Τῌ ΙΑ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.

ΕΙΔΗΣΙΣ

Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλεται καὶ ἡ Ἀκολουθία τοῦ Ἁγίου Μάρτυρος Αὐτονόμου, διὰ τὸ ἀποδίδοσθαι ἐν τῇ ΙΒ» τὴν Ἑορτὴν τῆς Θεοτόκου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ τῆς Ὁσίας.

Στιχηρὰ τῆς Ὁσίας

Ἦχος δ«

Ὡς γενναῖον ἐν Μάρτυσιν

Γυναικείῳ ἐν σώματι, καὶ ἀνδρείῳ ἐν σχήματι, ἀνδρικὰ διήνυσας ἀγωνίσματα, μέσον ἀνδρῶν κατοικήσασα, καὶ πάθη μειώσασα, καὶ ὁρμὰς τῶν ἡδονῶν, παντελῶς χαλινώσασα, ταῖς ἀσκήσεσι, τῇ συντόνῳ δεήσει Θεοδώρα, καὶ ταῖς θείαις πρὸς τὸ θεῖον, καὶ ἀνενδότοις σου νεύσεσιν.

Ἦχος δ»

Ὑπὸ γῆν σε ὁ ἥλιος, ὑποδὺς οὐχ ἑώρακε, πλημμελοῦσαν· ἔγνω δὲ σε ὁ ἄδυτος, καρδιογνώστης καὶ Κύριος, ὁ βλέπων τὰ κρύφια, καὶ κατηύγασε φωτί, μετανοίας τὰ ὄμματα, τῆς καρδίας σου· ὅθεν ἔσπευσας τοῦτον θεραπεῦσαι, ἐπιμόνῳ ἐγκρατείᾳ, καὶ ἀρετῶν τελειότητι.

Ἦχος δ«

τοῦ ἐχθροῦ τὰ σοφίσματα, μηδαμῶς ἀγνοήσασα, ὅπερ οὐκ ὠδίνησας στέργεις νήπιον, καὶ πατρικοῖς σπλάγχνοις ἔνδοξε, ἐκτρέφουσα ἔφερες, εὐσεβεῖ τῷ λογισμῷ, τὸ ἀνθρώπινον ὄνειδος, τὴν ἀνύποιστον, ἐπιτίμησιν ὄντως Θεοδώρα· διὰ τοῦτο τὴν σεπτήν σου, ἐπιτελοῦμεν πανήγυριν.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος δ»

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἀρεταῖς πυρσευόμενος, εὐσεβείᾳ κοσμούμενος, Ἱεράρχης ἔνθεος ἐχρημάτισας· καὶ ὡς πολύφωτος ἥλιος, τὸν κόσμον διέδραμες, κατασπείρων πανταχοῦ, τὸ τῆς κτίσεως κήρυγμα, τὴν ἀπάτην δέ, ἐκριζῶν τῇ δρεπάνῃ τῆς σῆς γλώττης, Ἱεράρχα θεοφόρε, μεγαλοκήρυξ Αὐτόνομε.

Ἦχος δ«

Πρὸς ἐπίπονα σκάμματα, πρὸς ἀνδρεῖα παλαίσματα, πρὸς πληγὰς καὶ θάνατον, προσεχώρησας· ταῖς γὰρ νιφάσι χωννύμενος, τῶν λίθων Αὐτόνομε, καὶ χρησάμενος αὐτοῖς, ὡς βαθμίσι καὶ κλίμαξιν, ἀνελήλυθας, πρὸς Θεὸν στεφανίτης, καὶ συνήφθης, στρατιαῖς τῶν Ἀσωμάτων, ὑπὲρ τοῦ κόσμου δεόμενος.

Ἦχος δ»

Τὴν στολήν σου ἐν αἵματι μαρτυρίου ἐτέλεσας, λαμπροτέραν χάριτι θείου Πνεύματος, καὶ νοερῶς εἰς τὰ Ἅγια, τὰ ἄνω ἀνέδραμες, ἔνθα πρόδρομος ἡμῶν, Ἰησοῦς εἰσελήλυθε, νίκης στέφανον, πρὸς Θεοῦ δεδεγμένος, μετὰ πάντων, τῶν ἐν αἵματι Τιμίῳ, τελειωθέντων Αὐτόνομε.

Θεοτοκίον

Ἦχος πλ. β"

Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α» Τῶν οὐρανίων ταγμάτων

Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

Θεοτοκίον

Ἦχος πλ. δ"

Σεργίου Ἁγιοπολίτου

Ἐν εὐσήμῳ ἡμέρᾳ Ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς, τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις καὶ τῆς Εὔας ἡ ἀνάκλησις· τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον

Ἦχος δ«

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος δ»

Ἐπεφάνης σήμερον

Αἱ ἀκτῖνες ἔλαμψαν, τῆς παγκοσμίου, χαρμονῆς τοῦ τόκου σου, Παρθενομῆτορ Μαριάμ, ἐπὶ τῆς γῆς, καὶ κατηύγασαν, τὰς διανοίας τῶν πόθῳ ὑμνούντων σε.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος δ"

Ἐπεφάνης σήμερον

Τῇ σεπτῇ γεννήσει σου, ἡ οἰκουμένη, τῷ αὔλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου

Κανών α», ᾨδὴ α», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Δεῦτε λαοί,

ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ,

τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι,

τὸν λαὸν ὂν ἀνῆκε,

δουλείας Αἰγυπτίων,

ὅτι δεδόξασται».

Δεῦτε πιστοί,

Πνεύματι θείῳ γηθόμενοι,

τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν,

εἰς βροτῶν σωτηρίαν,

ἀειπάρθενον Κόρην,

ὕμνοις τιμήσωμεν.

Χαῖρε σεμνή,

Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ,

ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος,

τῶν ἀνθρώπων τῷ γένει,

σὲ πάντες ἐπαξίως,

ὕμνοις δοξάζομεν.

Ἡ τῆς ζωῆς,

τίκτεται σήμερον γέφυρα,

δι» ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως,

τῆς εἰς ᾍδου εὑρόντες,

Χριστὸν τὸν ζωοδότην,

ὕμνοις δοξάζουσιν.

Ὁ Κανὼν τῆς Ὁσίας.

Ποίημα Ἰγνατίου.

ᾨδὴ α«

Ἦχος δ»

Ἀνοίξω τὸ στόμα μου

Τὸ στόμα μου πλήρωσον, τῆς σῆς αἰνέσεως Κύριε, ὑμνοῦντος τὴν δόξαν σου, τὴν πολυΰμνητον, καὶ γεραίροντος, τοὺς πόνους Θεοδώρας, εὐαρεστησάσης σοι, βίου λαμπρότητι.

Ἀνέτειλε σήμερον, ἡ Ἱερά σου πανήγυρις, ἡλίου φαιδρότερον, τὰς ἐν τῷ κόσμῳ ψυχάς, καταυγάζουσα, καὶ ζόφον τῶν δαιμόνων, συντόνως ἐλαύνουσα, Ἀξιοθαύμαστε.

Οὐκ ἔγνω δυόμενος, σὲ πλημμελοῦσαν ὁ ἥλιος, ὁ ἄδυτος ἔγνω δέ, μόνος ὡς πάντα εἰδώς, καὶ κατηύγασεν, ἀκτῖσι μετανοίας, ψυχῆς σου τὰ ὄμματα, θεομακάριστε.

Θεοτοκίον

Ὡς ἔμψυχον θάλαμον, ὡς ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.

Κανών γ», ᾨδὴ α», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Ἅρματα Φαραὼ

Αἴγλῃ θεαρχικῇ, ἐλλαμπόμενος ἀεί, ζόφου με ἐξάρπασον, ἁμαρτιῶν Ἱεράρχα, ὅπως τὴν φαιδράν σου σήμερον, ἀνευφημήσω πανήγυριν.

Παύλου ὡς μιμητής, γεγονὼς Ἀρχιερεῦ, πᾶσαν περιώδευσας, τὴν οἰκουμένην κηρύττων, τὸ σωτηριῶδες κήρυγμα, καὶ καθαιρῶν τῶν εἰδώλων βωμούς.

Πέτρᾳ τῇ νοητῇ, στηριχθείς σου τὴν ψυχήν, λίθοις θανατούμενος, πρὸς τὴν ζωὴν τὴν ἀγήρω, Μάρτυς Ἱερὲ Αὐτόνομε, μετὰ χαρᾶς προσεχώρησας.

Θεοτοκίον

Ἔτεκες τὸν πρὸ σοῦ, γεννηθέντα ἐκ Πατρός, Μήτηρ ἀπειρόγαμε, ὑπὲρ αἰτίαν καὶ λόγον, ὃν ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν εὐσεβῶς ἀνυμνούντων σε.

Κανών α», ᾨδὴ γ», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,

ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,

καὶ τὸν φόβον σου ἐμφύτευσον,

εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι,

τὴν πάντων ἐκύησαν σωτηρίαν,

οἱ θεόφρονες γεννήτορες,

τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος,

ἐκ στείρας προήγαγε τὴν Παρθένον·

ἣν εἰσδῦναι κατηξίωσε,

μετὰ τόκον φυλάξας ἀδιάφθορον.

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον,

τὴν βότρυν κυήσασαν ζωηφόρον,

ὡς Θεοτόκον ἀνυμνήσωμεν,

προστασίαν τε πάντων καὶ βοήθειαν.

Κανών β», ᾨδὴ γ», τῆς Ὁσίας

Ἦχος δ"

Τοὺς σοὺς ὑμνολόγους

Ἀνδρείαν στολὴν ἐνδυσαμένη, καὶ φρόνημα ἕδραμες σπουδῇ, καὶ μοναστῶν συστήμασι, Σεμνὴ σαυτὴν κατέμιξας, πρὸς τὰς ἀρχὰς πυκτεύουσα, τοῦ πονηροῦ κοσμοκράτορος.

Τὸ χαῦνον τοῦ θήλεος ἀνδρείως, ἠλλάξω τῇ κλήσει ἀληθῶς, καὶ τῷ καινῷ τοῦ σχήματος, τοῖς ἔργοις δῶρον τίμιον, καὶ τῷ Θεῷ ποθούμενον, σαυτὴν Ὁσία ἀνέδειξας.

Φρονήματι τεταπεινωμένῳ, καὶ τρόποις χρηστοῖς διακονεῖν, σοῦ τὴν ἰσχὺν ἐπέδωκας, τοῖς τοῦ Θεοῦ θεράπουσι· πρὸς ἀπαθείας ὕψος σε· ὅθεν αὐτὸς ἀνεβίβασε.

Θεοτοκίον

Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαγχνίσθητι Πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς συμπαθὴς ἐπέκτεινον, ὅπως σωθεὶς μεγαλύνω σε.

Κανών γ», ᾨδὴ γ», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Ἐστερεώθη ἡ καρδία μου

Τοὺς διωγμούς σου, λιθασμοὺς καὶ τὰς ἐκκεντήσεις, καὶ αἱμάτων ποταμηδὸν ἐκχύσεις, τὰ δεσμὰ τὰς φυλακὰς τὸν θάνατον, Μάρτυς ἀναμέλπω, Ἱεράρχα Αὐτόνομε.

Αὐτομολίᾳ, καθελὼν τὴν παρανομίαν, ταῖς ῥανίσι τῶν σῶν αἱμάτων Μάρτυς, Ἱεραρχίας τὴν στολὴν ἐλάμπρυνας, καὶ συμβασιλεύεις, τῷ Βασιλεῖ τῶν αἰώνων Χριστῷ.

Τὰ κατὰ τύπον, ἀριστεύματά σου μὴ φέρων, ὁ διώκτης ἀντίπαλος Παμμάκαρ, διαφόρους πειρασμοὺς σοι ἤγειρεν· ἀλλ» αὐτὸν τῷ ὅπλῳ, τῷ τοῦ Σταυροῦ ἀπενέκρωσας,

Θεοτοκίον

Ἁγιωτέραν, τῶν Ἀγγέλων καὶ πλατυτέραν, Θεοτόκε τῶν οὐρανῶν εὑρών σε, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ἀχώρητος φύσει, ἐν σοὶ χωρεῖται καὶ σῴζει με.

Ὁ Εἱρμὸς

«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,

τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ,

ὅτι τόξον δυνατὸν ἠσθένησε,

καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν».

Κάθισμα τῆς Ὁσίας

Ἦχος δ"

Ταχὺ προκατάλαβε

Ἀσκήσει ἐλάμπρυνας, τὴν Ἱεράν σου στολήν, καὶ δῶρον προσήνεξαι, τῷ σαρκωθέντι Θεῷ, Θεοδώρα θεόπνευστε· χάριν δὲ ἰαμάτων, πρὸς αὐτοῦ εἰληφυῖα, νόσων ἀποδιώκεις, τὴν ἀχλὺν μακαρία, πρεσβεύουσα τοῦ σωθῆναι, ἡμᾶς τοὺς εὐφημοῦντάς σε.

Δόξα... Τοῦ Ἁγίου, ὅμοιον

Διπλοῦν σοι τὸν στέφανον, τῆς ἀφθαρσίας Χριστός, παμμάκαρ δεδώρηται, ὡς Ἀθλητῇ καὶ σεπτῷ, Ἱεράρχη Αὐτόνομε· τούτῳ γὰρ προσηγάγω, ἀναιμάκτους θυσίας· τούτου τὸ θεῖον πάθος, ἀψευδῶς ἐμιμήσω· αὐτοῦ καὶ τῆς ἀγήρω, τρυφᾷς μακαριότητος.

Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον

Ἰούδα μεγαλύνθητι, καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι, καὶ εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· Τὶς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφὸς ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Κανών α», ᾨδὴ δ», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Εἰσακήκοα Κύριε,

τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας,

καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε».

Ἀνυμνοῦμέν σε Κύριε,

τὸν τοῖς πιστοῖς σωτήριον λιμένα,

παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.

Σὲ Θεόνυμφε καύχημα,

πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος,

τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.

Ἀπειρόγαμε Δέσποινα,

ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων,

εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Κανών β», ᾨδὴ δ», τῆς Ὁσίας

Ἦχος δ"

Τὴν ἀνεξιχνίαστον θείαν

Ἤσκεις πολυήμερον καρτερικῶς· Ἔνδοξε νηστείαν ὡς ἄσαρκος, τὸ ἀσθενές σου, νευρουμένη τοῦ Χριστοῦ, τῷ πανσθενεῖ βουλήματι, θείᾳ τρεφομένη τε χάριτι.

Θείαν ἐπεπόθησας περιβολήν, καὶ καταστολὴν ἀδιάφθορον· ὅθεν τριχίνοις, περιστέλλεις σεαυτήν, εὐτελεστάτοις ῥάκεσι, πόνοις τὸ σαρκίον σου θλίβουσα.

Ἴδε τὴν ταπείνωσιν καὶ τὸν κλαυθμόν, ἴδε μου τὴν θλίψιν καὶ κούφισον, τῆς ἁμαρτίας, τὸν βαρύτατον κλοιόν· ἡ Θεοδώρα ἔκραζε, πρὸς τὸν μόνον σῴζειν δυνάμενον.

Θεοτοκίον

Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνά μοι, λῦσον τὴν ζόφον, τῶν ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἐπέλασον, Κόρη λογισμοὺς τῆς καρδίας μου.

Κανών γ», ᾨδὴ δ», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Εἰσακήκοα ὁ Θεὸς

Δεδεμένος τῇ τοῦ Χριστοῦ ἀγάπῃ Πάτερ, τοὺς δεδεμένους τῇ ἀπάτῃ λύεις ἔνδοξε, ταῖς πλοκαῖς τῶν λόγων σου, καὶ προσηλοῖς τῷ πόθῳ τῆς ὄντως ζωῆς.

Ἐμπειρότατος ἰατρὸς ὑπάρχων Μάρτυς, τοὺς φαρμαχθέντας τῷ ἰῷ τῆς ματαιότητος, τῶν εἰδώλων πάνσοφε, καταγλυκαίνεις λόγοις τῆς πίστεως.

Τῶν Μαρτύρων ἡ καλλονή, Ἀρχιερέων ἡ ὡραιότης, Ἐκκλησίας τὸ ἑδραίωμα, καὶ τῶν πιστῶν τὸ στήριγμα, ὁ θαυμαστὸς τιμάσθω Αὐτόνομος.

Θεοτοκίον

Τῷ πελάγει τῶν οἰκτιρμῶν, σοῦ τῆς τεκούσης τὴν ζωὴν τῷ κόσμῳ, νεκρωθεὶς τοῖς παραπτώμασι, καταφεύγω Ἄχραντε· ταῖς σαῖς πρεσβείαις σῶσόν με Δέσποινα.

Κανών α», ᾨδὴ ε», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ὁ σκιόγραφον ἀχλύν,

αἰνιγμάτων σκεδάσας,

καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας,

διὰ τῆς θεόπαιδος,

καταυγάσας τάς καρδίας,

καὶ ἡμᾶς τῷ φωτί σου

Χριστὲ καθοδήγησον».

Ἀνυμνήσωμεν λαοί,

τὴν τῶν πάντων αἰτίαν·

τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον·

ἧς τὸν τύπον ἔχαιρον,

ἀξιούμενοι Προφῆται,

ἐναργῆ σωτηρίαν

ταύτης καρπούμενοι.

Τῆς ἀνίκμου ὁ βλαστὸς

ῥάβδου τοῦ ἱερέως,

τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν·

καὶ νῦν τὴν λαμπρότητα,

τῶν φυσάντων παραδόξως,

δᾳδουχεῖ τὸ ἐκ στείρας

πανένδοξον κύημα.

Κανών β», ᾨδὴ ε», τῆς Ὁσίας

Ἦχος δ"

Ἐξέστη τὰ σύμπαντα

Ἐξέστησαν τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, σώματι ἐνύλῳ μιμουμένην, τούτων τὸν βίον, καὶ τὴν σεπτὴν ἀρετήν, καὶ καταπαλαίουσαν ἐχθρόν, πάλαι τὸν πτερνίσαντα, Θεοδώρα ἀπάτῃ σε.

Θηρίων ὁρμήματα, Θεὸς σοὶ καθυπέταξε, χάριν ἰαμάτων δεδωκώς σοι, τοῦτο κηρύττει ὁ τῇ χειρί σου σωθείς, βρώσεις ἀγρίου τοῦ θηρός, ὃν περ ἐθεράπευσας, συντριβέντα Ἀοίδιμε.

Ἐχθρὸς ὁ πανοῦργός σοι, πολυειδεῖς ἐξήγειρε, Μῆτερ πειρασμούς, ἀλλὰ τῷ ξίφει, τοῦτον Ὁσία τῆς ταπεινώσεως, ἔτρωσας συντρίψασα αὐτοῦ, κάραν πολυμήχανον, Θεοδώρα θεόπνευστε.

Ἐκτρέφεις τὸ νήπιον, τελείῳ τῷ φρονήματι, φέρεις τὴν δεινὴν συκοφαντίαν, εὐχαριστοῦσα τῷ Παντοκράτορι, τῷ σοὶ χορηγήσαντι ἰσχύν, τῷ σὲ θαυμαστώσαντι, Θεοδώρα πανεύφημε.

Θεοτοκίον

Ἰσχύς τε καὶ στήριγμα, τῆς ἀσθενοῦς καρδίας μου, σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἄρρηκτον τεῖχος, ἀπὸ προσώπου ἐχθροῦ, σῴζουσα παντοίων με δεινῶν, τρέπουσα τάς φάλαγγας, τοῦ δεινοῦ πολεμήτορος.

Κανών γ», ᾨδὴ ε», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Ἀνάτειλόν μοι Κύριε

Ὡς ἥλιος ἀνέτειλας, λαμπρὸς τῷ στερεώματι, τῆς Ἐκκλησίας καὶ φωτίζεις, ἀκτῖσι τῶν ἀγώνων, Μάρτυς καὶ θαυμάτων σου, τοὺς πιστοὺς Αὐτόνομε, λύων δαιμόνων τὴν ἀχλύν.

Ὡραῖος ὥσπερ κάλαμος, εὖ τεθηγμένος Πνεύματι, τῷ παναγίῳ ἀνεδείχθη, ἡ γλῶσσά σου τὸν νόμον, τοῦ Χριστοῦ Αὐτόνομε, ἐν πλαξὶ χαράττουσα, καρδιῶν τῶν εὐσεβῶν.

Τὸ Πνεῦμα τὸ πανάγιον, δοχεῖόν σε εὑράμενον, καὶ καταγώγιον τῆς τούτου, ἀΰλου παρουσίας, θείων χαρισμάτων σε, ἀληθῶς ἐνέπλησεν, Ἱερομάρτυς τοῦ Χριστοῦ.

Θεοτοκίον

Ἀνάτειλόν μοι Δέσποινα, ἀκτῖνα τοῦ ἐλέους σου, τῷ ἐν τῷ σκότει τῶν πταισμάτων μου, ἀεὶ συνεχομένῳ, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας ἄχραντε, ἵνα πίστει σε ὑμνῶ.

Κανών α», ᾨδὴ ς», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε·

Σύ με ἀνάγαγε,

ἐκ πυθμένος ᾍδου δέομαι,

ἵνα ὡς λυτρωτῇ,

ἐν φωνῇ αἰνέσεως,

ἀληθείας τε πνεύματι θύσω σοι».

Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν,

τῆς Θεομήτορος,

οἱ θεόφρονες γεννήτορες,

καὶ ταύτην γενεαῖς

γενεῶν ἐκύησαν,

εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.

Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον,

τῆς Θεομήτορος,

οἱ θεόφρονες γεννήτορες,

αὐτῶν τῶν Χερουβὶμ

ὑπερφέρον ὄχημα,

τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Κανών β», ᾨδὴ ς», τῆς Ὁσίας

Ἦχος δ"

Τὴν θείαν ταύτην

Πηγὴν δακρύων προσφέρουσα, ἀπαύστως τρυχομένη καὶ στένουσα, τὴν ἐπιτίμησιν, καὶ μοναστῶν τὴν διάζευξιν, εὐχαριστοῦσα φέρεις, θεομακάριστε.

Ποτὸν θαλάσσιον ἔχουσα, ἀγρίαις τρεφομένη βασάνοις τε, μετὰ θηρίων δέ, αὐλιζομένη τὴν ἔρημον, ὡς οὐρανὸν κατῴκεις, Ἀξιοθαύμαστε.

Φλογμὸν ἡλίου ὑπήνεγκας, νυκτὸς τὸν παγετὸν ἐκαρτέρησας, τοῦ θείου Πνεύματος, συνθαλπομένη τῇ χάριτι· ὅθεν τρυφᾷς τῆς ἄνω, μακαριότητος.

Θεοτοκίον

Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βλαστήσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.

Κανών γ», ᾨδὴ ς», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Ζάλη με λογισμῶν

Τῇ θείᾳ κυβερνώμενος παλάμῃ, ἀβλαβῶς διέπλευσας, τὸ πέλαγος τῆς ἀπάτης, καὶ προσώρμησας ὅρμῳ γαληνῷ, τῆς ἄνω βασιλείας, Ἱερομάρτυς Αὐτόνομε.

Πλευράν σου κεντηθεὶς λόγχῃ θεόφρον, Χριστοῦ ἐξεικόνισας τὸ πάθημα, καὶ τῶν λίθων συγχωννύμενος Μάκαρ νιφετοῖς, τὸν πρῶτον τῶν Μαρτύρων, ὡς ἀληθῶς παρεζήλωσας.

Τελοῦντες τὴν σεβάσμιον ἡμέραν, τῆς σῆς τελειώσεως, δεόμεθά σου ἐν πίστει· Παρρησίαν ἔχων πρὸς Θεόν, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ ἡμῶν Παναοίδιμε.

Θεοτοκίον

Ἡ ζάλη τῶν πολλῶν μου ἐγκλημάτων, εἰς βυθὸν καθείλκυσε, τῆς ἀπογνώσεως Κόρη· ἀλλ» αὐτῇ με χειρὶ πρεσβευτικῇ, ἀνάγαγε καὶ σῶσον, ἵνα ὑμνῶ σε πανύμνητε.

Ὁ Εἱρμὸς

«Ζάλη με λογισμῶν καταλαβοῦσα,

εἰς βυθὸν καθέλκει με,

ἀμέτρων πλημμελημάτων,

ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ,

προφθάσας διάσωσόν με».

Κοντάκιον

Ἦχος α"

Χορός, Ἀγγελικὸς

Τὴν νύκτα τῶν παθῶν, ἐκφυγοῦσα θεόφρον, προσῆλθες νοητῶς, τῷ Ἡλίῳ τῆς δόξης, ἀσκήσει νεκρώσασα, τῆς σαρκὸς τὰ σκιρτήματα· ὅθεν γέγονας, ὑπογραμμὸς μοναζόντων, καὶ ἀνόρθωσις, τῶν πεπτωκότων ἐν βίῳ» διὸ σε γεραίρομεν.

Ὁ Οἶκος

Ὑπογραμμὸς ἀναδέδεικται πεπτωκόσιν ὁ βίος σου, καὶ βουλομένοις προσέρχεσθαι διὰ μετανοίας, τῷ εἰδότι τὰ πταίσματα συγχωρεῖν, καθὼς γέγραπται· αὐτῷ γὰρ πιστεύσασα, καθάπερ ἡ πόρνη, ἀντὶ μύρου προσήγαγες ὄμβρους δακρύων· ἐν οἷς τὸν ὄφιν ποντίσασα καθεῖλες, καὶ τὴν νίκην ἀνεδήσω, Θεοδώρα τρισόλβιε· διὸ τὸ θηρίον νεκρώσασα εὐχαῖς σου, νεκρὸν ἐξανέστησας δυνάμει τοῦ Κτίστου σου, ὑπὲρ οὗ σὺ νενέκρωσαι· διὸ σε γεραίρομεν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΙΑ» τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.

Στίχοι

Καὶ σχῆμα καὶ νοῦν ἀρρενοῖ Θεοδώρα,

Καὶ τὸν μέγαν νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.

Ἑνδεκάτῃ πύματον Θεοδώρη ὕπνον ἰαύει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐφροσύνου τοῦ μαγείρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ Διδύμου.

Στίχοι

Διόδωρος μάστιξι σὺν τοῖς συνάθλοις,

Τὴν σάρκα δόντες, μαστιγοῦσι τὴν πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος, Ἴας, πρεσβύτιδος τὴν ἡλικίαν.

Στίχοι

Ὀσμὴν μύρων ἔπνευσεν ἡ Μάρτυς, Ἴα,

Ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.

Ὁ ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Βάτος ἐν ὄρει πυράφλεκτος,

καὶ δροσοβόλος κάμινος Χαλδαϊκή,

σαφῶς προγράφει σε Θεονυμφε·

τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί,

πῦρ ἀφλέκτως ἐδέξω·

διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν·

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν,

ὁ νομοθέτης εἴργετο κατανοεῖν,

τὸ μέγα Πάνσεμνε μυστήριον,

μὴ φρονεῖν χαμαίζηλα,

συμβολικῶς παιδευόμενος ποτέ·

διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν·

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὄρος καὶ πύλην οὐράνιον,

καὶ νοητὴν σε κλίμακα θεοπρεπῶς·

χορὸς ὁ θεῖος προηγόρευσε·

ἐκ σοῦ γὰρ λίθος τέτμηται,

οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην,

δι᾿ ἧς διῆλθε Κύριος,

τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β», ᾨδὴ ζ», τῆς Ὁσίας

Ἦχος δ"

Οὐκ ἐλάτρευσαν

Ἀφορήτοις σε, πληγαῖς ὁ πολυμήχανος, ἐχθρὸς συνέκοψε, φαντασιούμενος· ἀλλ᾿ αὐτοῦ κατέβαλες, μάταιον φρύαγμα, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Ξηροτάτους, λάκκους ἔπλησας ἐντεύξει σου, ὑδάτων Ἔνδοξε, θαυματουργοῦσα σαφῶς, Θεὸν μεγαλύνουσα, τὸν σὲ δοξάσαντα, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὑπεκκαύματα, παθῶν ἐναπεμάρανας, δακρύων ἐπιρροαῖς, καὶ φρυγανώδεις ἐχθροῦ, κακίας κατέφλεξας, τῆς ἐγκρατείας πυρί, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἡ Βασίλισσα, Παρθένος ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, οἴκτειρον σῶσόν με νῦν· κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με, τῶν πιστῶν ἡ σωτηρία.

Κανών γ», ᾨδὴ ζ», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ

Ἐν τῇ Χωνείᾳ ἐμβληθεὶς τῶν βασάνων, χρυσίου καθαρώτερος ἀνεδείχθης, ταῖς λαμπηδόσιν Ἅγιε, τῶν θαυμάτων φωτίζων ἡμᾶς.

Λιθολευστοῦντές σε τὸν δίκαιον ὄντως, οἱ λίθους προσκυνοῦντες, πρὸς ὃν ἐπόθεις Χριστόν, τὴν πέτραν Ἔνδοξε, τῆς ζωῆς διεβίβαζον.

Οἱ διωγμοί σου τῶν δαιμόνων διώξεις, θεόφρον ἀνεδείχθησαν, τῶν αἱμάτων οἱ ποταμοὶ δὲ ἔσβεσαν, ἀθεΐας τὴν κάμινον.

Θεοτοκίον

Ὁ ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκήσας, καὶ ταύτην οὐρανῶν πλατυτέραν δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α», ᾨδὴ η», τῆς Θεοτόκου

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων,

προαπεικόνισάς ποτε,

τὴν σὴν Μητέρα Κύριε·

ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο,

ἀφλέκτως ἐμβατεύοντας,

ἢν ὑμνοῦμεν ἐμφανισθεῖσαν,

διὰ σοῦ τοῖς πέρασι σήμερον,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς,

ἡ προορισθεῖσα σκηνή,

τοῦ εἶναι νῦν ἀπάρχεται,

τεξομένη Λόγον ἡμῖν παχύτητι,

σαρκὸς ἐμφανιζόμενον·

ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων,

δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς στειρώσεως μεταβολή,

τὴν κοσμικὴν τῶν ἀγαθῶν,

διέλυσε στείρωσιν,

καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε,

βροτοῖς ἐπιδημήσαντα·

ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων,

δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τῆς Ὁσίας

Ἦχος δ"

Παῖδας εὐαγεῖς

Νοῒ καθαρῷ λελαμπρυσμένος, ὁ σὸς ἀρχηγὸς ἀρθεὶς μετάρσιος, εἶδεν ἃ ἡτοίμασεν, ἀγαθὰ σοι Κύριος, φωτοειδῆ Παράδεισον, καὶ ἀνεκλάλητον, νυμφῶνα Θεοδώρα, ἐν ᾧ σε, ὁ ἀγωνοθέτης κατῴκισε νυμφίος.

Ἀγγέλων Μαρτύρων καὶ Ὁσίων, χοροὶ τῆς ψυχῆς σου προεξάρχοντες, ταύτην πρὸς οὐράνια, ἔφερον σκηνώματα, πρὸς τὴν ἐκεῖ κατάπαυσιν, εὐφραινομένων ἐν ᾗ, ὑπάρχει κατοικία βοώντων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Πληθὺς μοναστῶν συναθροισθεῖσα, τὸ θεῖον κηδεύει πίστει σῶμά σου, εἶδον δὲ παράδοξα, ἔμαθον ἐξαίσια, ὅπως γυνὴ τῷ σώματι, ἀνδρῶν ἐν μέσῳ οἰκεῖν, ηὐδόκησας χειρὶ σκεπομένη, τοῦ Παντοδυνάμου θεόφρον Θεοδώρα.

Θεοτοκίον

Ὀπίσω σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, Κόρη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός σου λάμψαντος, μονογενοῦς σου Υἱοῦ, καὶ σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών γ», ᾨδὴ η», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ

Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν διὰ Χριστόν, οἱ οὐρανοὶ δὲ τὴν ψυχήν, μετὰ δόξης ἀνερχομένην, Ἀγγέλων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ πνεύματα, ἐν ἀγαλλιάσει ὑπήντησάν σοι Μάρτυς.

Τῶν ἱδρώτων σου οἱ κρουνοί, κατέσβεσαν τὸ πῦρ τῶν ἀσεβῶν οἱ τῶν θαυμάτων ποταμοί, ἀπεξήραναν τὰς θαλάσσας, Αὐτόνομε Μάρτυς, τῶν παθῶν ἡμῶν μάκαρ τῶν πίστει σε, ἀνυμνολογούντων εἰς πάντας τοὺς αἰῶνας.

Διερχόμενος πανταχοῦ, ἐκήρυξας τὸ ὄνομα τοῦ Χριστοῦ, πλάνης κατέρραξας βωμούς, τοὺς ἐν σκότει τῆς ἀγνωσίας ἐφώτισας Πάτερ, καὶ ναοὺς ἀπειργάσω τοῦ Κτίστου σου· ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Γῆ Ἁγία ἐν ᾗ Χριστός, ἐσκήνωσεν ἡ πέτρα τῆς ζωῆς, πύλη φωτὸς τοῦ νοητοῦ, ἀλατόμητον ὄντως ὄρος, Παράδεισος δόξης, καὶ λυχνία χρυσῆ προηγόρευσαι, ἄχραντε Παρθένε, ἀεὶ εὐλογημένη.

Ὁ Εἱρμὸς

«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ,

θάλασσα καὶ πᾶσαι αἱ πηγαί,

οἱ οὐρανοὶ τῶν οὐρανῶν,

φῶς καὶ σκότος,

ψῦχος καὶ καύσων,

υἱοὶ τῶν ἀνθρώπων,

ἱερεῖς εὐλογεῖτε τὸν Κύριον,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας».

Κανών α», ᾨδὴ θ», τῆς Θεοτόκου

Ἦχος β"

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται

Ὁ Εἱρμὸς

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα,

τὸν Θεὸν ἑξανατείλαντα,

σωματικῶς ἡμῖν ἐπιδημήσαντα,

ἐκ λαγόνων παρθενικῶν,

ἀφράστως σωματώσασα,

εὐλογημένη πάναγνεσὲ

Θεοτόκε μεγαλύνομεν».

Ὁ τοῖς ἀπειθοῦσι λαοῖς,

ἐξ ἀκροτόμου βλύσας νάματα,

τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται,

ἐκ λαγόνων στειρωτικῶν,

καρπὸν εἰς εὐφροσύνην ἡμῖν,

σὲ Θεομῆτορ ἄχραντε,

ἣν ἐπαξίως μεγαλύνομεν.

Τὴν τῆς ἀποτόμου ἀρχαίας,

ἀναιρέτιν ἀποφάσεως,

καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν,

τὴν τοῦ γένους τῆς πρὸς Θεὸν

αἰτίαν οἰκειώσεως,

τὴν πρὸς τὸν Κτίστην γέφυραν,

σὲ Θεοτόκε μεγαλύνομεν.

Κανών β», ᾨδὴ θ», τῆς Ὁσίας

Ἦχος δ"

Ἅπας γηγενὴς

Ἔδυς ὡς ἀστήρ, ἐν κόσμῳ Πανεύφημε, καὶ ἐξανέτειλας, πρὸς τὴν ὑπερκόσμιον, ζωὴν λιποῦσα ὥσπερ ἀκτῖνας ἡμῖν, τὰς ἀρετὰς τοῦ βίου σου, καὶ κατορθώματα, τάς καρδίας, πάντων καταυγάζουσα, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

Πύλαι οὐρανῶν, φαιδρῶς διηνοίγησαν, ἀπολαβοῦσαί σε, καὶ τῶν πρωτοτόκων νῦν, ἡ Ἐκκλησία ἔχει χορεύουσαν, σὺν ἐκλεκτοῖς ἀοίδιμε, τὴν ἱεράν σου ψυχήν, ἔνθα ἦχος, ἔστιν ἑορτάζοντος, Θεοδώρα καὶ φῶς τὸ ἀνέσπερον.

Εὗρες ἀμοιβάς, τῶν πόνων ὡς ἤλπισας, τὰς οὐρανίους τιμάς· ἔστης τῆς ἐφέσεως, αὐτὴν εὑροῦσα τῶν ἀγαθῶν τὴν πηγήν· κατατρυφᾷς τρανότερον καὶ καθαρώτερον, τοῦ νυμφίου, βλέπεις ἅπερ βλέπουσι, Θεοδώρα Ἀγγέλων τὰ τάγματα.

Θεοτοκίον

Σῶσόν με ἁγνή, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν σου· πρὸς μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον· τῆς αὐτοῦ δὲ λύτρωσαι ἐνέδρας με, Θεοτόκε πιστῶν ἡ βοήθεια.

Κανών γ», ᾨδὴ θ», τοῦ Ἁγίου Αὐτονόμου

Ἦχος δ"

Ὅτι ἐποίησέ μοι

Τρανότερον χωρήσας, πρὸς τὸ φῶς τὸ ἄδυτον, λυθέντων τῶν ἐσόπτρων τῆς σαρκός, τελεώτερον ὁρᾷς τὸν ποθούμενον Χριστόν, μάκαρ Αὐτόνομε.

Τελέσας σου τὸν δρόμον, καὶ τὴν πίστιν τετηρηκώς, ἐδέξω τοὺς στεφάνους τῆς ζωῆς, καὶ πρεσβεύεις ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν λυτρωτήν, Ἱερομάρτυς Χριστοῦ.

Ἀνέτειλέ σοι φέγγος, ἀνεσπέρου διαγωγῆς, τὰ ἔργα δεδρακότι τοῦ φωτός, ἐπὶ γῆς Ἀρχιερεῦ, καὶ συνευφραίνῃ τῷ Χριστῷ, εἰς τοὺς αἰῶνας ἀεί.

Θεοτοκίον

Ἐλπὶς καὶ προστασία, τῶν πιστῶν ὑπάρχουσα, διάσῳζε ἡμᾶς ἐκ τῶν παθῶν, καὶ παντοίων πειρασμῶν, τοὺς Θεοτόκον σε ἀεί, ὁμολογοῦντας Ἁγνή.

Ὁ Εἱρμὸς

«Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός,

καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ,

καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεάν,

τοῖς φοβουμένοις αὐτόν».

Ἐξαποστειλάριον τῆς Ὁσίας

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Τὸ σχῆμα διαμείψασα, κρυπτοφανῶς ἐσκήνωσας, μέσον ἀνδρῶν μοναζόντων, νύμφη Χριστοῦ Θεοδώρα, τρωθεῖσα θείῳ ἔρωτι, ὢ θαῦμα! πῶς τὴν ἄδικον, συκοφαντίαν ἤνεγκας, τὸν πτερνιστὴν τροπουμένη, τῆς Εὔας Μήτηρ Ὁσία.

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Ἦχος γ»

Τῶν μαθητῶν ὁρώντων σε

Ἐν Ἱερεῦσιν ὤφθης κλέος Μαρτύρων, διπλῶν τε τῶν στεφάνων ἔτυχες μάκαρ, τῶν εἰδώλων πλάνην πᾶσαν πατήσας, Ἱερουργὲ Αὐτόνομε, καὶ τὰ βραβεῖα τρισμάκαρ, τῆς νίκης ὅθεν ἐδέξω.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος γ"

Ἐν πνεύματι τῷ ἱερῷ

Ἐκ τῆς ἀκάρπου σήμερον, Ἄννης ἄνθος προῆλθεν, ἡ Θεοτόκος ἅπαντα, εὐωδίας ἐνθέου, πληροῦσα πέρατα κόσμου, καὶ χαρᾶς ἀϊδίου, ἐμπιπλῶσα τὴν κτίσιν, ἣν ὑμνοῦντες ἀξίως, εὐφημήσωμεν ὡς οὖσαν, τῶν γηγενῶν ὑπερτέραν.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἦχος β», Οἶκος τοῦ Ἐφραθᾶ

Τύπος θεοπρεπής, τοῦ θείου τοκετοῦ σου, θεόφρον Ἄννα ὤφθη, τοῦ Ἀαρὼν ἡ ῥάβδος, ἀνίκμως ἐκβλαστήσασα.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Ὅτε τὴν ὑλικήν, οὐσίαν τῶν ἀνθρώπων, ηὐδόκησας φορέσαι, προήγαγες ἐκ στείρας, τὴν σὴν Μητέρα Κύριε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Νέον ὡς οὐρανόν, τὴν μήτραν τῆς Παρθένου, καὶ Θεοτόκου Λόγε, κατῴκησας θεώσας, βροτῶν τὸ γένος Δέσποτα.

Θεοτοκίον

Ἦχος β«

Οἶκος τοῦ Εὐφραθᾶ

Δεῦτε οἱ ἐξ Ἀδάμ, τὴν ἐκ Δαυῒδ φυεῖσαν, καὶ τὸν Χριστὸν τεκοῦσαν, ὑμνήσωμεν Παρθένον, Μαρίαν τὴν πανάχραντον.

Ἀντίφωνον Α»

Ἦχος β"

Στίχ. Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.

Στίχ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.

Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Στίχ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται.

Ἀντίφωνον Β«

Ἦχος β»

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

Ἀντίφωνον Γ«

Ἦχος δ»

Στίχ. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Εἰς τό, Ἐξαιρέτως

Κανών β», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία,

καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα,

ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη.

Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς,

ἀπαύστως μακαρίζομεν».

Κοινωνικὸν τῆς Ἑορτῆς

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Комментарии для сайта Cackle