Τῌ ΙΕ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς τρία καὶ τοῦ Ἁγίου τρία.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος πλ. α«

Χαίροις ἀσκητικῶν

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος πλ. α»

Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε∙ ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, Ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος∙ ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα∙ ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι∙ Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος πλ. α«

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε∙ δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.

Στιχηρὰ τοῦ Μάρτυρος

Ἦχος α»

Τῶν οὐρανίων

Tὸν ἀλιτήριον Μάρτυς κατεπολέμησας, τῇ παναλκίμῳ πίστει, τοῦ Σωτῆρος θεόφρον, βασάνους ὑπομείνας· ὅθεν σοφέ, τοὺς βαρβάρους ἐπέστρεψας, πρὸς τὸν τῶν ὅλων Δεσπότην καὶ ποιητήν, καὶ δοξάζουσιν αὐτὸν εὐσεβῶς.

Ἦχος α«

Τὰ ἀκροθίνια Μάρτυς ἐκ τῶν βαρβάρων Χριστῷ, δόξαν προσάξας ὤφθης, ἀθλητὰ θεηγόρε, θανὼν ὑπὲρ Τριάδος∙ ὅθεν σαφῶς, καὶ τὸ στέφος ἀπείληφας, καὶ ὡς φωστὴρ διαλάμπεις θεοπρεπῶς, ἐν τῷ κόσμῳ ἀξιάγαστε.

Ἦχος α»

Tὴν εὐσεβῆ πανοπλίαν ἀμφιεσάμενος, πρὸς πόλεμον ἐδείχθης, Χριστοῦ τοῦ Βασιλέως, Νικῆτα ἀθλοφόρε, ὥς περ ποτέ, Γεδεὼν ὁ παγκράτιστος, τῶν ἀλλοφύλων τὰ στίφη καταβαλών, ῥωμαλέᾳ παρρησίᾳ σου.

Δοξαστικὸν

Ἦχος πλ. β«

Θεοφάνους

Φωστῆρα τῶν Μαρτύρων σε ἔγνωμεν, Νικῆτα τοῦ Χριστοῦ ἀθλητά∙ σὺ γὰρ τοῦ ἐπὶ γῆς ἀξιώματος, τὴν δόξαν καταλείψας, καὶ πατρικὴν ἀθεΐαν βδελυξάμενος, τοὺς θεούς αὐτῶν συνέτριψας, καὶ νικητικῶς τοὺς βαρβάρους κατῄσχυνας, ὑπὲρ Χριστοῦ τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας∙ καὶ στρατιώτης τοῦ ἐπουρανίου Θεοῦ γέγονας, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. β»

Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν. δι᾽ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ, ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾽ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος Προκείμενον

Ἦχος βαρὺς

Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.

Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β», Ὅλην ἀποθέμενοι

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν∙ ἐν αὐτῷ κτείνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος∙ ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα∙ διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας, καὶ εἰς θάνατον, κατολισθήσαντας∙ ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα∙ Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.

Δοξαστικὸν

Ἦχος πλ. δ«

Τῆς νίκης ἐπώνυμος ἀνεδείχθης, Μάρτυς Νικῆτα πανσεβάσμιε, ἐν σταδίῳ κηρύξας Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐναντίον βασιλέων καὶ τυράννων αὐτὸν ὁμολογήσας∙ διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν φιλοχρίστων ἀνάκτων, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.

Θεοτοκίον

Ἦχος πλ. δ»

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα∙ Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλεται, ἐν κυμβάλοις Δαυϊτικοῖς ὕμνον σοι προσφέροντα, καὶ λέγοντα∙ Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν∙ δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος δ»

Ὁ μάρτυς σου Κύριε,

ἐν τῇ ἀθλήσει αὐτοῦ,

τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας,

ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·

ἔχων γὰρ τὴν ἰσχύν σου,

τοὺς τυράννους καθεῖλεν,

ἔθραυσε καὶ δαιμόνων,

τὰ ἀνίσχυρα θράση.

Αὐτοῦ ταὶς ἱκεσίαις

Χριστὲ ὁ Θεός,

σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α«

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος α»

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ∙ καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε. Δέξαι ὥς περ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας∙ Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος α"

Τὸν τάφον σου Σωτὴρ

Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα∙ ἀλλ᾿ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανών, ὃς τὴνδε τὴν ἀκροστιχίδα φέρει.

Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α«

Ἦχος πλ. δ»

Ὁ Εἱρμὸς

«Σταυρὸν χαράξας Μωσῆς,

ἐπ» εὐθείας ῥάβδω,

τὴν Ἐρυθρὰν διέτεμε,

τῷ Ἰσραὴλ πεζεύσαντι,

τὴν δὲ ἐπιστρεπτικῶς,

Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,

ἐπ» εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.

Διὸ Χριστῷ ᾄσωμεν

τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Τὸν τύπον πάλαι Μωσῆς,

τοῦ ἀχράντου πάθους,

ἐν ἑαυτῷ προέφηνε,

τῶν ἱερῶν μεσούμενος,

Σταυρῷ δὲ σχηματισθείς,

τεταμέναις τρόπαιον,

παλάμαις ἤγειρε, τὸ κράτος διολέσας,

Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν,

τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος,

φθοροποιοῦ λυτήριον,

καὶ ἰοβόλου δήγματος·

καὶ ξύλῳ τύπῳ Σταυροῦ,

τὸν πρὸς γῆν συρόμενον,

ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ,

θριαμβεύσας τὸ πῆμα·

διὸ Χριστῷ ᾄσωμεν,

τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὑπέδειξεν οὐρανός,

τοῦ Σταυροῦ τὸ τρόπαιον,

τῷ εὐσεβείας κράτορι,

καὶ Βασιλεῖ θεόφρονι,

ἐχθρῶν ἐν ᾧ δυσμενῶν,

κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ·

καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία·

διὸ Χριστῷ ᾄσωμεν,

τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Νίκης σε μέλπω τὸν φερώνυμον πρόμον.

Θεοφάνους.

ᾨδὴ α«

Ἦχος δ»

Θαλάσσης τὸ ἐρυθραῖον

Νεκρώσας, τὸ τῆς σαρκός μου φρόνημα, τὸν νοῦν καταύγασον, φωτιστικῇ λαμπρότητι τὴν σήν, ἀνυμνῆσαι πανήγυριν, ὡς νικητὴς πανάριστος, καθικετεύων ὦ Νικῆτα Χριστόν.

Ἰὸν τὸν ἐκ τῶν παθῶν γενόμενον, ἀποτιθέμενος, τοὺς αἰκισμοὺς ὑπέμεινας στερρῶς, καὶ χιτῶνα τὸν ἔντιμον, μαρτυρικῶς ἐνδέδυσαι, ἐκ σῶν αἱμάτων ὑφαινόμενον.

Καινήν τε, καὶ θαυμασίαν ἔδειξας, ὁδὸν ἀθλήσεως, ὑπὲρ ἡμῶν τῷ ξύλῳ προσπαγείς∙ ἀπαρχὴ γὰρ γεγένησαι, τῆς τῶν Μαρτύρων Δέσποτα, ὁμολογίας καὶ στερρότητος.

Θεοτοκίον

Ἡ πύλη, τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, ἀνατολὴν καὶ ἥλιον καὶ φῶς, μυστικῶς σε καλούμενον, ὑπερφυῶς ἐξήστραψε, διπλοῦν τῇ φύσει τὸν φιλάνθρωπον.

Κανών α», ᾨδὴ γ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·

τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,

τῇ στειρευούσῃ δὲ πρῴην,

Ἐκκλησίᾳ νῦν ἐξήνθησε,

ξύλον Σταυροῦ,

εἰς κράτος καὶ στερέωμα».

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος,

ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ,

τῆς θεοκλήτου ἐδήλου,

Ἐκκλησίας τὸ μυστήριον,

ἧς ὁ Σταυρός,

τὸ κράτος καὶ στερέωμα.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης,

ὕδωρ σὺν αἵματι ἐξεβλήθη,

ἐγκαινίζον διαθήκην,

καὶ ῥυπτικὸν ἁμαρτίας·

τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα,

καὶ Βασιλέων κράτος καὶ στερέωμα.

Κανών α», ᾨδὴ γ», τοῦ Ἁγίου

Ἦχος δ"

Εὐφραίνεται ἐπὶ σοὶ

Στερρότητι τῆς ψυχῆς, τὰς τῶν τυράννων ἀπειλὰς ἔφερες, Μάρτυς Χριστοῦ ἔνδοξε, θείᾳ δυναστείᾳ ῥωννύμενος.

Σαρκός σου τὸν σκορπισμόν, καὶ τῶν μελῶν τὴν ἐκκοπὴν ἤνεγκας, Μάρτυς Χριστοῦ πανεύφημε∙ τὴν δὲ σὴν ψυχὴν συνεκρότησας.

Εὐφραίνεται ἐπὶ σοί, ὁ τῶν Μαρτυρων τοῦ Χριστοῦ σύλλογος, μνήμην τὴν σὴν σήμερον, ἐπιτελουμένην θεώμενος.

Θεοτοκίον

Μαρία τὸ καθαρόν, τῆς παρθενίας καὶ σεπτὸν σκήνωμα, τὰ χαλεπὰ τραύματα, τῆς ἐμῆς καρδίας θεράπευσον.

Ὁ Εἱρμὸς

«Εὐφραίνεται ἐπὶ σοί,

ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·

Σύ μου ἰσχὺς Κύριε,

καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα

Ἦχος δ"

Ταχὺ προκατάλαβε

Τῶν πόνων μακάριε, κατατρυφῶν τῆς σαρκός, τὴν θείαν καὶ ἄπονον, ἐν Παραδείσῳ τρυφήν, ἀξίως ἀπείληφας, στέφος ἀθανασίας, ἐκ Θεοῦ δεδεγμένος∙ ὅθεν καὶ τῶν θαυμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς πόθῳ καταφεύγουσι, Μάρτυς τῇ σκέπῃ σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν∙ ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας∙ γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Κανών α», ᾨδὴ δ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε,

τῆς οἰκονομίας σου τὸ μυστήριον,

κατενόησα τὰ ἔργα σου,

καὶ ἐδόξασά σου τὴν Θεότητα».

Πικρογόνους μετέβαλε,

ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι,

τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν,

τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

Ὁ βυθῷ κολπωσάμενος,

τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ,

τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι,

τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

Ἱερῶς προστοιβάζεται,

ὁ τετραμερὴς λαὸς προηγούμενος,

τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς,

σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος,

τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν,

ὁ Σταυρός· καὶ διηγήσαντο,

οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

Κανών α», ᾨδὴ δ», τοῦ Ἁγίου

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,

ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης,

ἔστη ἐν τῇ τάξει αὐτῇς,

εἰκότως κραυγάζουσα·

Δόξα τῇ δυνάμει σου Κύριε».

Ἐνηδόμενος Κυρίου τῇ θεωρίᾳ, καὶ ταῖς αὐτοῦ λαμπρότησιν, ἐντρυφῶν ὁ Μάρτυς, πάσχων οὐκ ᾐσθάνετο, καὶ χαίρων ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε.

Λελυτρωμένος τῶ αἵματι τοῦ Δεσπότου, ὁ ἀθλητὴς Νικήτας, τὸ ἴδιον αἷμα, χαίρων προσκομίζει Χριστῷ∙ δι᾿ ὃν ἀναιρούμενος· Δόξα σοι Θεέ μου, ἐκραύγαζεν.

Πεπυρσευμένος τῷ ἔρωτι τοῦ Σωτῆρος, εἰδωλικὴν ὁ Μάρτυς, κατεπάτησε φλόγα, πᾶσάν τε δαιμόνων ἰσχύν, καὶ κράζει τῷ κτίσαντι∙ Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται.

Κανών α», ᾨδὴ ε», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ὦ τρισμακάριστον ξύλον!

ἐν ᾧ ἐτάθη Χριστός,

ὁ Βασιλεὺς καὶ Κύριος,

δι» οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,

τῷ ἐν σοὶ δελεασθείς,

Θεῷ τῷ προσπαγέντι σαρκί,

τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

Σὲ τὸ ἀοίδιμον ξύλον,

ἐν ᾧ ἐτάθη Χριστός,

τὴν Ἐδὲμ φυλάττουσα,

στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη,

τὸ φρικτὸν δὲ Χερουβίμ,

εἶξε τῷ σοὶ παγέντι Χριστῷ,

τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὑποχθονίων δυνάμεις,

ἀντίπαλοι τοῦ Σταυροῦ,

φρίττουσι χαραττόμενον,

τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν·

οὐρανίων γηγενῶν,

γένος δὲ γόνυ κάμπτει Χριστῷ,

τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις,

φανεὶς ὁ θεῖος Σταυρός,

ἐσκοτισμένοις ἔθνεσι,

τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος,

ἀπαστράψας οἰκειοῖ,

τῷ ἐν αὐτῷ παγέντι Χριστῷ,

τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Κανών α», ᾨδὴ ε», τοῦ Ἁγίου

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Σὺ Κύριέ μου φῶς,

εἰς τὸν κόσμον ἐλήλυθας,

φῶς ἅγιον ἐπιστρέφον,

ἐκ ζοφώδους ἀγνοίας,

τοὺς πίστει ἀνυμνοῦντάς σε».

Τὶς δύναται λαλεῖν, σοῦ Νικῆτα τὰ ἔπαθλα, πανεύφημε τοὺς στεφάνους, οὓς δωρεῖται Χριστὸς σοι, ὑπὲρ αὐτοῦ ἀθλήσαντι;

Οἱ Μάρτυρες ἐν γῇ, τοὺς ἀγῶνας ἀνύσαντες, οὐράνιον ἐν ὑψίστοις, παρὰ σοῦ Ζωοδότα, τὴν ἀντίδοσιν ἔλαβον.

Νῦν λάμπεις ὡς φωστήρ, ὦ Νικῆτα πανεύφημε, φῶς δεύτερον χρηματίσας, τῷ φωτὶ τῷ μεγάλῳ ἐνδόξως παριστάμενος.

Θεοτοκίον

Φῶς ἄχρονον ἡμῖν, ὑπὸ χρόνον γενόμενον, ἐγέννησας Θεομῆτορ, τοῖς ἐν σκότει τοῦ βίου, καὶ κόσμον κατεφώτισας.

Κανών α», ᾨδὴ ς», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Νοτίου θηρὸς ἐν σπλάγχνοις,

παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,

τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.

Ὅθεν τριήμερος ἐκδύς,

τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,

τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,

καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος».

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς,

ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας,

τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ·

τὴν παλαιότητα καὶ γάρ,

τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν,

ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός,

καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας,

ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου,

ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός·

ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι,

οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον·

ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ,

νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

Κανών α», ᾨδὴ ς», τοῦ Ἁγίου

Ἦχος δ"

Θύσω σοι, μετὰ φωνῆς

Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Κτίσαντος Ἔνδοξε, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις, δεδεγμένος μάκαρ ἀνεπτερώθης, καὶ θανάτου, καταφρονῶν αὐτῷ προσεχώρησας.

Ῥεόντων, λογιστικῷ χρησάμενος σώφρονι, τὰ μὴ κενούμενα Μάρτυς προτιμήσας, σῶμά σου τοῖς βασάνοις ὦ Νικῆτα, μετ᾿ εὐφροσύνης χαίρων παρέδωκας.

Θεοτοκίον

Ὡς μῆλον, ἐν τῷ δρυμῷ σε μόνην εὑράμενος, καὶ καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.

Ὁ Εἱρμὸς

«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,

ἡ Ἐκκλησία βοᾷ σοι,

ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,

τῷ δι» οἶκτον,

ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον

Ἦχος β"

Τὰ ἄνω ζητῶν

Τῆς πλάνης τεμών, τὸ κράτος τῇ ἐνστάσει σου, καὶ νίκης λαβών, τὸ στέφος τῇ ἀθλήσει σου, τοῖς Ἀγγέλοις ἔνδοξε, συναγάλλῃ Νικῆτα φερώνυμε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Γνῶσιν ἐνθεὶς τὴ ψυχή μου, κάθαρόν μου τὴν φρένα καὶ τῶν σῶν ἐντολῶν ἐργάτην Σῶτερ ἀνάδειξον, ἵνα ἰσχύσω καταπαλαῖσαι τὰς ποικίλας τῶν παθῶν μου ἐπαναστάσεις, νικητικὸν ἀφθαρσίας βραβεῖόν τε δέξασθαι, πρεσβείαις τοῦ σοῦ γενναίου ἀθλοφόρου Νικήτα, φιλάνθρωπε∙ καὶ γὰρ αὐτὸς ἡμᾶς ἐν τῇ μνήμῃ αὐτοῦ συνεκαλέσατο, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΙΕ» τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.

Στίχοι

Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος,

Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος.

Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ.

Στίχοι

Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος.

Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων.

Στίχοι

Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην,

Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς.

Στίχοι

Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου,

Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται.

Στίχοι

Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος,

Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται.

Στίχοι

Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν,

Κόραι δύο κλίνουσιν αὐχένας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου.

Στίχοι

Εὕρημα κοινὸν ὁ Στέφανος τῇ κτίσει,

Θεοῦ μεγίστου πρωταγωνιστὴς μέγας.

Ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Βησσαρίων ἀρχιεπίσκοπος Λαρίσσης ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος Γεράσιμος, ὁ κτίτωρ τῆς μονῆς τῆς ἁγίας Τριάδος τῆς ἐπονομαζομένης Σουρβιᾶς, τῆς παρὰ τὴν Μακρυνίτσαν τῆς Ζαγορᾶς, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς, Ἰωάννης ὁ Κρής, ὁ μαρτυρήσας ἐν τῇ νέᾳ Ἐφέσῳ κατὰ τὸ 1811, ξίφει τελειοῦται.

Ταῖς τῶν σῶν Μαρτύρων εὐχαῖς, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς

λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,

καὶ δυσφημίας θεοστυγοῦς.

Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,

θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,

ἀλλ» ἀντηχούντι δροσοβόλῳ πνεύματι,

πυρὶ συνόντες ἔψαλλον·

ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,

Θεὸς εὐλογητὸς εἶ».

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς,

φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς,

ὅλῳ τῷ γένει σωματοφθόρος τις,

ὡς λύμη τῆς νόσου μετέδωκεν·

ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν,

Σταυροῦ τὸ ξύλον κράζομεν·

Ὁ ὑπερύμνητος,

τῶν Πατέρων καὶ ἡμῶν,

Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον

ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν·

ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ,

ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο,

ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν,

εὐγνωμοσύνης κράζοντος·

ὁ ὑπερύμνητος,

τῶν Πατέρων καὶ ἡμῶν,

Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ,

ὁ γενησόμενον, βλέπων, Ἰσραήλ,

τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει

ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν·

οὗτος γὰρ τοῖς βασιλεῦσι,

τροπαιοῦχον καύχημα,

καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος,

τῶν Πατέρων καὶ ἡμῶν,

Θεὸς εὐλογητὸς εἶ.

Κανών α», ᾨδὴ ζ», τοῦ Ἁγίου

Ἦχος δ"

Ἐν τῇ καμίνῳ

Νῦν ἀπροσίτῳ, τῇ λαμπηδόνι καταυγαζόμενος, Μάρτυς τοὺς ὑμνοῦντας νῦν τὴν σὴν ἑορτήν, τῷ φωτί σου καταλάμπρυνον· Εὐλογημένος εἶ, ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Ὑπερηγάσθη, σοῦ τὴν ἀνδρείαν τὰ στρατεύματα, μάκαρ τῶν Ἀγγέλων βλέποντα καρτερῶς, ἐναθλοῦντά σε καὶ λέγοντα∙ Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

Μετὰ τῆς ἄνω, χοροστασίας ὁ ἀσώματος, Χαῖρε Θεοτόκε πάναγνε Γαβριήλ, ἀγαλλόμενος κραυγάζει σοι∙ Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

Κανών α», ᾨδὴ η», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Εὐλογεῖτε Παῖδες,

τῆς Τριάδος ἰσάριθμοι,

Δημιουργὸν Πατέρα Θεόν,

ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,

καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,

καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,

Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

Ὑψουμένου ξύλου,

ῥαντισθέντος ἐν αἵματι,

τοῦ σαρκωθέντος Λόγου Θεοῦ,

ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις,

βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι·

Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν,

δι» οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις,

οἰκονόμοι τῆς χάριτος,

Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός,

ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην,

Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν.

Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον,

τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ,

προκριθέντες ἀγάλλεσθε,

Χριστιανῶν πιστοὶ Βασιλεῖς·

καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ,

λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον·

ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα,

σκεδάννυνται εἰς τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ η», τοῦ Ἁγίου

Ἦχος δ"

Χεῖρας ἐκπετάσας

Ὁλόκληρον θῦμα καὶ δεκτόν, σαυτὸν προσήγαγες Μάρτυς ἀήττητε, καὶ ὁλοκάρπωμα γέγονας, εὐωδίας τῷ Δεσπότῃ σου, τῷ σταυρωθέντι δι᾽ ἡμᾶς, μετ᾽ εὐφροσύνης βοῶν∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νομίμως ὡς θεῖος ἀριστεύς, ἐχθροῦ τὰς φάλαγγας καταστρεψάμενος, ἀξίως εἴληφας στέφανον, τὸν τῆς νίκης τὸν ἀμάραντον, ἐκ ζωηφόρου δεξιᾶς, ᾗ νῦν παρέστηκας ἀναμέλπων∙ Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ποθήσας ἀσχέτως τὸν Χριστόν, τῷ τούτου αἵματι, τὸ σὸν κατέμιξας, καὶ συντεμνόμενος μάστιξι, καὶ ποικίλως ἀναιρούμενος∙ ᾧ περ καὶ νῦν ὡς μιμητής, συμβασιλεύεις βοῶν∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ῥύπον τὸν τῆς φύσεως ἡμῶν, Χριστὸν κυήσασα τὸν μόνον ἄχραντον, σαφῶς ἀπέπλυνας ἄχραντε, Θεοτόκε παναμώμητε∙ καὶ Χερουβὶμ καὶ Σεραφίμ, γέγονας ὕπερθεν, τῶν βοώντων∙ Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς

«Χεῖρας ἐκπετάσας Δανιήλ,

λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,

πυρὸς δὲ δύναμιν ἔσβεσαν,

ἀρετὴν περιζωσάμενοι,

οἱ εὐσεβείας ἐρασταί,

Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,

πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται

Κανών α», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,

ἀγεωργήτως βλαστήσασα Χριστόν,

ὑφ» οὗ τὸ τοῦ Σταυροῦ,

ζωηφόρον ἐν γῇ,

πεφυτούργηται δένδρον.

Διὸ νῦν ὑψουμένου,

προσκυνοῦντες αὐτὸν,

σὲ μεγαλύνομεν».

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα,

ἁγιασθείσης τῆς φύσεως αὐτῶν,

ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς,

ἐφυτεύθη Χριστοῦ,

τανυθέντος ἐν ξύλῳ·

δι᾿ οὗ νῦν ὑψουμένου,

προσκυνοῦμεν αὐτὸν

καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφροσι,

τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός,

ἐν ᾧ ἁμαρτωλῶν νοουμένων,

συνθλῶνται

τὰ κέρατα πάντα,

δι᾿ οὗ νῦν ὑψουμένου,

προσκυνοῦμεν αὐτὸν

καὶ μεγαλύνομεν.

Εἱρμὸς ἄλλος

«Ὁ διὰ βρώσεως τοῦ ξύλου,

τῷ γένει προσγενόμενος θάνατος,

διὰ Σταυροῦ κατήργηται σήμερον·

τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,

τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,

τῶν οὐρανῶν μεγαλύνουσι».

Μὴ τὴν πικρίαν τὴν τοῦ ξύλου,

ἐάσας ἀναιρέσιμον Κύριε,

διὰ Σταυροῦ τελείως ἐξήλειψας·

ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μερρᾶς,

προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν· ἣν πᾶσαι αἱ Δυνάμεις,

τῶν οὐρανῶν μεγαλύνουσιν.

Ἀδιαλείπτως βαπτομένους,

τῷ ζόφῳ τοῦ προπάτορος Κύριε,

διὰ Σταυροῦ ἀνύψωσας σήμερον·

ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη,

παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου·

ὃν οἱ πιστοὶ μεγαλύνομεν.

Ἴνα τὸν τύπον ὑποδείξῃς,

τῷ κόσμῳ προσκυνούμενον Κύριε,

τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον,

ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον,

Βασιλεῖ πανοπλίαν ἀήττητον· ἣν πᾶσαι αἱ Δυνάμεις,

τῶν οὐρανῶν μεγαλύνουσιν.

Κανών α», ᾨδὴ θ», τοῦ Ἁγίου

Ἦχος δ"

Λίθος ἀχειρότμητος

Ὅλον ἐμαυτὸν σοι προσφέρω, θεομακάριστε Νικῆτα, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.

Μάρτυς ἀληθῶς χρηματίσας, τῆς ἀληθείας Ἀθλοφόρε, τῇ ἐνυποστάτῳ καὶ σεπτῇ, νῦν ἀληθείᾳ χαίρων παρίστασαι, τὰ τῶν ἀγώνων ἔπαθλα, σὺν παρρησίᾳ κομισάμενος.

Ὅρμῳ γαληνῷ προσωρμίσθης, ἀναπαυσάμενος τῶν πόνων, καὶ στεφανηφόρος χορεύεις ἐν Παραδείσῳ, μετὰ Μαρτύρων Χριστοῦ∙ διὸ σε νῦν πανόλβιε, πάντες ἀξίως σε δοξάζομεν.

Νέμοις μοι τὴν ἄφθονον χάριν, τοὺς τῶν ἐπαίνων σοι τοῖς λόγοις, πλέξαντι προθύμως στεφάνους, ῥυόμενός με τῆς ἁμαρτίας μου, καὶ τῶν δεινῶν μου πράξεων, ταῖς σαῖς πρεσβείαις Παμμακάριστε.

Θεοτοκίον

Νόμων τῶν τῆς φύσεως δίχα, τὸν νομοδότην ἀποτίκτεις, σάρκα γεγονότα ἀτρέπτως, δι᾽ εὐσπλαγχνίαν ἀνεξιχνίαστον, εὐλογημένη Ἄχραντε, δυσὶν οὐσίαις γνωριζόμενον.

Ὁ Εἱρμὸς

«Λίθος ἀχειρότμητος ὄρους,

ἐξ ἀλαξεύτου σου Παρθένε,

ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς

συνάψας τάς διεστώσας φύσεις.

Διὸ ἐπαγαλλόμενοι

σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Μάρτυρος

Ἦχος β«

Τοῖς Μαθηταῖς συνέλθωμεν

Ὡς ἐτροπώσω πάνσοφε, τοῦ Σταυροῦ τῇ δυνάμει, βαρβαρικὴν θρασύτητα, καὶ τυράννων μανίαν, στῆσον γενναῖε Νικῆτα, καὶ ἡμῶν ταῖς εὐχαῖς σου, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, ἁμαρτιῶν, λύσιν παρεχόμενος, ἀθλοφόρε, ὡς παρρησίαν ἄπλετον, πρὸς Θεὸν κεκτημένος.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος β»

Τῶν μαθητῶν ὁρώντων σε

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρά.

Ἦχος β», Οἶκος τοῦ Ἐφραθᾶ

Σήμερον τοῦ Χριστοῦ, ὁ Σταυρὸς ἀνυψοῦται, τὸ ζωηφόρον ξύλον, ἐν ᾧ σαρκὶ ἐπάγη, πάντας ἀνακαλούμενος.

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Χαίροις τὸ τῶν πιστῶν, φυλακτήριον θεῖον, ἀπροσμάχητον τεῖχος, Σταυρὸς ὁ τοῦ Κυρίου, δι» οὗ ἀπὸ γῆς ἤρθημεν.

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.

Δοξαστικὸν

Ἦχος πλ. β«

Σήμερον ἡ οἰκουμένη πᾶσα, τῇ τοῦ ἀθλοφόρου ἀγάλλεται ἀθλήσει∙ καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Χριστομάρτυς βοᾷ σοι∙ θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

Θεοτοκίον

Ἦχος πλ. β»

Σήμερον τὸ φυτὸν τῆς ζωῆς ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν∙ καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανούς, καταγγέλλει ἀνύψωσιν, δι᾿ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται∙ διὸ εὐχαρίστως βοήσωμεν, Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνανυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ Μακαρισμοὶ ἀπὸ τοῦ Κανόνος τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

Ἀντίφωνον Α«

Ἦχος α»

Στίχ. Ὁ Θεός μου πρόσχες μοι, ἵνα τὶ ἐγκατέλιπές με;

Στίχ. Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

Στίχ. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.

Στίχ. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

Ἀντίφωνον Β«

Ἦχος β»

Στίχ. Ἴνα τὶ ὁ Θεὸς ἀπώσω εἰς τέλος;

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς.

Στίχ. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων.

Ἀντίφωνον Γ«

Ἦχος α»

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Στίχ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστι.

Στίχ. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ.

Προκείμενον Ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ᾽ αὐτὸν καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τὴ καρδία.

Στίχ. Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.

Ἀλληλούϊα

Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

Κοινωνικὸν τῆς Ἑορτῆς

Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.

Комментарии для сайта Cackle