Τῌ Θ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης,

καὶ τοῦ Ἁγίου Μάρτυρος Σεβηριανοῦ.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῶν Θεοπατόρων

Ἦχος δ«

Ἔδωκας σημείωσιν

Δεῦτε νῦν χορεύσωμεν, ἀσματικῶς ὧ φιλέορτοι, καὶ πιστῶς ἑορτάσωμεν, τὴν μνήμην γεραίροντες, Ἰωακεὶμ καὶ Ἄννης, τῆς σεπτῆς δυάδος· αὐτοὶ γὰρ ἔτεκον ἡμῖν, τὴν Θεομήτορα καὶ Παρθένον ἁγνήν· διὸ περ καὶ μετέστησαν, ἐκ τῶν προσκαίρων πρὸς ἄληκτον, καὶ ἀείζωον οἴκησιν, δυσωποῦντες σωθῆναι ἡμᾶς.

Ἦχος δ»

Εὐφρόσυνον τέρπεται, σήμερον κτίσις ἡ σύμπασα, Θεοτόκε πανύμνητε, ἐτήσιον ἄγουσα, μνήμην ὁμοφρόνως, τῶν σῶν γεννητόρων, Ἰωακεὶμ τοῦ θαυμαστοῦ, ὁμοῦ καὶ Ἄννης πανηγυρίζουσα· χαρὰν γὰρ προεξένησαν, σὲ παρ᾿ ἐλπίδα βλαστήσαντες, τὴν τὸ φῶς ἀπαστράψασαν, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ἦχος δ«

Ἀγάλλεται σήμερον, Ἄννα σκιρτῶσα ἐν πνεύματι, καὶ εὐφραίνεται χαίρουσα, τυχοῦσα ἐφέσεως, ἧς περ ἐπεπόθει, πάλαι εὐτεκνίας, ἐπαγγελίας γὰρ καρπόν, καὶ εὐλογίας θεῖον ἐβλάστησε, Μαρίαν τὴν πανάμωμον, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, καὶ τὸν ἥλιον λάμψασαν, τοῖς ἐν σκότει καθεύδουσι.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος δ»

Ἔδωκας σημείωσιν

Νεύροις συγκοπτόμενος, διὰ Χριστὸν Παναοίδιμε, καὶ ἰκρίῳ κρεμάμενος, καὶ σάρκας ξεόμενος, ἀπηνῶς ξυστῆρσι, θύειν τε εἰδώλοις, ἐγκελευόμενος σοφέ, οὐκ ἐξηρνήσω τὸν πάντων Κύριον, ἀλλ᾿ ἤλεγξας τοῖς πόνοις σου, τὸ ἀσθενὲς καὶ ἐξίτηλον, τῶν εἰδώλων καὶ γέγονας τῶν Ἀγγέλων συνόμιλος.

Ἦχος δ«

Δέσμιος ἀγόμενος, καὶ ταῖς πληγαῖς σεμνυνόμενος, τοὺς ὁρῶντας προέτρεπες, μιμεῖσθαι τὸν δρόμον σου, πρὸς τὰς οὐρανίους, Μάκαρ ἀντιδόσεις, ἀποσκοποῦντας, αἱ πολλήν, τὴν εὐφροσύνην καὶ τὴν τερπνότητα, παρέχουσιν ὡς ἄφθαρτοι· καὶ εἰς ἀεὶ παραμένουσαι, τοὺς Χριστὸν θεραπεύοντας, κληρονόμους λαμβάνουσιν.

Ἦχος δ»

Λίθοις συνθλαττόμενος, τὰς σιαγόνας, Ἀοίδιμε, καὶ πλευρὰς σπαθιζόμενος, λίθῳ παμμεγίστῳ τε, τράχηλον καὶ πόδας, συνθλώμενος Μάκαρ, καὶ ἁρμονίας ἀπηνῶς, παραλυόμενος ὄντως ἔθλασας, τὴν κεφαλὴν τοῦ δράκοντος, ὑπομονῆς γενναιότητι, ἣν ἡττῆσαι οὐκ ἴσχυσε, τῶν βασάνων ἡ κάκωσις.

Θεοτοκίον

Ἦχος πλ. α"

Ἐφραὶμ Καρίας

Ὦ μακαρία δυάς· ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, Ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας Πατήρ· Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησε· Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν, τὸν τρέφοντα πᾶσαν πνοήν· ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α», Τῶν οὐρανίων ταγμάτων

Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ· καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

Θεοτοκίον

Ἦχος πλ. δ«

Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἅγιον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καί, Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρὶ ὑπεραχράντῳ Παρθένῳ, μετ᾿ Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείας ποιούμενοι· οἷς καὶ ἡμεῖς συνελθότες εὐσεβῶς, ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τῶν Ἁγίων

Ἦχος β»

Τῶν δικαίων Θεοπατόρων σου Κύριε, τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Εορτῆς

Ἦχος δ«

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος α»

Τοῦ λίθου σφραγισθέντος

Τεχθεῖσα παραδόξως στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή· δόξα τῇ παρθενίᾳ σου· δόξα τῇ κυοφορίᾳ σου, μόνη πανάχραντε.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος πλ. α"

Τὸν συνάναρχον Λόγον

Τὰ οὐράνια πάντα νῦν ἐπαγάλλονται, τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει αὐτοῖς, καὶ οἱ Προφῆται μυστικῶς συνευφραίνονται· ἣν γὰρ προεῖδον τυπικῶς, ἐν ταῖς ἀρχαίαις γενεαῖς, βάτον καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος, γεννᾶται σήμερον.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου

Κανών α», ᾨδὴ α», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Δεῦτε λαοί,

ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ,

τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι,

τὸν λαὸν ὂν ἀνῆκε,

δουλείας Αἰγυπτίων,

ὅτι δεδόξασται».

Δεῦτε πιστοί,

Πνεύματι θείῳ γηθόμενοι,

τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν,

εἰς βροτῶν σωτηρίαν,

ἀειπάρθενον Κόρην,

ὕμνοις τιμήσωμεν.

Χαῖρε σεμνή,

Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ,

ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος,

τῶν ἀνθρώπων τῷ γένει,

σὲ πάντες ἐπαξίως,

ὕμνοις δοξάζομεν.

Ἡ τῆς ζωῆς,

τίκτεται σήμερον γέφυρα,

δι» ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως,

τῆς εἰς ᾍδου εὑρόντες,

Χριστὸν τὸν ζωοδότην,

ὕμνοις δοξάζουσιν.

Ὁ Κανὼν τῶν Θεοπατόρων, οὗ ἡ Ἀκροστιχὶς Τοὺς σοὺς γονεῖς Πάναγνε μέλπω προφρόνως.

ᾨδὴ α«

Ἦχος β»

Ἐν βυθῷ

Τὴν λαμπάδα τὴν τὸν νοητόν, ἥλιον ἀστράψασαν, σωματικῶς ἐξ αὐτῆς ἀνατείλαντα, ἀρετῆς λαμπρότησι, διαπρέποντες ἐκτεκεῖν ἠξιώθησαν, Ἄννα ἡ θεόφρων, καὶ Ἰωακείμ ὁ παναοίδιμος.

Ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, ὄντως ὁ θεόληπτος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνθεος, ἀκλινῶς προσέχοντες, τὴν πανάχραντον Θεοτόκον ἐκύησαν, τὴν ὑπερκειμένην, κτίσεως ἀπάσης ἁγιότητι.

Ὑπερτέραν ἔχοντες ζωήν, βίου τε λαμπρότητα, πάντων ὁμοῦ γεννητόρων γεγόνατε, γηγενῶν ὑπέρτεροι, τὴν ἀκήρατον Παρθένον ὡς γεννήσαντες, καὶ Θεοῦ πατέρες, ὄντως διὰ ταύτης χρηματίσαντες.

Σωτηρίας πάσης ἀρχηγοί, ὁ μακαριώτατος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνδοξος, τὴν ἁγνὴν καὶ ἄμωμον, καὶ πανάχραντον Θεοτόκον ἐγέννησαν, τῆς θεοσεβείας, ταύτην εἰληφότες τὴν ἀντίδοσιν.

Κανών γ», ᾨδὴ α», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Ὑγρὰν διοδεύσας

Ἐκράτει τὸ δόγμα τὸ δυσσεβές, τὸ θύειν εἰδώλοις, τοῖς ἀψύχοις τε καὶ κωφοῖς· ἐνίκα Χριστὸς δέ, τῶν Μαρτύρων, ταῖς καρτεραῖς καὶ γενναίαις ἐνστάσεσιν.

Ἐλύττα Λυσίας κατὰ Χριστοῦ, καὶ πάντας οὓς εὗρε, σεβομένους αὐτὸν Θεόν, παντοίως κολάζειν ἐπεχείρει· ἀλλ᾿ ἐντυχών σοι θεόφρον ᾐσχύνετο.

Ἐξέπληξας Μάκαρ τὸν δυσσεβῆ, γενναίως χωρήσας, εἰς τὸ στάδιον τῶν θεῶν, ἀπήλεγξας τούτου παρρησίᾳ, τὸ ἀσθενὲς καὶ σαθρὸν καὶ ἀνίσχυρον.

Θεοτοκίον

Ἐχώρησας μόνη τὸν οὐρανοῖς, ἀχώρητον Κόρη, ἐν γαστρί σου θεοπρεπῶς, οἰκήσαντα ταύτην καὶ τὴν φύσιν, τὴν τῶν βροτῶν ἐξ αὐτῆς προσλαβόμενον.

Κανών α», ᾨδὴ γ», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,

ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,

καὶ τὸν φόβον σου ἐμφύτευσον,

εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι,

τὴν πάντων ἐκύησαν σωτηρίαν,

οἱ θεόφρονες γεννήτορες,

τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος,

ἐκ στείρας προήγαγε τὴν Παρθένον·

ἣν εἰσδῦναι κατηξίωσε,

μετὰ τόκον φυλάξας ἀδιάφθορον.

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον,

τὴν βότρυν κυήσασαν ζωηφόρον,

ὡς Θεοτόκον ἀνυμνήσωμεν,

προστασίαν τε πάντων καὶ βοήθειαν.

Κανών β», ᾨδὴ γ», τῶν Θεοπατόρων

Ἦχος β"

Ἐν πέτρᾳ με τῆς πίστεως

Στειρεύουσα καὶ παίδων ἀπορουμένη, καὶ δάκρυσι τὸν Κτίστην ἐκδυσωποῦσα, τὴν μόνην ἠξιώθης εὐλογημένην, τεκεῖν θεόληπτε, Ἄννα κραυγάζουσα· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

Ὁ σύνοικον πλουτήσας τὴν θείαν χάριν, Ἰωακεὶμ ὁ θεῖος καὶ θεηγόρος, τὴν πρόξενον ἀνθρώποις τῆς σωτηρίας, τεκεῖν ἠξίωται, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.

Ὑμνήσωμεν τὴν πάνσεπτον ξυνωρίδα, δι᾿ ἧς ἡμῖν ἐξέλαμψεν ἡ Παρθένος, ἡ πάντων ποιημάτων ἁγιωτέρα· Θεὸν γὰρ τέτοκε, πρὸς ὃν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

Στειρώσεως τὸ ὄνειδος ἐκφυγοῦσα, γεγέννηκεν ἡ Ἄννα τὴν Θεοτόκον, τὸ ὄνειδος τῆς Εὔας νῦν παραδόξως ἐξαφανίζουσαν, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.

Κανών γ», ᾨδὴ γ», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Σὺ εἶ τὸ στερέωμα

Ἔχαιρες τυπτόμενος, ὑπὲρ Χριστοῦ σοφὲ μάστιξιν, ἀνηλεῶς· εἶχες γὰρ βεβαίαν, τὴν τῶν πόνων ἀντίδοσιν.

Νεύροις συγκοπτόμενος, ὑπαλλαγῇ συχνῇ Ἔνδοξε, τῶν δημίων, ὥς περ ἀλλοτρίῳ, οὐκ ᾐσθάνου ἐν σώματι.

Εὗρες τὴν ἀντάμειψιν, παρὰ Χριστοῦ Σοφὲ στέφανον, ἀπολαβὼν τῆς δικαιοσύνης, καὶ χαρὰν τὴν μὴ λήγουσαν.

Θεοτοκίον

Ὅλη ἡ πλησίον μου, καλὴ καὶ ἄμωμος πέφυκε, σὲ προορῶν, ἔφη Θεοτόκε, Σολομὼν ἐν τοῖς ᾌσμασιν.

Ὁ Εἱρμὸς

«Σὺ εἶ τὸ στερέωμα,

τῶν προστρεχόντων σοι Κύριε,

σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων,

καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα τοῦ Μάρτυρος

Ἦχος α«

Τὸν τάφον σου Σωτὴρ

Ἀνδρείᾳ τὴν ψυχήν, ὡπλισμένος θεόφρον, ἐξέδωκας σαυτόν, εἰς ποικίλας βασάνους, τῷ πόθῳ φλεγόμενος, τοῦ Δεσπότου πανόλβιε· ὅθεν ἤλεγξας, τὴν τῶν τυράννων μανίαν, καὶ τὸν στέφανον, παρὰ Θεοῦ ἐκομίσω, τῆς νίκης τὸν ἄφθαρτον.

Δόξα... Καὶ νῦν...

Τῆς Ἑορτῆς Ἦχος πλ. α»

Τὸν συνάναρχον Λόγον

Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσιν· ἐν Θεῷ γὰρ ἀξίως χάριν ἐφεύραντο, καὶ ἐγέννησαν καρπὸν τὸν θεοδόχον ναόν, τὴν Παρθένον καὶ ἁγνήν, τὴν Μητέρα τοῦ Θεοῦ, τὴν μόνην εὐλογημένην, πρεσβεύουσαν ἀενάως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών α», ᾨδὴ δ», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε,

τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας,

καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».

Ἀνυμνοῦμέν σε Κύριε,

τὸν τοῖς πιστοῖς σωτήριον λιμένα,

παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.

Σὲ Θεόνυμφε καύχημα,

πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος,

τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.

Ἀπειρόγαμε Δέσποινα,

ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων,

εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Κανών β», ᾨδὴ δ», τῶν Θεοπατόρων

Ἦχος β"

Ἐλήλυθας, ἐκ Παρθένου

Γηθόμενος, τὴν Παρθένον ἐκ στείρας κομίζεται, δι᾿ ἧς περ ἡ στείρωσις ἡ κοσμικὴ διαλέλυται, τόκῳ παρθενεύοντι, Ἰωακεὶμ ὁ θεόφρον καὶ θεόληπτος.

Ὁ προπάτωρ, τοῦ Χριστοῦ Ἰωακεὶμ νῦν πρόκειται, ἡμῖν εἰς ἑστίασιν, πνευματικὴν ὁ πανόλβιος, ὃς τὴν Θεομήτορα, καὶ πανακήρατον Κόρην ἀπεγέννησε.

Νεκρώσεως, καὶ φθορᾶς τοὺς ἀνθρώπους τὴν σῴζουσαν, ἡ χάρις προβάλλεται, τὴν ἐσομένην Μητέρα Θεοῦ, Λόγον τὸν ἀΐδιον, τὴν δεξομένην ἀφράστως σωματούμενον.

Ἐκ τῆς ῥίζης, Ἰεσσαὶ ξυνωρὶς ἀνατέταλκεν, ἐξ ἧς ἀνεβλάστησε ῥάβδος τὸ ἄνθος ἡ φέρουσα, ὅλον με τὸν ἄνθρωπον, εὐωδιάζον τῷ μύρῳ τῆς θεότητος.

Ἴθυνόν μου, Θεοτόκε τὸν βίον προστάγμασιν, ἐνθέως ῥυθμίζουσα, τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ, καὶ πρὸς φῶς ὁδήγησον, Παρθενομῆτορ Μαρία Θεονύμφευτε.

Κανών γ», ᾨδὴ δ», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Εἰσακήκοα Κύριε

Ταῖς θωπείαις ὁ τύραννος, σοῦ καταμαλάττειν Μάρτυς τὸ εὔτονον, καὶ νικῆσαί σε οἰόμενος, οὐρανὸν τοξεύειν ἐνομίζετο.

Οὐκ αἰσθάνῃ παράφορε, τοῦ Χριστοῦ τὴν δύναμιν στερεοῦσάν με, πρὸς τοὺς πόνους καὶ τὰ σκάμματα; τῷ τυράννῳ ἔκραζες Παναοίδιμε.

Εἰ μὴ δύναμις ἄνωθεν, ἣν μοι δεδομένη τύραννε ἔκραζε, Σεβηριανός, πῶς ἴσχυον, σάρξ ὢν ὑπενέγκαι, ἐκτομὰς τῶν μελῶν;

Θεοτοκίον

Παναγία Θεόνυμφε, δίδου μοι βοήθειαν ταῖς πρεσβείαις σου, λυτρωθῆναι τοῦ ἀλάστορος, ἵνα σε δοξάζω τὴν ἐλπίδα μου.

Κανών α», ᾨδὴ ε», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ὁ σκιόγραφον ἀχλύν,

αἰνιγμάτων σκεδάσας,

καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας,

διὰ τῆς θεόπαιδος,

καταυγάσας τάς καρδίας,

καὶ ἡμᾶς τῷ φωτί σου

Χριστὲ καθοδήγησον».

Ἀνυμνήσωμεν λαοί,

τὴν τῶν πάντων αἰτίαν·

τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον·

ἧς τὸν τύπον ἔχαιρον,

ἀξιούμενοι Προφῆται,

ἐναργῆ σωτηρίαν

ταύτης καρπούμενοι.

Τῆς ἀνίκμου ὁ βλαστὸς

ῥάβδου τοῦ ἱερέως,

τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν·

καὶ νῦν τὴν λαμπρότητα,

τῶν φυσάντων παραδόξως,

δᾳδουχεῖ τὸ ἐκ στείρας

πανένδοξον κύημα.

Κανών β», ᾨδὴ ε», τῶν Θεοπατόρων

Ἦχος β"

Ὁ φωτισμὸς

Σώφρων δυάς, καθαρότητος αἴγλῃ λελαμπρυσμένη, τὴν τῆς παρθενίας τῷ θείῳ φέγγει, κατακοσμοῦσαν, τὴν στειρεύουσαν φύσιν, τῶν ἀνθρώπων ἡμῖν ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακεὶμ οἱ θεόληπτοι.

Παρθενικόν, θεοκόσμητον θρόνον τῷ τῶν ἁπάντων, περιδεδραγμένῳ παλάμῃ θείᾳ, τῆς σωφροσύνης ἡ σεπτὴ συζυγία, καὶ θεόφρων δυὰς ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακείμ οἱ πανεύφημοι.

Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης εἰς ὁδηγίαν, τῶν πεπλανημένων τὴν φωτοφόρον, πύλην ὁ θεῖος, Ἰωακεὶμ καὶ Ἄννα, θεοφρόνως πολιτευσάμενοι, τεκεῖν οἱ θεόπται σαφῶς ἠξιώθησαν.

Νόμου καινοῦ, τὴν θεόγραφον πλάκα ἐν ᾗ τὴν λύσιν, τῶν ἁμαρτημάτων τοῦ πάλαι νόμου, ὁ θεῖος Λόγος προετύπωσε πρώην, ὡς ἐκ πέτρας νῦν ἐλατόμησε, νεύματι ὁ πάντων κρατῶν ἐκ στειρώσεως.

Αἴγλῃ τῇ σῇ, Θεομῆτορ τὸν νοῦν μου καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον Παρθένε, τῆς ἀγνοίας τὸν ζόφον, καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν οὐκ ἐπίσταμαι.

Κανών γ», ᾨδὴ ε», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Ὀρθρίζοντες βοῶμέν σοι

Ἰκρίῳ ἀνηρτήθης Ἀοίδιμε, καὶ τὸ σῶμα κατεξάνθης ὄνυξιν, ὑπὲρ τοῦ πάντων δεσπόζοντος.

Θεέ μου ἀνεβόας ἐνίσχυσον, τὸν ἀγῶνα τοῦτον ἐκτελέσαι με, τοῦ μαρτυρίου ξεόμενος.

Ὡς εἶδέ σε ὁ τύραννος Ἔνδοξε, ἀνενδότως, τὰς βασάνους φέροντα, κατεβροντήθη ὁ δείλαιος.

Θεοτοκίον

Ἐλπὶς καὶ προστασία καὶ σκέπη μου, Θεοτόκε σῶσόν με πρεσβείαις σου, ἐκ τῶν σκανδάλων τοῦ ὄφεως.

Κανών α», ᾨδὴ ς», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε·

Σύ με ἀνάγαγε,

ἐκ πυθμένος ᾍδου δέομαι,

ἵνα ὡς λυτρωτῇ,

ἐν φωνῇ αἰνέσεως,

ἀληθείας τε πνεύματι θύσω σοι».

Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν,

τῆς Θεομήτορος,

οἱ θεόφρονες γεννήτορες,

καὶ ταύτην γενεαῖς

γενεῶν ἐκύησαν,

εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.

Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον,

τῆς Θεομήτορος,

οἱ θεόφρονες γεννήτορες,

αὐτῶν τῶν Χερουβὶμ

ὑπερφέρον ὄχημα,

τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Κανών β», ᾨδὴ ς», τῶν Θεοπατόρων

Ἦχος β"

Ἐν ἀβύσσῳ

Γονιμώτατον σπόρον ἡ στεῖρα τὸ πρίν, Ἄννα δεξαμένη ἐκ θείας ἐλλάμψεως, παῖδα τεκεῖν ἠξίωται, τὴν τῶν πάντων κτισμάτων δεσποζουσαν.

Νῦν ἡ στεῖρα γεννῶσα βουλήσει Θεοῦ, πείθει παραδέχεσθαι Παρθένον τίκτουσαν, ἄνευ σαρκὸς θελήματος, τοῦ αὐτοῦ βουληθέντος Θεοῦ προφανῶς.

Ἐλλαμφθεὶς Ἡσαΐας τῷ Πνεύματι, τοῦ Ἰωακεὶμ καὶ τῆς Ἄννης τὸ κύημα, τόμον καινὸν ἑώρακεν, ᾧ ἐγράφη ὁ Λόγος σαρκούμενος.

Μυστηρίου προτρέχει μυστήριον· πρὶν γὰρ ἡ στειρεύουσα, χάρις γεγέννηκε, τῆς σωτηρίας πρόξενον, παρθενίας γεννήσει φανεῖσαν ἡμῖν.

Κανών γ», ᾨδὴ ς», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Χιτῶνά μοι παράσχου

Φρουρᾷ σε καθειργνύει ὁ δεινός, καὶ λιμῷ βιάζει σε ἀρνήσασθαι Κύριον, ὃν Παμμάκαρ ἐκ νεότητος ἔστερξας.

Ἀγόμενος Σοφὲ εἰς φυλακήν, πάντας τοὺς ὁρῶντάς σε, Χριστοῦ μὴ ἀφίστασθαι, παρρησίᾳ νουθετῶν ἐξεπαίδευσας.

Σπαθίζεσθαί σε Μάρτυς ὁ δεινός, καὶ παράφρων τύραννος, κελεύει μὴ θύοντα, τοῖς εἰδώλοις, ἀλλὰ σὺ οὐκ ἐφρόντισας.

Θεοτοκίον

Χιτῶνά με ἐνδύσασθαι φωτός, σαῖς πρεσβείαις ποίησον, Ἁγνὴ τὸν ὑμνοῦντά σε, ἐν ἡμέρᾳ τὸν δυσείμονα κρίσεως.

Ὁ Εἱρμὸς

«Χιτῶνά μοι παράσχου φωτεινόν,

ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον,

πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

Κοντάκιον

Ἦχος β"

Τὰ ἄνω ζητῶν

Εὐφραίνεται νῦν, ἡ Ἄννα τῆς στειρώσεως, λυθεῖσα δεσμῶν, καὶ τρέφει τὴν πανάχραντον, συγκαλοῦσα ἅπαντας ἀνυμνῆσαι τὸν δωρησάμενον, ἐκ νηδύος αὐτῆς τοιῖς βροτοῖς, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.

Ὁ Οἶκος

Ἡ τῶν δεσμῶν τῆς πρὶν ἀτεκνίας δι᾿ εὐχῆς λυθεῖσα, προσκαλεῖται ἡμᾶς συνεορτάσαι τῷ θαύματι, καὶ δῶρα προσάξαι τῇ γεννηθείσῃ, λιτανεύοντας ἔμπροσθεν μετὰ πόθου, ἧς περ ποτὲ αἱ παρθένοι ἐν τάχει προέτρεχον, χορεύουσαι καὶ βοῶσαι· Ἰδοὺ ἦλθεν ἡ πάντων ἀνάκλησις, ἰδοὺ Ἀδὰμ ἠλευθέρωται, ὅτι Ἄννα καρπὸν ἀνεβλάστησε, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Θ» τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Δικαίων Ἰωακείμ, καὶ Ἄννης.

Στίχοι

Ἰωακεὶμ τέρφθητι σὺν τῇ Συζυγῳ,

Τεκόντες ἄμφω ψυχικὴν τέρψιν κτίσει.

Ἡ δ᾿ ἐννάτη τοκέων Θεομήτορος εὗρε σύναξιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Σεβηριανός, λίθον παρὰ τοὺς πόδας φέρων, ἐπὶ τοῦ τείχους εἰς τὸν ἀέρα κρεμασθεὶς τελειοῦται.

Στίχοι

Σεβηριανὸς κἂν λίθων ἀλγῇ βάρει,

Χαίρει κρεμασθείς, ὡς ἀποσπῶν γῆς πόδας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, τοῦ πρὸ τοῦ Διοκλητιανοῦ ἀσκήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων ξίφει τελειοῦται.

Στίχοι

Πολλὴ χάρις σοι χριστομάρτυς Χαρίτων,

Χριστοῦ χάριν τράχηλον ἐκκεκομμένῳ.

Μνήμη τῆς ἁγίας καὶ Οἰκουμενικῆς Τρίτης Συνόδου τῶν ἁγίων διακοσίων Πατέρων, τῶν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μικροῦ ἐν Ἐφέσῳ συναχθέντων, καὶ τόν δυσσεβῆ Νεστόριον καθελόντων.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Βάτος ἐν ὄρει πυράφλεκτος,

καὶ δροσοβόλος κάμινος Χαλδαϊκή,

σαφῶς προγράφει σε Θεονυμφε·

τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί,

πῦρ ἀφλέκτως ἐδέξω·

διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν·

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν,

ὁ νομοθέτης εἴργετο κατανοεῖν,

τὸ μέγα Πάνσεμνε μυστήριον,

μὴ φρονεῖν χαμαίζηλα,

συμβολικῶς παιδευόμενος ποτέ·

διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν·

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὄρος καὶ πύλην οὐράνιον,

καὶ νοητὴν σε κλίμακα θεοπρεπῶς·

χορὸς ὁ θεῖος προηγόρευσε·

ἐκ σοῦ γὰρ λίθος τέτμηται,

οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην,

δι᾿ ἧς διῆλθε Κύριος,

τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β», ᾨδὴ ζ», τῶν Θεοπατόρων

Ἦχος β"

Ἀντίθεον πρόσταγμα

Ἐκ ῥίζης βλαστήσασα δυὰς ἁγία, Δαυῒδ τοῦ θεόφρονος, τὴν ῥάβδον τὴν πανίερον, Παρθένον τὴν ἄχραντον, τῷ κόσμῳ τέτοκεν, ἄνθος ἱερώτατον ἡμῖν, Χριστὸν ἀσπόρως ἐξανατέλλουσαν.

Λαμπάδα πολύφωτον τὴν Θεοτόκον, ἡ Ἄννα ἡ ἔνθεος, καθάπερ χρυσαυγίζουσα, λυχνία βαστάζουσα τὸν κόσμον ἅπαντα, θείῳ κατελάμπρυνε φωτί, καὶ παρθενίας λαμπροῖς πυρσεύμασι.

Προπάτορες ἔνδοξοι τοῦ σαρκωθέντος, δι᾿ ἄφατον ἔλεος, Θεοῦ τοῦ παντοκράτορος, παιδὸς ἐκ θεόφρονος ὑμῶν πανόλβιοι, νῦν μοι τῷ προσφεύγοντι ὑμῖν, πλημμελημάτων λύσιν βραβεύσατε.

Ὡς ὄντες ὑπέρτεροι τῶν γεννητόρων, τὴν πάντων δεσπόζουσαν, κτισμάτων ἐκτετόκατε, Μαρίαν τὴν ἄχραντον, τὴν τετοκυῖαν Θεόν, σάρκα περιθέμενον ἡμῖν, ὁμοίαν πάντῃ, δι᾿ εὐσπλαγχνίαν πολλήν.

Κανών γ», ᾨδὴ ζ», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Ὁ ἐν ἀρχῇ τὴν γῆν

Λίθοις ἁδροῖς συντρίβει σου τὸ σῶμα ὁ ἀσεβής, ὑμνοῦντος παρρησίᾳ, Χριστὸν ἐν μέσῳ τῶν παρανόμων, οὗ τῆς δόξης τυχών, νῦν χορεύεις λαμπρῶς.

Αἰωρηθεὶς τοῦ τείχους Ἀθλοφόρε, τοῦ δικαστοῦ, πολλῇ παραπληξίᾳ, ἐν βάρει λίθων πεπεδημένος οὐκ ἠρνήσω, Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.

Ὢ τῆς στερρᾶς ἐνστάσεώς σου Μάκαρ! ὢ τῆς θερμῆς ἀγάπης πρὸς τὸν Κτίστην! δι᾿ ἣν στεφάνῳ κατακοσμεῖ σε τῷ ἀφθάρτῳ, καλῶς ὑπεραθλήσαντα.

Θεοτοκίον

Σὺ εἶ μου φῶς Παρθένε Θεοτόκε, σὺ εἶ χαρὰ καὶ σκέπη καὶ λιμήν μου, εὐλογημένη, καὶ σὲ δοξάζω ὡς τεκοῦσαν, Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.

Κανών α», ᾨδὴ η», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων,

προαπεικόνισάς ποτε,

τὴν σὴν Μητέρα Κύριε·

ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο,

ἀφλέκτως ἐμβατεύοντας,

ἢν ὑμνοῦμεν ἐμφανισθεῖσαν,

διὰ σοῦ τοῖς πέρασι σήμερον,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς,

ἡ προορισθεῖσα σκηνή,

τοῦ εἶναι νῦν ἀπάρχεται,

τεξομένη Λόγον ἡμῖν παχύτητι,

σαρκὸς ἐμφανιζόμενον·

ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων,

δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς στειρώσεως μεταβολή,

τὴν κοσμικὴν τῶν ἀγαθῶν,

διέλυσε στείρωσιν,

καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε,

βροτοῖς ἐπιδημήσαντα·

ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων,

δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τῶν Θεοπατόρων

Ἦχος β"

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Πλούτῳ κομῶντες ἀρετῶν, τὴν ἐν δόξῃ θεϊκῇ πεποικιλμένην, Βασιλίδα Παρθένον, Ἰωακεὶμ ὁ σεπτός, καὶ Ἄννα ἡ σώφρων τετόκασιν, ἣν πᾶσα ἡ κτίσις, ὑμνεῖ ὡς Θεοτόκον.

Ῥάβδος δυνάμεως ἡμῖν, δι᾿ ὑμῶν φίλοι Θεοῦ ἐξαπεστάλη, ἡ πανάμωμος νύμφη, δι᾿ ἧς ἐν μέσῳ ἐχθρῶν, ἀθέων κατακυριεύομεν, τὰς μηχανουργίας αὐτῶν καταπατοῦντες.

Ὅπλον ἡμῖν παρὰ Θεοῦ, εὐδοκίας διὰ σοῦ ἱερωτάτη, ξυνωρὶς ἐδωρήθη, ᾧ νῦν ἡμεῖς οἱ πιστοὶ ὡραίως ἀεί, στεφανούμεθα, ἡ Θεὸν τεκοῦσα, ἁγνὴ Παρθενομήτωρ.

Φωτοχυσίαις τοῦ ἐκ σοῦ, σαρκωθέντος δι᾿ ἡμᾶς λελαμπρυσμένη, ἡ δυὰς ἡ ἀρίστη, τῶν γεννητόρων τῶν σῶν, γεννῶσί σε πάναγνε Δέσποινα, πρόξενον ἡμῖν, ἀγαθῶν ἐπουρανίων.

Ῥώμῃ Θεοῦ καρπογονεῖ, ἡ στειρεύουσα γαστὴρ ἀνοιγομένη, καὶ προέρχεται πύλη, παρθενικὴ παμφαής, ὁ Λόγος δι᾿ ἧς ἐπεδήμησεν, τοῖς ἐπὶ τῆς γῆς, σαρκωθεὶς ἀφράστῳ λόγῳ.

Κανών γ», ᾨδὴ η», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Τὸν Βασιλέα τῶν οὐρανῶν

Ἐγκαρτερήσας, τοῖς αἰκισμοῖς ἕως τέλους, Στρατιῶτα Κυρίου μετέστης, χαίρων πρὸς τὴν ἄνω, παμμάκαρ βασιλείαν.

Οὐ κατῃσχύνθης, διὰ Χριστὸν Γενναιόφρον, ὑπομεῖναι βάσανα ποικίλα· ὅθεν συνδοξάζῃ, αὐτῷ εἰς τοὺς αἰῶνας.

Στεφανηφόρος, σὺν ἀθληταῖς νῦν χορεύων, ἀληθῶς περὶ τὸν Βασιλέα, μέμνησο τῶν πίστει τελούντων σου τὴν μνήμην.

Θεοτοκίον

Ὦ Θεομῆτορ Χριστιανῶν ἡ προστάτις, ἐξελοῦ ἡμᾶς πάσης ἀνάγκης, ἵνα σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι,

στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α», ᾨδὴ θ», τῆς Θεοτόκου

Ἦχος β"

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται

Ὁ Εἱρμὸς

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα,

τὸν Θεὸν ἑξανατείλαντα,

σωματικῶς ἡμῖν ἐπιδημήσαντα,

ἐκ λαγόνων παρθενικῶν,

ἀφράστως σωματώσασα,

εὐλογημένη πάναγνεσὲ

Θεοτόκε μεγαλύνομεν».

Ὁ τοῖς ἀπειθοῦσι λαοῖς,

ἐξ ἀκροτόμου βλύσας νάματα,

τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται,

ἐκ λαγόνων στειρωτικῶν,

καρπὸν εἰς εὐφροσύνην ἡμῖν,

σὲ Θεομῆτορ ἄχραντε,

ἣν ἐπαξίως μεγαλύνομεν.

Τὴν τῆς ἀποτόμου ἀρχαίας,

ἀναιρέτιν ἀποφάσεως,

καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν,

τὴν τοῦ γένους τῆς πρὸς Θεὸν

αἰτίαν οἰκειώσεως,

τὴν πρὸς τὸν Κτίστην γέφυραν,

σὲ Θεοτόκε μεγαλύνομεν.

Κανών β», ᾨδὴ θ», τῶν Θεοπατόρων

Ἦχος β"

Ἀνάρχου Γεννήτορος

Ὁμόφρονες σύμψυχοι, τὴν ἀρετὴν ὑπάρχοντες, τῆς πανάγνου Παρθένου σεπτοὶ γεννήτορες, τοὺς ἐπιτελοῦντας προθύμως, τὴν εὐκλεῆ καὶ ἔνδοξον μνήμην, ὑμῶν ἱερώτατοι, τοῦ σωθῆναι δυσωπήσατε.

Νομὴν κατεπαύσατε, τὴν τοῦ θανάτου Ἔνδοξοι, τῆς ζωῆς τὴν Μητέρα, λαμπρῶς γεννήσαντες, τὴν ἐξαφανήσασαν τούτου, τὴν προσβολήν, καὶ τῆς ἀθανάτου, ζωῆς προξενήσασαν, τὴν ἐλπίδα διὰ πίστεως.

Ὡραῖος ὡς ἥλιος, Ἰωακεὶμ ἑνούμενος, τῇ φωσφόρῳ σελήνῃ, τῇ Ἄννῃ τέτοκε, τὴν τῆς παρθενίας ἀκτῖνα, δι᾿ ἧς αὐγὴ τῆς θείας οὐσίας, σαρκὶ καθ» ὑπόστασιν, ἑνωθεῖσα ἡμῖν ἔλαμψε.

Σωφρόνως βιώσαντες, καὶ εὐσεβῶς Μακάριοι, νῦν τρυφῆς τῆς ἀφράστου, κατηξιώθητε, τῆς θεοφανείας τυχόντες, τοῦ ἐξ ὑμῶν τῷ κόσμῳ φανέντος· ὃν περ δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών γ», ᾨδὴ θ», τοῦ Μάρτυρος

Ἦχος πλ. δ"

Κυρίως Θεοτόκον

Χερσὶ τῶν σὲ ποθούντων, Μάκαρ σου τὸ σῶμα, περισταλὲν κατετάφη ὡς ἅγιον, καὶ ἰαμάτων ἐκβλύζει, κρουνοὺς εἰς δόξαν Θεοῦ.

Ὧ θαῦμα! πῶς ἀνέστη, ὁ θανὼν οἰκέτης, καὶ προσηπήντα σου δρόμῳ τῷ σώματι, πρὸς τὴν ταφὴν ἀγομένῳ, Μάρτυς πανάριστε.

Τυχὼν τῆς αἰωνίου, Μάκαρ βασιλείας, καὶ τῷ Δεσπότῃ Χριστῷ παριστάμενος, ὑπὲρ τῶν σὲ ἀνυμνούντων θερμῶς ἱκέτευε.

Θεοτοκίον

Ἐξίσταντο Ἀγγέλων, αἱ ταξιαρχίαι, σεσαρκωμένον ὁρῶσαι σε φέρουσαν, τὸν Ποιητὴν τῶν αἰώνων καὶ σὲ ἐδόξαζον.

Ὁ Εἱρμὸς

«Κυρίως Θεοτόκον,

σὲ ὁμολογοῦμεν,

οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,

σὺν Ἀσωμάτοις χορείαις,

σὲ μεγαλύνοντες».

Ἐξαποστειλάριον τῶν Θεοπατόρων

Ἦχος γ«

Ἐπεσκέψατο ἡμᾶς

Ἡ τῆς Εὔας τὴν ἀράν, ἐξάρασα νῦν τίκτεται, ἐκ γηραλέων ἀκάρπων, τῆς Ἄννης καὶ Ἰωακείμ, ἣν σὺν Ἀγγέλοις ἅπαντες, κατὰ χρέος ἐν ὕμνοις, πιστοὶ εὐφημήσωμεν. Ἡ τῆς Εὔας τὴν ἀράν, ἐξάρασα νῦν τίκτεται, ἐκ γηραλέων ἀκάρπων, τῆς Ἄννης καὶ Ἰωακείμ, ἣν σὺν Ἀγγέλοις ἅπαντες, κατὰ χρέος ἐν ὕμνοις, πιστοὶ εὐφημήσωμεν.

Ἐξαποστειλάριον τοῦ Μάρτυρος

Ἦχος β»

Γυναῖκες ἀκουτίσθητε

Ἀλείπτης ἐχρημάτισας, Μαρτύρων τεσσαράκοντα, ἀριστευσάντων ἐν λίμνῃ, παμμάκαρ Σεβηριανέ, μεθ᾿ὧν ἀεὶ μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν φωτοφόρον σου μνήμην, καὶ σὲ τιμώντων ἐκ πόθου, Μάρτυς Χριστοῦ ἀθλοφόρε.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος β"

Γυναῖκες ἀκουτίσθητε

Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν δικαίων σήμερον, Ἰωακείμ τε καὶ Ἄννης, γεννᾶται ἡ Θεοτόκος.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρά.

Ἦχος β», Οἶκος τοῦ Ἐφραθᾶ

Χάρις τῷ λυτρωτῇ, καὶ πάντων κηδεμόνι, τῷ στεῖραν παρ᾿ ἐλπίδα, τεκεῖν τὴν Θεοτόκον, ἀρρήτως εὐδοκήσαντι.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Δεῦτε τὴν ἐκ Δαυΐδ, καὶ Ἰούδα φυεῖσαν, Θεοτόκον Μαρίαν, ἐξ ἧς ἡ σωτηρία, ἀπαύστως μεγαλύνωμεν.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Σήμερον εὐκλεῶς, ἐξ» Ἄννης ἡ Παρθένος, ἡ φωτοφόρος πύλη, γεννᾶται παραδόξως, λαοὶ φυλαὶ σκιρτήσατε.

Θεοτοκίον

Ἦχος β"

Σήμερον ὁ Χριστὸς ἐν Βηθλεὲμ

Σήμερον ἡ πανάμωμος Ἁγνὴ προῆλθεν ἐκ τῆς στείρας· σήμερον τὰ πάντα εὐφραίνονται, ἐν τῇ αὐτῆς γεννήσει, ὁ Ἀδὰμ τῶν δεσμῶν απολύεται, καὶ ἡ Εὔα της ἀρᾶς ἠλευθέρωται. Τὰ οὐράνια πάντα ἀγάλλονται, καὶ εἰρήνη τοῖς ἀνθρώποις βραβευεται. Ἡμεῖς δὲ δοξολογοῦντες βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς, ᾨδὴ γ» καὶ ἐκ τοῦ τῶν Ἁγίων ᾨδὴ ς».

Ἀντίφωνον Α«

Ἦχος β»

Στίχ. Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.

Στίχ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.

Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Στίχ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται.

Ἀντίφωνον Β«

Ἦχος β»

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

Ἀντίφωνον Γ«

Ἦχος δ»

Στίχ. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Εἰς τό, Ἐξαιρέτως

Κανών β», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία,

καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα,

ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη.

Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς,

ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν τῆς Ἑορτῆς

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Комментарии для сайта Cackle