ἔργοις αὐτῶν· οὗτοι δὲ καίπερ βλέποντες τὸν δημιουργὸν «ἐν δούλου μορφῇ» μετ’ αὐτῶν συναναστρεφόμενον, καίπερ βλέποντες αὐτὸν τοσαῦτα καὶ τοιαῦτα θαύματα καθ’ ἐκάστην ἐργαζόμενον, λεπροὺς καθαρίζοντα, νεκροὺς ἐγείροντα, δαίμονας ἐλαύνοντα, νόσους ἰώμενον, μετὰ πολλῆς ἐξουσίας διδόντα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅμως ἡπίστουν αὐτῷ, πολλῆς διὰ τοῦτο τῆς κατακρίσεως ἄξιοι τυγχάνοντες. Ὁ Ἰησοῦς λέγει τοῖς Ἰουδαίοις, «ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με». Οὐκ ἔχω ταύτην οὔτε ἐξ ἀνθρώπων, οὔτε ἐκ τοῦ κόσμου τούτου· αὕτη οὐδόλως ἐστὶν, ὥσπερ ἡ ἀνθρωπίνη διδαχὴ ἡ ἐκ τοῦ ἀνθρωπίνου νοῦ πηγάζουσα. Κατὰ ταῦτα ἡ διδαχή αὕτη «Οὐκ ἔστιν ἐμὴ», οὐκ ἔστι τῆς ἀνθρωπίνης μου φύσεως, «ἀλλὰ τοῦ πέμψαντός με» ἤγουν τῆς θείας μου φύσεως. Αὕτη ἐκφράζει τὸ θέλημα τοῦ πέμψαντός με καὶ ἔστι πλήρης ἀγάπης τε καὶ εὐσπλαγχνίας, παρέχουσα σωτηρίαν καὶ ἐπαγγελίαν αἰωνίου ζωῆς, ὡς δῶρον Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ.

§ 3. Ἀλλ’ ὑπάρχει τις νομίζων ὅτι τοῦτο δύσκολόν ἐστι πιστευθήναι; Εἰσὶν ἐνδείξεις τῆς ἀληθείας αὐτοῦ, ἂς πᾶσα ἀγαθὴ, πρᾳεῖα καὶ ἁπλῆ καρδία ἀποδέχεται. «Ἐάν τις θέλῃ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς», ὅτι αὕτη ὄντως πηγάζει ἐκ Θεοῦ. Ὅταν ὁ σπόρος πίπτῃ «ἐπὶ γῆν ἀγαθὴν», ἐπὶ καρδίαν «καλὴν καὶ ἀγαθὴν», ἡ καρδία αὕτη ὀδηγηθήσεται μέχρις οὗ ἴδῃ καὶ νοήσῃ τὴν τοῦ Θεοῦ σοφίαν ἐν τῇ τοῦ Υἱοῦ αὐτοῦ ἀποκαλύψει.Ἡ ἐπαγγελία αὕτη μεγάλη ἐστὶν, ἡ δὲ ἐρμηνεία τοῦ ἐν τῷ ἔμπροσβεν κεφαλαίῳ ρηθέντος, «Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρός με ἥξει», εὔκολος. Εὐνοοῦμεν ἐνταῦθα ὁποῖοί εἰσιν ἐκεῖνοι, οἷς δέδοται ὑπὸ τοῦ Πατρὸς ἐλθεῖν πρὸς τὸν Χριστὸν εἰς σωτηρίαν. Οὗτοί εἰσιν οἱ ἐπίθυμοῦντες ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ. Ἔστιν ὅτε τοῖς εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τῆς ἀληθείας ἀγομένοις οἱ λόγοι τοῦ προφήτου πληροῦνται. «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμέ μὴ ζητοῦσιν». Ἡ ἀγαθότης τοῦ Θεοῦ ὡς ἄπειρος, ἀκατανόητος τυγχάνει. Ἀλλὰ καίπερ «ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». «ἐλεήσει ὅμως ὃν ἂν ἐλεῇ καὶ οἰκτειρήσει ὃν ἂν οἰκείρῃ». Ἔχομεν ἐνταῦθα βεβαίαν καὶ θετικὴν ὑπόσχεσιν καθ’ ἣν ἕκαστος ποιῶν μετὰ χαρᾶς καὶ «χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν «τὸ θέλημα τοῦ Θεοῦ» ὠφεληθήσεται ἐκ τῆς εὐσπλαγχνίας αὐτοῦ. Ὁ Χριστιανὸς δύναται μὲν ἵνα ἀσθενὴς ᾖ, ἀλλ’ ἰσχυρὸς γενήσεται, δύναται μὲν εἶναι ἀμφιρρεπὴς καὶ ἀσταθὴς, ἀλλ’ ἡ πίστις αὐτοῦ ἐπὶ μᾶλλον στερεωθήσεται, δύναται μὲν εἶναι ἀπλοῦς καὶ ἀμαθὴς, ἀλλὰ διδαχθήσεται «εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ». «Οἱ ἀνακρίνοντες», ὥσπερ οἱ ἐκ Βερροίας, «τὰς Γραφὰς καθ’ ἡμέραν εἰ ἔχει ταῦτα οὕτως», εὑρήσουσιν ἰσχυρὰς ἀφορμὰς περὶ τῆς αὐτῶν πίστεως.

§ 4. Καὶ ἐν τῇ τοῦ Κορνηλίου ἱστορίᾳ παραπλήσιου εὑρίσκομεν παράδειγμα· Ὁ Θεὸς ηὐδόκησεν ἵυα ἀποκαλύψῃ τῷ ἀποστόλῳ Πέτρῳ, ὅτι «καὶ τοῖς ἔθνεσι τὴν μετάνοιαν ἔδωκεν εἰς ζωὴν» καὶ ὅπως ἐξηγήσηται αὐτῷ, ὅτι αἱ Ἰουδαϊκαὶ αὐτοῦ προλήψεις καθίστων αὐτῷ δύσκολον, ἵνα πιστεύσῃ ὅτι τὸ πρόσκομμα τὸ διαχωρίζον τοὺς Ἰσραηλίτας τῶν ἐθνικῶν οὐδόλως πλέον ὑφίσταται. Ἐπ’ ἴσης ἔδειξε τῷ Πέτρῳ ὅτι ἀπεκαλύφθη «ἐν ὁράματι φανερῶς» εἰς ἄνθρωπον ἐθνικὸν ὄντα καὶ ἐν τῷ Ρωμαϊκῷ ὑπηρετοῦντα στρατῷ, ἐν τῇ Ἰουδαίᾳ στρατευόμενον. Ἀλλὰ τὸ πρόσωπον τὸ ἐκλεγὲν διὰ τοῦ παραδείγματος τούτου, εἰς ὃ τὸ ὅραμα τοῦτο ἐγένετο, ἦν ἄνθρωπος διατεθειμένος ὑπὸ τῆς θείας χάριτος, ὅπως ὠφεληθῇ ἐκ τῶν δώρων αὐτῆς, ὧν ἀπολαύειν ἦν ἱκανὸς ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας, ἐν ᾗ κατῴκει ἐν μέσῳ λαοῦ γινώσκοντος καὶ λατρεύοντος τὸν Κτίστην. «Ὁ Κορνήλιος ἦν εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σύν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός· εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε... «αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ, καὶ νῦν πέμψων εἰς Ἰόππην ἀνδρας, καὶ μετάπεμψε Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος, ὃς λαλήσει ρήματα πρὸς σὲ, ἐν. οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου».

§ 5. Ἐνταῦθα λοιπὸν ἐκπληροῦται δι’ εἰδικοῦ ὁράματος, ὅπερ τῇ ἀοράτῳ τοῦ Ἁγίου Πνεύματος ἐνεργείᾳ ἐνεργεῖται. Ὁ Κορνήλιος ἦν ἀνὴρ ἔχων καρδίαν ἀφωσιωμένην εἰς τὸ θέλημα τοῦ Θεοῦ καὶ ἔγνω τὴν ἀλήθειαν τῆς προφητικῆς ταύτης ἐπαγγελίας, «Διώξωμεντοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν· καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος τῇ γῇ». Ἐξελέγη εἰδικῶς, ἵνα καὶ ἄλλους διδάξῃ «τὸ μυστὴριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», ὅτι «νυνὶ ἐν Χριστῷ Ἰησοῦ αὐτοὶ οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθησαν ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γὰρ ἐστιν ἡ εἰρήνη αὐτῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας». Ἔμαθε «γινώσκειν περὶ τῆς διδαχῆς τοῦ Χριστοῦ ὅτι ἦν «ἐκ Θεοῦ», καὶ ὅτι Θεὸς ἐστιν ὁ σωτὴρ πάντων τὸν εἰς αὐτὸν πιστευόντων». Ἔμαθε γινώσκειν «ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἑαυτῷ τὸν λόγον τῆς καταλλαγῆς».

§ 6. Οὕτω λοιπὸν ἐπαγγέλλεται ἡμῖν ἐν τῷ Εὐαγγελίῳ αὐτοῦ ὅτι «τῷ ἔχοντι δοθήσεται», «τῷ ζητοῦντι εὑρεθήσεται», «τῷ ζρούοντι ἀνοιγήσεται». Ἡμεῖς οὐδόλως ζητοῦμεν ἵνα ἐξιχνιάσωμεν τὰς ἀνεξιχνιάστους ὁδοὺς τοῦ Θεοῦ, ἢ ὅπως θέσωμεν ὅρια ἐν ταῖς ἐνεργείαις τῆς χάριτος αὐτοῦ. Ἀλλ’ ὅμως ὀφείλομεν γινώσκειν ὅτι «τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα», ὅτι «τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν».

Ὀμιλία ΛΘ´. Ὁ Ἰησοῦς εξακολουθῶν τὴν μετὰ τῶν Ἰουδαίων διαλεξιν αποδεικνυει αυτοις ὅτι ουδεμιαν περι Θεου αληθη γνωσιν εχουσιν

19) «Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; τί με ζητεῖτε ἀποκτεῖναι» (ΙΩΑΝΝ. ζ´. 19).

§ 1. Οἱ Ἰουδαῖοι καίπερ σφόδρα σεβόμενοι τὸν Μωυσῆν καὶ ἐπὶ τῷ νόμῳ αὐτοῦ ἐναβρυνόμενοι, οὐχ ἧττον ὅμως εὐχερῶς λίαν ὠλιγώρουν αὐτοῦ βιαζόμενοι οὐ μόνον τὸ πνεῦμα, ἀλλὰ δὴ καὶ τὸ γράμμα αὐτοῦ· τεκμήριον δὲ, ἐν ᾧ δῆλον ὅτι ὁ Μωυσῆς προεῖπεν αὐτοῖς: «Προφήτην ἐκ τῶν ἀδελφῳν αὐτῶν, ὡς ἐμὲ, ἀναστήσει αὐτοῖς Κύριος ὁ Θεὸς, αὐτοῦ ἀκούσονται», οὗτοι ἐζήτουν ἤδη ἀποκτεῖναι τὸν ὑπ’ αὐτοῦ προκηρυχθέντα Ἰησοῦν, ὅστις τὰ πάντα καλῶς ἐγίνωσκε, καίτοι οὗτοι, μεθ’ ὧν ἐλάλει, ἐξεπλήσσοντο ἐπὶ τούτῳ.

20) «Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε Δαιμόνιον ἔχεις· τίς σὲ ζητεῖ ἀποκτεῖναι;

21) Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς. Ἕ ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.

22) Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστὶν ἀλλ᾿ ἐκ τῶν πατέρων) καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.

23) Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωυσέως ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ;

24) Μὴ κρίνετε κατ᾿ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε» (ΙΩΑΝΝ. ζ´. 20–24).

§ 2. Οἱ Ἰουδαῖοι ἀνεμιμνήσκοντο ἔτι τοῦ θαύματος, ὅπερ ὁ Ἰησοῦς ἐποίησεν ἐν Βηθεσδᾷ πρὸ ἐνὸς καὶ ἡμίσεος ἔτους θεραπεύσας τὸν παραλυτικὸν ἐν ἡμέρᾳ Σαββάτου. Ὑπερημύνατο ἄλλοτε ἀναμιμνήσκων αὐτοὺς, ὅτι αὐτοὶ οὐτοι συνείθιζον νὰ φυλάττωσι καὶ ποτίζωσι τὰ κτήνη αὐτῶν ἐν Σαββάτου· ἐνταῦθα ὑπεραμύνεται ἐξ αὐτοῦ τοῦ Μωσαϊκοῦ νόμου, ἐφ’ ᾧ οὐτοι ἐκαυχῶντο. Αὐτοὶ οἱ Ἰουδαῖοι οἱ κατηγοροῦντες τοῦ Ἰησοῦ ἐπὶ παραβάσει τοῦ νόμου παρέβαινον ἀπροκαλύπτως αὐτὸν, ἀθετοῦντες αὐτὴν τὴν ἡμέραν τοῦ Σαββάτου, καθὰ λέγει αὐτοῖς ὁ Χριστός, «Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ;» Δῆλον δὲ ὅτι οἱ Ἰουδαῖοι θέλοντες νὰ μὴ παραβῶσι τὸν Μωσαϊκὸν νόμον τὸν διατάττοντα αὐτοὺς, ὅπως ἡ περιτομὴ γένηται τῇ ὀγδόῃ ἡμέρᾳ μετὰ τὴν γέννησιν τοῦ παιδὸς, παρέβαινον τὸ Σάββατον. Οὐδόλως ἆρα ἐδικαιοῦτο καὶ ὁ Ἰησοῦς, ἵνα ἐν ἡμέρᾳ Σαββάτου ποιήσῃ τὸ αὐτὸ ὅπως δηλονότι προκειμένου περὶ θεραπείας ἀσθενοῦς ἀνθρώπου, θεραπεύσῃ αὐτὸν, ἔστω καὶ ἐν Σαββάτῳ; Ἀλλ’ ὁ φθόνος ὑπερισχύει τοῦ ὀρθοῦ λόγου, διὸ ἐντέλλεται αὐτοῖς λέγων: «Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε».

§ 3. Τούτο, ὅπερ τοῖς τότε Ἰουδαίοις ὁ Κύριος ἡμῶν ἔλεγεν, ἐφαρμόζεται καὶ εἰς ἡμᾶς τοὺς ἐν τοῖς ἐσχάτοις τούτοις καιροῖς ζῶντας, ὥστε οὐδόλως ὀφείλομεν νὰ παραβαίνωμεν τὸ δίκαιον, ἀλλὰ τὰ πάντα νὰ ποιῶμεν χάριν αὐτοῦ τοῦ δικαίου. Εἴτε πένης, εἴτε πλούσιός ἐστιν ὁ δίκαιον ζητῶν, οὐδόλως ὀφείλομεν νὰ ἀποβλέπωμεν εἰς τὰ πρόσωπα, ἀλλὰ νὰ ἐξετάζωμεν αὐτὰ τὰ πράγματα. Τοῦτο λέγομεν οὐ μόνον πρὸς τοὺς δικαστὰς, οἴτινες δυστυχῶς χρήμασι διαφθειρόμενοι συχνάκις παραβαίνουσι τὸ δίκαιον, τὸν ἀνεύθυνον πολλάκις καταδικάζοντες καὶ τὸν ὑπεύθυνον ἀπαλλάττοντες, τὸν δίκαιον κολάζοντες καὶ τὸν ἄδικον διασώζοντες, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἀνθρώπους, ἵνα μὴ διαφθείρωσι τὸ δίκαιον, ἀλλὰ πανταχοῦ καὶ πάντοτε φυλάττωσιν ἀλώβητον αὐτὸ καὶ ἀκέραιον. Ἡ ἀγια Γραφὴ διαρρήδην ἡμῖν λέγει: «ὁ Κύριος ἀγαπᾷ δικαιοσύνην, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν». Οὐδόλως ἄρα πρέπει νὰ μισῶμεν τὰς ἀθανάτους ἡμῶν ψυχὰς, αἵτινες τῷ τιμίῳ τοῦ Χριστοῦ αἵματι ἠγοράσθησαν καταπατοῦντες τὸ δίκαιον· διότι «τὸ κέρδος τῆς ἀδικίας», καθὰ λέγει ὁ θεῖος Χρυσόστομος, «καὶ ἐνταῦθά ἐστι μικρὸν ἢ μᾶλλον οὐδέν». Ὅταν δηλαδὴ ὁ ἀδικῶν τρυφᾷ μετὰ πονηροῦ συνειδότος, οὐκ ἔστι τοῦτο ἆρά γε κόλασις καὶ δεινὴ τιμωρία κατὰ τούτου; Ἀλλὰ καὶ ἐν τῷ μέλλοντι μεγάλην καὶ ἀκαταλόγιστον φέρει τὴν ζημίαν. Ἀγαπήσωμεν λοιπὸν ἐκθύμως τὸ δίκαιον συνειδότες ὅτι τοῦτο ἀρεστόν ἐστι τῷ Κυρίῳ, τῷ ἀδεκάστῳ τούτω καὶ ἀπροσωπολήπτῳ κριτῇ.

25) Ἔλεγον οὖν τινὲς ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

26) Καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσι, μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;

27) Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν·ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν

28) Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε.

29) Ἐγὼ δὲ οἶδα αὐτὸν ὅτι παρ᾿ αὐτοῦ εἰμὶ κἀκεῖνός με ἀπέστειλεν.

30) Ἐζήτουν οὖν αὐτὸν πιάσαι· καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ» (ΙΩΑΝΝ. ζ´. 25–30).

§ 4. Οἱ πονηροὶ λογισμοὶ, οὕς τινες τῶν Ἰουδαίων ἐνταῦθα ἐποιοῦντο διισχυριζόμενοι, ὅτι γινώσκουσι τὸν Ἰησοῦν «πόθεν ἐστὶ», παρέχουσιν ἡμῖν τὸ ἐνδόσιμον, ἵνα κηρύξωμεν ἀλήθειαν τὰ μάλα σπουδαίαν, δυναμένην ἵνα ἐπενέγκῃ ἐν τῷ βάθει τῆς καρδίας αὐτῶν πλήρη καὶ τελείαν πεποίθησιν ὅτι «ἐστὶν ἀληθινὸς ὁ πέμψας αὐτὸν, ὃν αὐτοὶ οὐκ οἴδασι». Καὶ ὅμως οἱ Ἰουδαῖοι ἐγίνωσκον τὸν Θεὸν ὡς Δημιουργὸν, ἐλευθερωτὴν τοῦ ἔθνους αὐτῶν καὶ νομοθέτην. Τὰ ρήματα αὐτοῦ ἀνεγίνωσκον ἐν ταῖς συναγωγαῖς αὐτῶν προσφέροντες αὐτῷ καθ’ ἑκάστην θυσίας ἐν τῷ Ναῷ. Καὶ ἐν τούτοις οὐκ ἐγίνωσκον αὐτόν».

§5. Ἡ περὶ Θεοῦ γνῶσίς ἐστι πάντως ἀνώτερόν τι τοῦ ὁμολογεῖν τὰς Γραφὰς ὡς λόγον αὐτοῦ ἢ τὸ προσφέρειν αὐτῷ λατρείαν καθαρῶς τυπικήν. Τὸ ἐρευνᾶν τὰς ἰδιότητας αὐτοῦ ἀναγνώρισίς ἐστι τῆς παντοδυναμίας, τῆς δικαιοσύνης, τῆς εὐσπλαγχνίας καὶ τῆς σοφίας αὐτοῦ. Ἀνάγκη ὅπως τεθῶσιν οὕτως αἱ ἰδιότητες αὗται τοῦ Θεοῦ ἐμπροσθεν ἡμῶν, ὥστε νὰ δύνανται αὗται διευθύνειν τὴν ἀγάπην ἡμῶν καὶ ἐπιδρᾷν ἐπὶ τε τοῦ βίου καὶ τῶν πράξεων ἡμῶν. Ἡ περὶ Θεοῦ γνῶσις κατὰ τὴν Γραφὴν οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ συνεχὴς ἡμῶν μετ’αὐτοῦ σχέσις καθιστῶσα τοῦτον ἀντικείμενον τοῦ σεβασμοῦ, τῆς ἀγάπης καὶ τῆς ὑπακοῆς ἡμῶν. Διὰ τοιαύτης γνώσεως οἱ Πατριάρχαι Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακὼβ ἀπεφάσιζον καὶ ἐπεχείρουν ἀπάσας τὰς ὁδοιπορίας καὶ ἐπιχειρήσεις αὐτῶν ἐπικαλούμενοι ἀείποτε τὴν βοήθειαν καὶ τὰς εὐλογίας αὐτοῦ. Ὁ Ἰωσήῳ κατέδειξεν ὅτι εἶχε γνῶσιν Θεοῦ, ὅτε ἐνθυμούμενος τὴν πρὸς τὸν Θεὸν ὀφειλομένην ὑπακοὴν κατέστειλεν ἐν ἑαυτῷ τὰς ὁρμὰς τῆς ἁμαρτίας καὶ ἐκράτησεν ἑαυτὸν τοῦ πεσεῖν εἰς πειρασμόν. Ὁ Ἠλεὶ κατέδειξεν ὅτι εἶχε γνῶσιν Θεοῦ διὰ τῆς αὐστηρᾶς ὑπακοῆς τῷ θελήματι Αὐτοῦ καίπερ καθ’ αὐτοῦ ὄντι. Αὐτὴ αὕτη ἡ γνῶσις τοῦ Θεοῦ ἐναργῶς καταφαίνεται ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. Ἐν τῇ θεσπεσίᾳ ταύτῃ βίβλῳ βλέπομεν τὸν ἱεροφάντην Δαβὶδ ὁτὲ μὲν μεγαλύνοντα τὴν μεγαλειότητα καὶ τὴν ἄπειρον αὐτοῦ δύναμιν, ὁτὲ δὲ αἰνοῦντα τὴν ἀγαθότητα καὶ εὐσπλαγχνίαν αὐτοῦ, ποτὲ μὲν ταπεινούμενον ἐνώπιον αὐτοῦ, ποτὲ δὲ ἐμμελῶς καὶ ἁρμονικῶς διὰ τῶν χορδῶν τῆς λύρας αὐτοῦ ψάλλοντα χάριτας καὶ εὐλογίας, καὶ πεποιθότα ἐπ’ αὐτῷ τυχεῖν πάντοτε κραταιοτέρας δυνάμεως καὶ πνευματικῶν ἀγαθῶν. Ὑπὸ τῆς γνώσεως ταύτης ἐμπνευσθεὶς ἔψαλλεν: «Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων Σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, καὶ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Ὑπὸ τῆς γνώσεως ταύτης ἐμπνευσθείς ἔψαλλε τὰ ρήματα ταῦτα: «Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστῇ σοφίζουσα νήπια· τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς». Τοιαύτην τινὰ περὶ Θεοῦ καὶ τοῦ θελήματος οὐδεμίαν ἐνορῶμεν ἐν τοῖς ἀναφερομένοις ἐνταῦθα λόγοις τῶν Ἰουδαίων, τοὐναντίον δ’ οὗτοι θυμοῦ καὶ ὀργῆς καὶ οὐκ ὀλίγης γέμουσιν ἀναισχυντίας. Οὗτοι πᾶσαν ἀληθῆ γνῶσιν καὶ ἔννοιαν περὶ Θεοῦ ἐπελάθοντο. Εἶχον γνῶσιν Θεοῦ οἱ Ἰουδαῖοι, οἵτινες «ἐφίλουν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἔστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις;» Εἰχον γνῶσιν Θεοῦ οἱ Ἰουδαῖοι, οἵτινες «νηστεύοντες ἐγίνοντο σκυθρωποὶ ἀφανίζοντες τὰ πρόσωπα αὑτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποες νηστεύοντες;» Εἰχον γνῶσιν Θεοῦ οἱ Ἰουδαῖοι, οἵτινες «ἐποίουν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς;» Εἰχον γνῶσιν Θεοῦ οἱ Ἰουδαῖοι ἐπιτιμῶντες τῷ θεραπευθέντι ἐν ἡμέρᾳ Σαββάτου, φθονοῦντες ἁμαρτωλῷ διδασκομένῳ τὰς ὁδοὺς τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας; Δυνάμεθα λοιπὸν μετὰ πολλῆς τῆς βεβαιότητος εἰπεῖν ὅτι οὐκ ἐγίνωσκον οἱ Ἰουδαίοι τὸν Θεὸν, καίπερ καυχώμενοι ἐπὶ τῇ ὀρθοδοξίᾳ αὐτῶν, καίπερ καυχώμενοι ἐπὶ τῷ Θεῷ ὡς ὄντι Θεῷ τοῦ πατρὸς αὐτῶν Ἀβραὰμ καὶ ὁμολογοῦντες, ὅτι ἐλάτρευον αὐτὸν καὶ ὤμνυον τῷ ὀνόματι αὐτοῦ. Οὐδόλως ἐγίνωσκον τὸν Θεὸν ἐν αἰσθήματι ἀγάπης καὶ υἱικοῦ καθήκοντος. Ἡ περὶ Θεοῦ γνῶσις αὐτῶν οὐδόλως ἐπέδρα ἐπί τε τῶν καρδιῶν καὶ τοῦ βίου αὐτῶν.

§ 6. Ὁ Κύριος ἐξακολουθεῖ τὸν λόγον αὐτοῦ λέγων: « Έγὼ οἶδα αὐτὸν, ὅτι παρ’ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλε». Διὰ τῆς διδαχῆς λοιπὸν αὐτοῦ κατέστησεν ἡμᾶς ἱκανοὺς ἵνα ἔχωμεν περὶ Θεοῦ ἀσυγκρίτως μείζονα τῆς τῶν Ἰουδαίων γνῶσιν· αὐτοῖς μὲν ἀνηγγέλθη ὁ Θεὸς ὡς Νομοθέτης καὶ φύλαξ τοῦ ἔθνους αὐτῶν, ἡμῖν δὲ ὡς Πατὴρ, διὰ δὲ τῆς μιᾶς ταύτης προσηγορίας ὡμολογήθη, καθὰ λέγει ὁ θεῖος Χρυσόστομος, «καὶ ἁμαρτημάτων ἄφεσις, καὶ κολάσεως ἀναίρεσις καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, καὶ υἱοθεσία, καὶ κληρονομιά, καὶ ἀδελφότης ἡ πρὸς τὸν μονογενῆ καὶ Πνεύματος χορηγία», Τοῦτο διδάσκει ἡμᾶς νὰ γινώσκωμεν ἐκ βάθους καρδίας αὐτὸν, ὅστις ἔδειξεν ἡμῖν τὴν ἄφατον ἀγάπην αὐτοῦ. Ἀλλὰ τὴν γνῶσιν ταύτην τοῦ Θεοῦ μόνον τὸ Πνεῦμα αὐτοῦ δύναται ἵνα δώσῃ ἡμῖν· ἀνάγκη δ’ ὅπως οὗτος «λάμψῃ ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνῶσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ». Τὴν γνῶσιν ταύτην «πνευματικῶς ἀνακρίνομεν». Εἰθε ἡ περὶ Θεοῦ αὕτη γνῶσις πλουσίως ἐπιχορηγηθείη ἡμῖν, ἕως οὗ οἱ λόγοι τοῦ προφήτου πληρωθῶσι: «Διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπιγράψω αὐτοὺς ἐπὶ τὰς καρδίας αὐτῶν, καὶ ὄψομαι αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαὸν ... ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος». Εἴθε τὸ φῶς τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἀναλάμψοι ἐν ταῖς καρδίαις ἡμῶν πρὸς τὸ ποιεῖν πάντοτε τὸ πανάγιον αὐτοῦ θέλημα, ἵνα οὕτω τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Ἀμήν.

Ὀμιλία Μ´. Συνέχεια τῆς πρὸς τους ιουδαιους συνδιαλεξεως τοῦ Ιησου εν Ιερουσαλημ

30) «Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

31) Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν, καὶ ἔλεγον, ὅτι ὁ Χριστὸς, ὅταν ἔλθῃ μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν.

32) Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.

33) Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.

34) Ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

35) Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;

36) Τίς ἐστιν οὗτος ὁ λόγος, ὃν εἶπε, Ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;» (ΙΩΑΝΝ. ζ´. 30–36).

§ 1. Ἐν τοῖς λόγοις τούτοις τοῦ ἡμετέρου Εὐαγγελίου παρατηροῦμεν πόσον ὀλίγον ἦσαν προπαρασκευασμένοι οἱ Ἰουδαῖοι, ἵνα ὑψωθῶσιν ὑπεράνω τοῦ παρόντος κόσμου, ἢ ἐννοήσωσιν ὅτι «ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας». Αἱ μωραὶ παρθένοι τῆς παραβολῆς ἀμελήσασαι, ἵνα λάβωσιν ἐγκαίρως ἔλαιον μεθ’ ἑαυτῶν διὰ τὰς λαμπάδας αὐτῶν, ἀπελθοῦσαι δ’ ὕστερον ὅπως ἀγοράσωσιν ἔλαιον καὶ μὴ εὑροῦσαι· ἔγνωσαν, ἵνα πορευθῶσι καὶ αὗται εἰς τοὺς γάμους, ἀλλὰ πορευθεῖσαι εὗρον τὴν θύραν κεκλεισμένην, δι’ ὃ ματαίως ἐκρουον καὶ ἔκοπτον αὐτὴν λέγουσαι: «Κύριε, Κύριε, ἄνοιξον ἡμῖν». Ἐν τῷ νῦν χρόνῳ, ἐν τῷ παρόντι κόσμῳ, ὁ Κύριος ἡμῶν ἐπαγγέλλεται ἡμῖν λέγων: «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι». Ἐν τῇ ὥρᾳ ταύτῃ ὁ Κύριος ἡμῶν ἐπαγγέλλεται ἡμῖν λέγων: «Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω ἔξω»

Ὅθεν ἡ οὕτω κηρυττομένη ἐνταῦθα ἐπαγγελία δέον ἵνα γένηται αὐτίκα ἀποδεκτή. Ἐν τῷ νῦν χρόνῳ ἀνάγκη ἵνα ἀδιαλείπτως ἀγωνιζόμεθα «εἰσέρχεσθαι διὰ τῆς στενῆς πύλης», διότι ὕστερον πολλοὶ ὥσπερ οἱ διδασκόμενοι ἐνταῦθα Ἰουδαῖοι ζητήσουσιν ἵνα εἰσέλθωσι δι’ αὐτῆς καὶ οὐ δυνήσονται. καὶ ἐννοήσουσιν τότε, ὅτε οὐκ ἔτι ἔσται καιρὸς αὐτοῖς ὅτι ἐκεῖ, ὅπου ἐστὶν ὁ Χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, «οὐκ ἰσχύσουσιν εἰσελθεῖν».

37) «Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.

38) ὁ πιστεύων εἰς ἐμὲ καθὼς εἶπεν ἡ Γραφὴ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.

39) Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι ὁ Ἰησοῦς οὐδέποτε ἐδοξάσθη» (ΙΩΑΝΝ. ζ´. 37–39).

§ 3. Ἰδοὺ μία τῶν πολλῶν ἀφορμῶν, καθ’ ἣν ὁ θεάνθρωπος Ἰησοῦς ὠφελεῖται ὅπως δύναμιν δῳ καὶ φῶς εἰς τὰς ὑπ’ αὐτοῦ ἀποκαλυφθείσας ἀληθείας. Ἔθος ἦν ἐν τῇ ἑορτῇ τῆς Σκηνοπηγίας ἵνα ἀντλῶσιν οἱ Ἰουδαῖοι ὕδωρ ἐκ τῆς πηγῆς τοῦ Σιλωὰμ καὶ ἐκχέωσιν αὐτὸ μετὰ πολλῆς πομπῆς καὶ παρατάξεως, ἐν ἤχῳ μουσικῆς συμφωνίας, ἐν ὕμνοις εὐχαριστίας ἐπὶ τοῦ θυσιαστηρίου, ὅτε προσεφέρετο ἡ πρωινὴ θυσία. Ὁ Κύριος ἡμῶν αὐτόπτης ὢν μάρτυς τῆς τελετῆς ταύτης, ἐνόησεν, ὁπόσον ὀλίγον πνευματικῶς ὠφελοῦντο οἱ ἄνθρωποι ἐκ τῆς πομπώδους ταύτης τελετῆς καὶ παρατηρήσας ἀληθῶς πόσον ὀλίγον ἐπέδρα ἐπὶ τῆς καρδίας αὐτῶν εἶπε: Τί ἐστι τὸ ὕδωρ Σιλωὰμ; «ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω».«Οἱ διψῶντες πορεύεσθαι ἐφ’ ὕδωρ» ἀληθῆ ἀξίαν ἔχον, ὕδωρ ζωῆς καὶ ὑγιείας. «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος». «Ὁ πιστεύων εἰς ἐμὲ» «ἀντλήσει ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου», καὶ γενήσεται αὐτὸς οὗτος πηγή, ἐξ ἦς ρεύσουσι ρύακες ἀναψύξεως· ἐκχύσει πέριξ αὐτοῦ τὴν γονημότητα ἐκείνην, ἦν οἱ ποταμοὶ τοῦ ζῶντος ὕδατος δίδουσι πανταχοῦ, ὅπου ἐκβάλλουσι, καθὼς εἶπεν ἡ Γραφὴ» «Καὶ ὡς πηγὴ ὕδατος, ἣν μὴ ἐξέλιπεν ὕδωρ», καθὼς εἶπεν ἡ Γραφὴ, «Ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ρῆσιν, διδάξω ὑμᾶς τὸν ἐμὸν λόγον», Ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου».

§ 4. Ἡ ἑρμηνεία τῶν χωρίων τούτων τῆς Ἀγίας Γραφῆς σαφής ἐστιν. «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Τοιαύτη ἐστὶν ἡ ἐπαγγελία τῶν δαψιλεστάτων τοῦ Πνεύματος χαρισμάτων, ἡ ἐν τῷ Εὐαγγελίῳ περιεχομένη. Καὶ ἂν ἀπὸ τῆς ἐπαγγελίας μεταβῶμεν εἰς τὴν ἐκπλήρωσιν αὐτῆς, θὰ ἴδωμεν πόσον ἡ σύγζρισις αὕτη ἐστὶν ἀληθής· «ἐάν τις δίψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω». Πρῶτοι οἱ ἀπόστολοι ἐδοκίμα. σαν τὴν σωτήριον ταύτην δίψαν·ἡ δίψα αὕτη ἤγαγεν αὐτοὺς εἰς τὸν Χριστὸν καὶ διετήρησεν αὐτοὺς ἐν τῇ πρὸς αὐτὸν πίστει. Ἔπιον τοὺς λόγους αὐτοῦ, παρεδέξαντο τὴν διδαχὴν αὐτοῦ· ἔμελλον ἐν ὡρισμένῳ καιρῷ ἵνα πληρωθῶσιν ὑπὸ τοῦ Πνεύματος αὐτοῦ· καὶ ὅτε κατὰ τὴν αὐτοῦ ἐντολὴν διεσπάρησαν ἐπὶ πάντα τὰ ἔθνη ἐκπληροῦντες οὕτω τὴν ἀποστολὴν αὐτῶν, αἱ ἀλήθειαι αἱ ἐκ τοῦ στόματος αὐτῶν ρέουσαι ἦσαν τοῖς ἀνθρώποις ὡς ζῶντα ὕδατα, ὡς «ποταμοὶ ἐν γῇ διψώσῃ». Πρὶν τὸ ἅγιον Πνεῦμα κατέλθῃ ἐπὶ τοὺς ἀποστόλους, ἧσαν αὐτοὶ οὗτοι ὡς «γῆ ξηρὰ καὶ ἄνυδρος» ἐν ταῖς αὐτῶν καρδίαις καὶ ἥκιστα ὠφέλιμοι τοῖς ἄλλοις, ἀλλὰ «πλησθέντες Πνεύματος ἁγίου ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας». Τὰ ὕδατα τοῦ σωτηρίου ἔρρεον δαψιλῶς ἐκ τοῦ στόματος αὐτῶν, «πᾶσαν ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν». Καὶ ὀφελούμενοι προσέτι ἐκ τῆς διδασκαλίας αὐτῶν καὶ διεσπαρμένοι εἰς πάντα τὰ ἔθνη, ὅτε «οὐκ ἔτι ἐπετράπη αὐτοῖς ἐν Ἱερουσαλὴμ κηρύττειν, εὐηγγελίζοντο τὸν λόγον τοῦ Θεοῦ πανταχοῦ». Ὁ δὲ λόγος, ὃν ἐκήρυττον, ἦν τῷ ὄντι ὅμοιος πρὸς τὸ ὕδωρ, ὅπερ διαχεῖται ἐπὶ ἐξηντλημένου σώματος, ἢ ἐπὶ γῆς διψώσης. Τὸ ὕδωρ τοῦτο ἐπότιζε τὴν ἐξησθενημένην καρδίαν καὶ «ἐζωοποίει τοὺς συντετριμμένους τὴν καρδίαν». «Ἤνθη ἡ ἔρημος ὡς κρίνον» καὶ καθίστη αὐτὴν γόνιμον ὡς «κῆπον μεθύοντα». Οἱ ἐθνικοὶ οἱ τέως ξηροὶ καὶ ἄκαρποι ὄντες ἤρξαντο φέρειν ἐν ἀφθονίᾳ καρποὺς δικαιοσύνης· ἀντὶ τῶν τῆς σαρκὸς ἔφερον καρποὺς τοῦ Πνεύματος, εἵπερ εἰσὶν «ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πρᾳότης, ἐγκράτεια». Τοιοῦτον δὲ ἐσαεὶ ἔσται τὸ ἀποτέλεσμα τοῦ ἀγίου Πνεύματος, «ὅπερ λαμβάνουσιν οἱ εἰς Χριστὸν πιστεύοντες»· ἔσται ἐν αὐτοῖς «πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». Οὐδόλως περιορίζει ἐν αὐτοῖς μόνον τὰ χαρίσματα αὐτοῦ, ἀλλ’ ὑπερβήσεται τὰ ὅρια αὐτοῦ καὶ καταστήσει γόνιμον πᾶν τὸ περιβαλλόμενον. Καὶ τοι ἡ τοῦ κακοῦ παραδείγματος ἐπίδρασίς ἐστι δυστυχῶς μεγάλη, ἡ δὲ τοῦ ἀγαθοῦ ἐλαχίστη, οὐχ ἧττον ὅμως ὁ ἐνθέῳ ζήλῳ τὴν καρδίαν αὐτοῦ πεπληρωμένος Χριστιανὸς διαχεῖται πέριξ αὐτοῦ τὰ ἀποτελέσματα τοῦ ἁγιου Πνεύματος, ὅπερ πληροῖ τὴν καρδίαν αὐτοῦ καὶ ἐπιδρᾷ ἐφ’ ὅλων τῶν ἔργων αὐτοῦ. Ἡ ζωὴ αὐτοῦ ἐστι ζῶσα ἔκφρασις τῆς τοῦ Κυρίου ἐπαγγελίας. Ἐκ τῆς ἀεννάου πηγῆς τῆς καρδίας αὐτοῦ προερχομένης «ἐκ τοῦ πληρώματος» τοῦ Κυρίου ἐκρέουσι διὰ τοὺς ἄλλους «ποταμοὶ ὕδατος ζῶντος»,ὅπερ δείκνυσιν ὅτι ὁ Κύριός ἐστι πηγὴ ζωῆς οὐ μόνον τοῖς ἀποστόλοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἀνθρώποις πάντων τῶν αἰώνων, ἐξ ἧς πηγῇς πάντες οἱ πιστεύοντες δύνανται ἀδιαλείπτως νὰ ἀντλῶσι τὴν ἀναψυχὴν. τὴν ἰσχὺν, τὴν ὑγιείαν καὶ τὴν σωτηρίαν. «Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος». Προσέλθωμεν τοίνυν εἰς τὴν πηγὴν ταύτην τῆς ζωῆς μετὰ πίστεως καὶ ἀγάπης, ἵνα πίωμεν ἐκ τοῦ θείου τούτου ὕδατος τοῦ ἀλλομένου εἰς ζωὴν αἰώνιον καὶ οὕτω κληρονομήσωμεν τὴν οὐράνιον βασιλείαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Ὀμιλία ΜΑ´. Διάφοροι γνῶμαι τοῦ λαου περὶ τοῦ Ἰησοῦ Χριστου. Ματαια τῶν Φαρισαιων πρὸς συλληψιν τοῦ Ἰησου αποπειρα

40) «Πολλοί οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγων, Οὐτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον, Οὐτός ἐστιν ὁ Χριστός.

41) Ἄλλοι δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;

42) Οὐχὶ ἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυίδ ὁ Χριστὸς ἔρχεται;

43) Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν.

44) Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτὸν ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας» (ΙΩΑΝΝ. ζ´. 40–44).

§ 1. Οὐδεμία ἄλλη προφητεία ἐνεποίει τοσαύτην ἐντύπωσιν εἰς τὸ πνεῦμα τοῦ Ἰουδαϊκοῦ λαοῦ, ὅσον ἡ τοῦ Μιχαίου, ὅτι ὁ προσδοκώμενος Μεσσίας ἔμελλε γεννηθῆναι ἐν Βηθλεέμ. Ὅτε οἱ Μάγοι ὡς ξένοι ἐξ Ἀνατολῶν εἰς Ἱερουσαλὴμ ἀφικόμενοι ἠρώτων, «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεύς τῶν Ἰουδαίων; εὐθέως ἀπεκρίθησαν αὐτοῖς, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου». Ναὶ μὲν ὁ Ἰησοῦς ἐγεννήθη ἐν Βηθλεὲμ, ἀνετράφη δὲ ἐν τῇ Γαλιλαίᾳ. Τοῦτο δὲ ἐγένετο ὅπως οἱ μοχθηροὶ αὐτοῦ ἐχθροὶ προβῶσιν ἐσκεμμένως ἐπὶ μᾶλλον εἰς τὴν τῆς ἀληθείας ἔρευναν. «Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;» ἐὰν οὗτοι ἐμβριθεστερον ἐξήταζον καὶ προσεῖχον καὶ εἰς τὰς ἄλλας περὶ αὐτοῦ προψητείας, θὰ ἀνεκάλυπτον ὅτι οὐ μόνον ἡ προφητεία αὕτη τοῦ Μιχαίου κατὰ γράμμα ἐπληρώθη, ἀλλὰ πρὸς τούτοις καὶ διὰ σημείων ἅτινα ἐσήμαινον τὴν ἄμεσον ἐνέργειαν τοῦ ἁγίου Πνεύματος, οὗ τῇ ἐμπνεύσει οἱ λόγοι τῶν προφητῶν ἐλέχθησαν. Ὁ Ἰησοῦς τῳόντι ἦλθεν «ἐκ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεέμ τῆς κώμης».

§ 2. Ὁ Θεὸς ἐν τῇ ἀπείρῳ αὐτοῦ εὐσπλαγχνίᾳ ηὐδόκησεν ἀποστεῖλαι φῶς ἐν τῷ κόσμῳ, ὅπερ ἔστιν ὅτε ἐκαλύπτετο ὑπὸ καλύμματος τινος, οὐχὶ ὅπως λάθῃ τοὺς ἀνθρώπους, ἀλλ’ ὅπως μᾶλλον διὰ τῆς μελέτης καὶ προσοχῆς δυνηθῶσι νὰ ἄρωσι τὸ κάλυμμα τοῦτο πρὸς ἀποκάλυψιν τῆς ἀληθείας. «Ἀλλ’ οἱ μὴ ὅντες ἐκ τῆς ἀληθείας» οὐδόλως ἐπεθύμουν νὰ εὕρωσιν αὐτὴν, ἐνῷ οἱ ζητοῦντες αὐτὴν φωτίζονται ἀγαλλόμενοι.

§ 3. Οἱ Ἰουδαῖοι «οὐκ ἦσαν ἐκ τῆς ἀληθείας», ἀλλὰ ζόφῳ αὕτῇ ἐκαλύπτετο ἔμπροσθεν τῶν ὀφθαλμῶν αὐτῶν. Τίς δ’ οὗτος ὁ ζόφος: Ἡ πονηρὰ καὶ χαιρέκακος, ἡ μοχθηρὰ καὶ διεφθαρμένη καὶ μεστὴ φθόνου αὐτῶν καρδία, ἥτις οὐδὲν ἄλλο διελογίζετο καὶ ἐμηχανᾶτο, εἰ μὴ ἵνα παραστήσῃ τὸν Ἰησοῦν πλάνον. Διά τοι τοῦτο καὶ ὁ Κύριος ἡμῶν οὐδὲν σαφῶς αὐτοῖς ἀπεκάλυπτε περὶ τούτου γινώσκων τὴν ἀπόνοιαν αὐτῶν.

§ 4. Εἰπόντος ποτὲ τοῦ Ναθανιὴλ τῷ Φιλίππῳ περὶ τοῦ Ἰησοῦ· «ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν εἶναι;» οὐ μόνον οὐδόλως ἐπετίμησεν αὐτῷ ὁ Κύριος, ἀλλ’ ἐξ ἐναντίας ἐπῄνεσεν αὐτὸν λέγων, «ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἐστι»· διατὶ οὐκ ἐποίησε τὸ αὐτὸ καὶ πρὸς τοὺς λέγοντας, «Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;» διότι ἐκεῖνος μὲν διὰ τῶν ἀνωτέρω λόγων αὐτοῦ ἐζήτει ἁπλῶς καὶ ἀδόλως ἵνα ἀποκαλύψῃ τὴν ἀλήθειαν. «Ἐκεῖνος μὲν», λέγει περὶ τοῦ Ναθαναὴλ ὁ θεῖος Χρυσόστομος, «ἐκεῖνος μὲν ἀληθείας ὣν ἐραστὴς καὶ τὰ παλαιὰ ἀκριβῶς πάντα ἐπιστάμενος τοῦτο ἔλεγεν· αὐτοὶ δὲ (οἱ Ἰουδαῖοι) πρὸς ἓν μόνον ἑώρων, τὸ ἀνατρέψαι ὅτι Χριστός ἐστι. Δι’ ὅπερ αὐτοῖς οὐδὲν ἀπεκάλυπτεν· οἱ γὰρ καὶ ἑαυτοῖς ἐναντία λέγοντες καὶ ποτὲ μὲν «οὐδεὶς γινώσκει, πόθεν ἐστι», ποτὲ δὲ «ἀπὸ Βηθλεὲμ», εὔδηλον ὅτι καὶ μαθόντες ἠναντιώθησαν ἄν. Καὶ τοιαύτη ἡ πονηρὰ τῶν Ἰουδαίων καρδία».

45) «Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς Ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τὶ οὐκ ἠγάγετε αὐτόν;

46) Ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὐτος ὁ ἄνθρωπος.

47) Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε;

48) Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;

49) Ἀλλ’ ὁ ὄχλος οὗτος, ὁ μὴ γ νώςχων τὸν ν

χον, ἐπικατάρατοι εἰσιν».Ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν» (ΙΩΑΝΝ. ζ´. 45–49).

§ 5. Οἱ ὑπὸ τῶν Ἀρχιερέων καὶ Φαρισαίων ἀποσταλέντες ὑπηρέται ἵνα ἀγάγωσι τὸν Ἰησοῦν λίαν καταπληκτικὴν παρέχουσι μαρτυρίαν περὶ τοῦ χαρακτῆρας καὶ τῆς αὐθεντίας αὐτοῦ. Οὗτοι ὡς ὑπηρέται τῶν ἐχθρῶν τοῦ Ἰησοῦ οὐδαμῶς ἧσαν ὑπὲρ αὐτοῦ προκατειλημμένοι, οὐδὲ θαυμάσαι ἐπεθύμουν αὐτόν. Καὶ ἐν τούτοις ἀπῆλθον κατῃσχυμμένοι καὶ ἐμβρόντητοι ὁμολογοῦντες παρρησίᾳ ὅτι «οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος». Ἡ αὐτὴ πίστις εἰσέδυσε καὶ ἐν τῇ καρδίᾳ τοῦ ἑκατοντάρχου καὶ τῶν μετ’ αὐτοῦ τηρούντων τὸν Ἰησοῦν παρὰ τῷ σταυρῷ, ἀναγκάσασα αὐτοὺς ἵνα εἴπωσιν, ὅτι «ἀληθῶς οὗτος ὁ ἀνθρωπος ἦν υἱὸς Θεοῦ»,

§ 6. Καὶ παρ’ ἡμῖν οὐκ ἐλλείπουσιν ἄνθρωποι ὁμολογοῦντες ὡσαύτως, ὅτι «οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὑτος ὁ ἄνθρωπος» . Ἀσυζητητεὶ ὁμολογοῦσιν καὶ κηρύττουσιν ὅτι οὐχ ὑπάρχουσιν ἐντολαὶ οὕτως εὐεργετικαὶ, νόμοι οὕτω σοφοὶ ὡς οἱ τοῦ Εὐαγγελίου, ὥστε ὁ κόσμος ὅλος εὐδαιμονέστερος θὰ ἦν, εἰ αὐτοῖς ἠκολούθει. Ὡς οἱ ὑπηρέται ἐπιδοκιμάζουσι μὲν καὶ ἀποδέχονται ὅτι «οὐδέποτε οὕτως ἐλάλησεν ἀνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος», ἀλλ’ οὐδεμία αὐτοῖς μεταβολὴ γίνεται. Οὐδαμῶς παραδέχονται τὸν αἴτιον τῆς τε σοφίας καὶ ἀγαθότητος ταύτης ὡς Κύριον αὐτὸν καὶ ὡς Θεὸν αὐτῶν. Δι’ ὅπερ εὐλόγως πάνυ ἐφαρμόζεται τὸ ρηθὲν «εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ, εἰ δὲ καλῶς» τί οὐχ ὑπακούεις ἐμοί; Ἰδοὺ ἐπὶ τίνος ἠρείδοντο οἱ λέγοντες «Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων;» Ὑποθέσωμεν ὅτι οἱ ἄρχοντες καὶ οἱ Φαρισαῖοι ἐγίνωσκον κάλλιον παντὸς ἄλλου, εἰ ὤφειλον ἵνα πιστεύσωσιν εἰς τὸν Ἰησοῦν, ἢ οὐ. – Ὁ τρόπος οὗτος τοῦ σκέπτεσθαί ἐστιν ἐν τῷ ἀνθρωπίνῳ βίῳ ἀένναος πηγὴ συνεχοῦς πλάνης. – Πολλοὶ θεωροῦσι τοὺς ἄλλους ὡς πρωτότυπα αὐτῶν καὶ ὡς γνώμοσι χρῶνται. Οἱ ἄρχοντες καὶ οἱ Φαρισαῖοι ἠδύναντο ἀληθῶς ἵνα κρίνωσιν, εἴπερ ὁ Ἰησοῦς ἦν ὁ Χριστὸς μᾶλλον τῶν ἀπλῶν τῶν θαυμαζόντων τὴν διδαχὴν αὐτοῦ. Ἡδύναντο βεβαίως οὗτοι κάλλιον αὐτῶν ἵνα κρίνωσιν, εἰ ἐλάλει «ὡς οὐδέποτε ἄνθρωπος ἐλάλησεν». Ἀλλ’ ἐν τούτῳ ζητητέον ἦσαν ἆρά γε οἱ Ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι μάρτυρες ἐπίσης διαφερόμενοι καὶ ἀμερόληπτοι; εἶχον ἆρά γε ἴδιόν τινα λόγον ὅπως ἀρνήσωνται αὐτόν; ἡ αὐθεντία αὐτῶν ἤθελεν ἐλαττοῦσθαι, εἰ παρεδέχοντο αὐτόν; ὁ βίος αὐτῶν θὰ κατεδίκαζεν ἆρά γε αὐτοὺς, εἰ ἠκολούθουν ταῖς ἐντολαῖς αὐτοῦ; Ἰδοὺ διατὶ ὁ ὄχλος οὗτος, οὗτινος κατεφρόνουν ὡς μὴ γινώσκοντος τὸν νόμον, ἀλλ’, ὅστις πολλάκις ἐδεξατο τὸν Ἰησοῦν μετὰ χαρᾶς, ἠδύνατο ὅπως μαρτυρήσῃ περὶ αὐτοῦ ἀξιοπιστότερον καὶ ἀληθέστερον τῶν ἀρχόντων καὶ Φαρισαίων. «Τὰ κεκρυμμένα ὑπὸ σοφῶν καὶ συνετῶν ἀπεκάλυψε νηπίοις». οἵτινες ἀφάτῳ καὶ ἀπλέτῳ χαρᾷ ἐδέξαντο τοὺς λόγους τῆς βασιλείας τοῦ Θεοῦ. Ἀκολουθοῦντες τὴν εἰς πάντα τὰ ἔθνη διάδοσιν τοῦ Εὐαγγελίου βλέπομεν ὅτι τῷ ὄντι «τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα τοὺς σοφοὺς καταισχύνῃ».

§ 7. Τὰ βλέμματα τοῦ Κυρίου οὐδόλως ἐπαναπαύονται «ἐπὶ τὸν σοφόν, τὸν γραμματέα, τὸν συζητητὴν τοῦ αἰῶνος τούτου», ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ».

50) «Λέγει Νικόδημος πρὸς αὐτοὺς ὁ ἐλθὼν νυχτὸς πρὸς αὐτὸν. εἷς ὢν ἐξ αὐτῶν.

51) Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;

52) Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ἐραύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται.

53) Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ» (ΙΩΑΝΝ. ζ´. 50–53).

§ 8.Ὁ Νικόδημος εἷς ὢν ἐκ τῶν Φαρισαίων μαρτυρεῖ ὑπὸ τίνος πνεύματος οὗτοι ἤγοντο μεριμνῶντες δῆλον ὅτι ἐξόχως περὶ τῶν πραγμάτων τοῦ κόσμου τούτου. Ἐτόλμησεν ἵνα ἐρωτήση αὐτούς. Διατί προσηνέχθησαν πρὸς τὸν Ἰησοῦν χεῖρον καὶ ἐνὸς ὑποπτου καὶ ἐνόχου παρὰ τὸν νόμον καὶ τὸ δίκαιον; «Μὴ ὁ νόμος ἡμῶν», λέγει, «κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ;» ἀλλ’ ἡ ὑπὸ τοῦ Νικοδήμου ὑπόμνησις τοῦ τε νόμου καὶ τοῦ δικαίου τοσοῦτον ἠρέθισε καὶ ἐτάραξε τοὺς ἄρχοντας καὶ Φαρισαίους, θεωροῦντας πεπλανημένους πάντας τοὺς πρὸς αὐτοὺς διαφωνοῦντας, ὥστε ἀγερώχως, ἐγωϊστικῶς καὶ δὴ ἀπειλητικῶς ἀπεκρίθησαν αὐτῷ λέγοντες, «μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ;» Τί λαμβάνεις τὸ μέρος τούτου, ὃν ἡμεῖς ἀπεφασίσαμεν ἵνα καταδικάσωμεν;

§ 9. Ἐκ τούτου διδασκόμεθα «ἵνα μὴ ἀγαπῶμεν τόν κόσμον» μὴ λαμβάνωμεν τὴν γνώμην αὐτοῦ ὡς γνώμονα ἡμῶν, ἢ τὴν εὔνοιαν αὐτοῦ ὡς σκοπὸν ἡμῶν. Ἡ μερὶς εἰς ἣν ἀνήκει ὁ ἄνθρωπος, ἡ κοινωνία, μεθ’ ἧς συνδέεται καὶ φοιτᾷ, ἐστι «τοῦ κόσμου» καὶ ὡς τοιαύτη ἐστὶν αὐτῷ ἡ μᾶλλον ἐπικινδυνωτέρα. Ἀνάγκη λοιπόν ἐστιν αὐτῷ ὅπως ἐγκαταλίπῃ ἐννοήσας τὰς ὁδοὺς αὐτῆς σαθρὰς καὶ πονηρὰς, ὧν ἕνεκα γελοῖος καθίσταται καὶ χλευάζεται. Ὑπάρχουσι πολλοὶ τὸ πρῶτον μετὰ χαρᾶς τὸν θεῖον λόγον δεχόμενοι, ἀλλ’ ὅταν συμβῇ θλῖψίς τις, ἢ διωγμὸς, εὐθὺς «σκανδαλίζονται». Μόνη δὲ ἡ ἀκραιφνὴς καὶ σταθερὰ πίστις δύναται ἀπαλλάξαι αὐτοὺς τοῦ κινδύνου τούτου. «Ἔστι δὲ πίστις», κατὰ τὸν Ἀπόστολον, «ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων» δεικνῦσα τὴν πραγματικὴν μηδαμινότητα τῆς ἀγάπης ταύτης, «ἥτις οὐκ ἔστιν ἐκ τοῦ πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου», ὁ καιρὸς ἐγγίζει, καθ’ ὃν τὸ καλὸν θέλημα, ἡ εὐφημία, ἢ ἡ μομφὴ, τὸ σέβας, ἢ τὸ ὄνειδος κοινωνίας ἢ οἱασοήπτε μερίδος, ἔσονται ἡμῖν οὕτω μικρὸν οὐσιώδεις, ὅσον ἡ γνῶσις, πόθεν ἔρχεται ὁ ἄνεμος, ὁ πνέων ἐπὶ τοῦ τάφου ἡμῶν. Ἀλλ’ ἡμεῖς οὐδαμῶς ἀγνοοῦμεν, ὁποῖον ἔσται ἡμῖν τῳόντι ὠφέλιμον καὶ χρήσιμον. Ὁ πιστεύων εἰς τὸν Ἰησοῦν, ὅστις «οὐκ ᾐσχύνθη δέξασθαι αὐτὸν ὡς «δοῦλον ἀγαθὸν καὶ πιστὸν», οὐ λυπηθήσεται ἐπονομαζόμενος Γαλιλαῖος ἢ Ναζωραῖος παρὰ τῶν «υἱῶν τοῦ αἰῶνος τούτου». Ὁ τοιοῦτος μιμεῖται τὸ παράδειγμα τοῦ Νικοδήμου, ὅστις διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ ἐγκατέλιπε τὴν Φαρισαϊκὴν μερίδα ἐπισπασάμενος οὕτω τὴν ἀγανάκτησιν αὐτῶν ἐπὶ τῇ τοῦ Ἰησοῦ Χριστοῦ ὑπερασπίσει. – Διὰ τὴν διαγωγὴν αὐτοῦ ταύτην ἀξιοῦται τῆς λαμπρᾶς ταύτης τοῦ Κυρίου ἐπαγγελίας, «ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, «ὅς ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ».

§ 10. Τοιοῦτοι ἧσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες, οἱ Ἀρχιερεῖς, οἱ Γραμματεῖς, οἱ πρεσβύτεροι καὶ οἱ Φαρισαῖοι, ἄνθρωποι αὐτόχρημα πονηροὶ καὶ ἄγαν φθονεροί. Διότι ἀπέστειλαν ὑπηρέτας οὐ μόνον νὰ πιάσωσιν αὐτὸν, ἀλλὰ καὶ παρανόμως εἰς θάνατον καταδικάσωσι.«Τοιοῦτον γὰρ ἡ πονηρία», λέγει ὁ μέγας τῆς Ἐκκλησίας διδάσκαλος, «τοιοῦτον ἡ πονηρία, οὐδενὶ βούλεται εἴκειν, πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. Ἀλλὰ τί φησιν ἡ Γραφή; Ὁ ὀρύσσων βόθρον τῷ πλησίον εἰς αὐτὸν ἐμπεσεῖται, ὅπερ καὶ τότε γέγονεν. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες τὸ κήρυγμα, γέγονε δὲ τοὐναντίον. Τὸ μὲν γὰρ κήρυγμα ἀνθεῖ τῇ τοῦ Χριστοῦ χάριτι, τὰ δὲ ἐκείνων πάντα ἐσβέσθη καὶ ἀπόλωλε, καὶ πατρίδος καὶ ἐλευθερίας καὶ ἀδείας καὶ λατρείας ἐξέπεσον, καὶ πάσης ἀπεστερήθησαν εὐημερίας, καὶ γεγόνασι δοῦλοι καὶ αἰχμάλωτοι. Ταῦτ’ οὖν εἰδότες μηδέποτε ἐπιβουλεύωμεν ἑτέροις μαθόντες ὅτι καθ’ ἑαυτῶν ἀκονῶμεν τὸ ξίφος καὶ βαθυτέραν ἑαυτοῖς δίδομεν τὴν πληγήν. Πᾶσαν τοίνυν πικρίαν καὶ ὀργὴν καὶ θυμὸν ἐκβάλωμεν. Ταὐτὰ λέγων, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Καὶ γὰρ καὶ ἰατροὶ τῷ αὐτῷ πολλάκις χρῶνται φαρμάκῳ. Καὶ ἡμεῖς οὐ παυόμεθα τὰ αὐτὰ ἐνηχοῦντες, ἀναμιμνήσκοντες, διδάσκοντες, παρακαλοῦντες. Καὶ γὰρ πολὺς τῶν βιωτικῶν πραγμάτων ὁ ὄχλος, καὶ λήθην ἡμῖν ἐμποιῶν καὶ διδασκαλίας δεῖ ἡμῖν συνεχοῦς, ἵν’ οὖν μὴ μάτην, μηδὲ ἐνταῦθα συλλεγώμεθα, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρασχώμεθα, ἵνα οὕτω φιλοσοφοῦντες καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενοι, οὐδὲ τὸν θάνατον ἡγησώμεθα θάνατον, ἀλλὰ τοὺς στεφάνους ἀναλογιζόμενοι, τὰ βραβεῖα, τὰ ἀπόρρητα ἀγαθὰ «ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», τὴν ζωὴν ἐκείνην τέλος οὐκ ἔχουσαν ἀπολαύσωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

Όμιλία ΜΒ´. Οἱ Γραμματεῖς καὶ Φαρισαῖοι ἄγουσι τῷ Ἰησοῦ γυναῖκα εν μοιχεια κατειλημμενην

1) «Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

2) Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερὸν καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς·

3) Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,

4) λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη ἡ γυνὴ κατελήφθη ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη.

5) Ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;

6) Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτὸν ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κύψας κάτω τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.

7) Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτὸν ἀνέκυψεν καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω.

8) Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν» (ΙΩΑΝΝ. η´. 1–8).

§ 1. Οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι δολίως κινούμενοι καὶ πάντα κινοῦντες τὰ ἀκίνητα ὅπως παγιδεύσωσι τὸν Ἰησοῦν, ἄγουσιν ἐνώπιον αὐτοῦ ἐν μέσῳ πολλοῦ ὄχλοῦ γυναῖκα «ἐπ’ αὐτοφώρῳ ἐν μοιχείᾳ κατειλημμένην». Τοῦτο δὲ ἔπραξαν, οὐχ ὅτι ἐθεώρουν αὐτὸν ἀνώτερον δικαστὴν αὐτῶν, ἀλλὰ γινώσκοντες τὰ φιλόφρονα αὐτοῦ καὶ πλήρη ἀγάπης τε καὶ εὐσπλαγχνίας πρὸς τοὺς τελώνας καὶ ἁμαρτωλοὺς αἰσθήματα, γινώσκοντες ὅτι πολλάκις ἔλεγεν ὅτι «οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν αὐτοὺς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ», γινώσκοντες, ὅτι ἔλεγεν, «οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἀμαρτωλοὺς εἰς μετάνοιαν», ἤγαγον πρὸς αὐτὸν τὴν ἁμαρτωλὸν ταύτην γυναῖκα πεποιθότες, ὅτι ὁ Ἰησοῦς κατὰ τὸ εἰωθὸς αὐτῷ εὐσπλαγχνιζόμενος· καὶ ταύτην θὰ παρέβαινε τὸν νόμον τοῦ Μωυσέως τὸν διαρρήδην ἐπιτάσσοντα καὶ λέγοντα, «Ὁ μοιχὸς καὶ ἡ μοιχαλὶς θανάτῳ θανατούσθωσαν», καὶ τοιουτοτρόπως ἤθελον εὕρει εὔλογον ἀφορμὴν ὅπως ἐνώπιον τοῦ θαυμάζοντος καὶ κατὰ πόδας παρακολουθοῦντος αὐτὸν ὄχλου δυσφημήσωσι καὶ καταδικάσωσιν αὐτόν. Ἀγαγόντες λοιπὸν ταύτην ἠρώτησαν αὐτὸν λέγοντες, «Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπ’ αὐτοφώρῳ μοιχευομένη· ἐν τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;» Ἀλλ’ ὁ Κύριος γνοὺς τὰ αἴτια τὰ ὠθήσαντα αὐτοὺς εἰς τοῦτο, «γνοὺς τὴν πονηρίαν αὐτῶν», ἐξέφυγε τὴν ἐρώτησιν αὐτῶν, λέγων αὐτοῖς «ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω». Καθὼς περὶ τούτου διέταττεν ὁ νόμος «Ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ’ αὐτῷ, θανατῶσαι αὐτὸν, καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ καὶ ἐξαιρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν». Τοιουτοτρόπως ὁ Κύριος ὁ μόνος «ἐτάζων καρδίας καὶ νεφροὺς» διὰ τῆς ὄντως θείας καὶ σοφῆς ταύτης ἀποκρίσεως κατέβαλε τὴν ἐπηρμένην ὀφρὺν καὶ τὴν κακεντρέχειαν τῶν ἐναντίων αὐτῷ.

§ 2. Καρδία ταπεινὴ καὶ συμπαθητικὴ, ἐν ᾗ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ, ἀλγεῖ καὶ λυπεῖται βλέπουσα τὴν ἁμαρτίαν·«οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, ἀλλὰ πάντα ἐλπίζει». Συμμετέχει τοῦ περιπαθοῦς αἰσθήματος τοῦ Δαβὶδ λέγουσα, «Διεξόδους ὑδάτων κατεβίβασαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου». Αὕτη ἀνακαλύπτει ἐν τῇ διαφθορᾷ τῶν ἄλλων, τὴν διαφθορὰν ἐκείνην, ἧς μετέχουσι πάντες καὶ ἥτις ἀπεμάκρυνε τὸν ἄνθρωπον ἀπὸ τῆς ἀγιότητος τοῦ Θεοῦ. Παρατηρεῖ ὅτι, εἰ ἐπὶ οἱουδήποτε ζητὴματος εὑρίσκεται ἐν ἡμῖν διαφορά τις, αὕτη ὀφείλεται εἰς τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ, ὅστις οὐδόλως ἐγκαταλείπει εἰς τοὺς πειρασμοὺς ἡμᾶς, ἀλλ’ εἰς τὴν χάριν αὐτοῦ, ἥτις δίδωσιν ἡμῖν ἰσχὺν ἀντιστῆναι αὐτοῖς.

§ 3. Ὁ Ἰησοῦς ἐγίνωσκε καλῶς, ὅτι οἱ παρουσιάζοντες πρὸς αὐτὸν εἰς κρίσιν ταύτην τὴν γυναῖκα οὐδόλως ὑπὸ τοιούτων ἐνεπνέοντο αἰσθημάτων. Ἐπεκαλέσατο λοιπὸν τὴν συνείδησιν αὐτῶν. Ἡ γυνὴ αὕτη ἐστὶ τῷ ὄντι ἁμαρτωλὸς, ἀλλὰ διατὶ χαίρετε ἐπὶ τῇ πτώσει αὐτῆς; Καταδικάζοντες αὐτὴν, καὶ δικαίως, σκέφθητε, ὅτι ὑμεῖς ἐστε αὐτοὶ καταδίκης ἄξιοι, «Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω».

9) «Οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθεὶς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἒως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.

10) Ἀνακύψας δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς εἶπεν αὐτῇ, Ἡ γυνὴ, ποῦ εἰσιν ἐκεῖνοι, οἱ κατήγοροί σου; Οὐδεὶς σέ κατέχρινεν;

11) Ἡ δὲ εἶπεν Οὐδεὶς κύριε εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς. Οὐδὲ ἐγώ σε κατακρίνω·πορεύου καὶ μηκέτι ἁμάρτανε» (ΙΩΑΝΝ. η´. 9–11).

§ 4. Ὁ Ἰησοῦς ἠρνήθη εὐσταθῶς ὅπως ἐκτελέσῃ καθήκοντα δικαστοῦ. Ὅτε εἷς ἐκ τοῦ ὄχλου παρεκάλει αὐτὸν, ἵνα μεσολαβήσῃ μεταξὺ αὐτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀφαιροῦντος τὴν πατρικὴν κληρονομιάν αὐτοῦ, ἀπεποιήθη λέγων: «Ἄνθρωπε τίς μὲ κατέστησε δικαστὴν ἢ μεριστὴν ἐῳ’ ὑμᾶς;» Οὕτω καὶ πρὸς τὴν γυναῖκα ταύτην, ὅτε οὐδεὶς ἐκ τῶν κατηγόρων αὐτῆς ὡς ἐλεγχομένων ὑπὸ τῆς συνειδήσεως αὐτῶν ἐτόλμησε νὰ ἐκτελέσῃ τὴν ἀπόφασιν τοῦ νόμου, οὐδ’ αὐτὸς ἠθέλησεν ἵνα ἐκτελέσῃ αὐτὴν. «Οὐδὲ ἐγὼ σὲ κατακρίνω»· δηλαδὴ οὐδὲ ἐγὼ θέλω νὰ ἐπιθέσω ἐπὶ σέ τὴν τιμωρίαν, ἥν ἀπαιτεῖ τὸ ἔγκλημά σου. «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ». «Πορεύου καὶ μηκέτι ἁμάρτανε».

§ 5. Ἰδοὺ παράδειγμα τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ «μὴ βουλομένου τινὰς ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι». Ἡ συμφορὰ, ἣν ὑπέμεινεν ἡ γυνὴ αὕτη, ὁ κίνδυνος, ἐνῷ διετέλει, ἐχρησίμευσαν αὐτῇ πρὸς νουθεσίαν. Τὰ πρόσκαιρα τῆς ἁμαρτίας ἀποτελέσματα παράγουσι τὴν θλῖψιν τὴν ἐξ ἀγαθοῦ αἰσθήματος εὐσεβείας προερχομένην, ἀλλὰ πολλάκις ταῦτα συνοδεύουσιν αὐτὴν, ταῦτα προπαρασκευάζουσι τὸ ἔδαφος ἵνα δεχθῇ τὸν ἀγαθὸν σπόρον τοῦ λόγου· διὰ δὴ τοῦτο ἡ γυνὴ αὕτη ἀπεπέμφθη μετὰ τῆς νουθεσίας, ἵνα μηκέτι ἐκτεθῇ εἰς τὴν ὀργὴν τοῦ Θεοῦ ὅπως μὴ γένωνται αὐτῇ «τὰ ἔσχατα χείρονα τῶν πρώτων», ἀλλ’ ἵνα «ζητῇ τὸν Κύριον», «ἕως εὕρῃ αὐτὸν», ἵνα προσέλθῃ αὐτῷ πλήρη «ἄφεσιν ἁμαρτιῶν λαβεῖν». Τοιαύτη ἐστὶν ἡ τῆς εὐσπλαγχνίας καὶ τῆς ἀνοχῆς τοῦ Θεοῦ βουλὴ ἡ ἐνεργοῦσα ἵνα μὴ ἀπόλωνται οἱ ἄνθρωποι, ἀλλ’ «ἔχωσι ζωὴν αἰώνιον». Καὶ ἵνα τύχωσιν αὐτῆς, καλεῖ αὐτοὺς «εἰς μετάνοιαν καὶ ἐπίγνωσιν τῆς ἀληθείας». Ὁ μέγας σκοπὸς τοῦ Εὐαγγελίου, δι’ οὗ «ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις ἐστιν, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζῶμεν ἐν τῷ νῦν αἰῶνι». Καὶ οὗτος ὁ σκοπὸς, ἐφ’ οὗ ἐρείδεται ἡ προακόνιος καὶ μεγάλη βουλὴ τῆς ἀπολυτρώσεως τοῦ ἀνθρώπου, ἔχει ὡσαύτως ὡς σκοπὸν τὴν συγχώρησιν ἑκάστου ἀνθρώπου, ἵνα οἱ ὠφελούμενοι ἐκ τῆς θείας εὐσπλαγχνίας μηκέτι ἀμαρτάνωσιν, ἀλλὰ «λάμψῃ τὸ φῶς αὐτῶν ἔμπροσθεν τῶν ἀνθρώπων» εἰς δόξαν Θεοῦ καὶ ὠφέλειαν τοῦ κόσμου.

§ 6. Οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἠλέγχοντο βεβαίως ὑπὸ τῆς συνειδήσεως αὐτῶν· διότι «διενοοῦντο ἐν τῇ καρδίᾳ αὐτῶν ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας». Ἐὰν ἤκουον τοῦ προφητάνακτος Δαβὶδ γεγωνυίᾳ τῇ φωνῇ λέγοντος «ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε», οὐδόλως ἤθελον καταδικάσει ἄκοντες αὐτοὶ ἑαυτούς. Τί δ’ ἐννοεῖ λέγων ὁ ψαλμῳδὸς τοὺς ἀνωτέρω λόγους; «Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ δεῖπνα, ἠνίκα ἂν πρὸς ὕπνον ἀπίητε, ἡνίκ’ ἂν μέλλητε κατακλίνεσθαι, καὶ μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη, μηδενὸς διενοχλοῦντος, τὸ δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ’ ἡμέραν ἐβουλεύσω πονηρὰ, ἢ δόλους ράπτων, ἢ τὸν πλησίον ὑποσκελίζων, ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμένας, ταῦτα ἐν τῷ καὶρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέσον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις λογισμοῖς κατάξαινε αὐτοὺς καὶ δίκην ἀπαίτει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν ... Τοῦτο καθ’ ἐκάστην γενέσθω τὴν ἡμέραν καὶ μὴ πρότερον καθυπνώσης, ἄνθρωπε, ἕως ἂν ἀναλογίσῃ τὰ μεθ’ ἡμέραν σοι πεπλημμελημένα· καὶ πάντως ὀκνηρότερος ἔσῃ τῇ ἐπιούσῃ πρὸς τὸ τοῖς αὐτοίς ἐπιχειρῆσαι. Καὶ ὅπερ ἐπὶ τῶν ἀργυρίων ποιεῖς, καὶ οὐκ ἀνέχῃ δύο παρελθεῖν ἡμέρας, καὶ μὴ θεῖναι πρὸς τὸν οἰκέτην λόγον, ὥστε μὴ σύγχυσιν γενέσθαι τῇ λήθῃ, τοῦτο καὶ ἐπὶ τῶν πράξεων ποίει καθ’ ἐκάστην ἡμέραν· ἐν ἑσπέρᾳ λογοθέσιον ἀπαίτει τὴν ψυχὴν, καὶ καταδίκαζε τὸν ἡμαρτηκότα λογισμὸν, ἀνάρτησον ὡς ἐπὶ ξύλου, καὶ βασάνισον, καὶ παράγγελλε μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν». Ἀλλ’ οἱ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς οὐδὲ κἂν ἔλαβον ὑπ’ ὄψει τοὺς λόγους τοῦ ψαλμῳδοῦ, διὸ καὶ ἡλέγχοντο σφόδρα ὑπὸ τῆς συνειδήσεως αὐτῶν ἀεὶ παρούσης αὐτοῖς. «Εἰ γὰρ ἑαυτοὺς ἔκρινον, οὐκ ἂν ἐκρίνοντο».

§ 7. Ὑπάρχουσι δύο τινὰ, ἀτινα οὕτω συνδέονται πρὸς ἄλληλα, ὥστε καθίστανται ἀναπόσπαστα, τὸ συμπαθὲς καὶ τὸ ἀντικείμενον τῆς συμπαθείας τοῦ Λυτρωτοῦ. Οὐδεὶς ἠδύνατο ἵνα δείξῃ τῇ ἁμαρτίᾳ συμπάθειαν τοιαύτην, οἵαν ἔδειξεν ὁ Κύριος ἡμῶν· διότι οὐδεὶς οὐδέποτε ἠδύνατο ὡς αὐτὸς νὰ ἐννοήσῃ τὸ μέγεθος τῆς ἀμαρτίας· ἡ δὲ συμπάθεια αὕτη ἐφανερώθη κυρίως ἐν τῇ ἐπιστροφῷ τοῦ ἁμαρτωλοῦ. Πόσον σθεναρῶς ὁ ἀπόστολος Παῦλος κηρύττει λέγων, «Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι;» «Μηδείς ἡμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν»· «χωρὶς γὰρ ἁγιασμοῦ οὐδεὶς ὄψεται τὸν Κύριον». «Ἀγνίσωμεν τοίνυν καὶ καθαρίσωμεν καὶ ψυχὴν καὶ καρδίαν, καὶ διάνοιαν, καὶ ὀφθαλμοὺς, καὶ ὦτα καὶ γλῶσσαν, καὶ χεῖρας καὶ πόδας ἀπὸ παντὸς ρύπου καὶ μολυσμοῦ ἀμαρτίας, ὅπως ἴδωμεν τὸν Κύριον», καὶ ἀξιωθῶμεν ἀκοῦσαι τῆς γλυκύτατης ἐκείνης αὐτοῦ ἐπαγγελίας, ἣν ἐπαγγέλλεται τῷ ἀγαθῷ καὶ πιστῷ δούλῳ αὐτοῦ «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα εἶς πιστὸς, ἐπὶ πολλῶν σοὶ καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου».

Ὀμιλία ΜΓ´. Ἐξακολούθησις τῆς πρὸς τοὺς Ἰουδαίους διαλέξεως τοῦ Ἰησοῦ καταδεικνυντος αυτοις, ὅτι ἑαν μὴ πιστευσωσιν αυτω εν ταις ἁμαρτιαις αὐτων αποθανουνται

12) «Πάλιν οὖν ὁ Ἰησοῦς αὐτοῖς ἐλάλησεν λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.

13) Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.

14) Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω.

15) Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.

16) Καὶ ἐὰν κρίνω δ’ ἐγὼ ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν. Ὅτι μόνος οὐκ εἰμί ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.

17) Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.

18) ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.

19) Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη ὁ Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε καὶ τὸν πατέρα μου ᾔδειτε ἂν.

20) Ταῦτα τὰ ρήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτὸν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ» (ΙΩΑΝΝ. η´. 12–20).

§ 1. Πᾶσαι αἱ ἀποδείξεις, ὑφ’ ὧν οἱ Ἰουδαῖοι πειθόμενοι ὤφειλον ἵνα δέξωνται τὸν Ἰησοῦν ὡς τὸν Μεσσίαν, ἐδόθησαν αὐτοῖς. Αὐτὸς οὗτος ὁ Ἰησοῦς κηρύσσει ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς». «Ἐπειδὴ οἱ Ἰουδαῖοι, λέγει ὁ Χρυσόστομος, ἄνω καὶ κάτω τὴν Γαλιλαίαν ἔστρεφον καὶ τὸν Προφήτην, ἀπαλλάσσων ὁ Ἰησοῦς πάντας ταύτης τῆς ἀλλοτρίας ὑποψίας, καὶ δεικνὺς ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, ἀλλὰ τοῦ κόσμου δεσπότης, φησὶν, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου»·• οὐ Γαλιλαίας, οὐ Παλαιστίνης, οὐδὲ τῆς Ἰουδαίας», – Πρὸς ταῦτα ἀπεκρίναντο οἱ Ἰουδαῖοι λέγοντες, ὅτι «ἡ μαρτυρία» ἣν αὐτὸς σεαυτῷ ἀποδίδεις, οὐκ ἔστιν ἀληθής». Ἀπεκρίνεται δὲ ὁ Ἰησοῦς λέγων αὐτοῖς, «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ὖλθον, καὶ ποῦ ὑπάγω». Διότι ὑμεῖς, ὡς σαρκικοὶ, «κατὰ τὴν σάρκα κρίνετε»» καὶ οὕτως ἔνοχοι ἑαυτῶν γίγνεσθε. Ὑμεῖς καίτοι ἐκ τῶν Γραφῶν σαφῶς γινώσκετε περὶ ἐμοῦ, ἡ καρδία ὅμως ὑμῶν ἐστιν οὕτω πεπωρωμένη, «ἡ συνείδησις ὑμῶν οὕτω κεκαυτηριασμένη», ὥστε οὐδαμῶς ἐπιθυμεῖτε, οὐδὲ θέλετε ἵνα ἀτενίσητε εἰς ἐμὲ, ὡς τὸν Σωτῆρα καὶ Λυτρωτὴν ὑμῶν· ἀλλ’ ὑποκρίνεσθε ὅτι ἀγνοεῖτε, καὶ τοῦτό ἐστιν ἡ ἐσχάτη πλάνη ἡ ἄγουσα ὑμᾶς εἰς τὴν ἀπώλειαν· ὡς σαρκικοὶ, ὡς φαῦλα πράσσοντες «μισεῖτε τὸ φῶς»· διότι ἐλέγχει τὰς πράξεις ὑμῶν, ἐπομένως κρίνετε καὶ καταδικάζετε ἀδίκως. Ἀλλ’ ἐπάγεται ἔτι ὁ Ἰησοῦς ὅτι «ἡ μαρτυρία αὐτοῦ οὐκ ἦν μόνη, καὶ ἄνευ ἐρείσματος. Ὁ νόμος αὖτῶν ἐκέλευεν ὅτι «δύο ἀνθρώπων ἡ μάρτυρία ἀληθής ἐστιν». Καὶ ἰδοὺ οἱ δύο ἀπαιτούμενοι μάρτυρες, ἡ ἰδία αὐτοῦ μαρτυρία, καὶ ἡ τοῦ Πατρὸς αὐτοῦ. Ὁ πατὴρ αὐτοῦ εἶχε μαρτυρήσας περὶ αὐτοῦ διὰ φωνῆς οὐρανόθεν ἐλθούσης «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». – Ὁ Πατὴρ αὐτοῦ ἐπανελάμβανε καθ’ ἐκάστην τὴν μαρτυρίαν ταύτην, ἣν ὁ Ἰησοῦς διὰ τῶν θαυμάτων προὐβάλλετο, ὥσπερ αὐτὸς οὗτος ἔλεγε· «Τὰ ἔργα, ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ». Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε». Ὅθεν εἶχον ἀποχρώσας ἀποδείξεις, εἰ ἦσαν τὰ πνεύματα αὐτῶν καλῶς διατεθειμένα καὶ ἄνευ προλήψεων. – Οὐδεμία ἀπόδειξις ἐπαρκεῖν δύναται, εἰ τὸ Πνεῦμα πάσῃ πίστει κεκλεισμένον ἐστιν.

21) «Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.

22) Ἒλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

23) Καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ ἐγὼ ἐκ τῶν ἄνω εἰμί·ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστὲ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.

24) Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν (ΙΩΑΝΝ. η´. 21–24).

§ 2. Ἰδοὺ παρατήρησις λίαν σπουδαία καὶ ὅμως ὀλίγον αὐτοῖς καταληπτή. Ὁ Ἰησοῦς ὑπαινίσσεται χρόνον οὐ πολὺ τότε ἀπέχοντα, καθ’ ὃν ἐμελλεν ἵνα ἀναβῇ πρὸς τὸν οὐράνιον αὐτοῦ Πατέρα, ὅπως λάβῃ τὴν δόξαν, ἣν εἶχε παρ’ αὐτῷ πρὸ τοῦ τὸν κόσμον εἶναι». Ἔμελλεν ἵνα καθίσῃ ἐκ δεξιῶν Ἐχείνου, οὗ τὸ πρόσωπον «πλῆρες εὐφροσύνης» ἐν τῇ χώρᾳ ἐκείνῃ, ἔνθα ὑπάρχουσι «τερπνότητες ἐν τῇ δεξιᾷ αὐτοῦ εἰς τέλος», καὶ ἄλλοι ἔσονται ἐκεῖ μετ’ αὐτοῦ. Αὐτὸς βέβαιοῖ ἡμᾶς ὅτι ἐκεῖ, «ὅπου αὐτός ἐστι καὶ ὁ διάκονος αὐτοῦ ἔσται». Καὶ «ὅτι δώσει τῷ νικήσαντι καθῖσαι μετ’ αὐτοῦ ἐν τῷ θρόνῳ αὐτοῦ καὶ τοῖς ἀνθισταμένοις καὶ μὴ πιστεύουσιν αὐτῷ» παρρησίᾳ κηρύσσει «ζητήσετέ με καὶ οὐχ εὐρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν». Καὶ τοῦτο δυσὶ λόγοις λίαν φανεροῖς. α´ Ἠρνοῦντο ὅπως δέξωνται αὐτὸν ὡς ὁδηγὸν τῆς ὁδοῦ ἣν ὁ Θεὸς ἔδειξεν αὐτοῖς, καὶ β´ ὅτι ἦσαν αὐτοὶ οὗτοι ἀνάξιοι τῆς τῶν οὐρανῶν βασιλείας ὥς γε ἐκ τοῦ χαρακτῆρος αὐτῶν.

Α´ Ἀπέβαλον τὴν εἰς αὐτοὺς γενομένην ἐπαγγελίαν. Ὁ Κύριος ἡμῶν ἐκήρυξεν αὐτοῖς ρητῶς «ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον, καὶ ἀναστὴσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἀλλ’ οὗτοι ἠρνήσαντο πιστεῦσαι τοῖς λόγοις καὶ τῇ μαρτυρίᾳ τῶν θαυμάτων αὐτοῦ. Προσηνέχθησαν αὐτῷ ἀνοικείως καὶ λίαν περιφρονητικῶς ἀντί τοῦ ἐλθεῖν εἰς αὐτὸν καὶ διδαχθῆναι παρ’ αὐτοῦ, «ζητοῦσιν ἀποκτεῖναι αὐτὸν· διότι εἶπεν αὐτοῖς «ὑμεῖς οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε». Μὴ ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν «ἀρχηγὸν τῆς ζωῆς», ὁποία πλέον αὐτοῖίς ὑπελείπετο ἐλπὶς, οἵτινες ἔκλειον τὴν θύραν καθ’ ἑαυτῶν; – Αὐτοῖς καὶ πᾶσι τοῖς ἄλλοις μία ὑπῆρχεν ὁδὸς, ἥτὶς αὐτός ἐστι καὶ ἔσται διὰ παντὸς ὁ Κύριος Ἰησοῦς. – «Αὐτός ἐστιν ἡ ὁδὸς, ἡ ἀλήθεια καὶ ἡ ζωὴ, οὐδεὶς ἔρχεται πρὸς τὸν ΙΙατέρα, εἰ μὴ δι’ αὐτοῦ».

Β´. Τοιοῦτόν ἐστι τὸ θέλημα τοῦ Πατρός· ὀφείλουσι δῆλον ὅτι πάντες οἱ μέλλοντες ἐν τῷ οὐρανῷ κατοικῆσαι διηνεκῶς ἵνα προπαρασκευάζωνται δι’ αὐτόν. Ἡ διεφθαρμένη καὶ πονηρὰ αὐτῶν φύσις δέον ἵνα ἀνακαινισθῇ καὶ ἁγνισθῇ. Ὀφείλουσιν ἵνα «ἀποθῶνται τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης καὶ ἐνδύσωνται τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας», ταῦτα δὲ πάντα γίνονται διὰ τῆς ἐν Χριστῷ Ἰησοῦ πίστεως, «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ».

§ 3. Ἰδοὺ ὅπερ τὰ μάλα ἀπήρεσκε τοῖς ἀρχιερεῦσι καὶ Γραμματεῦσι, τοῖς Φαρισαίοις καὶ πᾶσι τοῖς ἐναντίοις τῷ Κυρίῳ ἡμῶν. Ὄ,τι εἶχον ἵνα ἀντιτάξωσιν αὐτῷ, ἦν τῷ ὄντι ὅτι ἀπῄτει ἁγιότητα καὶ ἐπολέμει τὴν ἀσέβειαν. Ἀπῄτει τὴν ἐν «πνεύματι καὶ ἀληθείᾳ λατρείαν» ἐνῷ οὗτοι ἐφαίνοντο ἔξωθεν τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ ἦσαν μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας». Πῶς τοιοῦτοι ἄνθρωποι ἠδύναντο ἵνα «ὦσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύωσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ;» Τοσαύτη ἦν ἡ μοχθηρία τῶν καρδιῶν αὐτῶν, ὥστε οὐδεμίαν συνησθάνοντο συμπάθειαν διὰ τὴν ἐπιστροφὴν τῶν ἁμαρτωλῶν, οὔτε διὰ τὴν ἀνάκτησιν τῆς ὑγείας τῶν ἀθλίων καὶ ἐλεεινῶς πασχόντων. Πῶς ἠδύναντο ἵνα κατοικῶσι μετ’ ἐκείνου, οὗ ὁ χαρακτὴρ καὶ ἡ φύσις ἦν πλήρης μακροθυμίας, ἐλέους καὶ ἀγάπης, «Μὴ ὀργὴν ἐπάγοντος καθ’ ἑκάστην ἡμέραν», ἀλλὰ πλουσίως εἰς χάριτας καὶ εὐλογίας ὑπάρχοντος; Οὗτοι «Ἔκλειον τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίεσαν εἰσελθεῖν». Πῶς ἠδύναντο αὐτοὶ ἀποδεκτοὶ γενέσθαι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὄντες ἄδικοι, ἅρπαγες, ἀλαζόνες καὶ ἀπηνεῖς; Πῶς ἠδύναντο εἶναι παρ’ Ἐκείνῳ «τῷ ἀγαπῶντι ἐλεημοσύνην καὶ κρίσιν;» Πῶς ἦν δυνατὸν εὑρεθῆναι «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην» παρ’ αὐτοῖς, οἵτινες ὑπερῄροντο καὶ τοὺς ἄλλους περιεφρόνουν;

§ 4. Ἰδοὺ ἕτερος λόγος, δι’ ὃν οὗτοι ἀποκλεισθῆναι ἠδύναντο «ἀπὸ τοῦ καινοῦ οὐρανοῦ καὶ της καινῆς γῆς, ἐν οἷς δικαιοσύνη κατοικεί». Ἐπειδὴ «οὗτοι ἐκ τῶν κάτω ἦσαν», ἤτοι τὸ φρόνημα αὐτῶν ἦν πάντῃ γήϊνον καὶ φαῦλον, Ἐχεῖνος «ἐκ τῶν ἄνω ἦν», ἐξ οὐρανοῦ ἐκ τοῦ Θεοῦ, ἐκ τῆς ἀληθείας». Οὗτοι ἦσαν ἐκ τοῦ κόσμου τούτου», Ἐκεῖνος «οὐκ ἦν ἐκ τοῦ κόσμου», ὥστε οὐκ ἠδύναντο ἐλθεῖν, ὅπου Ἐκεῖνος ὑπῆγεν. Μεγάλη τις ἠθικὴ ἄβυσσος ὑφίστατο μεταξὺ αὐτῶν καὶ Αὐτοῦ. Ἠθέλησεν ἵνα βοηθήσῃ αὐτοῖς, ἵνα διαβῶσι τὴν ἄβυσσον ταύτην καὶ ἐπαναγάγῃ αὐτοὺς εἰς τὴν οὐράνιον ὁδὸν, ἀλλ’ οὗτοι ἀπέρριψαν τὴν πρὸς αὐτοὺς ἀρωγὺν χεῖρα καὶ πάραυτα εἷδαν τὸ χάσμα διὰ παντὸς αὐτοῖς ἀδιάβατον γενόμενον. «Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν».

§ 5. Ἡ ἀλήθεια αὕτη οὐκ ἔστι τοῖς Φαρισαίοις μόνον ὑψίστης σπουδαιότητος, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς. «Κύριε, τίς παροικήσει», ᾄδει ὁ Προφητάναξ, «ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἀγίῳ σου; πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· ὁ λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· τοὺς δὲ φοβούμενους τὸν Κύριον δοξάζει». Ἀνάγκη ἵνα ὑπάρχῃ τοῖς μέλλουσι κατοικεῖν ἐν τῷ οὐρανῷ ὁμοιότης πρὸς τὴν θείαν αὐτοῦ φύσιν, ἀνάγκη δῆλον ὅτι ἵνα γἑνωνται «τέλειοι, ὥσπερ ὁ πατὴρ αὐτῶν τέλειός ἐστιν». «Τίς δὲ κοινωνία ,φωτὶ πρὸς σκότος», Τίς συμφωνία ὑπάρχει «τοῖς ἐκ τῶν κάτω» καὶ «τῷ ἐκ τῶν ἄνω;» Τίς κοινωνία τῆς «ἐκ τοῦ κόσμου τούτου, καὶ τῷ μὴ ἐκ τοῦ κόσμου τούτου:» Καίτοι τὸ θέλημα τοῦ Θεοῦ ἐστιν ἵνα μή τις ἀπόληται, ἀληθές ὅμως ἐστὶν, ὅτι οἱ κακοὶ καὶ ἀσεβεῖς ἀποκλείονται τοῦ οὐρανοῦ τοῦ χαρακτῆρας αὐτῶν ἕνεκεν, ὅστις μένει πάντοτε ὁ αὐτὸς, ὡς μὴ θέλοντες τὴν ἑαυτῶν ἐπιστροφὴν καὶ διόρθωσιν, ἀλλὰ ἀπορρίπτοντες τὴν πρὸς αὐτοὺς προσφερομένην σωτηρίαν καὶ ἀπολύτρωσιν.

§ 6. Ἐλεύσεται αὐτοῖς πάντως ἡμέρα ὀδύνης καὶ ἐλέγχου. Ὁ γλυκύτατος Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἐγὼ ὑπάγω καὶ ζητὴσετέ με, καὶ ἐν ταῖς ἀμαρτίαις ὑμῶν ἀποθανεῖσθε». Ἵνα τὴν φοβερὰν καὶ φρικτὴν ταύτην ἀπειλὴν ἀποφύγωμεν, ἣν ὁ Κύριος κατὰ τῶν καταφρονητῶν τῆς διδασκαλίας αὐτοῦ ἐξεσφενδόνισεν, ἀνάγκη καὶ δὴ μεγίστη ἵνα ἐπωτεληθῶμεν προθύμως «ἀπὸ τοῦ εὐπροσδέκτου καιροῦ καὶ μὴ ἀμελήσωμεν ἡμέρας σωτηρίας». Τοιαύτη ἦν ἡ σωτήριος καὶ σπουδαία παραίνεσις τοῦ Κυρίου ἡ πρὸς τοὺς Ἰουδαίους ἄλλοτε λεχθεῖσα καὶ ἥτις ἀφορᾷ καὶ ἡμᾶς, «ἀφ’ οὐ ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, Κύριε, Κύριε ἄνοιξον ἡμῖν, καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ».

§ 7. Ταῦτ’ οὖν εἰδότες καὶ τὴν φοβερὰν ἐκείνην ἡμέραν ἐνθυμηθέντες καὶ τὸ πῦρ ἐκεῖνο καὶ τὰ φοβερὰ ἐκεῖνα κολαστήρια εἰς νοῦν λαβόντες «ἀνανήψωμεν ἐκ τῆς παγῖδος τοῦ διαβόλου» καὶ τῆς πεπλανημένης καὶ ἀμαρτωλοῦ ἡμῶν ὁδοῦ ἐπιστρέψωμεν· διότι ἐλεύσεται ὥρα καθ’ ἣν τὸ θέατρον τοῦ κόσμου τούτου διαλυθήσεται, καὶ οὕτως οὐχὶ ὑπάρξει καιρὸς ἵν’ ἀγωνισθῶμεν. Ὁ παρὼν καιρός ἐστι μετανοίας, ἐκεῖνος Κρίσεως. Ἐγερθῶμεν τοίνυν καὶ μετὰ προθυμίας ἀκούσωμεν τῶν λεγομένων. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν καὶ τῷ πνεύματι· ἐζήσαμεν ταῖς ἡδοναῖς, ζήσωμεν καὶ ταῖς ἀρεταῖς· ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν καὶ τῇ μετανοίᾳ. «Τί περιφανεύεται γῆ καὶ σποδός;» Τί φυσιοῦσαι ὦ ἂνθρωπε; Τί μεγαλαυχεῖς σεαυτόν; Τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ τοῦ πλούτου; Ἐξέλθωμεν δὴ ἐπὶ τοὺς τάφους καὶ ἴδωμεν τὰ ἐκεῖσε μυστὴρια· ἴδωμεν τὴν φύσιν διεσπαρμένην, ὀστᾶ βεβρωμένα καὶ σώματα σεσηπότα. Κἂν σοφὸς ἦς, σκέψου· κἂν φρόνημος, εἰπέ μοι, τίς ἐκεῖ ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης; Τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος; Τίς ὁ σοφὸς καὶ τίς ὁ ἄσοφος; Τίς ὁ πλούσιος καὶ τίς ὁ πένης; ποῦ τὸ κάλλος ἐκεῖ τῆς νεότητος; ποῦ ἡ περιχαρὴς ὄψις τοῦ προσώπου; ποῦ τὸ στίλβον μέτωπον; οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ σποδός; οὐ πάντα σκώληξ καὶ δυσωδία; Ταῦτα ἐννοοῦντες καὶ τῆς ἐσχάτης ἡμέρας ἐκείνης ἐνθυμηθέντες «ὡς καιρὸν ἔχομεν» «Ἐπιστρέψωμεν ἀπὸ τῶν ματαίων ἐπὶ τὸν ζῶτα Θεόν»· «ἵνα εὕρωμεν ἔλεος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ». «Αἵματι τιμίῳ ἠγοράσθημεν». «Διὰ τοῦτο ὁ Θεὸς ἐπὶ τῆς γῆς ὤφθη». «Δι’ ἡμᾶς ἐπὶ τῆς γῆς Θεὸς ὤφθη», «μὴ ἔχων ποῦ τὴν κεφαλὴ κλῖναι». Βαβαί τοῦ θαύματος! ὁ Κριτὴς διὰ τοὺς κατακρίτους εἰς Κριτήριον ἄρχεται· ἡ ζωὴ θανάτου γεύεται, ὁ Πλάστης ὑπὸ τοῦ πλάσματος ραπίζεται· ὁ τοῖς Σεραφεὶμ ἀθεώρητος ὑπὸ δούλου ἐμπτύεται, ὄζους καὶ χολῆς γεύεται, σταυρῷ προσηλοῦται, λόγχῃ κεντᾶται, ἐν τάφῳ κατατίθεται· καὶ ἡμεῖς ἀμελοῦμεν καὶ καθεύδομεν καὶ καταφρονοῦμεν; ἀγνοοῦμεν τάχα ὅτι καὶ τὸ ἴδιον αἷμα ἐὰν ἐκχέωμεν ὑπὲρ αὐτοῦ, οὐδὲ οὕτω τι πρέπον ἐπληρώσαμεν, ἐπειδὴ ἄλλο ἐστιν αἷμα δεσποτικὸν καὶ ἄλλο αἷμα δουλικόν. Αἷμα Δεσποτικὸν, αἷμα πολύτιμον, ἔρρευσεν ἐκ τῆς ἀκηράτου αὐτοῦ πλευρᾶς. Ἄς προλάβωμεν διὰ τῆς μετανοίας καὶ ἐπιστροφῆς, διὰ δακρύων θερμῶν, διὰ εἰλικρινοῦς κατανύξεως καὶ συντριβῆς, τὴν ἔξοδον τῆς ψυχῆς ἡμῶν, μήποτε θανάτου ἐπελθόντος ἀργήσῃ πᾶσα τῆς μετανοίας ἡ δύναμις· ὅτι ἐπὶ τῆς γῆς ἡ μετάνοια ἰσχύει, καὶ ἐν τῷ Ἅδῃ μετάνοια οὐκ ἔστι· τὰ δάκρυα ἐκεῖ οὐδὲν ὠφελοῦσι. «Ζητήσωμεν τὸν Κύριον ὡς καιρὸν ἔχομεν», «ἐργαζώμεθα τὸ ἀγαθὸν» καὶ ποιῶμεν τὸ θέλημα τοῦ Θεοῦ, ἵνα καὶ τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῶμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὀμιλία ΜΔ´. Συνέχεια τῆς συνδιαλέξεως. Ο Ιησους επαγγελλεται ελευθεριαν τοις ἑαυτου Μαθηταις

25) «Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ,τι καὶ λαλῶ ὑμῖν.

26) Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾿ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾿ αὐτοῦ ταῦτα λέγω εἰς τὸν κόσμον.

27) Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.

28) Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδὲν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατήρ ταῦτα λαλῶ.

29) Καὶ ὁ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε» (ΙΩΑΝΝ. η´. 25–29).

§ 1. Ὁ Κύριος ἡμῶν ἐν πολλοῖς ἤδη τοῖς Ἰουδαίοις ἀποδείξας, ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος καὶ ὑπὸ τῶν Γραφῶν κηρυττόμενος Σωτὴρ τοῦ ἀνθρωπίνου γένους, δίδωσιν νῦν αὐτοῖς ἀπόδειξιν ἀναντίρρητον λέγων: Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι». Οἱ Ἰουδαῖοι ὅμως ἅτε «τετυφλωμένοι τοὺς ὀφθαλμούς καὶ πεπωρωμένοι τὴν καρδίαν» οὐδαμῶς τοῦτο κατανοήσαντες καὶ νομίζοντες ὅτι σταυροῦντες αὐτὸν μεγάλῃ ἀτιμίᾳ καλύψουσιν, οὕτω βραδύτερον ἐβουλεύσαντό τε καὶ ἔπραξαν. Ἀλλὰ δι’ αὐτῆς ταύτης τῆς πράξεως ὕψωσαν αὐτὸν εἰς τὴν ἐμπρέπουσαν αὐτῷ θέσιν. «Ὁ γὰρ θάνατος ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, ὁ θάνατος ἐκεῖνος τῇ γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος ἐκεῖνος τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀν θρώπους ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν». Χρυστ. Ἐπάναγκες ἦν ἵνα διὰ τοῦ σταυροῦ συντρίψῃ τὰ δεσμὰ τοῦ θανάτου καὶ διὰ τῆς ἀναστάσεως αὐτοῦ ἐπισφραγίσῃ τὴν θεότητα αὐτοῦ. Αὐτὸς οὗτος προεῖπε πολλάκις τοῖς ἑαυτοῦ μαθηταῖς τὸν σταυρικὸν αὐτοῦ θάνατον, τὴν ταφὴν, τὴν ἀνάστασιν καὶ τὴν κάθοδον τοῦ ἀγίου Πνεύματος ἐπ’ αὐτοῖς. «Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι». Ἐπακολούθημα δὲ τῶν λόγων αὐτοῦ ἦν ἡ θεία αὐτοῦ δύναμις, αᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι αὐτῇ».

30) «Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

31) Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε.

32) Καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς» (ΙΩΑΝΝ. η´. 30–32).

§ 2. «Ἡ ἀλήθεια ἐλευθερώσει ὑμας». Τοιοῦτός ἐστιν ὁ καρπὸς τῆς διδασκαλίας τοῦ γλυκυτάτου Ἰησοῦ, δῆλον ὅτι ἡ ἐλευθερία ἀπὸ τῆς ἀμαρτίας. Ἀλλ’ οἱ Ἰουδαῖοι καίτοι ὑπὸ τοιαύτης κατείχοντο δουλείας, οὐδόλως ὅμως ἐνόουν τὴν φύσιν τῆς δουλείας ταύτης, ὅτι δῆλα δὴ ἦσαν δοῦλοι τῆς ἁμαρτίας· οὐδόλως ἐνόουν, ὅτι ὁ Σατανᾶς ἦν ἄρχων καὶ δεσπότης αὐτῶν καὶ ὅτι ἐκράτει αὐτοὺς ὑπὸ τὸν ζυγὸν αὐτοῦ ὄντα πολλαπλοῦν καὶ πολύπλοκον. Τοῦτο δὲ καταφαίνεται ἐξ αὐτῆς τῇς ἀποκρίσεως αὐτῶν, ἣν ἐφεξῆς ἀναπτύξομεν. Μέρος δὲ τοῦ ζυγοῦ τούτου καὶ δὴ τὸ πρώτιστόν ἐστιν ἡ ἀμαρτία, ἀφ’ ἧς ὁ Κύριος ἡμῶν ἐπαγγέλλεται τοῖς πιστεύουσιν αὐτῷ τὴν ἐλευθέρωσιν αὐτῶν. Ἀλλὰ καὶ ἑτέρα τίς ἐστιν ἅλυσις, ὑφ’ ἧς οἱ ἄνθρωποι δεσμεύονται καὶ ὑποτάσσονται μέχρις ἂν τύχωσι τῆς ἐλευθερίας αὐτῶν διὰ τοῦ αὐτοῦ φαρμάκου. Εἰσιν αἰχμάλωτοι «τοῦ ἄρχοντος τοῦ κόσμου τούτου». Πολλοὶ τοσοῦτον ἐμπλέκονται ταῖς τοῦ βίου πραγματείαις, οἷον μερίμναις, ἡδοναῖς καὶ ἐν γένει τοῖς τοῦ κόσμου ἔθεσιν, ὥστε εὖ μάλα εἰκότως δοῦλοι προσαγορεύονται. Οὗτοι αὐξάνουσι καὶ δεινοῦσι τὴν δουλείαν αὐτῶν ὑπὸ τοῦ φόβου μὴ τὰ πλούτη αὐτῶν ἐλαττωθῶσιν ἀντὶ νὰ αὐξηθῶσι, μὴ αὐτοὶ οὗτοι ἢ τὰ τέκνα αὐτῶν ἢ ἡ οἰκογένεια αὐτῶν ἀποβῶσι κατώτεροι τῆς περιωπῆς, ἐν ᾗ ἐγεννήθησαν· ἢ ἄλλως οὗτοί εἰσι δοῦλοι τῶν προλήψεων, τῶν δεισιδαιμονιῶν καὶ τῶν συνηθειῶν τῶν παρ’ αὐτοῖς ἐγκαθισταμένων υποστρεφόμενοι ὅ,τι εἰσὶν ἀληθὲς, δίκαιον καὶ καλὸν, ἢ ἀλογίστως παρασυρόμενοι, ἵνα πράττωσι τὸ ψευδὶς, ἄδικον καὶ κακόν· οὐδὲ «ζητεῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ» τολμῶντες διὰ τὸν φόβον τῶν φίλων, τῶν γειτόνων καὶ τῶν μεθ’ ὧν ἀναστρέφονται. Τοιοῦτοι ἄνθρωποι ὑπὸ τοιούτων δεσμῶν δεσμευόμενοι δύνανται ἵνα ὦσιν ἐλεύθεροι; Ὁ Νικόδημος οὐκ ἦν ἐλεύθερος· διότι καίπερ πεισθεὶς διὰ τῶν θαυμάτων, ὧν ὑπῆρξε μάρτυς, ὅτι ὁ Ἰησοῦς «ἀπὸ Θεοῦ ἐλήλυθεν», οὐκ ἐτόλμησεν ἐρωτῆσαι αὐτὸν παρρησίᾳ, ἀλλ’ ἐπορεύθη πρὸς συνάντησιν αὐτοῦ νυκτὸς, ἵνα μὴ πρόσκρούσῃ τοῖς συναδέλφοις αὐτοῦ Φαρίσαίοις. Οἱ «ἄρχοντες τῶν Ἰουδαίων» οὐκ ἦσαν ἐλεύθεροι· διότι καίπερ ἐννοοῦντες ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς, «οὐχ ὡμολόγουν ὅμως αὐτὸν διὰ τοὺς Φαρισαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται». Ὁ Πιλᾶτος οὐκ ἦν ἐλεύθερος· διότι καίπερ κηρύξας τὸν Ἰησοῦν ἀθῷον, οὐκ ἐτόλμησεν ὅμως ἀπολῦσαι αὐτὸν φόβῳ μὴ δυσαρεστῆσαι τῷ λαῷ καὶ ἐνώπιον τοῦ Καίσαρος κατηγορηθεὶς στερηθῇ τοῦ ἀξιώματος αὐτοῦ.

§ 3. Ἀληθὴς ἐλευθερία ἐστὶν ὅπως πράττωμεν, ὅπερ τῷ ὄντι ἐστὶν ἀγαθὸν καὶ σύμφωνον τῷ θελήματι τοῦ Θεοῦ. Ἀλλ’ οὗτοι πάντες πῶς ἠδύναντο ἵνα ὦσιν ἐλεύθεροι κρατούμενοι ὑπὸ τῆς τοῦ κόσμου ἀγάπης καὶ δεσμευόμενοι ὑπὸ τοῦ φόβου τῶν ἀνθρώπων καὶπερ ἐπιθυμοῦντες ὅπως κηρυχθῶσιν ὑπὲρ τοῦ Ἰησοῦ;

§ 4. Πάνυ δικαίως λοιπὸν ὁ Κύριος ἡμῶν λέγει αὐτοῖς καὶ πᾶσι τοῖς ὁμοίοις αὐτοῖς «ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς»· Τὸ Εὐαγγέλιον αὐτοῦ παρέχει τὸ φάρμακον, δι’ οὗ ἡ ἀσθενὴς καὶ τετραυματισμένη ψυχὴ ἐλευθεροῦται τῶν μεριμνῶν τοῦ κόσμου τούτου, αἵτινες δίκην ἰσχυρῶν δεσμῶν καταπιέζουσι καὶ καταβάλλουσιν αὐτὴν, καὶ ἀνυψοῦται ὑπεράνω τῶν ὁρίων τοῦ αἰσθητοῦ, διεφθαρμένου καὶ οὐτιδανοῦ τούτου κόσμου. Τὸ Εὐαγγέλιον αὐτοῦ ἐπιρρώννυσιν αὐτὴν, ἵνα ἐκλέγῃ τὸ ὄντως καλὸν καὶ ἀπορρίπτῃ τὸ ὄντως κακόν. Ἀληθῶς ἐλεύθερός ἐστιν ὁ ἄνθρωπος, ὅστις καὶ ἐν αὐτοῖς τοῖς δεσμοῖς καὶ ἀλύσεσιν ἀποκρίνεται εἰς τοὺς αἱμοβόρους δημίους αὐτοῦ: «Ὑμεῖς ἀποστερεῖτέ με τὴν παροῦσαν ζωὴν καὶ ἀνάπαυσιν, ἀλλ’ ἐγὼ ζητῶ καὶ ποθῶ ζωὴν καὶ ἀνάπαυσιν αἰώνιον καὶ δύναμαι νὰ ὑποστῶ τὰ στιγμιαία ταῦτα παθήματα, ὅπως ὁ διακαὴς οὗτος πόθος μου πληρωθῇ παρὰ τοῦ μισθαποδότου Θεοῦ καὶ Σωτῆρος Χριστοῦ.

§ 5. Ὅταν τὸ ἱερὸν Εὐαγγέλιον γένηται ἀποδεκτὸν ἐν τῇ καρδίᾳ καὶ ἀποβῇ πρώτη ἀρχὴ πασῶν τῶν πράξεων αὐτῆς, τότε ὁ ἄνθρωπος «ἀληθῶς ἐλεύθερός ἐστιν», ἐλεύθερος τοῦ ζητεῖν τὸ τέλειον αὐτοῦ ἀγαθὸν, ἐλεύθερος τοῦ μελετᾶν τὸ ἀληθὲς αὐτοῦ συμφέρον, ἐλεύθερος τοῦ ἀγωνίζεσθαι διηνεκῶς πρὸς ἐξασφάλισιν τοῦ ἀϊδίου ἀγαθοῦ. «Αὕτη ἐστιν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν», ἡ χριστιανικὴ ἡμῶν πίστις ἡ τόλμην ἡμῖν ἐμποιοῦσα ἵνα λέγωμεν: φοβοῦμαι τὸν Θεὸν καὶ οὐδένα ἄλλον· λατρεύω τὸν Θεόν καὶ οὐδένα ἄλλον Κύριον ἔχω. Τοιαύτης πίστεως καὶ ἐλευθερίας ὁ ἀπόστολος Παῦλος ἐμπεφορημένος τοὺς θαυμασιωτάτους τούτους ἐφώνησε λόγους· «Τίς ἡμᾶς χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχώρια, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελος, οὔτε ἀρχαὶ, οὔτε; δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἐτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν».

§ 6. Ἕτερος φορτικὸς ζυγὸς, οὗ τὸ βάρος πιέζει συνήθως τοὺς ἀνθρώπους καὶ ἀφ’ οὗ ἡ ἀλήθεια, ἣν ὁ Θεάνθρωπος Ἰησοῦς αὐθεντικῶς ἐκήρυξεν, ἀπαλλάσσει αὐτοὺς, ἐστὶν ὁ φόβος τοῦ θανάτου. Ὁ ἀπόστολος Παῦλος λέγει περὶ τῆς ἀπαλλαγῆς ταύτης ὡς περί τινος οὐσιώδους ἀποτελέσματος τῆς εὐσπλαγχνίας τοῦ Σωτῆρος. Αὕτη απαλλάξει τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας». Ἔστι δουλεία, ἣν συνήθως οὐχ ὁμολογοῦσιν οἱ ἄνθρωποι, καὶ ἥν μόλις αὐτοὶ ἐννοοῦσιν· ἀλλὰ πράγματι ἐν δουλείᾳ ὄντες ἀποστρέφουσι τὰ βλέμματα αὐτῶν ἀπὸ ἐχθροῦ, καθ’ οὗ πλέον ἢ ἄπαξ δέον ἵνα ἀμύνωνται. Ἀναγνωρίζουσι μὲν τὴν βεβαιότητα γεγονότος, καὶ ὅμως παντὶ σθένει ἀγωνίζονται, ὅπως ἀποστήσωσι τὸν νοῦν ἀπ’ αὐτοῦ. Πόσον σπάνιον τὸ βλέπειν μετὰ τῆς δεούσης προσοχῆς τὸν θάνατον, ὅστις ἐστὶν οὕτω τεθεμελιωμένος, ὥστε ἐν ὀλίγοις ἔτεσι βραδύτερον συνοδεύσει ἡμᾶς καὶ ρίψει ἐν τῷ τάφῳ! Μάλιστα ἐν καιρῷ ἀσθενείας πόσον σπάνιον τὸ ἀκούειν ὁμολογοῦντας τοῖς συγγενέσι, τοῖς φίλοις, τοῖς νοσοκόμοις, τοῖς ἰατροῖς, τοῖς ἱερεῦσιν, ὅτι «ἡ ἀσθένεια αὕτη» ἔστὶ «πρὸς θάνατον!» Γινώσκοντες, ὅτι ἡ ἀγγελία αὕτη ἔστὶ λυπηρὰ, σιγῶσιν.

§ 7. Ἡ ἀλήθεια τοῦ Εὐαγγελίου ἐλευθεροῖ τὸν Χριστιανὸν τῆς δουλείας ταύτης οὐχὶ ἀπατῶσα καὶ δελεάζουσα αὐτὸν ἢ κλείουσα τοὺς ὀφθαλμούς αὐτοῦ ἐν κινδύνῳ τῷ ὅντι δεινῷ, ἀλλὰ τοὐναντίον ἀνοίγουσα αῦτῷ τούτους, ἵνα ἀκραδάντως καὶ ἑδραίως πορεύηται ἐπὶ ἀρραγοῦς θεμελίου τιθεῖσα αὐτόν. Ἡ ἀλήθειά ἐστιν ὅτι «οὐδὲν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα» καὶ ὅτι ὁ Κύριος ηὐδόκησε διὰ τοῦ σταυρικοῦ αὑτοῦ θανάτου δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ὑπὲρ τῶν ἀμαρτιῶν πάντων τῶν εἰς αὐτὸν πιστευόντων, ὅτι ὁ Θεὸς ἡμῶν ἐπηγγείλατο ὅτι θὰ δεχθῇ τούτους ὡς ὄντας ἐκ τοῦ ἀριθμοῦ τῶν δικαίων, «οἷς ἡ βασιλεία ἡτοίμασται». Ἡ καρδία τοῦ ἀληθοῦς Χριστιανοῦ μαρτυρεῖ αὐτῷ τὴν πίστιν καὶ τὴν πεποίθησιν ταύτην. «Οἶδα ᾧ πεπίστευκα»· καὶ ἡ ἐξωτερικὴ αὐτοῦ ζωὴ συνᾴδει πληρέστατα τῇ ἐσωτερικῇ ταύτῃ μαρτυρίᾳ· οὗτος «περιπατεῖ οὐ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα». Διά τοι τοῦτο ὁ θάνατος, ἡ κρίσις, ὁ μέλλων κόσμος οὐδόλως εἰσὶ καινοφανῆ καὶ ἐπίφοβα τῷ τὴν ἀλήθειαν γινώσκοντι, ἀλλὰ τοὐναντίον ὁ γινώσκων τὴν ἀλήθειαν ἐν παντὶ τόπῳ, ἐν παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν πανδοχείῳ, καὶ ὅπου περ ἂν ᾗ, ἐν τούτοις τρυφᾷ, τούτων διηνεκὲς ἔχει τὸ μέλημα, ταῦτα ἀείποτε ἐν νῷ ἔχει. Ὅθεν ἡ ἀλήθεια ἠλευθέρωσε τοῦτον ἐκ τοῦ φόβου τούτου τοῦ κατέχοντος τοὺς ἄλλους ἀδιαλείπτως ἐν τῇ δουλείᾳ. Διότι τὸ «κέντρον τοῦ θανάτου ἡ ἁμαρτία», καὶ «τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ καθαρίζει αὐτὸν ἀπὸ πάσης ἁμαρτίας». Τοιαύτη ἦν ἡ ἐλευθερία, ἣν ὁ Κύριος ἡμῶν εἶχεν ὑπ’ ὄψει, ὅτε ἔλεγε «πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ὑμεῖς γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς».Ἡ ἐλευθερία αὕτη ἀπὸ τῆς δουλείας τῆς ἁμαρτίας μετέχει «τῆς ἐλευθερίας τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ καὶ ἐστι τὸ πρῶτον ἔργον τῆς χριστιανικῆς πίστεως».

§ 8. Ὁποία παραμυθία, ὁποῖον θάρρος ἐν τῇ ἐπαγγελίᾳ «ὑμεῖς γνώσεσθε τὴν ἀλήθειαν!» Ζητήσωμεν αὐτὴν καὶ εὑρήσομεν, ἀλλὰ ζητήσωμεν αὐτὴν ἐξ ὅλης ἡμῶν τῆς καρδίας. Οὐδέποτε εἰς ἑαυτούς ἐγκαταλειφθησόμεθα μόνον, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ συνοδεύσει ἡμᾶς, βοηθήσει καὶ ὁδηγήσει ἐν ταῖς ἐρεύναις ἡμῶν. Ἴσως οὐδόλως πραγματοποιήσομεν ἁμέσως τὴν ἐπαγγελίαν ταύτην, ἴσως οὐκ ἐννοήσομεν ἅπασαν τὴν συνέχειαν καὶ τὴν ἔκτασιν τῆς δουλείας ἡμῶν, οὔτε τὴν τελειότητα τῆς ἐλευθερίας, ἧς ὁ Ἰησοῦς Χριστὸς, ὁ Κύριος ἡμῶν ἔτυχεν ὑπὲρ ἡμῶν. Ἀλλα τέλος ἐννοήσομεν αὐτὴν «ἐὰν μείνωμεν ἐν τῷ λόγῳ αὑτοῦ», γνωσόμεθα τὴν ἀλήθειαν ταύτην, ἣν ὁ μὴ δυνάμενος ἀπατᾶν ἐξελέξατο μεταξὺ πασῶν τῶν ἐν τῷ κόσμῳ ἀληθειῶν καὶ μεταξὺ πασῶν τῶν ἐν τῇ Ἁγίᾳ Γραφῇ, καὶ ἥτις περιγράφεται ὡς ἡ ἀλήθεια, ἡ μόνη σπουδαία καὶ σωτήριος, καὶ αὕτη «ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς».

Ὀμιλία ΜΕ´ Συνέχεια τῆς συνδιαλέξεως τοῦ Κυρίου·οἱ Χριστιανοί ἐλευθεροῦνται τοῦ ζυγοῦ τῆς ἁμαρτίας

§ 1. Οἱ Ἰουδαῖοι, οἷς ὁ Κύριος διελέγετο καὶ ἐπηγγέλλετο, ὅτι «ἡ ἀλήθεια ἐλευθερώσει αὐτοὺς», ὄντες ὅμοιοι πᾶσι τοῖς ὑπὸ τοῦ Σατανᾶ δεδεσμευμένοις οὐδαμῶς ἐπεθύμουν, οὐδὲ ἤθελον ἐννοῆσαι τὴν ἑαυτῶν δουλείαν, ὑφ’ ὓν διετέλουν ὡς μὴ αἰσθανόμενοι αὐτὴν κατὰ τὸν ἀπόστολον Πέτρον λέγοντα «Ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δούλοι ὑπάρχοντες τῆς φθορᾶς· ῷ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. – Διὰ τούτο ἀκούοντες τοῦ Κυρίου λέγοντος πρὸς «τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς» (ΙΩΑΝΝ. η´. 33–36).

33) «Ἀπεκρίθησαν αὐτῷ Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις, ὅτι ἐλεύθεροι γενήσεσθε;

34) Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας» (ΙΩΑΝΝ. η´. 33–34).

§ 2. Ἡ τοῦ Κυρίου αὕτη ἀπόκρισίς ἐστιν αὐτόδηλος. Τίς ἐστιν ὁ μᾶλλον τῆς ἐλευθερίας ἀπέχων; Τίς ἐστιν ὁ μᾶλλον δούλος, εἰμὴ ἐκεῖνος, ὅστις καταφρονεῖ τοῦ νόμου τοῦ Θεοῦ τοῦ ὑπὸ τῆς εὐσπλαγχνίας. αὐτοῦ δοθέντος ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ ὅστις παραδίδοται ὅλως εἰς τὰ βίαια αὐτοῦ πάθη καὶ τὰς κακὰς αὐτοῦ ἐπιθυμίας; Ὁ Σατανᾶς κρατεῖ αὐτὸν ἀπρὶξ ἐζωγρημένον εἰς τὸ αὐτοῦ θέλημα. Ὑπὸ τῆς ὀδυνηρᾶς ταύτης καταστάσεως πιεζόμενοι ἀναγνωρίζουσι πλεονάκις, ὁ φιλήδονος, ὁ φιλάργυρος, ὁ βέδηλος, ὁ μέθυσος, τὴν δυστυχίαν αὐτῶν καὶ ἐπιθυμοῦσι σφόδρα ὅπως ἐκφύγωσι τὰς πλεκτάνας, ὑφ’ ὧν ἐζωγρημένοι διατελοῦσι, πρᾶγμα «παρ’ αὐτοῖς ἀδύνατον». Ὁ ἀσεβὴς πράττει ἐναντίον τῆς ἣν ὁμολογεῖ πίστεως· ὁ φιλάργυρος οὐ παύεται αὐξάνων τοὺς θησαυροὺς αὐτοῦ, ὁ ὀξύθυμος ἐκὼν τῇ ὀργῇ παραδίδοται, ὁ φιλήδονος ραδίως τῷ πειρασμῷ ὑπείκει, ὁ μέθυσος οὐ παύεται παραδιδόμενος ἐν ταῖς μᾶλλον αἰσχραῖς αὐτοῦ ὀρέξεσι καὶ φαύλαις ἐπιθυμίαις· ἐν τοῖς πάθεσι τούτοις ὑπάρχει ἐλευθερία; οὐκ ἔστι ζυγὸς ἀφόρητος καὶ τυραννικὸς ἐν ταῖς δουλείαις ταύταις; Ὁ πλεονέκτης, φέρ’ εἰπεῖν, καὶ ὁ φιλάργυρος οὐκ εἰσὶ δοῦλοι τῆς ἁμαρτίας; οὐκ εἰσὶν οἱ τῶν ἀνθρώπων δυστυχέστατοι, ἅτε δὴ τὰ πάντα ἡδέως ἐπὶ τοῦ βωμοῦ τοῦ ἀκαθέκτου καὶ θεοστυγοῦς αὐτῶν πάθους θύοντες καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ συνείδησιν καὶ εἰρήνην καὶ θρησκείαν, οὗτοι οὐκ εἰσὶ δοῦλοι τῆς ἁμαρτίας οὐδεμίαν ποτ’ ἔχοντες γαλήνην τε καὶ ἡσυχίαν; «Τί τὸ ὄφελος, λέγει ὁ Χρυσόστομος, τί τὸ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην, ἐκείνην ἐγὼ ζητῶ τὴν ἡσυχίαν, τὴν ἀπὸ διάνοίας, τὴν ἀπὸ ψυχῆς». Οὗτοι ὑπὸ τῶν παθῶν τούτων οἰστρηλατούμενοι καὶ τὰς ἐντολὰς τοῦ Κυρίου ἀθετοῦντες πῶς μέλλουσι παραστῆναι ἐν τῷ φοβερῷ ἐκείνῳ δικαστηρίῳ, ἐν ᾧ εὑρήσουσι τῶν πόνων αὐτῶν τὴν ἀνταπόδοσιν παρὰ Κριτοῦ ἀδεκάστου; «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος». «Οὐκ οἴδασιν ᾧ παριστάνουσιν ἑαυτούς δούλους εἰς ὑπακοὴν, δοῦλοί εἰσιν ᾧ ὑπακούουσιν, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; Ἐκ τῆς δουλείας ταύτης ὁ Κύριος ἐπαγγέλλεται αὐτοῖς τὴν ἀπαλλαγὴν καὶ ἀπελευθέρωσιν τῇ θείᾳ αὐτοῦ δυνάμει καὶ εὐσπλαγχνίᾳ. Εἶτα ἐπάγει τὰ ἐξῆς·

35) «Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα·

36) Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε» (ΙΩΑΝΝ. η´. 35–36).

§ 3. Ἐπειδὴ ἦσαν οὗτοι τῆς ἁμαρτίας καὶ τοῦ Σατανᾶ δοῦλοι οὐκ ἠδύναντο μένειν ἐν τῇ οἰκίᾳ τοῦ Θεοῦ. Ἐν τῇ οὐρανίῳ αὐτοῦ βασιλείᾳ· ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν «Πολλαὶ μοναί εἰσιν», ἀλλ’ οὐδεμία ἔστὶ διὰ τὸν ἀμετανόητον ἁμαρτωλόν·«ὁ υἱὸς μένει εῖς τὸν αἰῶνα», διότι ἡ Ἁγία Γραφὴ λαλοῦσα περὶ αὐτοῦ λέγει «ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Πάντα ἐδόθησαν τῷ υἱῳ ὑπὸ τοῦ Πατρὸς «ὅτι υἱὸς ἀνθρώπου ἔστίν». «Ἐὰν οὗν ὁ υἱὸς ἡμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε». Ἰδοὺ λοιπὸν ἐπαγγελία λαμπρὰ καὶ σωτήριος, δι’ ἧς ὁ Κύριος ἡμῶν ἐπαγγέλλεται ἵνα ἐλευθερώσῃ ἀπὸ τῆς δουλείας τῆς ἁμαρτίας πάντας ἐκείνους, οἵτινες μένουσιν ἐν τῷ λόγῳ αὐτοῦ καὶ εἰσιν ἀληθῶς μαθηταὶ αὐτοῦ». Ἡ χαρμόσυνος αὕτη ἐπαγγελία, ἡ περιεχομένη ἐν τῷ Εὐαγγελίῳ, ἐκηρύχθη κατὰ πρῶτον ὑπὸ τοῦ ἀγγέλου ἐν αὐτῇ τῇ στιγμῇ τῆς γεννήσεως τοῦ Σωτῆρος, «Καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν».

§ 4. «Ὁ Θεὸς ὁ ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ἡμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν αὐτῶν». Ὁ ἀπόστολος Παῦλος δείκνυσιν ἡμῖν, πῶς ἡ ἀποστροφὴ αὕτη ἐνεργεῖται ἐν τῇ καρδίᾳ τοῦ Χριστιανοῦ. Οὗτος ἐν πρώτοις ἀποκαλύπτει τὸν κίνδυνον εἰς ὃν περιίσταται τῆς παρούσης αὐτοῦ καταστάσεως, ἐφιστᾷ τὴν ἑαυτοῦ προσοχὴν ἐπὶ τὸ μυστήριον τῆς δι’ Ἰησοῦ Χριστοῦ ἀπολυτρώσεως, ὁ δὲ σταυρὸς αὐτοῦ προεγράφη ἐν αὐτῷ κατ’ ὀφθαλμοὺς αὐτοῦ» ὡς σκοπὸς, πρὸς ὃν ἄγει ἡ ἁμαρτία, «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος» «θυμὸς καὶ ὀργὴ τοῖς ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ». Ἡ δήλωσις αὕτη γεννᾷ ἐν αὐτῷ τὸν πόθον ὅπως διασωθῇ ἀπὸ τὴς ὑφ’ ἧς δεσμεύεται δουλείας. Ὁ ὑπὸ τὸν ζυγὸν τοῦτον διατελῶν ἀνάγκη ὅπως φλέγηται ὑπὸ διακαῦς πόθου ἵνα ἐλευθερωθῇ, πρὶν ζητήσῃ τὰ τῆς ἀπαλλαγῆς καὶ θεραπείας φάρμακα, Τοῦτο ἀναπαρίστησιν ἡμῖν ὁ Παῦλος λέγων, «Βλέπω ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου, ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς μὲ ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;»

§ 5. Ἰδοὺ ἀληθὴς εἰκὼν τῆς δουλείας «Τίς με ρύσεται ἐκ τῶν ἀκατασχέτων παθῶν μου καὶ ἐκ τῶν ἐπαναστατικῶν ἰδεῶν μου; τίς δυνήσεται ἵνα χαλιναγωγήσῃ τὰς ματαίας καὶ κενὰς ἰδέας τῆς καρδίας καὶ τοῦ νοός μου; τίς με ρύσεται ἐκ τῆς φυλαργυρίας, τοῦ φθόνου καὶ τῆς κακίας, τῶν καρπῶν τούτων τῆς δεσποζούσης μου ἁμαρτὶας; τίς ἐστιν ἡ φύσις μου, τίς ἐστιν ἅπας ὁ βίος μου; ταῦτα δὲ πάντα μὲ κρατοῦσιν ἐν τῇ δουλείᾳ ὑπὸ τὴν ἐξουσίαν αὐτῶν οὕτως, ὥστε οὐδόλως δύναμαι ἵνα ἐλευθερωθῶ ἀπὸ τῆς δεσποτείας αὐτῶν καὶ ἀναπλάσω αὐτὸς ἐμαυτόν; αὐτὸς δ’ οὗτος ὁ Παῦλος ἀπαστράπτει ἐκ χαρᾶς καὶ ἀποκαλύπτων τὸ δυνατὸν τῆς ἀπαλλαγῆς καὶ ἀπελευθερώσεως αὐτοῦ, βοᾷ στεντορείως, «Εὐχαριστῶ τῷ Θεῷ δι’ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν», αὐτὸς μὲ ἠλευθέρωσεν, αὐτὸς δύναται ἵνα ποιήσῃ ἐν ἐμοὶ, ὅπερ ἐγὼ οὐ δύναμαι. Αὐτὸς ἀπεργάζεται καὶ «κτίζει ἐν ἐμοὶ καρδίαν καθαρὰν καὶ πνεῦμα καινόν»· αὐτὸς μοι ὑπισχνεῖται μετὰ βεβαιότητος χάριτας οὕτω δραστικὰς, τοιαύτην εἰρήνην ἐν τῷ παρόντι, τοιαύτας ἐλπίδας καὶ προσδοκίας ἐν τῷ μέλλοντι, ὥστε τὰ δεσμὰ, ὑφ’ ὧν ἐδεσμεύετο ἡ ἁμαρτωλὸς καρδία μου, συντριβήσονται, καὶ οὐκέτι δοῦλος ἔσομαι τοῦ Σατανῶ· ὁ Σωτὴρ βοηθὸς ἐγένετό μοι, ἡ ἀλήθεια αὐτοῦ εἰσέδυ ἐν τῇ καρδίᾳ μου, «ἡ ἀλήθεια μὲ ἠλευθέρωσεν», ἐγενόμην μαθητὴς αὐτοῦ.

§ 6. Αὕτη λοιπὸν ἐστὶν ἡ ἐλευθερία, ἧς ὁ μαθητὴς τοῦ Ἰησοῦ ἀπολαύει· «τὸ Πνεῦμα τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου». Ἡ ἁμαρτία ἐστὶ μὲν ἐχθρὸς, ἀλλ’ ἠττημένος καὶ ἀνίσχυρος. Οὕτω δὴ «ἡμεῖς ἐσμὲν ἀληθῶς ἐλεύθεροι» λαμβάνοντες ἐκ τοῦ «πληρώματος αὐτοῦ» δύναμιν καὶ ἰσχὺν, ἵνα βιῶμεν συνῳδὰ τοῖς ἀληθέσιν ἡμῖν συμφέρουσι προσκαίροις τε καὶ αἰωνίοις. Προσηκόντως ἄρα ὁ Ἀπόστολος ἐγκωμιάζει «τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». Καὶ ἀληθῶς «ὁ ἐλθὼν σῶσαι τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ἐστι καὶ λέγεται Σωτήρ

§ 7. Συνδυάζοντες τὰ εἰρημένα καὶ τὰ ἐν τῇ προηγουμένη ὁμιλίᾳ δυνάμεθα ἵνα κρίνωμεν ἀσφαλῶς πόσον ἡ ἀλήθεια, τοῦτ’ ἔστι τὸ ἱερὸν Εὐαγγέλιον ἐπέδρασε καὶ ἐπιδρᾷ ἐφ’ ἡμᾶς. Ἡ ἀλήθεια τῷ ὄντι ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τῆς δουλείας τῆς ἁμαρτίας καὶ ἱκανοὺς κατέστησεν ἵνα μὴ παραβαίνωμεν τὸ θέλημα τοῦ Θεοῦ, ὥσπέρ ἐσμεν ἱκανοὶ ἵνα μὴ ἐπιτρέπωμεν δολοφόνον τινὰ νὰ διατρίβῃ ἐν τῇ οἰκίᾳ ἡμῶν, ἢ νὰ μὴ ἀναμιγνύωμεν δηλητήριον ἐν τῇ τροφῇ ἡμῶν. Τὸ Εὐαγγέλιον οὐδόλως θὰ παρῆγε τὸν σκοπὸν αὐτοῦ, εἰ μὴ ἠλευθέρου ἡμᾶς ἐκ τῆς δεσποτείας τοῦ «ἄρχοντος τοῦ κόσμου τούτου», καὶ εἰ μὴ καθίστη ἡμᾶς ἀξἱους ἵνα μὴ προσηλώμεθα ψυχῇ τε καὶ σώματι εἰς τὰ γήϊνα καὶ φθαρτά, μηδὲ εἰς τὰ τοῖς ἰδίοις ἡμῶν πάθεσιν ἀρμόζοντα, ἀλλὰ εἰς τὰ μᾶλλον συμφωνοῦντα καὶ ἐμπρέποντα τῷ θείῳ λόγῳ, τῷ παραδείγματι τοῦ Χριστοῦ, τῷ θελήματι αὐτοῦ καὶ τῇ ἐλπίδι τῆς αἰωνίου δόξης. Τὸ Εὐαγγέλιον οὐδόλως θὰ παρῆγε τὸν αὐτοῦ σκοπὸν, εἰμὴ ἀπήλλαττεν ἡμᾶς παντὸς δουλικοῦ φόβου τοῦ θανάτου καὶ εἰμὴ καθίστη ἡμᾶς ἀξίους ἵνα θεωρῶμεν τοῦτον ὡς μέλλοντα ἀφεύκτως ἐλθεῖν καὶ οὐ πολὺ ἀπέχοντα, ὥσπερ πύλην τῆς πρὸς τὴν αἰώνιον βασιλείαν εἰσόδου, ἥτις ἠγοράσθη ἡμῖν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ.

§ 8. Αληθές ἐστιν ὅτι οὐδαμῶς εὐχαριστούμεθα ἐξ ἡμιτελοῦς ἀποτελέσματος· ἐξετάσωμεν τὴν ἥν ὁμολογοῦμεν πίστιν, πιστεύσωμεν ὅτι ἱκανοί ἐσμεν ἵνα ἀχθῶμεν καὶ ὑψωθῶμεν ὑπεράνω τοῦ φθαρτοῦ τούτου κόσμου. «Ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐστὶν ὁ νικῶν τὸν κόσμον». Μένωμεν λοιπὸν «στερρῶς τῷ λόγῳ αὐτοῦ· οὕτω γὰρ ἐσόμεθα ἀληθῶς μαθηταὶ αὐτοῦ» καὶ μαθησόμεθα ὅτι «ἡ δουλεία αὐτοῦ τελεία ἐλευθερία ἐστί». Διὰ δὴ τοῦτο ὀφείλομεν ἵνα «τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκωμεν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνεχώμεθα». Ἀνάγκη ὅθεν προσοχῆς μεγίστης ἵνα μὴ γίνωμεν πάλιν δοῦλοι τῆς ἁμαρτίας, «πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν», λέγει ὁ Κύριος, «δοῦλός ἐστι τῆς ἁμαρτίας», ἧς καρπὸς κατὰ τὸν Ἀπόστολόν ἐστιν ὁ αἰώνιος θάνατος· «τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος». Ἀλλὰ γίνωμεν δοῦλοι τοῦ Χριστοῦ. Διότι ἡ δουλεία αὐτοῦ τελεία ἐλευθερία ἐστὶ», καὶ ὁ μένων ἐν τῇ δουλείᾳ ταύτῃ μένει αἰωνίως ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν συμβασιλεύουν τῷ Χριστῷ καὶ ἀπολαύων τῆς αἰωνίου αὐτοῦ δόξης, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὀμιλία ΜΣΤ´. Συνέχεια τῆς συνδιαλέξεως· διαφορὰ μεταξὴ τῶν τέκνων τοῦ Θεοῦ καὶ τοῦ Σατανᾶ

37) «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν·

38) Ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε.

39) Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι, λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα Ἀβραάμ ἧτε, τὰ ἔργα τοῦ Ἀβραάμ ἐποιεῖτε ἄν.

40) Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε.

41) Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν Εἶπον οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν Θεόν.

42) Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν ἀγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα· ἀλλ᾿ ἐκεῖνος με ἀπέστειλε.

43) Διὰτὶ τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν» (ΙΩΑΝΝ. η´. 37–43).

§ 1. Ἐκ τῶν λόγων τούτων τοῦ Κυρίου ἀριδήλως καταφαίνεται, ὁπόση καὶ ὁποία ἦν ἡ ἐπὶ πατραγαθίᾳ τῶν Ἰουδαίων καύχησις. Ἐκαυχῶντο, ὅτι ἦσαν τέκνα τοῦ Αβραάμ, ὅτι ὁ Θεὸς ηὐλόγησεν αὐτοὺς καὶ ἐξελέξατο ὡς «λαὸν αὐτῷ περιούσιον καὶ ἅγιον», ὅτι καθιερώθησαν τῷ Θεῷ διὰ τῆς περιτομῆς, καὶ ὅτι διέφερον τῶν ἄλλων ἐθνῶν, τῶν μὴ γινωσκόντων τὸν Θεὸν καὶ τοῖς εἰδώλοις λατρευόντων. Ἐπὶ πᾶσι τούτοις καυχώμενοι καὶ τῶν πνευματικῶν πάμπαν ἀμελοῦντες εἰκότως ὑπὸ τοῦ βαπτιστοῦ Ἰωάννου ἐπιτιμῶνται καὶ ἐλέγχονται· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξιους τῆς μετάνοιας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν

Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Αβραάμ». Μὴ φαντάζεσθε, λέγει, ὅτι δύνασθε ὑπεκφυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς. Καὶ ὁ ἀπόστολος Παῦλος ἐλέγχων αὐτοὺς ἐπὶ τῇ πλάνῃ αὐτῶν ταύτῃ λέγει αὐτοῖς: «Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ τῷ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου. Ὃς ἐν τῷ νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλὰ ὁ ἐν τῷ Χρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οἷ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ».

§ 2. Ὁ Κύριος ἡμῶν ὧδέ πως περὶ αὐτῶν λέγει: «Εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραάμ ἐποιεῖτε ἄν». «Ποιεῖ δὲ τοῦτο, καθά λέγει ὁ Χρυσόστομος, καὶ ταύτης αὐτοὺς ἀπαγαγεῖν βουλόμενος τῆς συγγένειας, καὶ τὸ περιττόν καύχημα ἐξελεῖν καὶ πεῖσαι μηκέτι ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλὰ ἐν τῇ κατὰ προαίρεσιν· τοῦτο γὰρ ἦν τὸ κωλῦον αὐτοὺς προσελθεῖν τῷ Χριστῷ, τὸ νομίζειν ἀρκεῖν αὐτοῖς τὴν συγγένειαν ἐκείνην εἰς σωτηρίαν». Οὐκ ἔστιν υἱὸς Ἀβραάμ μόνον ὁ ἐκ τοῦ Ἀβραάμ τὸ γένος ἕλκων, ἀλλ’ ὁ ἔχων τὴν πίστιν, τὴν εὐσέβειαν, καὶ τὰς λοιπὰς τοῦ Ἀβραάμ ἀρετὰς, ἐκεῖνός ἐστιν υἱὸς Ἀβραάμ. «Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», ἀλλ’ ὑμεῖς ἀρνεῖσθε τὴν περὶ τοῦ υἱοῦ μαρτυρίαν τοῦ Θεοῦ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. Ὁ Ἀβραάμ ἦν δίκαιος, καὶ εὐσεβὴς καὶ ἐλεήμων, ὑμεῖς «ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν». Ὁ Ἀβραάμ ἐτίμησε τὸν Μελχισεδὲκ «τὸν ἱερέα τοῦ Θεοῦ τοῦ ὑψίστου, δοὺς αὐτῷ δεκάτας», ὑμεῖς ἐφονεύσατε καὶ ἐλιθοβολήσατε τοὺς ἀπεσταλμένους πρὸς ὑμᾶς». Τοῦτο Ἀβραάμ οὐκ ἐποίησε». Ὁ Ἀβραάμ οἴκτῳ κινούμενος ὑπὲρ τῶν ἐνόχων κατοίκων τῶν Σοδόμων, καθ’ ὃν ὁ Θεὸς ἐκήρυξε τὴν ὀργὴν αὐτοῦ, ἐμεσολάβησεν ὑπὲρ αὐτῶν, ἵνα ἀπαλλάξῃ τούτους ἀπὸ τῆς ἐπικειμένης φοβερᾶς καταστροφῆς· ὑμεῖς «κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων», ἀποθαρρύνετε τοῦς μετανοοῦντας καὶ καταφρονεῖτε τῶν πρᾴων καὶ ταπεινῶν τῇ καρδίᾳ «Τοῦτο Ἀβραάμ οὐκ ἐποίησεν· εἰ τέκνα τοῦ Ἀβραάμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραάμ ἐποιεῖτε ἄν». Διὰ τῶν λόγων τούτων ὁ Κύριος ἡμῶν πειρᾶται νὰ πείσῆ τοὺς Ἰουδαίους ὅτι οὐδόλως θὰ τύχωσι τῆς σωτηρίας ἐπὶ μόνῃ τῇ πεποιθήσει ὅτι εἰσὶ τέκνα τοῦ Ἀβραάμ, οὗ τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ φιλόξενον. τὸ δίκαιον, τὸ πειθήνιον, οὐ μόνον οὐκ εἶχον, ἀλλ’ ἐξ ἐναντίας ἵσταντο, ἀπηνεῖς ὄντες καὶ ὠμοὶ καὶ ἐν κακίᾳ καὶ ἀπιστίᾳ διατρίβοντες. Καὶ ἡμεῖς λοιπὸν μὴ μέγα φρονῶμεν ἐπὶ εὐγενείᾳ καὶ ἐπὶ προγόνοις θαυμαστοῖς καὶ ἐνδόξοις, ἀλλὰ μᾶλλον σπουδάσωμεν ἵνα ὡς οἷόν τε ὑπερβαίνωμεν τὰς ἀρετὰς ἐκείνων, εἰδότες ὅτι οὐδὲν ἀπὸ τῆς δόξης ἄλλων κέρδος ἢ ὠφέλεια ἡμῖν προσγίγνεται.

§ 3. Ὑπάρχει ἄλλη τις συγγένεια εἰς ἣν ὁ χαρακτὴρ τῶν Ἰουδαίων δείκνυσιν ὅτι ἀνήκουσιν· αὕτη δὲ ἐστὶν ὁ ἀρχηγὸς πάσης ἁμαρτίας. «Ἐν τούτω φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνῃν οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ». Ὁ Κύριος ἡμῶν καταδείξας τοῖς Ἰουδαίοις ὅτι ἀλλότριοί εἰσι τοῦ πατρὸς αὐτῶν Ἀβραὰμ ἐπάγεται ἔτι λέγων αὐτοῖς·

44) «Ὑμεῖς ἐκ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν· ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.

45) Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ με.

46)Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;

47) Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ρήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστέ» (ΙΩΑΝΝ. η´. 44–47).

§ 4. Ἐν τοῖς λόγοις τούτοις τοῦ Κυρίου σπουδαία τις ἐνυπάρχει καὶ λίαν βαρύτιμος παρατήρησις· εἰσὶ «τὰ τέκνα τοῦ φωτος καὶ τὰ τέκνα τοῦ σκότους», τέκνα τῆς βασιλείας καὶ τέκνα τοῦ πονηροῦ, «τέκνα τοῦ Θεοῦ καὶ τέκνα τοῦ διαβόλου». «Ταῦτα συναυξάνουσιν ἀμφότερα μέχρι θερισμοῦ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ» συναχθήσονται ἵνα τεθῶσιν εἰς τὸν ἴδιον τόπον ἕκαστον. Τὰ μὲν τέκνα τοῦ πονηροῦ βληθήσονται «εἰς τὸ σκότος τὸ ἐξώτερον», τὰ δὲ τοῦ φωτὸς τέκνα, «οἱ δίκαιοι» δηλονότι, «λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν».

§ 5. Ἡμεῖς εἰς ποίαν ἆρά γε τῶν δύο τούτων τάξεων ἀνήκομεν; Ἡ ἐρώτησις ἀληθῶς ἐστι σπουδαία. Δύο ἐνδείξεις εἰσὶ, δι’ ὧν δυνάμεθα ἵνα δείξωμεν τὴν ἀλήθειαν· «εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, εἰ ὁ Θεὸς πατὴρ ἡμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω». Τὸ ἀναγνωρίζειν λοιπὸν τὸν Ἰησοῦν Χριστὸν ὡς ἀντικείμενον σεβασμοῦ καὶ ὑψίστης ἀγάπης ἐστὶν ἡ πρώτη ἔνδειξις, τὸ πρῶτον γνώρισμα, δι’ οὗ ἀναγνωρίζεται τὸ τέκνον τοῦ Θεοῦ. Οἱ ἀπόστολοι οὕτω κρίνουσι καὶ βεβαιοῦσι περὶ τῆς ἀληθείας ταύτης. «Ὁ ἀγαπῶν τὸν πατέρα ἀγαπᾷ καὶ τὸν υἱὸν»· «εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα, μαρὰν ἀθά». Ἀλλὰ ὡς πρὸς τὰ τέκνα τοῦ κόσμου, ὡς πρὸς τὰ τέκνα τοῦ πονηροῦ ὁ Ἰησοῦς Χριστὸς ἀντικείμενόν ἐστι καταφρονήσεως καὶ ἔχθρας, καταφρονήσεως μὲν ὡς παραγγέλλων αὐτοῖς, ἵνα ἀποτάσσωνται τοῖς φθαρτοῖς καὶ προσκαίροις καὶ συντάσσωνται τοῖς οὐρανίοις καὶ αἰωνίοις· ἔχθρας δὲ ὡς ἐλέγχων «τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως». Ἀλλὰ «πολύτιμός ἐστι μαργαρίτης» τοῖς πιστεύουσιν, ὡς παρέχων αὐτοῖς ἐλπίδα ἐφ’ ἧς, ὡς ἐπὶ ἀρραγοῦς θεμελίου ἐρειδόμενοι ἐν ἀσφαλείᾳ εἰσί. Τὸ πρόσωπον αὐτοῦ ἐστι τίμιον αὐτοῖς· διότι ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας αὐτῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας αὐτῶν». Αἱ ἐπαγγελίαι αὐτοῦ πολύτιμοί εἰσι· διότι αὐτός ἐστιν ἡ καταφυγὴ καὶ ἀνάπαυσις πάντων «τῶν κοπιώντων καὶ πεφορτισμένων» καὶ ἐπηγγείλατο ὅτι «τὸν ἐρχόμενον πρὸς αὐτὸν οὐκ ἐκβάλλει ἔξω». Ἔστωσαν οἱ ἄνθρωποι ἅπαξ διδακτοὶ ὑπὸ τοῦ Θεοῦ, ἵνα ἴδωσι καὶ ἐννοήσωσι τὴν ἰδίαν αὐτῶν ἀσθένειαν, τὴν πρὸς τὴν ἁμαρτίαν αὐτῶν μοιραίαν ροπὴν, τὴν σμικρότητα, ἕτοιμοι ἔσονται ὅπως προσενέγκωσι τῷ Ἰησοῦ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, πλήρη ἀγάπης ὀφειλομένην αὐτῷ ὡς λυτρωτῇ, προστάτῃ, φίλῳ καὶ ἀδελφῷ.

§ 6. Ἡ δευτέρα ἔνδειξις, δι’ ἧς δεικνύομεν, ὅτι ἐσμὲν τέκνα Θεοῦ, καταφαίνεται ἐκ τούτου, ὅτι ἀκούομεν τὰ ρήματα αὐτοῦ· «ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ρήματα τοῦ Θεοῦ ἀκούει» οὕτως, ὡς ὁ πιστὸς καὶ ἀφωσιωμένος τῷ πατρὶ υἱὸς οὐδόλως ἀρνεῖται τὴν παραγγελίαν τοῦ ἀπόντος πατρὸς αὐτοῦ, ἀλλ’ ἐξ ἐναντίας μελετᾷ αὐτὴν, ἐκτιμᾷ καὶ παντὶ τρόπῳ ἀγωνίζεται ἵνα συνῳδὰ ταύτῃ διάγη. «Πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ ἀλήθεια»· ἀλλ’ οἱ μὴ ἀκούοντες τὰ ρήματα τοῦ Θεοῦ οὐκ εἰσὶ τέκνα αὐτοῦ ὡς ἀπαιτοῦντος εἰλικρίνειαν, καθαρότητα, ἀκεραιότητα, ἀγάπην, ἐγκράτειαν καὶ κηρύττοντας ὅτι ἄνευ τῶν ἰδιοτήτων τούτων, οὐδεὶς δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν αὐτοῦ. Ταῦτα πάντα ἀπαρέσκει τοῖς υἱοῖς τῆς ἀπειθείας· πάνυ λοιπὸν εὐλόγως καὶ ὁ Κύριος λέγει περὶ αὐτῶν: «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν». Ἀλλὰ τὰ «τέκνα τοῦ Θεοῦ ἀκούουσι τῶν ρημάτων αὐτοῦ» μετὰ σεβασμοῦ «καὶ ποιοῦσι τὸ θέλημα τοῦ πατρὸς αὐτῶν τοῦ ἐν τοῖς οὐρανοῖς». Τὸ λογικὸν καὶ ἡ συνείδησις αὐτῶν σύμφωνά εἰσι τούτοις, «συνήδονται τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον», εἰ καὶ ἡ σὰρξ καὶ τὸ αἷμα, τὰ στοιχεῖα τὰ φυσικὰ καὶ διεφθαρμένα, ἐπανίστανται. Προσηλοῦνται στερρῶς Ἐκείνῳ, οὗ ἐκ τῆς χάριτος ἐξαρτῶνται καὶ «ὅστις οὑναται σώζειν εἰς τὸ παντελές».

§ 7. Ἐὰν καὶ ἡμεῖς δοκιμάσωμεν τοὺς δύο τούτους τρόπους, οὐδεμία ἀμφιβολία ὅτι θὰ εἴπωμεν μετὰ τοῦ ψαλμῳδοῦ: «Τὰ κρίματα Κυρίου ἀληθινὰ ... ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον». Οὐδεμία ἀμφιβολία ὅτι θὰ ἔχωμεν τὰ αὐτὰ αἰσθήματα πρὸς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν οἷα εἶχον οἱ ἄδολοι καὶ εἰλικρινεῖς ἐκεῖνοι Χριστιανοὶ, περὶ ὧν ὁ ἀπόστολος Πέτρος οὑτωσὶν ἀποφαίνεται: «Ὅν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ». Μὴ μιμηθῶμεν λοιπὸν τοὺς Ἰουδαίους, ἵνα μὴ ἀκούσωμεν καὶ ἡμεῖς τοὺς λόγους ἐκείνους τοῦ Κυρίου ἡμῶν «Εἰ ἦτε τέκνα Θεοῦ, ἠγαπᾶτε ἂν τὸν ἐκ Θεοῦ ἐξελθόντα καὶ ἥκοντα· εἰ ἦτε τέκνα Θεοῦ, ἠκούετε ἂν τὰ ρήματα τοῦ πατρὸς ὑμῶν».

Ὀμιλία ΜΖ´. Ἐξακολούθησις τῆς συνδιαλέξεως τοῦ Ἰησοῦ· ὁ Ἰησοῦς κατηγορεῖται ὡς βλάσφημος

48) «Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ καὶ δαιμόνιον ἔχεις;

49) Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν Πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με.

50) Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.

51) Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ἐάν τις τὸν ἐμὸν λόγον τὸν ἐμὸν τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα» (ΙΩΑΝΝ. η´. 48–51).

§ 1. Οἱ ὑπὸ τοῦ Κυρίου Ἰησοῦ ἐλεγχθέντες Ἰουδαῖοι τοσοῦτον κατ’ αὐτοῦ ἐμάνησαν, ὥστε Σαμαρείτην καὶ δαιμονὥντα αὐτὸν καλοῦσι, τὰς ἐσχάτας ὕβρεις διὰ τῶν προσηγοριῶν τούτων ἐξεμοῦντες. Καὶ τίνες μὲν ἦσαν οἱ Σαμαρεῖται ἀλλαχοῦ (Ὁμιλ. 22, § 10) εἴδομεν, ἀλλ’ οἱ Ἰουδαίοι ἀντὶ νὰ ταπεινωθῶσιν ἐνώπιον τοῦ Θεοῦ, ἀντὶ νὰ ἀναγνωρίσωσι τὸν Ἰησοῦν ὡς υἱὸν αὐτοῦ καὶ θαυμάσωσι τὴν παρρησίαν αὐτοῦ λέγοντος αὐτοῖς, «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Ποῖος ἔχει δαιμόνων ὁ τιμῶν τὸν Θεὸν καὶ ἔργοις δοξάζων αὐτὸν ἢ ὁ τὸν τιμῶντα ὑβρίζων; Ἀναισχύντως καὶ αὐθαδῶς ὑβρίζουσιν αὐτόν. «Ἀναίσχυντον, κατὰ τὸν Χρυσόστομον, ἡ κακία καὶ ἰταμὸν, καὶ ὅταν καταδύεσθαι δέῃ, τότε μᾶλλον ἀγρωῦται· ὅπερ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Δέον γὰρ ἐπὶ τοῖς ρηθεῖσι κατανυγῆναι θαυμάσαντας τὴν παρρησίαν καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν οἱ δὲ καὶ ὑβρίζουσι Σαμαρείτην καλοῦντες καὶ δαιμονῶντα λέγοντες... ὅταν γὰρ ὑψηλόν τι εἴπῃ, μανία τοῦτο δοκεῖ παρὰ τοῖς λίαν ἀναισθήτοις εἶναι». Τί οὖν ἡ πρᾳότης καὶ ἐπιείκεια ἀποκρίνεται αὐτοῖς; «Ἐγώ δαιμόνων οὐκ ἐχω, ἀλλὰ τιμῶ τὸν πέμψαντὰ με, καὶ ὑμεῖς ἀτιμάζετέ με», ὡς εἰ λέγων αὐτοῖς: Πλανάσθε δεινὴν καὶ ἀσύγγνωστον πλάνην Σαμαρείτην καλοῦντες καὶ δαιμονῶντα ἐμὲ, ὅστις τιμῶ τὸν πέμψαντά με, ὃν ὑμεῖς ἀρνεῖσθε, ἅτε δὴ μὴ παραδεχόμενοι τὸν υἱὸν αὐτοῦ, ἀλλ’ ἐμμανῶς αὐτὸν ὑβρίζοντες· «ἀλλ’ οὐδέν μοι μέλει τῆς ὕβρεως ταύτης· ἐκείνῳ γὰρ εὐθυνας ὀφείλετε τῶν λεχθέντων, δι’ ὃν ταῦτα ἀκούω νῦν». «Ἀμὴν, ἁμὴν λέγω ὑμῖν, ἐὰν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα». Ἐν τοῖς λόγοις τούτοις τοῦ Κυρίου δύο τινὰ ἀξιοσημείωτα παρατηροῦνται τὸ μὲν ὁ τοῦ Χριστοῦ χαρακτὴρ, τὸ δὲ ὅτι ὁ τηρῶν τὸν λόγον αὐτοῦ, ὁ ἀγαπῶν αὐτὸν καὶ τρεφόμενος ἐξ αὐτοῦ «θάνατον οὐ μὴ θεωρήση εἰς τὸν αἰῶνα», τοῦτ’ ἔστι τὴν ἀληθῆ τοῦ θανάτου πικρίαν τὴν ἐκ τῆς θείας δικαιοσύνης προερχομένην οὐ γευθήσεται, ὡς ἔχων εἰρήνην πρὸς τὸν Θεὸν διὰ τοῦ Μονογενοῦς αὐτοῦ υἱοῦ. Αὐτὸς ὄψεται μὲν, ὥσπερ πάντες οἱ ἄνθρωποι, τὴν ὥραν τοῦ θανάτου· διότι «γῆ ἐστι καὶ εἰς γῆν ἀπελεύσεται», ἀλλ’ ὁ θάνατος ἔσται αὐτῷ ἀφωπλισμένος τοῦ κέντρου, τοῦ καθιστῶντας αὐτὸν οὕτω φοβερὸν, καὶ τοιοῦτος ὢν ἔσται ἀρχὴ νέας ὑπάρξεως, ἔσται τὸ πρῶτον βῆμα πρὸς τὴν ζωὴν ἐκείνην, ἐν ᾗ «οὐκ ἔσται ἔτι ὁ θάνατος, οὔτε πένθος, οὔτε κραυγὴ, οὔτε πόνος». Οἱ Ἰουδαῖοι ὅμως οἷς διελέγετο τότε ὁ Κύριος οὐδὲν εἶχον περὶ τῶν αἰωνίων αἴσθημα, δι’ οὗ καὶ μόνον ἅπασαι αἱ ἀλήθειαι δύνανται νὰ ἐννοηθῶσιν. Ἡ ἀπόκρισις αὐτῶν δηλοῖ τοῦτο ἀρκούντως.

52) «Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις· Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσεται θανάτου εἰς τὸν αἰῶνα.

53) Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανε καὶ οἱ προφῆται ἀπέθανον τίνα σεαυτὸν ποιεῖς;

54) Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτὸν ἡ δόξα μου οὐδέν ἐστι· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστι.

55) Καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν· καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλ’ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.

56) Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη» (ΙΩΑΝΝ. η´. 52–56).

§ 2. Ἡ περὶ τῆς ἐλεύσεως τοῦ υἱοῦ τοῦ Θεοῦ ἰδέα τῶν ἐπὶ τῶν ἡμερῶν τοῦ Χριστοῦ Ἰουδαίων ἦν λίαν διάφορος τῆς τοῦ πατρὸς αὐτῶν Ἀβραάμ. Ὁ Ἀβραὰμ ἠγαλλιάσατο σφόδρα λαβὼν τὴν ἐπαγγελίαν ταύτην, ὅτι «τὸ σπέρμα αὐτοῦ ἔσται ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ». Ὁ Ἀβραὰμ ἠγαλλιάσατο, ὅτε ἐδόθη αὐτῷ ἡ ἐπαγγελία αὕτη: «Καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναι σοῦ Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ». Ὁ Αβραὰμ ἠγαλλιάσατο, ὅτε χαροποιαὶ ἀγγελίαι ἀνηγγέλθησαν αὐτῷ, ὅτε αὐτὸς ὁ Θεὸς ἐκήρυξεν ὅτι «ἐνευλογηθήσονται ἐν τῷ σπέρματι αὐτοῦ πάντα τὰ ἔθνη τῆς γῆς». Καὶ ὁ Ἀβραὰμ, ὥσπερ «πολλοὶ προφῆται καὶ δίκαιοι», ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν τῆς ἐκπληρώσεως τῆς ἐπαγγελίας ταύτης καὶ «ἠρεύνα εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτῷ Πνεῦμα Χριστοῦ προσμαρτυρούμενον, τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας», καὶ μάλιστα εἶδεν αὐτὸν διὰ τῆς ἀποκαλύψεως τῆς ὑπὸ τοῦ Θεοῦ δοθείσης αὐτω. Καίτοι οὐκ εἶδε τὴν ἡμέραν, καθ’ ἣν ἐκ τοῦ κατὰ σάρκα σπέρματος αὐτοῦ ἔμελλε νὰ γεννηθῇ ὁ υἱὸς τοῦ Θεοῦ, εἰς ὃν αἱ ἐπαγγελίαι ἐγένοντο, καίτοι οὐκ ἤκουσε τὸν ὕμνον τῶν ἀγγέλων αἰνούντων τὸν Θεὸν καὶ λεγόντων, «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», καίτοι οὐκ ἐδέξατο αὐτὸν, ὥσπερ ὁ πρεσβύτης Συμεὼν εἰς τὰς γεραρὰς αὐτοῦ ἀγκάλας ἐν ψυχικῇ ἀγαλλιάσει εἰπών: «Νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα, κατὰ τὸ ρῆμα σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὅ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Σου Ισραὴλ», οὐχ ἧττον ὅμως καὶ αὐτὸς εἰδεν αὐτὸν διὰ τῆς πίστεως.

57) «Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτὸν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;

58) Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμί.

59) Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως» (ΙΩΑΝΝ. η´. 57–59).

§ 3. Ἐκ τῆς ἀποκρίσεως ταύτης τοῦ Κυρίου κατανοήσαντες οἱ Ἰουδαῖοι, ὅτι «ὁ Ἰησοῦς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ», ἔλαβον λίθους ἵνα λιθάσωσιν αὐτόν· διότι τοιαύτη ἦν ἡ ὑπὸ τοῦ νόμου ὡρισμένη τιμωρία κατ’ ἐκείνων, οἵτινες ἀπεδεικνύοντο τοιαύτης βλασφημίας ἔνοχοι. Καὶ ἐνταῦθα ἔτι μᾶλλον καταφωρᾶται ἡ πονηρὰ καὶ διεφθαρμένη τῆς καρδίας αὐτῶν φύσις. «Ὅτε μὲν ἤκουσαν, λέγει ὁ Χρυσόστομος, ὅτι οὐκ οἴδατε τὸν Θεὸν, οὐκ ἤλγησαν· ὅτε δὲ ἤκουσαν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι, ὡς τῆς εὐγενείας αὐτῶν ταπεινουμένης, ἠγρίαινον καὶ ἐλίθαζον, ἀλλ’ ἀπέφυγεν αὐτὴν κρύβεὶς ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν»· «οὔπω ἥκει ἡ ὥρα αὐτοῦ». Οὐκ ἦν αὐτοῖς «δεδομένον ἄνωθεν, οὐκ εἶχον ἐξουσίαν οὐδεμίαν κατ’ αὐτοῦ». Διότι «ἦν Θεὸς, ὅστις ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν».«Πρὶν Ἀβραὰμ γενέσθαι» ἦν, πρὸ τῆς τοῦ κόσμου κτίσεως ἦν, πρὸ πάντων τῶν αἰώνων ἦν.

§ 4. Ἡ βεβαιότης αὕτη τῆς ἀληθείας ταύτης ἐστὶν ἀρρήτου ἀξίας τοῖς πιστεύουσιν ὅτι «οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός». Αὕτη δίδωσι δύναμιν καὶ ὀντότητα πάσαις ταῖς πρὸσδοκίαις αὐτῶν, ὅπως ἔλθωσιν εἰς σωτηρίαν τῇ δυνάμει, τῇ βοηθείᾳ καὶ χάριτι Ἐκείνου, ὅστις ηὐδόκησεν ἵνα ἐν τῇ θείᾳ αὐτοῦ ὑποστάσει προσλάβῃ τὴν μορφὴν τῆς ἀνθρωπίνης φύσεως, τὰ συναισθήματα αὐτῆς ἐν ταῖς ἰδιότησι τῆς θείας αὐτοῦ μεγαλωσύνης καὶ δόξης. Τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ αἱ ἐπαγγελίαι ἐγένοντο, ἀλλ’ ὁ μέλλων ἵνα ἐκπληρώσῃ ταύτας, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἦν πρὸ πάντων τῶν αἰώνων καὶ ἐπαγγελλόμενος πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι ζωὴν τὴν αἰώνιον, ἐπαγγέλλεται ταύτην ὡς ὢν ἡ αὐτοζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων.

§ 5. Ἐὰν λοιπὸν καὶ ἡμεῖς κληρονόμοι ὦμεν τῆς πίστεως τοῦ Ἀβραὰμ, ἐὰν «ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας», πάντες ἀλαλάξωμεν θριαμβευτικῶς καὶ ψαλοῦμεν ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει μετὰ τοῦ προφήτου λέγοντες, «Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ’ ᾧ ἠλπίζομεν καὶ σώσει ἡμᾶς· οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ καὶ ἠγαλλιώμεθα καὶ ηὐφράνθημεν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. (Ἡσ. κε´ 9).

§ 6. Τοιοῦτός ἐστιν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, δι’ οὗ ἔχομεν ταύτας τὰς ἐπαγγελίας». Τοιαύτη «ἡ θεία δύναμις αὐτοῦ τὰ πρὸς τὴν ζωὴν καὶ εὐσέβειαν δεδωρημένη, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς». Εἰθε ἡ ἐπίγνωσις ἡμῶν αὕτη περὶ τοῦ μεγαλείου τῆς εὐεργεσίας φωτίσοι ἡμᾶς περὶ τῆς ἀφάτον τιμῆς καὶ τοῦ δώρου καὶ διαθείη ἡμᾶς, ὅπως μετὰ πολλοῦ τοῦ πόθου ζητῶμεν, «ἵνα καὶ ἡμεῖς αὐτοί σωτηρίας τύχωμεν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου», καὶ μὴ «εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δεχθῶμεν».

Ὀμιλία ΜΗ´. Θεραπεία τοῦ ἐκ γενετῆς τυφλοῦ

1) «Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.

2) Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ραββὶ, τίς ἥμαρτεν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;

3) ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·

4) Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.

5) Ὅταν ἐν τῷ κόσμῳ ᾦ φῶς εἰμι τοῦ κόσμου» (ΙΩΑΝΝ. θ´. 1–5).

§ 1. Οἱ μαθηταὶ τοῦ Ἰησοῦ εἴτε ἐνθυμούμενοι τοὺς λόγους, ὁ διδάσκαλος αὐτῶν εἶπεν εἰς τὸν ὑπ’ αὐτοῦ θεραπευθέντα παραλυτικὸν, «Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται», εἰτε ἐπιθυμοῦντες τὴν λύσιν τῶν λόγων τούτων τοῦ Ἰὼβ, «ἵνα τί δέδοται τῆς ἐν πικρίᾳ (ψυχῆς) φῶς, ζωὴ δὲ ταῖς ἐν οδύναις ψυχαῖς, αἱ ἱμείρονται θανάτου καὶ οὐ τυγχάνουσιν;» εἴτε θέλοντες ἵνα παραστήσωσι τὴν δόξαν τῶν Φαρισαίων, οἴτινες παρεδέχοντο, ὅτι ὁ τυφλὸς γεννηθεὶς ἔβλεπε μὲν τὸ πρῶτον, ἀλλ’ ἁμαρτὼν ἐν τῷ πρώτῳ αὑτοῦ σώματι ἐγεννήθη τὸ δεύτερον τυφλὸς πρὸς τιμωρίαν καὶ κάθαρσιν τῶν προτέρων αὐτοῦ ἁμαρτιῶν, ἠρώτησαν τὸν Ἰησοῦν λέγοντες: «Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»

§ 2. Ἀληθές ἐστιν ὅτι πᾶν κακὸν ἀπὸ τῆς ἁμαρτίας ἐπήγασε. «Διὰ τοῦτο ὥσπερ δι’ ἐνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον». Βλέποντες πολλάκις τὰς ὀδύνας τῆς ψυχῆς ἢ τοῦ σώματος, ἀμέσως κατανοοῦμέν ἐν αὐτοῖς τὰ ἀποτελέσματα τῆς ἁμαρτίας· ἀλλ’ ὁ Κύριος ἡμῶν διδάσκει ἡμᾶς ἐνταῦθα, ὅτι οὐδεμία ἀνάγκη ἵνα ἀποδίδωμεν πάντοτε τὰς ἰδίας ἡμῶν συμφορὰς εἰς τὰ ἴδια ἡμῶν ἁμαρτήματα. Καίτοι ἡ παντοδυναμία τοῦ Θεοῦ ἀείποτέ ἐστι γνωστὴ, οὐχὶ ὅμως καὶ αἱ βουλαὶ αὐτοῦ ἀποκαλύπτονται πάντοτε. Ἀλλ’ ἐνταῦθα ἡ εὔσπλαγχνος καὶ σοφὴ βουλὴ τοῦ Θεοῦ ἡλίου τηλαυγέστερον ἀποκαλύπτεται, «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ» ἐν τῷ ἀνθρώπῳ τούτῳ, καὶ ἀ ποδειχθῇ ἡ δύναμις τοῦ ὑπὸ τοῦ Θεοῦ ἀπεσταλμένου, τοῦ Υἱοῦ αὐτοῦ ἅμα καὶ Θεοῦ, ὅστις εὐδοκήσας ἀνέλαῦεν ἵνα ἀπαλλάξῃ τὸ ἀνθρώπινον γένος ἀπὸ τῆς πνευματικῆς καὶ ἀοράτου τυφλότητος. Τοιαύτη τις βουλὴ τοῦ Θεοῦ ἐν διαφόροις περιστάσεσι καὶ ἐν πολυαρίθμοις συμφοραῖς φανεροῦται ἐν τῷ κόσμῳ. Ταῦτα συμβαίνουσιν ἵνα φανερωθῶσιν αἱ θεῖαι ἰδιότητες, δι’ ὃ ὁ ἄνθρωπος ὀφείλει ἵνα αἰσθάνηται συμπάθειαν καὶ πλήρη αὐταπαρνήσεως ἀγάπην εἰς τὰ ἔργα τοῦ θεοῦ. Δείκνυσι δὲ τοῦτο βοηθῶν τοῖς ἐνδεέσι, καταπαύων τὰς θλίψεις αὐτῶν, ἀνακουφίζων τὰς λύπας «καὶ ὀρφανοὺς καὶ χήρας» ἐν τῇ θλίψει αὐτῶν ἐπισκεπτόμενος.

§ 3. Μακάριος! εἰ ἐκαστος ἐξ ἡμῶν ᾐσθάνετο καὶ ἐνήργει κατὰ τοὺς λόγους τούτους τοῦ Κυρίου Ἰησοῦ, «ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἔστί». Μικρὸς τῷ ὄντι χρόνος ἐδόθη ἡμῖν, ἵνα δείξωμεν τὴν πίστιν ἡμῶν, ἵνα ἴδωμεν ὁποῖός ἐστιν ὁ Κύριος καὶ Θεὸς, ὃν λατρεύομεν καὶ διὰ ποῖον κόσμον ἐπλάσθημεν, ὅπως ζῶμεν. Πόσον κατακριτέοι τοσοῦτοι ἄνθρωποι, οἵτινες νυκτὸς ἐπελθούσης διαλογίζονται, ὅπως τὰ πάντα διαπράξωσι διὰ ψευδῆ καὶ ἀπατεῶνα κόσμον ἐν ριπῇ ἐξαφανιζόμενον, καὶ οὐδὲν πράττουσι διὰ τὸν ἀτελεύτητον καὶ αἰώνιον ἐκεῖνον κόσμον!

6) «Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,

7) Καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων.

8) Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;

9) Ἄλλοι ἔλεγον, ὅτι οὗτός ἐστιν ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν· ἐκεῖνος ἐλεγεν, ὅτι ἐγώ εἰμι.

10) Ἔλεγον οὖν αὐτῷ, Πῶς οὖν ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;

11) Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς, καὶ εἰπέ μοι, ὑπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ, καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.

12) Εἰπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει οὐκ οἰδα» (ΙΩΑΝΝ. θ´. 6–12).

§ 4. Πάντῃ περιττὸν εἰπεῖν πρὸς τί ὁ θεάνθρωπος Ἰησοῦς ηὐδόκησεν ἵνα πτύσῃ χαμαὶ καὶ ποίησῃ πηλὸν καὶ ἐπιχρύσῃ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ οὐκ εἶπεν αὐτῷ παραυτίκα, ἀνάβλεψον, λάβε τὸ φῶς τῶν ὀφθαλμῶν σου; Ἐν τούτοις δυνάμεθα ἵνα ὑποθέσωμεν ὅτι ἡ ἐπιταγὴ «ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ», εἰς οὐδὲν ἄλλο ἀπέβλεπεν, εἰ μὴ ἵνα δοκιμάσῃ ἀφ’ ἐνὸς μὲν τὴν πίστιν αὐτοῦ, ἀφ’ ἑτέρου δὲ καὶ τὴν τῶν Ἰουδαίων ἐπιστομώσῃ ἀγνωμοσύνην. Παραπλησίαν ἐπιταγὴν ἐλαβε καὶ Νεεμὰν ὁ Σύρος. «Ἀπέστειλε πρὸς αὐτὸν Ἐλισσαιὲ ἄγγελον λέγων· Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ καὶ ἐπιστρέψει ἡ σὰρξ σού σοι», Γινώσκομεν τὸν λόγον τῆς ἐπιταγῆς ταύτης τοῦ Ἐλισσαιέ· ἐπεθύμει ἵνα δοκιμάσῃ τὴν πίστιν καὶ τὸν χαρακτῆρα τοῦ Σύρου. «Καὶ ἐθυμώθη Νεεμὰν, ἀλλὰ καταπεισθεὶς ὑπὸ τῶν δούλων αὐτοῦ κατέβη καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα Ἐλισσαιέ, καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ καὶ ἐκαθαρίσθη». Ὁ τυφλὸς ἠδύνατο βεβαίως ὡς ὁ Νεεμὰν εἰπεῖν πῶς τὸ ὕδωρ τοῦ Σιλωὰμ ἠδύνατο δοῦναι τὸ φῶς εἰς ἄνθρωπον τυφλὸν ἐκ γενετῆς; ἀλλ’ οὐδόλως οὕτως ἐσκέφθη· «οὐκ ἠπίστησεν, οὐδὲ ἀντεῖπεν, οὐδὲ ἐλογίσατο πρὸς σεαυτὸν τίποτε τοῦτό ἐστι; πηλὸν ἐχρῆν ἐπιθεῖναι; τοῦτο πηρῶσαι μᾶλλόν ἐστι· τίς οὕτως ἀνέβλεψέ ποτε; ἀλλ’ οὐδὲν τούτων ἐλογίσατο». Ὑπήκουσε λοιπὸν, ἡ δὲ ὑπακοὴ αὐτοῦ καὶ ἡ πίστις ἀντημείφθη· «ἦλθε βλέπων».

§ 5. Ὁποίαν λαμπρὰν καὶ ἐναργῆ ἀπόδειξιν βλεπομεν ἐνταῦθα τοῦ χαρακτῆρας καὶ τοῦ ἀποτελέσματος τῆς πίστεως! Ἠ πρόσκλησίς ἐστι καθολική: «οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ»· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς». Ἕνεκα τοῦ βάρους τῶν μόχθων τῆς παρούσης ζωῆς, τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ τοῦ φόβου τοῦ θανάτου προτρεπόμεθα ἵνα προσβλέπωμεν εἰς ὃν ὁ Θεὸς ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα ᾖ «ἄρχῶν καὶ λυτρωτής». Ἡ καρδία ἡμῶν ὡς ἡ τοῦ Νεεμὰν δύναται πολλαχῶς νὰ ἀντισταθῇ αὐτῷ διαλογιζομένη, «Οὐχὶ ἀγαθοὶ Ναεβανὰ καὶ Φαρφὰρ, ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι;» Οὕτω διελογίζετο ὁ Νεεμὰν καὶ συμφώνως τῷ λογισμῷ τούτῳ δύναταί τις εἰπεῖν: Πῶς ἡ θεία φύσις δύναται νὰ ἐνωθῇ τῇ τοῦ ἀνθρώπου; Πῶς ὁ Θεὸς δύναται ὑποταγῆναι πάθεσι! Πῶς τὰ πάθη ἐνὸς ἀνθρώπου δύνανται νὰ ἐξιλεώσωσι τὰς ἁμαρτίας ἐτέρου; Πῶς ἡ πίστις τοῦ ἱλασμοῦ τούτου δύναται νὰ νικήσῃ τὴν πονηρὰν τῆς καρδίας ροπὴν ἢ πῶς νὰ ἀνακαινίσῃ τὸν νοῦν τοῦ ἀνθρώπου. Ἴσως ὑπάρχουσιν ἄνθρωποι οὕτω διαλογιζόμενοι, ἀπορρίπτοντες δὲ τὸν λόγον τῆς ζωῆς καὶ τὴν ἐπαγγελίαν τῆς σωτηρίας· ἀλλ’ ὡς ὁ βυθισθεὶς ἐν τῷ Ἰορδάνῃ ἀπηλλάγη τῆς λέπρας αὐτοῦ, ὡς ὁ πορευθεὶς εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ τυφλὸς ἐπαφῆκεν ἐκεῖ τὴν τυφλότητα αὐτοῦ «καὶ ἦλθε βλέπων», οὕτω καὶ ἡ σωτηρία ἔσται πᾶσι τοῖς εἰλικρινῶς πιστεύουσι τὸν Σωτῆρα καὶ κατὰ τὰς ἐντολὰς καὶ τὰ παραγγέλματα αὐτοῦ διάγουσι. «Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ σωθήση»· Λοῦσαι τὰς ἁμαρτίας σου ἐν τῷ αἵματι τοῦ ἐσταυρωμένου καὶ ἕξεις τὰς εὐλογίας τοῦ Θεοῦ. Τὸ ἀποτέλεσμα τῆς πίστεώς σου ἔσται σοι, ὡς τῷ τυφλῷ, ὁρατόν. Ἡ παραμυθία καὶ ἡ ἀγαλλίασις διαδέχεται τὴν ψυχικὴν ἀγωνίαν· ἡ εἰρήνη ὑπάρχει, ὅπου ὑπῆρχε θόρυβος. Ἡ καρδία ἡ τοῖς ἐγκοσμίοις προσκείμενη προσηλοῦται καὶ ἀφοσιοῦται τοῖς οὐρανίοις· ὁ καλούμενος ἐπὶ τῆς γῆς Ἰησοῦς καλεῖ με, ἵνα πιστεύσω αὐτῷ, ὅπως εὕρω ἀνάπαυσιν τῇ ψυχῇ μου· ἐδεήθην αὐτοῦ ἵνα εἰρήνην μοι δῷ καὶ ἀπήλαυσα αὐτῆς· παρεκάλεσα αὐτὸν νὰ με ἐνισχύσῃ, ὅπως ἀντιστῶ τοῖς πειρασμοῖς, καὶ με ἐνίσχυσε. Πάντες οἱ ἅγιοι ἄνδρες πεῖραν τούτων ἔλαβον καὶ πάντες δύνανται λαβεῖν, ἀλλὰ φεῦ! οἱ πλεῖστοι ἀντὶ νὰ ἡγῶνται πάντα «ζημίαν ἵνα Χριστὸν κερδήσωσι», τοὐναντίον φεύγουσιν αὐτῷ· φεύγουσι δὲ οὐχὶ τόπῳ, διότι πανταχοῦ παρών ἐστιν, ἀλλὰ τοῖς ἔργοις· σφόδρα φεύγουσιν οὗτοι τὸν Χριστὸν καίπερ ἀεὶ διώκοντα αὐτοὺς. «Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος». Καἰ τοῦτο ἆρά γε οὐκ ἔστιν ἄξιον μυρίων δακρύων καὶ θρήνων; Ποῦ φεύγεις Χριστιανὲ τὸν Χριστὸν, τὴν ζωὴν, τὸ φῶς, καὶ τὴν σωτηρίαν τὴν σήν; Ἂν φύγῃς τὸν Χριστὸν πρὸς τίνα πορευθήσῃ, ἵνα ἀκούσῃ, ρήματα ζωῆς αἰωνίου, ρήματα παραμυθίας καὶ ἀγάπης μεστά; Ἂν φύγῃς τὴν ζωὴν πόθεν μέλλεις ζῆν; Ἂν φύγῃς τὸ φῶς, ποῦ διαβλέψεις ἐν τῷ σκότει; φεῦγε τὸν ἐχθρὸν τῆς σωτηρίας σου· ἁμαρτάνων δὲ μὴ φεῦγε τὸν Θεὸν τῆς σωτηρίας σου· μὴ δραπέτευε καὶ μὴ ἀπέρχου εἰς ἀλλοτρίαν γῆν, ὥσπερ ὁ ἄσωτος υἱὸς ὁ καταφαγὼν τὴν πατρικὴν οὐσίαν καὶ ἀπελθὼν εἰς ξένην γῆν ἔζη λιμώττων· ἀλλὰ λέγε μᾶλλον μετὰ τοῦ Πέτρου: «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; σὺ ρήματα ζωῆς αἰωνίου ἔχεις»· ἐπάκουσον ὡς ὁ τυφλὸς τοῖς προστάγμασι τοῦ Ἰησοῦ καὶ ἕξεις τὸ φῶς τῆς σωτηρίας σου.

§ 6. «Εἶπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος;» Εἰς τὴν ἐρώτησιν ταύτην ἔχομεν ἀπόκρισιν ἀληθῆ καὶ βεβαίαν· «κάθηται διὰ παντὸς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν». «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν».

Ὀμιλία ΜΘ´. Οἱ Φαρισαῖοι ἀνακρίνουσι τὸν ἀναβλέψαντα τυφλὸν

13) «Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.

14) Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς·

15) Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν· ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω.

16) Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινὲς, οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ· ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς.

17) Λέγουσι τῷ τυφλῷ πάλιν, Σὺ τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν» (ΙΩΑΝΝ. θ´. 13–17).

§ 1. Ἡ προκατάληψις, ὁ φθόνος καὶ ἡ ἔχθρα, οἷα πρὸς τὸν Ἰησοῦν οἱ Φαρισαῖοι ᾐσθάνοντο, ἦσαν πάντοτε ἐκ προμελέτης. Διὰ δὴ τοῦτο τὰ μᾶλλον ἀθωότερα καὶ ἀγνότερα αἰσθήματα διαστρέφονται καὶ αἱ μᾶλλον ἀξιέπαινοι πράξεις κακῶς ἐξηγοῦνται. Βλέπομεν ἐνταῦθα πνεῦμα ἐναντίον τῇ ἀγάπῃ ἐκείνῃ, ἥτις κατὰ τὸν Ἀπόστολον ἀποτελεῖ τὸν χριστιανικὸν χαρακτῆρα· «ἡ ἀγάπη πάντα στέγει»· ἡ πρόληψις μεγαλοποιεῖ τὰ πάντα, «ἡ ἀγάπη οὐ λογίζεται τὸ κακὸν», ἡ πρόληψις καὶ ὁ φθόνος οὐ παραδέχεται τὸ καλὸν, «ἡ ἀγάπη οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ», ἡ πρόληψις καὶ ὁ φθόνος θορυβεῖται ἐπὶ τῇ ἀληθείᾳ καὶ χαίρει πάντοτε προσάπτουσα κατηγορίαν, πρὸς ὁ τρέφει ἀντιπάθειαν, ἔστω καὶ ἂν ἡ ἀδικία, ἧς κρίνεταί τις ἔνοχος, προέρχηται ἐξ ἀνθρωπίνης. ἀσθενείας, ἢ ἀπλῶς ἐκ συκοφαντίας.

§ 2. Ἰδοὺ ὁπόθεν τινές τῶν Φαρισαίων ἔλεγον τῷ τυφλῷ «οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ». Ὅθεν ἐζήτουν πολλάκις ἵνα διαστρέφωσι τὰ θαύματα τὰ μαρτυροῦντα αὐτόν. Ἡ εὐσπλαγχνία αὐτοῦ ἐδείχθη τὴν ἡμέραν τοῦ Σαββάτου, ἄρα «οὐκ ἔστι παρὰ τοῦ Θεοῦ». Ἡ ἑκουσία αὐτῶν κακία ἐκώλυεν αὐτοὺς ἵνα ἴδωσιν ὅτι ἡ πρώτη καὶ κυρία ἔνδειξις, δι’ ἧς ὁ προσδοκώμενος Μεσσίας ἔμελλε γενέσθαι γνωστὸς, ἦν ὅτι ἐδίδου τὸ φῶς εἰς τοὺς τυφλούς· «ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία», ὥστε «βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐκ ἤκουον».

§ 3. Εἰ ἡ ἀντίστασις αὐτῶν ἦν εἰλικρινὴς καὶ ἐθεμελιοῦτο ἐπὶ ἀληθοῦς αἰσθήματος σεβασμοῦ πρὸς τὴν ἡμέραν, ἣν ἡγίασεν ὁ Θεὸς, θὰ εὕρισκον ἀπόδειξιν ἁπλῆν καὶ σαφῆ δυναμένην ἵνα ἄρῃ ἀπ’ αὐτῶν καὶ τὴν ἐλαχίστην ἀμφιβολίαν. «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Τὸ θαῦμα τοῦτο ἦν οὕτω φανερὸν, ὥστε ἤρκει ἔκτοτε πεῖσαι τὸν ἄνθρωπον, οῦ τοὺς ὀφθαλμοὺς ᾐνέωξεν ὁ Κύριος. Ἐρωτηθεὶς δὲ πάλιν ὑπὸ τῶν Φαρισαίων «Σὺ τί λέγεις περὶ αὐτοῦ ὅτι ᾔνοιξέ σου τοὺς ὀφθαλμοὺς; εἶπεν, ὅτι προφήτης ἐστὶ» δηλαδὴ εἰς τῶν ὑπὸ τοῦ Θεοῦ ἀπεσταλμένων, ἵνα διδάξωσι καὶ παραμυθήσωνται τὸν λαὸν αὐτοῦ. Ὁ ἄνθρωπος οὗτος οὔπω ἐγίνωσκεν ὅτι ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἦν μείζων προφήτου, ἀλλ’ ἐβεβαίου ἀποχρώντως ὅτι τοιαύτη δύναμις καὶ εὐσπλαγχνία ἀπέρρεον ἐκ πηγῆς θείας. Ἐντεῦθεν ἄρα ἡ τῶν Φαρισαίων καταδίκη προὔκοψεν. Εἰ εἶχον λόγον τινὰ, δι’ ὃν ἐνδοιάζειν ἠδύναντο περὶ τῆς θείας ἀποστολῆς τοῦ Κυρίου, ἀνεύθυνοι θὰ ἦσαν ἀποβάλλοντες αὐτὸν, ἀλλ’ οὐδεμίαν τοιαύτην πρόφασιν εἶχον· ἄρα ἡ ἁμαρτία μένει ἐπ’ αὐτοῖς. Ἁμαρτία ἑκουσία καὶ δὴ ἀσύγγνωστος ἦν αὐτοῖς· «οὐκ ἐπίστευον τῇ ἀληθείᾳ» καὶ ὁ εἰπὼν αὐτοῖς τὴν ἀλήθειαν μισητὸς αὐτοῖς ἐγένετο. Προσέχωμεν λοιπὸν πάντες εἰς τὰς συνήθεις προλήψεις, αἵτινές εἰσι συνέπεια ἀγωγῆς ἠμελημένης, καὶ εἰς τὰς δοξασίας τὰς παρὰ τῶν περιστοιχούντων ἡμᾶς εἰλημμένας, ἵνα παρακωλύσωμεν ταύτας, ὥστε νὰ μὴ ἐπικρατήσωσι τῆς ἀπλότητος καὶ τῆς ἀληθείας τοῦ εὐαγγελίου καὶ μὴ ἰσχύσωσι κρῦψαι ἀπ’ αὐτοῦ τὸ αἴσθημα τῆς τοῦ ἀνθρώπου ἐνοχῆς καὶ τῆς ἱλαστηρίου τοῦ Χριστοῦ εὐσπλαγχνίας.

18) «Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.

19) Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει;

20) Ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπον οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη.

21) Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε αὐτὸς περὶ αὐτοῦ λαλήσει.

22) Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν ἀποσυνάγωγος γένηται.

23) Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει αὐτὸν ἐπερωτήσατε.

24) Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον, ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.

25) Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.

26) Εἶπον δὲ αὐτῷ πάλιν τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμοὺς;

27) Ἀπεκρίθη αὐτοῖς εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;

28) Ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον Σὺ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.

29) Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός·τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.

30) Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.

31) Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.

32) Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.

33) Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

34) Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω» (ΙΩΑΝΝ. θ´. 18–34).

§ 4. Ἦν ἄρα κίνδυνος τότε, ἵνα τολμήσῃ τις νὰ πιστεύσῃ τῷ Ἰησοῦ, ἀλλ’ ὁ τυφλὸς οὗτος, καίτοι ἦν τυφλὸς, ἐπροικίσθη ὅμως ὑπό τοῦ Θεοῦ ὑπὸ ἂλλων οὐσιωδεστάτων προτερημάτων ἀντὶ τῶν ὀφθαλμῶν, ὧν ἐστερεῖτο· οἱ ὀφθαλμοὶ τοῦ νοὸς αὐτοῦ ἦσαν ἠνεῳγμένοι καίτοι οἱ τοῦ σώματος ἦσαν κεκλεισμένοι. Ἐγίγνωσκεν ὅτι αἱ Γραφαὶ ἔλεγον ὅτι «ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει», οἱ δὲ λόγοι τοῦ Δαβὶδ οὐδόλως ἐκηρύττοντο ἐπὶ ματαίῳ, «ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ; μου, μὴ εἰσακουσάτω Κύριος». Ἐγίνωσκε προσέτι ὁ ὑπὸ τῶν Φαρισαίων λοιδορούμενος, ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν». Διὰ δὴ τοῦτο οὕτω σαφῆ ἀλήθειαν οὐκ ἠδύνατο παριδεῖν, ὅτι «εἰμὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν». Ἀλλ’ εἰκότως ἐλέχθη ἤδη ὅτι πάντῃ ἀνωφελές ἐστιν ὅπως ποιήσηταί τις παρατήρησιν εἰς ἀνθρώπους μὴ στέργοντας, «τί πάλιν θέλετε ἀκούειν, μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;» Καίτοι λαμπρὸς καὶ περιφανὴς ἦν ὁ συλλογισμὸς οὗτος, καίτοι φανερὸν ἦν τὸ θαῦμα, οὐκ ἤθελον ὅμως ἵνα γένωνται μαθηταὶ αὐτοῦ. Δι’ ὅ οὐδαμῶς ἀπεκρίθησαν εἰς οὕτω πειστικὰ καὶ ἀκαταμάχητα τοῦ τυφλοῦ ἐπιχειρήματα, ἀλλ’ ἐλοιδόρησαν καὶ κατεδίωξαν αὐτὸν λέγοντες, «ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς;» Ἡ δυστυχία σου σέ ἀποδεικνύει ὅτι κατηραμένας εἶ παρὰ Θεοῦ ἐκ γενετῆς, «σὺ διδάσκεις ἡμᾶς;» Σὺ ὁ ἄθλιος, ὁ ἀμαθὴς τολμᾷς νὰ διδάσκῃς ἡμᾶς τοὺς διδασκάλους τοῦ Ἰσραὴλ, τοὺς σοφοὺς, καὶ οὐκ αἰσχύνεσαι; Ἔξελθε ἐντεῦθεν· ἐξέβαλον αὐτὸν ἐξω.

§ 5. Οἱ ἀγαπῶντες τὸ σκότος μᾶλλον τοῦ φωτὸς τὰ πάντα μετέρχονται καὶ μηχανῶνται ὅπως κρατῶσιν ἐν τῷ σκότει πάντας τοὺς ὑπακούοντας αὐτοῖς. Ἐπίσης οἱ Φαρισαῖοι ἐκβάλλουσι τῆς συναγωγῆς τὸν ἄνθρωπον τοῦτον, εἰς τὸν συλλογισμὸν τοῦ ὁποίου οὐδὲν εἴχον νὰ ἀντιτάξωσιν, οὐδὲν καὶ ἀντείπωσί τι ἐτόλμησαν. Εἰμὴ ἐβοηθεῖτο ἔνδοθεν ὑπὸ ἐμπνεύσεως Πνεύματος ἁγίου χορηγοῦντος αὐτῷ δύναμιν τοῦ ἀγαπᾶν τοὺς παρὰ τοῦ Θεοῦ ἐπαίνους μᾶλλον ἢ τοὺς τῶν ἀνθρώπων, οὐδόλως θὰ ἐτόλμα νὰ ἀντιστῇ εἰς τὰς τῶν Φαρισαίων δοξασίας καὶ ἀπειλάς. Συνῃσθάνετο τὴν παρρησίαν, ἥν παρεῖχεν αὐτῷ ἡ περίστασις αὕτη, αἴσθημα ἐλευθερίας ἀπεριορίστου. Ὁ τὴν πρωίαν δυστυχὴς καὶ ἐπαίτης ἔβλεπεν ἑαυτὸν τότε ὑψηλότερον τῶν κυβερνητῶν τῆς χώρας, τῶν ἀρχόντων τοῦ λαοῦ καὶ τῶν διδασκάλων τοῦ ἱεροῦ. Σκέπτεται, πράττει κατὰ τὸ λογικὸν καὶ τὴν συνείδησιν αὐτοῦ, ὅπερ οὔτε ὁ Ἡρώδης, οὔτε ὁ Πιλᾶτος ἐτόλμησαν νά πράξωσι. Κηρύττει ἐν πλήρει πεποιθήσει τῆς ψυχῆς, ὡς εἰς ἐξ ἐκείνων, περὶ ὧν ὁ ἀπόστολος Παῦλος λέγει· «τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα τοὐς σοφούς καταισχύνῃ· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνη τὰ ἰσχυρά».«Καὶ ὅτι ἀπέκρυψε ταῦτα ἀπὸ σαφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψεν αὐτὰ νηπίοις».

§ 6. Τοιαύτη ἡ εὐστάθεια καὶ τὸ ἀκαταγώνιστον τοῦ τυφλοῦ ὑπὲρ τῆς ἀληθείας θάρρος· καὶ διὰ λόγων καὶ δι’ ἔργων κατέδειξεν ὅτι ὁ Ἰησοῦς ἐστιν οὐχὶ ἄνθρώπος, ἀλλά τις μείζων ἀνθρώπου. Τοιαύτη ἡ ἀναίδεια, τὸ μῖσος καὶ ὁ φθόνος τῶν ἀρχόντων τοῦ Ἰσραηλιτικοῦ λαοῦ. Ἡ ἀλήθεια ἡ ἐν τῷ τυφλῷ ἐνοικοῦσα ἠγωνίσατο κατὰ τοῦ φθόνου, τοῦ μίσους καὶ τῆς ὑπερηφανίας, ἅτινα ἦσαν στοιχεῖα ἀπαρτίζοντα τὴν ζύμην τῶν Φαρισαίων, ἀλλὰ μετὰ δεινὸν ἀγῶνα ἐπιλάμψασα ὑπερίσχυσε καὶ κατηγωνίσατο τῶν ἑαυτῶν ἀντιπάλων, διότι καὶ ἀνθρωπίνως γνωστὸν ὅτι εἰς κέντρα λακτίζει ὁ πολεμῶν τὴν ἀλήθειαν, ὁ δὲ Κύριος ρητῶς λέγει τοῖς ἑαυτοῦ μαθηταῖς, «ἡ ἀλήθεια ἐλευθερώσει αὐτούς» «Πᾶς γὰρ ὁ φαῦλα πράσσων», ὁ ψεύστης, ὁ πονηρὸς καὶ ἐν γένει ὁ κακὸς «μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ αὐτοῦ τὰ ἔργα· «ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα». Συμφώνως τῷ Κυρίῳ ἡμῶν καὶ ὁ Ἀπόστολος αὐτοῦ οὗτως ἀποφαίνεται, «ἡ ἀγάπη τῆς ἀληθείας σώζει τὸν ἄνθρωπον». Οὕτω καὶ ὁ ἐπιστὴθιος καὶ ἠγαπημένος τοῦ Κυρίου μαθητὴς οὐδεμίαν ἄλλην χαρὰν μείζονα ᾐσθάνετο, ἢ τὸ περιπατεῖν τοὺς Χριστιανοὺς, τὰ τέκνα αὐτοῦ, ἐν τῇ ἀληθείᾳ. «Μειζοτέραν τούτων, λέγει, οὐκ ἔχω χαρὰν, ἵνα ἀκούσω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα».

§ 7. Ταύτην λοιπὸν καὶ ἡμεῖς τὴν ἀλήθειαν ζηλώσωμεν καὶ ὑπὲρ αὐτῆς ὑπερμαχήσωμεν, καὶ «Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ ἡμῶν», «ἀποφθεγγώμεθα καὶ ἡμεῖς ἀληθείας καὶ σωφροσύνης ρήματα» «λαλῶμεν ἀλήθειαν ἔκαστος μετὰ τοῦ πλησίον αὐτοῦ» καὶ μὴ μεταλλάττωμεν αὐτὴν ἐν τῷ ψεύδει», ἵνα μὴ ἀκούσωμεν καὶ ἡμεῖς τὴν οὕτω φοβερὰν καὶ δικαίαν τοῦ Κυρίου ἡμῶν φωνὴν, «Ὑμεῖς ἐκ Πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ύμών θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν· ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ».

Ὀμιλία Ν´. Τὸ αὔθαδες καὶ ἀλαζονικὸν πνεῦμα τῶν Φασαίων

35) Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ,

36) Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε. Τίς ἐστι Κύριε ἵνα πιστεύσω εἰς αὐτόν.

37) Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.

38) Ὁ δὲ ἔφη. Πιστεύω, Κύριε, καὶ προσεκύνησεν αὐτῷ» (ΙΩΑΝΝ. θ´. 35–38).

§ 1. Ὁ δυστυχὴς οὗτος ἄνθρωπος ἅμα δὲ καὶ θαρραλέος τῆς ἀληθείας πρόμαχος, στερηθεὶς τῆς τῶν πατριωτῶν αὐτοῦ εὐνοιας μεγάλης ἀμοιβῆς παρὰ τοῦ Ἰησοῦ Χριστοῦ εὐμοίρησεν. Ἐξεβλήθη ἐκ τοῦ ἱεροῦ, εὗρε τὸν δεσπότην τοῦ ἱεροῦ, ἀπηλλάγη τοῦ πονηροῦ καὶ διεφθαρμένου τῶν Φαρισαίων συνεδρίου, ἠτιμάσθη παρὰ τῶν ἀτιμασάντων τὸν Χριστὸν, ἀλλ’ ἐτιμήθη παρὰ τοῦ δεσπότου τῶν ἀγγέλων· τοιαῦτα τῆς ἀληθείας τὰ ἐπαθλα. Ὁ Ἰησοῦς οὔτε ἠμέλησεν, οὔτε ἐπελάθετο, οὐδὲ ἀφῆκεν αὐτὸν ἄνευ παραμυθίας· ζητήσας εὗρεν αὐτὸν καὶ ἐφανερώθη ὡς υἱὸς τοῦ Θεοῦ τῆς δυνάμεως τοῦ ὁποίου ἔλαβεν οὗτος ἀναμφισβητὴτους ἀποδείξεις.

§ 2. Οὐδεὶς λόγος προλήψεως ἦν τῷ δυστυχεῖ τούτῳ σκιάζων τὸν νοῦν αὐτοῦ, οὐδὲ νέφος τῶν τοῦ κόσμου ἠγέρθη κρῦπτον τὴν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἀπαστράπτουσαν αἴγλην· ἀλλ’ ἐκραξεν εὐθὺς, «Πιστεύω, Κύριε, καὶ προσεχύνησεν αὐτῷ». Βλέπομεν ἐνταῦθα ὅτι ὁ ἀγαπητός ἡμῖν Κύριος μετὰ πολλῆς τῆς προσοχῆς, μετὰ ὀξέος καὶ διορατικοῦ βλέμματος παρετὴρει τὰς περιπετείας, ἐν αἷς εὑρίσκετο ὁ λαός αὐτοῦ. Ὁ ἄνθρωπος οὗτος τολμήσας νὰ ὀμολογήσῃ ὅτι ὁ Ἰησοῦς ἦν ὁ Χριστὸς, τὰ πάντα διεκύβευσε, τῶν πάντῶν ἐστερήθη! Ἀλλὰ τί ἦσαν ταῦτα παραβαλλόμενα πρὸς τὴν εὔνοιαν καὶ ἀγάπην τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ, ὧν οὗτος ἀπήλαυσε; Δυνάμεθα λοιπὸν μετὰ πλείστης τῆς βεβαιότητας εἰπεῖν ὅτι πολλά ἀπήλαυσε μάλιστα «ἐν τῷ ἐνεστῶτι αἰῶνι». Πολλοὶ τῶν Χριστιανῶν, ἄλλως εἰλικρινεῖς καὶ ἄδολοι μεμψιμοιροῦσιν ὅτι περιπατοῦσιν ἔτι ἐν τῷ σκότει, στερούμενοι τοῦ φωτὸς καὶ τῶν παραμυθιῶν, ὧν πολλοὶ ἄλλοι παρὰ τοῦ Κυρίου ἀπολαύουσιν, ἀλλὰ μαθέτωσαν ἐκ τοῦ παραδείγματος τούτου, ὅτι ἐκεῖνος, εἰς ὃν πιστεύουσι καὶ ᾧ λατρεύουσι, προνοεῖ περὶ αὐτῶν, καὶ ὅτι, ἐάν ποτε ἡ θέσις αὐτῶν ἀπαιτῇ τοῦτο, εὑρήσει αὐτοὺς καὶ φανερὸς γενήσεται αὐτοῖς. Δίδει δὲ ἀγαθά οὐχὶ ὡς ὁ κόσμος καὶ ὅταν ὁ κόσμος μὴ δίδῃ· «ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με».

§ 3. Ἐν τούτοις αἱ ἀλήθειαι αὗται ἐπενεργοῦσιν ἐπὶ τοῦ πνεύματος τῶν ἀνθρώπων, διὰ δὴ τοῦτο ὁ Ἰησοῦς παραβαλὼν τὴν πρὸς αὐτὸν ταπεινὴν στάσιν τοῦ τυφλοῦ καὶ τὴν τῶν Φαρισαίων κακεντρέχειαν καὶ σκληροκαρδίαν ἐπάγεται ταῦτα:

39) «Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.

40) Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ, καὶ εἰπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;

41) Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, ουχ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει (ΙΩΑΝΝ. θ´. 39–41).

§ 4. Τὸ ἀποτέλεσμα τῆς πνευματικῆς διδασκαλίας ἐστὶ πανταχοῦ καὶ πάντοτε τὸ αὐτό. Αὕτη καταδείκνυσιν ἡμῖν τὸν χαρακτῆρα τοῦ ἀνθρώπου ἀποκαλύπτουσα τὸ ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπάρχον. Ὁ θεῖος ἀπόστολος λέγει: «Γῆ ἡ πιοῦσα τὸν ἐπ’ αύτοῖς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εἔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν». Καὶ ἐνταῦθα οἱ λόγοι τοῦ Ἰησοῦ καταδεικνύουσι τὴν ἰσχυρογνωμοσύνην τῶν ἀκροατῶν αὐτοῦ Φαρισαίων. Τὰ παράπονα αὐτῶν καταδηλοῦσι σαφέστατα τὴν πρὸς τὸν λόγον τοῦ Θεοῦ ὀλιγωρίαν αὐτῶν καὶ αἱ διδασκαλίαι αὐτῶν τὴν φιλαυτίαν καὶ τὸν ἐγωϊσμὸν αὐτῶν. «Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;» Ἡμεῖς «οἱ ἐπαναπαυόμενοι τῷ νόμῳ καὶ καυχώμενοι ἐν τῷ Θεῷ» χρῄζομεν τῆς σῆς διδασκαλίας;

§ 5. Τότε ἐξηγήσατο αὐτοῖς τὴν σπουδαίαν ταύτην ἀλήθειαν, ὅτι ἡ ἀγνωσία πολλῶν μὴ ἀξιωθέντων τῆς διδασκαλίας αὐτοῦ, ἐστὶ μᾶλλον συγγνωστέα παρὰ τῷ Θεῷ τῆς ὑπερηφανίας πάντων ἐκείνων, οἵτινες εὐδοξοῦντές εἰσι «πλούσιοι καὶ πεπλουτὴκασι καὶ οὐδενὸς χρείαν ἔχουσι». Πολλοὶ δῆλον ὅτι οὕτω πτωχοὶ καὶ ἀμαθεῖς, ἀλλὰ ἀπλοῖ καὶ ταπεινόφρονες εὐκόλως ἐξάγουσιν ἁρμόδια συμπεράσματα περὶ ἀληθείας τινὸς, ἐν ᾧ ἐκεῖνοι, ὧν ἡ καρδία ἐπιθυμεῖ ἀδιαλείπτως τὸ ἑαυτῆς συμφέρον καὶ οἵτινές εἰσιν ἀλαζόνες καὶ ὑπερήφανοι οὐδέποτε δύνανται «εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», ἀλλὰ μᾶλλον μένουσι τυφλοὶ καὶ πεπωρωμένοι ἀναισθητοῦντες εἰς πᾶσαν πρὸς αὐτοὺς κηρυττομένην ἀλήθειαν. «Νῦν λέγετε, ὅτι βλέπομεν, ἡ οὖν ἁμαρτία ὑμῶν μένει».

§ 6. Σκεφθῶμεν λοιπὸν ὀποῖόν ἐστι τὸ πνεῦμα ἡμῶν, ὁποία ἡ κατάστασις τῆς καρδίας ἡμῶν, ἥτις εὑρίσκεται οὕτω καταδεδικασμένη. Ἡ κατάστασις αὕτη καταφαίνεται ἐν τῷ Φαρισαίῳ τῷ εἰπόντι περὶ ἑαυτοῦ: «Ὁ Θεὸς εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων»· καταφαίνεται ἐν τοῖς λόγοις τῶν Φαρισαίων λεγόντων. «Ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι»· καταφαίνεται ἐν τοῖς λόγοις αὐτῶν τοῖς πρὸ μικροῦ πρὸς τὸν τυφλὸν ἀπευθυνθεῖσιν, «ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς;» Οἱ ἄνθρωποι οὗτοι εἶχον πεποίθησιν ἐν ἑαυτοῖς καὶ ἐπίστευον «ὁδηγοὶ εἶναι τυφλῶν καὶ παιδευταὶ ἀφρόνων», καὶ οὐκ ἐγίνωσκον, ὅτι εἰσὶ δοῦλοι τῶν παθῶν αὐτῶν, «ὁδηγοὶ τυφλοί»· ἐθεώρουν ἑαυτοὺς σπουδαίους, ὅτε τῷ ὄντι «βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐ συνίεσαν».

§ 7. Ἐν τῇ λέξει «βλέπομεν» ἀποκαλύπτομεν αἴσθημα ἀλαζονείας καὶ ἀπονοίας, ὅπερ ἀντίκειται τῷ πνεύματι τῆς ταπεινώσεως δι’ οὗ ἡ σωτηρία τοῖς ἀνθρώποις προσγίνεται. Οὐδέποτε τὸ πνεῦμα τοῦτο καυχᾶται καὶ φαντάζεται ὅτι ἐδιδάχθη καὶ ἔπραξε πολλά. Ὅἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν». Ἐν τῇ διεξαγωγῇ τῶν ὑποθέσεων αὐτῶν ἐρευνῶσι πάντοτε καὶ λέγουσι πρὸς ἑαυτούς «τίς δείξει ἡμῖν τὰ ἀγαθά;» τίς ἀποκαλύψει ἡμῖν νέαν ἡδονὴν καὶ κέρδος; Ὡσαύτως δὲ, ἀλλ’ ἐν ἀντιθέσει πρὸς αὐτοὺς, τὰ τέκνα τοῦ Θεοῦ διηνεκῶς ἀγωνίζονται ἵνα ὦσι σύμμορφα τῷ θελήματι τοῦ Θεοῦ. Οὗτοι οὐδόλως πιστεύουσιν εἰκῇ καὶ ὡς ἔτυχεν εἰς πάντα διδάσκαλον· ὁ Ἰησοῦς οὐδόλως ἀπαιτεῖ τοῦτο. «Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον». Διαφέρει τὸ πιστεύειν εἰς πάντα διδάσκαλον τοῦ «δοκιμάζειν τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστι».

§ 8. Οἱ Ἰουδαῖοι ἠρνοῦντο νὰ δοκιμάσωσι τὸ πνεῦμα, μεθ’ οὗ ἤρχετο ὁ Ἰησοῦς· οὕτω καὶ πολλοὶ οὐδόλως θέλουσι νὰ παραδεχθῶσι παρατήρησίν τινα ἵνα μὴ ἐλεγχθῶσιν ἐπὶ πλάνῃ περὶ ἁμαρτὴματος. Τὸν ἀληθῆ προφήτην ἠρνήθη νὰ ἀκούσῃ ὁ Ἀχαάβ· οὕτω καὶ πολλοὶ ἀπορρίπτουσι βιβλίον ἢ ἀρνοῦνται, ὅπως ἐπιστήσωσι τὴν προσοχὴν αὐτῶν ἐν αὐτῷ, διότι «οὐ λαλεῖ περὶ αὐτῶν καλὰ», ὅθεν ὁ δοθεὶς ἡμῖν κανών ἐστιν ὁ τοῦ ἀποστόλου: «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε». Οὐκ ἔστιν ἀληθὲς ὅτι ἄδικοί ἐσμεν, διότι ἄλλοι ὑποθέτουσι τοῦτο· ἐπίσης οὐκ ἔστιν ἀληθὲς ὅτι ἔχομεν δίκαιον, διότι ἡμεῖς αὐτοί ἐσμεν περὶ τούτου πεπεισμένοι. «Ἐμοὶ», λέγει ὁ Παῦλος, «εἰς ἐλάχιστόν ἐστι ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλὰ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῳ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν»· ὥστε «πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι ἔστω, καὶ βραδὺς εἰς τὸ λαλῆσαι»· βραδύς εἰς τὸ λαλῆσαι περὶ ἑαυτοῦ, ὡς ἀληθεύοντος, καὶ βραδύτερος ἔτι εἰς τὸ λαλῆσαι πρὸς κατάκρισιν ἄλλων, ἀλλ’ ἔστω ταχὺς εἰς τὸ ἀκούειν· διότι πολλὰ δύναται νὰ μάθῃ καὶ πολλὰ ἴσως νὰ λησμονήσῃ. Τοιοῦτόν ἐστι τὸ ἤρεμον καὶ πρᾷον πνεῦμα, ὅπερ ζητεῖ ὁ Ἰησοῦς καὶ δι’ οὗ λαμβάνομεν τὴν βασιλείαν τῶν οὐρανῶν. Τοιοῦτον πνεῦμα ἔδειξεν Ἠλεὶ ὁ ἀρχιερεὺς καὶ κριτὴς τοῦ Ισραὴλ, ὅτε ἀπῄτησε παρὰ τοῦ παιδὸς Σαμουὴλ ὅπως μὴ κρύψῃ τι ἀπ’ αὐτοῦ ἐξ ὅσων εἶπεν αὐτῷ Κύριος· «Τί τὸ ρῆμα τὸ λαληθὲν πρὸς σέ; μηδὲν κρύψῃς ἀπ’ ἐμοῦ».

§ 9. Ὁ ὑπὸ πνεύματος ἀλαζονικοῦ καὶ ἐπηρμένου κατεχόμενος καὶ ἐν τῇ ἀπονοίᾳ αὐτοῦ σοφὸν ἑαυτὸν ἀποκαλῶν καὶ αὐτῶν τῶν ἀπαιοεύτων πολλάκις δείκνυται ὑποδεέστερος. Οὕτω καὶ οἱ Φαρισαῖοι ἐν τῇ ἐπηρμένῃ διανοίᾳ αὐτῶν τὸν μὲν τυφλὸν ὡς ἀπαίδευτον καὶ ἁμαρτωλὸν ἐπέπληξαν σφοδρῶς καὶ κατεδίωξαν καίπερ ἀκαταμάχητα ἐπιχειρήματα περὶ τῆς ἀξίας τοῦ Ἰησοῦ αὐτοῖς προβαλόμενον· εἰς δὲ τὸν Ἰησοῦν, νομίζοντες αὐτὸν ὑποδεέστερον ἑαυτῶν κατὰ τὴν σοφίαν καὶ ἀκούσαντες αὐτοῦ λέγοντος «εἰς κρῖμα ἐγὼ ἧλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται», μετὰ πολλοῦ τοῦ θράσσους ἀποκρίνονται, «μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;» οίονεὶ ὀνειδίζοντες αὐτὸν καὶ καταφρονοῦντες τῶν λόγων αὐτοῦ. Ἀλλ’ ὁ Ἰησοῦς θέλων νὰ ἐκκόψῃ τὴν ἀλαζονείαν καὶ εἰς μετάνοιαν ἀγάγῃ δεινοτέραν συμφορὰν προστρίβει αὐτοῖς λέγων, «Εἰ τυφλοὶ ἧτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι βλέπομεν, ἡ οὖν ἁμαρτία ὑμῶν μένει», «ἐνταῦθα δηλονότι ὅπερ ἐνόμιζον ἐγκώικιον εἶναι μέγα, τοῦτο δείκνυσιν αὐτοῖς κόλασιν φέρον». (Χρυσόστομος).

§ 10. Ἐκ τῆς δεινῆς ταύτης τῶν Φαρισαίων συμφορᾶς μάθωμεν καὶ ἡμεῖς, ὅπως μὴ ὦμεν ἀλαζόνες καὶ ὑπερήφανοι· διότι «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται», ἀλλὰ ταπεινοί· διότι «τοῖς ταπεινοῖς δίδωσι χάριν». Ἀπορρίψωμεν τὴν βδελυρὰν ὑπερηφανίαν καὶ ἀκούσωμεν τοὺς λόγους αὐτοῦ ἵνα τύχωμεν τῆς εὐλογίας καὶ προστασίας τοῦ Θεοῦ ἡμῶν. Μὴ βλέπωμεν ἐνταῦθα μετ’ ὀλιγωρίας τὸν κίνδυνον, ἀλλὰ τοὐναντίον ἀνοικτοῖς ὄμμασιν ἀποσοβῶμεν αὐτὸν, ἵνα μὴ, γενώμεθα ὥσπερ οἱ Φαρισαῖοι τυφλοί, καὶ ἑπομένως εἰς αἰώνιον καταδεδικασμένοι ὦμεν τιμωρίαν. Οὐδὲν ὄφελος ἡμῖν ἔσται, ἐὰν ὀλιγωροῦντες ἐνταῦθα τῶν κινδύνων τῆς ψυχῆς ἡμῶν, ἥτις τῷ τιμίῳ τοῦ Χριστοῦ αἵματι ἐξηγοράσθη, συναισθανθῶμεν ἑαυτοὺς πέραν τοῦ τάφου, ὅπου οὐδεὶς «ἐξομολογήσεται τῷ Κυρίῳ».

Τέλος τοῦ πρωτου τομου

* * *

1

Νικηφ.Καλλίστ. Ἐκκλ. Ἱστορ. βιβλ. Β´. κεφ. 12.

2

Tertul. de praescript. haeretic. c.36. Εὐσεβ. Ἐκκλ. Ἱστορ. ιδ´. ἔτος Δομετιαν. Ἱερων. de script. ecel. c. 10. Νικηφ. Καλ. Ἐκκλ. Ἱστορ.

3

Εὐσεβ. Ἐκκλ. Ἱστορ. βιδλ. γ´. κεφ. 23.

4

Εὐσεβ. ἔνθ. ἀνωτέρω.

5

Ἱερωνυμ, de script. Ессl. С. 9. Then adversus hfcreus bil III, с. II.

6

Κλ. Αλ. παρ. Εὐσεβ. βιβλ. γ´. κεφ. 24.

7

Αὐτόθι στ. 14. «Τὸν μέν τοι Ἰωάννην... προτραπέντα ὑπὸ τῶν γνωρίμων, πνεύματι θεοστορὴθεντα, πνευμματικὸν ποίῆσαι Εὐαγγέλιον». Πρβλ. Ἱερών. Proleg in Martth.

8

Κλημ. Ἀλεξ, παρ’ Εὐσεβ. Ἐκκλησ. Ἰστορ. γ´, 24. Ἱερώνυμ. (de script. Eссl., с. 9.

9

Παρ’ Εὐσεβίῳ Ἐκκλ. Ἱστορ. βιβλ. ς´. κεφ. 14.

10

Ἐκ τοῦ «Εὐαγγελικοῦ Κήρυκος» ἔτος Β´. σελ. 298–301.

11

Μάρκ. α´. 21 καὶ ἐφεξ. 29. Ματθ. η´. 29. Μάρκ. ε´. 1 καὶ ἐφεξ. 27 Λουκ. κ´. 26 καὶ ἐφεξ. 51.

12

Ματθ. ιζ´. 1. 2. Λουκ. θ´. 28. 29.

13

Λουκ. θ´. 51. ΙΘ´. 37.

14

Ἰωάν. ς´ 1–22.

15

Ἰωάν. κ´. 1–13.

16

Ἰωάν. κεφ. κα´.

17

L.E. Gellerier, Intrad au NT pag. 320

18

Περὶ τῆς θεότητος τοῦ Κυρίου ἡμῶν ἴδε τὸ ἡμετερον πόνημα «Ἡ Θεότης τοῦ Ἰησοῦ Χριστοῦ», ἔνθα εἰδικῶσ πραγματευόμεθα περὶ τῆς θεότητος τοῦ Ἰηβοῦ.

19

Οὐχ ἅπας ὁ Μωσαϊκὸς νόμος κατηογήθη, ἀλλὰ μόνον ὁ τελετουργικὸς, ὅστις τυπικὴν ἕχων ἔννοιαν, καὶ μετὰ τὴν ἔλευσιν τοῦ Ἰησοῦ Χριστοῦ πληρωθεὶς κατέστη περιττὸς καὶ ὁ πολιτικὸς, ὅστις ἀπεβλεπεν εἰς τὸ καταλυθὲν Θεοκρατικὸν πὸλιτευμα, τοῦ Ἰουδαϊκοῦ λαοῦ·ὁ ἠθικὸς νόμος ἔμεινεν, ὡς αὐτὸς ὁ Ἰησοῦς Χριστὸς λέγει· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἀλλὰ πληρῶσαι».

20

Τινὲς τῶν πατέρων γνωμοδοτοῦσιν ὅτι ἡ ἑορτὴ αὕτῇ ἦν τὸ Πάσχα, ἄλλοι δὲ ἐν οἷς καὶ ὁ ἱερὸς Χρυσόστομος καὶ Κύριλλος Ἀλεξάνδρείας φρονοῦοιν ὅτι αὔτη ἧν ἡ Πεντηκοστή· τινὲς τῶν νεωτέρων ἑρμηνευτῶν, ὅτι ἦν ἡ ἑορτή τοῦ Φουρεὶμ ἢ τῶν Κλήρων (ἐκ τοῦ Φοῦρ=κλῆρος). ἥτις ἑορταζετο τὴν 14, 15 τοῦ μηνὸς Ἀδάρ, ἦτοι τοῦ δωδεκάτου ἐκκλησιχστικοῦ καὶ τοῦ ἕκτου πολίτικοῦ μηνὸς τῶν Ἑβραίων, ἀντιστοιχοῦντος πρὸς τὸν Μάρτιον (Ἐσθήρ γ´, 7. θ´, 20–26).

21

Βηθεοδὰ ἑρμηνεύεται «οἶκος ἐλέους, εὐεργεσίας»· «προβατικὴ» δηλαδὴ ἐπὶ τῇ προβατικῇ πύλῃ ἡ μὲν κολυμβήθρα ὠνομάζετο προβατικὴ, διότι ἐκεῖ ἔφερον τὰ θυσιαζόμενα πρόβατα καὶ ἐν αὐτῇ ἔπλυνον τὰ τούτων ἐντότθια, ἡ δὲ πύλη ἡ πρόβατική, περὶ ἦς λαλεῖ ὁ Νεεμίας, ἴσως ἐκ τῆς προβατικῆς κολυμβήθρας ἔλαβε τὴν ὀνομασίαν (Θεοτόκης).

22

Αδελφοὶ τοῦ Κυρίου καλοῦνται ἢ ὅτι ἦσαν τέκνα τοῦ Ἰωσὴῳ ἐξ ἄλλης γυναικὸς πρὶν μνηστευθῇ τὴν ἀειπάρθενον Μαρίαν καὶ ἑπομένως ἐχαλοῦντο καὶ οἱ υἱοὶ αὐτῆς καὶ ἀδελφοὶ τοῦ Κυρίου, ὡς καὶ οὗτος ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ, (Ματθ. ιγ´ 55), ἢ ὅτι ἦσαν ἀνεψιοὶ μὲν τῷ Ἰωσὴφ, υἱοὶ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Κλεόπα ἢ Κλωπᾶ τοῦ καὶ Ἀλφαίου καλούμενου καὶ Μαρίας τῆς αὐτοῦ γυναικὸς, ἥτις κατ’ ἄλλους μὲν αὕτη ἦν ἀδελφὴ τῆς Θεοτόκου, κατ’ ἄλλους δὲ ἐξαδέλφη καὶ ἐκ τῆς γενεαλογίας ταύτης ἐκαλοῦντο πάλιν ἀδελφοὶ τοῦ Κυρίου διὰ τὸ συγγενές· ἐν τῇ Ἁγίᾳ Γραφῇ οἱ συγγενεῖς ονομάζονται ἀδελφοί· (Γενεσ. ιγ´. 8, ιδ´. 16. κθ´. 12), ὅλως δὲ βλάσφημός ἐστιν ἡ γνώμη Προτεσταντῶν τινων, ὅτι ἡ ἀειπάρθενος Μαρία ἡ μήτηρ τοῦ Κυρίου ἔτεκε τέκνα μετὰ τοῦ Ἰωσήφ· εἰ οὕτως ἔχει ὅλως ἀκατάληπτον, ὅτι ὁ Ἰησοῦς ἐκ τοῦ σταυροῦ κρεμάμενος συνίστησι τὴν ἑαυτοῦ μητέρα εἰς τὸν ἠγαπημένον αὐτοῦ μαθητὴν Ἰωάννην· διότι, ἐὰν ἡ παρθένος Μαρία εἶχε τέκνα ἄλλα, ἐκ φυσικοῦ καθήκοντος ταῦτα θὰ ἀνελάμβανον τὴν μητέρα αῦτῶν, πλὴν τοήτου καὶ ὁ τρόπος καθ’ ὃν συνιστᾷ τὴν μητέρα ἑαυτοῦ εἰς τὸν μαθητὴν Ἰωάννην δείκνυσι τρανῶς, ὅτι ἦν υἱὸς μονογενὴς τῆς μητρὸς αὐτοῦ Μαρίας· διότι λέγει «γύναι ἰδοὺ, ὁ υἱὸς σου», τὸ ἄρθρον θὰ ἦν πάντῃ περιττὸν, ἑὰν ἡ μήτηρ αὐτοῦ εἶχεν ἄλλα τέκνα. Ἐνταῦθα ἡλίου λαμπρότερον καταφαίνεται, ὅτι οἱ ἀδελφοὶ τοῦ Ἰησοῦ οὐκ ἦσαν υἱοὶ τῆς μητρὸς αὐτοῦ, ὅτι εἶχον ἄλλην μητέρα, ἧς τὸ Εὐαγγέλιον ποιεῖται ρητὴν μνείαν. Μεταξὺ τῶν γυναικῶν τῶν παρισταμένων παρὰ τῷ Σταυρῷ, ὁ εὐαγγελιστὴς Ματθαῖος (κζ´ 56) ἀναφέρει «Μαρίαν τοῦ Ιακώβου καὶ Ἰωσῆ», ὁ ἅγιος Μάρκος (ιε´ 40) προστίθησιν ὅτι ὁ Ιάκωβος οὖτος ἐκαλεῖτο «μικρὸς» καὶ ὅτι ἐστὶν ἄλλος ἢ ὁ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου. Ἐπειδὴ ἐν τῇ Νέᾳ Διαθήκῃ ἀναφέρονται δύο Ἰάκωβοι, ὁ μέν πρῶτός ἐστιν ὁ ὀνομαζόμενος ὑπὸ τοῦ ΙΙαύλου «ἀδελφὸς τοῦ Κυρίου», (Γαλ. 1, 19) καὶ πρῶτος ἐπίσκοπος τῆς Ἱερουσαλὶμ, ὁ δ’ ἕτερός ἐστιν ὁ Ἰάκωβος ὁ συγγραφεὺς τῆς Καθολικῆς αὐτοῦ ἐπιστολῆς, εἶτα ὁ ἀπόστολος Ἰούδας ἐν ἀρχῇ τῇς Καθολικῆς αὐτοῦ ἐπιστολῆς καλεῖ ἑαυτὸν ἀδελφὸν τοῦ Ἰακώβου τούτου. Ἐν τῇ Νέᾳ Διαθήκῃ ἀναφέρονται τρεῖς ἀδελφοὶ τοῦ Κυρίου, Ἰάκωβος, Ἰωσῆς καὶ Ἰούδας, μία Μαρία μήτηρ αὐτῶν καὶ διάφορος τῆς μητρὸς τοῦ Ἰησοῦ. Ἡ Μαρία αὕτη ἀναμφιβόλως ἐστὶν αὐτὴ ἐκείνη ἡ μετ’ αὐτῆς ἀναφερομένη ὑπὸ τοῦ εὐαγγελιστοῦ Ἰωάννου (ιθ´ 25) ἡ γυνὴ τοῦ Κλωπᾶ καὶ ἀδελφὴ τῆς μητρὸς τοῦ Κυρίου, ὁ Κλεόπας, ὡς ἔφθημεν εἰπόντες, καλεῖται καὶ Ἀλφαῖος καὶ δὴ ἦν πατὴρ τοῦ Ἰακώβου, τοῦ Ἰωσῆ, καὶ τοῦ Ἰούδα· καὶ ἀληθῶς ὁ Ἰάκωβος καλείται συνήθω; υἱὸς τοῦ Ἀλφαίου (Ματθ. ι´. 3. Μαρκ. γ´. 18. Λουκ. ϛ´. 15). Ὡς πρὸς τὸν Σίμωνα ἱστορεῖται ἐμφανῶς ὑπὸ τοῦ ἀρχαιοτάτου ἱστορικοῦ τῆς ἐκκλησίας Ἡγησίππου υἱὸς τοῦ Κλεόπα, ἄρ’ ἀναντίρρητόν ἐστιν ὅτι οἱ τέσσαρες ἀδελφοὶ τοῦ Ἰησοῦ ἦσαν συγγενεῖς τοῦ Κυρίου ἐκ τῆς μητρὸς αὐτοῦ. Οἱ ἀνττλέγοντες πῶς δύο ἀδελφαὶ δύνανται ἵνα καλῶνται τῷ αὐτῷ ὀνόματι, ἀγνοοῦσι τὴν συνήθειαν τῶν ἀρχαίων καὶ πρὸς ἀπὸδειξιν ἐκ πολλῶν ἄλλων παραδειγμάτων ποιούμεθα μνείαν, ὅτι ἡ Ὀκταυΐα ἀδελφὴ τοῦ αὐτοκράτορος Αὐγούστου ἔσχε τέσσαρας θυγατέρας ζώσας, ἐξ ὧν αἱ δύο ἐκαλοῦντο Μαρκέλλαι, καὶ αἱ δύο Ἀντωνίαι, πλὴν τούτου γιγνώσκομεν, ὅτι τὸ ὄνομα Μαρία ἐν τῇ Γαλιλαίᾳ τῆς Ἰουδαίας ἦν ἐν συνηθεστάτῃ χρήσει. Πρὸς πλήρη κατάληψιν παραθέτομεν τὸ ἀκόλουθον διάγραμμα.


Источник: Οδηγός ευσεβείας ητοί εκατόν περίπου ομιλίαι είς το κάτα Ιωάννην Ευαγγέλιον Τόμος Α΄ (Наставник благочестия. Беседы на Евангелие от Иоанна) / митр. Анфим (Цацос) - 1893. - 278.

Комментарии для сайта Cackle