Τῌ ΙΓ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ.

Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου καὶ Παπύλου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων

Ἦχος α«

Πανεύφημοι Μάρτυρες

Καρποὺς προσενήνοχας Θεῷ, τῇ διδασκαλίᾳ σου, τοὺς σεσωσμένους Ἀοίδιμε, σαυτὸν δὲ κάρπωμα, ἱερὸν προσῆξας, μαρτυρίου αἵματι, παμμάκαρ φοινιχθεὶς ἱερώτατε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος α»

Τὸν νοῦν ἐπερείσαντες Χριστῷ, ἀκλινεῖς ἐδείχθητε, ταῖς προσβολαῖς τῶν κολάσεων, οἰκείοις αἵμασι, πλάνης τοὺς προμάχους, ἄρδην κατακλύσαντες, καὶ ἔνδον Παραδείσου σκηνώσαντες, ὦ Ἱερώτατοι, ἱερεῖα ὡς ἀμώμητα, ὡς τῆς θείας, ἀμπέλου βλαστήματα.

Ἦχος α«

Πυρὸς δυνατώτερον τὸν νοῦν, ἐξαφθέντες Μάρτυρες, ἐν τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κάρπε καὶ Πάπυλε, νοητοὶ φωστῆρες, τὸ πῦρ ἀπεσβέσατε, εἰδώλων βδελυρῶν θείᾳ χάριτι, δρόσῳ τῆς πίστεως, καὶ αἱμάτων ταῖς προσχύσεσι, τὸν χειμάρρουν, τρυφῆς ἐκληρώσασθε.

Δοξαστικὸν

Ἦχος πλ. β»

Ὡς ἄξιος ἐν θεόπταις, τοὺς οὐρανοὺς σὺ εἶδες Ὅσιε ἀνεῳγμένους, καὶ τὸν Κύριον ἐν θρόνῳ καθήμενον, καὶ Χερουβὶμ καὶ Σεραφὶμ περικύκλῳ αὐτοῦ, καὶ παρὰ σοῦ πάλιν ἡμεῖς φωτισθέντες, τὸ ἱερόν σου ποίμνιον, Κάρπε βοᾷ σοι· Αἴτησαι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἦχος πλ. β«

Τριήμερος ἀνέστης

Τὴν πᾶσάν μου ἐλπίδα εἰς σέ, Παρθένε ἀνατίθημι, μὴ παρίδῃς, ἀλλὰ σπεῦσον Ἀγαθή, ῥυσθῆναί με ἐν τάχει, παθῶν τῶν ἐνοχλούντων, καὶ καθ» ἑκάστην πολεμούντων με.

Σταυροθεοτοκίον

Ἦχος πλ. β»

Τριήμερος ἀνέστης

Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῶ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν Παρθένῳ Μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι! πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια;

Ἀπολυτίκιον

Ἦχος δ«

Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς. Κάρπῳ τὸν αἶνον σὺν Παπύλῳ Προσφέρω. Θεοφάνους. ᾨδὴ α»

Ἦχος πλ. β"

Ὡς ἐν ἠπείρῳ

Καταυγασθῆναι τῇ αἴγλῃ τῆς σῆς Χριστέ, ἀνάρχου θεότητος, τὴν ζοφώδη μου ψυχήν, καὶ δοθῆναι λόγον μοι αἰτῶ, τοὺς ἀξίως τοὺς σοφούς, ὑμνῆσαι Μάρτυρας. Ἀπαρνησάμενοι πᾶσαν τὴν γεηράν, Ἀθληταὶ ἀπόλαυσιν, ἐπτερώσατε ὑμῶν, τὸν νοῦν πρὸς οὐράνιον ὁδόν, δι» ἀσκήσεως τὸ πρίν, καὶ νῦν δι» αἵματος. Ῥαδίως ἤχθητε πάντα πρὸς πειρασμόν, ὑποστῆναι Πάνσοφοι, δυναστείᾳ θεϊκῇ, δι» ἧς καὶ τὴν ἅπασαν ἰσχύν, τῶν ἐχθρῶν καταβαλόντες, κλέος ἤρασθε. Θεοτοκίον Παλαιωθέντα τὸ πρὶν με τῇ συμβουλῇ, τοῦ δολίου ὄφεως, ὀλωλότα ὁ Θεός, καθορᾷ μὴ φέρων με ἐν σοί, κατοικήσας τῇ Σεμνῇ ἐκαινοποίησεν.

Κανών α», ᾨδὴ γ», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

Ὡς τὸ τοῦ Κτίστου ἀληθῶς, κατ» εἰκόνα τηροῦντες, οὐκ ἐκάμψατε γόνυ, ἀντιθέοις τῶν ἐθνῶν, σεβάσμασιν, ἀλλ» εὐχῇ, ἀηττήτῳ, ταῦτα κατεστρέψατε. Τῇ δυσσεβεῖ τοῦ δικαστοῦ, οἱ γενναῖοι προστάξει, αἰσθητῶς γυμνωθέτες, ἐνεδύσαντο Χριστόν, δι» ὃν καὶ ὥσπερ κριοί, πεδηθέντες, ἤγοντο ἀλύσεσιν. Ὁρῶν τὸ ἄτρεπτον ὑμῶν, πρὸς αὐτὸν τῆς ἐλπίδος, ὁ τῶν ὅλων Δεσπότης, ἐν νυκτὶ ἀγγελικαῖς, ἐπιστασίαις θαρρεῖν, ἐν βασάνοις, Ἔνδοξοι προτρέπεται. Θεοτοκίον Νοσοῦσαν Δέσποινα δεινῶς, τὴν ψυχήν μου τῷ πλήθει, τῶν πολλῶν μου πταισμάτων, θεραπεύσασα θερμῇ, πρεσβείᾳ σου πρὸς Θεόν, καὶ τὰ πάθη, ἴασαι τοῦ σώματος. Ὁ Εἱρμὸς «Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

Κάθισμα

Ἦχος γ"

Θείας πίστεως

Ὅπλοις πίστεως καθωπλισμένοι, διελύσατε τὰς παρατάξεις, τῶν ἀθέων Ἀθλοφόροι πανεύφημοι, καὶ ἀφθαρσίας τὸ στέφος ἐδέξασθε, Μαρτυρικὸν διανύσαντες δίαυλον. Κάρπε Πάπυλε, Χριστὸν τὸν Θεὸν αἰτήσασθε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Καὶ νῦν... Θεοτοκίον Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος. Ἢ Σταυροθεοτοκίον Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;

Κανών α», ᾨδὴ δ», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Χριστός μου δύναμις

Ἀρίστην ἔνδοξοι, Θεῷ προσήξατε, Ἀθλοφόροι θυσίαν τὴν εὐκλεῆ, πίστει Ἀγαθόδωρον, ἀποκρουσάμενοι ἐχθροῦ, τὴν ἀπάτην ἀγαπήσει Χριστοῦ. Ἰῷ τοῦ ὄφεως, μανεὶς ὁ τύραννος, δεσμευθῆναί σε φήσας καὶ τὰς πλευράς, Κάρπε καταξέεσθαι, αὖθις δὲ φλέγεσθαι πυρί, τὸ στερρόν σου οὐ διέλυσε. Νυμφῶνα Πάπυλε, ἐπιποθήσας ἰδεῖν, τοῦ Δεσπότου πρὸς ὕψος ἀναρτηθείς, ξέεσθαι οὐ δέδοικας, οὔτε πυρὸς ἀπειλοῦντος, ὑπεχώρησας θεσπέσιε. Θεοτοκίον Ὁρῶν ἐκ σπλάγχνων σου, Θεὸν ἐρχόμενον, ὁ Ἀδὰμ ὡς ἐν ζόφῳ τῷ τῶν παθῶν, Δέσποινα ἐβόα σοι· Σὴ μεσιτεία τῶν δεινῶν, τοῦ θανάτου με ἐξάρπασον.

Κανών α», ᾨδὴ ε», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Τῶ θείῳ φέγγει σου Ἀγαθὲ

Νηπίων ὥσπερ τῶν ἀσεβῶν, βέλη τὰς τῶν λίθων βολίδας, δέσμιος ὢν σὺ λελόγισαι, Πάπυλε τρισμάκαρ, ἐνδεδυμένος στολήν, τῆς πίστεως τὴν ὄντως ἀκαταμάχητον. Νεκρὸς γεγένηται ὁ ἐχθρός, ἐν τῇ καρτερίᾳ σου μάκαρ, καὶ σταθηρᾷ γενναιότητι· κράτος γὰρ θεόθεν, περιεβάλου σαφῶς, δι» οὗ διττοὺς πολέμους Κάρπε ἐνίκησας. Στόματα θηρῶν ὡς Δανιήλ, Μάρτυρες ἐφράξατε ὅπλοις, ἐνθέοις Κάρπε καὶ Πάπυλε, τούτους δὲ κηρύττειν, Θεοῦ ὑπάρχειν ὑμᾶς, γενναίους Ἀθλοφόρους, πίστει ἐδείξατε. Θεοτοκίον Υἱὸν Θεοῦ τὸν Ἐμμανουήλ, τίκτειν Ἡσαΐας σὲ μόνην, προανεφώνει Ἀμόλυντε, τὸν δι» εὐσπλαγχνίαν καταξιώσαντα, ἡμῖν ὁμοιωθῆναι, καὶ ἀπαλλάξαι φθορᾶς.

Κανών α», ᾨδὴ ς», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Τοῦ βίου τὴν θάλασσαν

Νευρούμενοι Πνεύματι, καὶ τὴν δρόσον παρ» αὐτοῦ, δεχόμενοι Ἀήττητοι, ἐμβληθέντες ἀσβέστῳ ἐκκαυστικῇ, οὐδόλως ἐφλέχθητε, ἀλλὰ ταύτην ὡς λίθους ἀπειργάσασθε. Νάμασι κατήρδευσας, διδαγμάτων τὰς ψυχάς, τῶν εὐσεβῶν Ἀοίδιμε, καὶ διὰ τοῦτο ἄφθονον ὁ Χριστός, πηγήν σε ἀνέδειξε, τῶν θαυμάτων ἐν κόσμῳ παναοίδιμε. Προθύμως ἀνέκραζον, ὡς ἐκ στόματος ἑνός, Ἀθλοφόροι Κύριε, οὐ λιμὸς οὐδὲ θλίψις οὐ διωγμός, τῆς σῆς ἡμᾶς Δέσποτα, δυνηθῇ ἐκχωρίσαι ἀγαπήσεως. Θεοτοκίον Ἀδὰμ τὸν προπάτορα, γυναικείᾳ συμβουλῇ, πάλαι μὲν ἐθανάτωσε, νῦν δὲ Θεὸς ἐν μήτρᾳ σου χωρηθείς, ἐζώωσε Δέσποινα, καὶ υἱὸν φωτὸς αὖθις ἀπειργάσατο. Ὁ Εἱρμὸς «Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον

Ἦχος δ"

Ὁ ὑψωθεὶς

Ὡς θησαυρὸν πολυτελῆ ὁ Δεσπότης, καὶ κρήνην βρύουσαν κρουνοὺς ἰαμάτων, τοῖς ἐπὶ γῆς παρέσχετο τὰ λείψανα ὑμῶν, νόσους μὲν καθαίροντα, παθημάτων ποικίλων, χάριν δὲ βραβεύοντα, ταῖς ψυχαῖς ἀενάως· διὸ συμφώνως Κάρπε τὴν ὑμῶν, Πάπυλε, Κάρπε, ὑμῶν τὴν πανήγυριν.

Ὁ Οἶκος

Ἡ προαιώνιος Θεοῦ Σοφία τε καὶ Λόγος, νοός μου τὴν ὁμίχλην ἀπέλασον, καὶ δίδου λόγον σοφίας ὡς Θεός, τοὺς μιμησαμένους διὰ πόθον ὁλικῶς τὰ θεῖά σου παθήματα, ἀνυμνῆσαι προθύμως, ὡς ὑπὸ σοῦ. Δέσποτα τῶν ὅλων, ἐπαξίως τῶν ἀγώνων τὰς ἀμοιβὰς ἀποληψομένους. Ἐνταῦθα γὰρ πιστῶν οἱ δῆμοι κυκλοῦντες τῶν λειψάνων τήν σορόν, τὴν εὐεξίαν δρέπονται ἀεί, συμφώνως ἐπιτελοῦντες, Πάπυλε, Κάρπε, ὑμῶν τὴν πανήγυριν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Ταῇ ΙΓ» τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου, Παπύλου, Ἀγαθοδώρου, καὶ Ἀγαθονίκης. Στίχοι Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο, Πᾶς πυλεὼν τμηθεῖσιν ἠνοίγη πόλου. Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει, Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων. Οὐκ ἐμποδὼν σοι, Μάρτυς Ἀγαθονίκη, Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος. Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φλωρεντίου. Στίχοι Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου! Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκόρου. Στίχοι Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία, Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικήτα Πατρικίου τοῦ Ὁμολογητοῦ. Στίχοι Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν, Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βενιαμὶν τοῦ Διακόνου. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντιγόνου, διὰ πυρὸς τελειωθέντος. Στίχοι Τεθνήξομαί σοι τῆς ἐκεῖθεν, Χριστέ μου, Τὴν ὧδε καῦσιν Ἀντίγονος προκρίνων. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Δροσοβόλον μὲν

Ποδῶν Μάρτυρες καθήλωσιν ὑπέστητε, κρηπῖσι πανσεβάσμιοι, πορευόμενοι, ἐν ὁδῷ καὶ ᾄδοντες Θεῷ, καὶ κέντρα συντρίψαντες, ὡς χοῦν τῆς ἀσεβείας, εὐσεβῆ πίστιν ἱδρύσατε. Ὑπὲρ ἥλιον ἀθλοῦντες ἀνελάμψατε, Μάρτυρες ἀξιάγαστοι, καὶ τῆς πλάνης δὲ τῶν εἰδώλων, ἅπασαν ἀχλύν, σαφῶς ἐδιώξατε πιστοῖς, θεογνωσίας φωτισμόν, ἀεὶ δωρούμενοι. Λαβροτάτην φλόγα μέλλουσαν ἀνάπτεσθαι, τοῦ ταύτῃ ἐμβληθῆναι ὑμᾶς, ἡ πανόλβιος καθορῶσα, ἔκραζε Χριστῷ· Χοροῦ μὴ στερήσῃς με τῶν σῶν, Ἀγαθονίκη Ἀθλητῶν, ὁ τῶν Πατέρων Θεός. Θεοτοκίον Ὡς ἀκένωνον πηγήν σε πάντων Δέσποινα, κατέχομεν οἱ δοῦλοί σου, καὶ βοήθειαν, καὶ στερρὸν ὀχύρωμα ἁγνή, καὶ τεῖχος καὶ σκέπην ἀγαθήν, μὴ στερηθείημεν ἀεί, σῆς ἀντιλήψεως.

Κανών α», ᾨδὴ η», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Πυρὶ παραδοθέντας Κάρπον καὶ Πάπυλον, καθορῶσα ἡ Μάρτυς, Ἀγαθονίκη θερμῶς, πόθῳ πρὸς αὐτούς, συνεισῆλθε χορεύουσα, οἱ καὶ τὴν Τριάδα, τυποῦντες ἐφρουροῦντο. Ῥῆσιν τὴν τοῦ Δεσπότου ἀναλαβόντες Σοφοί, ὑπὲρ τῶν ἀναιρούντων καθικετεύετε· ὅθεν καὶ ὑμεῖς, ἐκτμηθέντες τὰς κάρας ὁμοῦ, ἐν χερσὶ Κυρίου, παρέθεσθε τὸ πνεῦμα. Οἱ κρουνοὶ τῶν αἱμάτων ὑμῶν Πανεύφημοι, ῥαντισμός τε καὶ ἄκος ἡμῶν γεγόνασι· καὶ εἰδωλικὴν πλάνην κατεξωλόθρευσαν, Θεοῦ τῶν ἁπάντων, γνησίως κηρυχθέντος. Θεοτοκίον Συμπαθὴς Θεοτόκε τὸν εὐσυμπάθητον, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἴδε τὴν κάκωσιν, καὶ τὸν στεναγμόν, τοῦ λαοῦ σου καὶ τάχυνον, τοῦ παρακαλέσαι, ἡμᾶς οἰκτειρηθῆναι. Ὁ Εἱρμὸς «Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τους αἰῶνας».

Κανών α», ᾨδὴ θ», τῶν Ἁγίων Μαρτύρων

Ἦχος πλ. β"

Θεὸν ἀνθρώποις ἰδεῖν

Φωτὶ τῷ θείῳ νῦν πλησιάζοντες, πρεσβευτικαῖς αὐγαῖς τὴν Ἐκκλησίαν φωτίζετε, τὴν ἐσκοτισμένην ἐξ ἀγνοίας δεινήν, δόξαν Εἰκονομάχων ἀποδιώξαντες, καὶ τῇ ὀρθοδόξῳ, πρὸς Θεὸν πίστει στηρίξαντες. Ἐχθρῶν δαιμόνων στίφη διώκετε, καὶ πειρασμῶν ἡμᾶς ἀπολυτροῦσθε μακάριοι, μαλακίας πάσης τε καὶ νοσήματος, τοὺς ἡμῶν τῷ τεμένει πίστει προστρέχοντας, νεύσει ἀπαλλάττετε Θεοῦ, Κάρπε καὶ Πάπυλε. Ῥοὴν δακρύων μου μὴ ἀπώσησθε, ὦ ξυνωρὶς Ἁγίων Ἀθλοφόρων, ὡς ἔχοντες, παρρησίαν νῦν πρὸς τὸν Δεσπότην Χριστόν· σκότους με ἀφαρπάσαι, τοῦτον αἰτήσασθε, καὶ τοῦ ἀκηράτου φωτισμοῦ καταξιώσατε. Θεοτοκίον ᾨδὴν προσάγω σοι πόθῳ Δέσποινα, ἐκ ῥυπαρῶν χειλέων μου ὁ τάλας καὶ δέομαι, τοῦ βορβόρου ῥῦσαί με τῶν ἔργων μου, πάντας δὲ τοὺς ἐν πίστει, ἀνευφημοῦντάς σε, τῆς ἐκ δεξιῶν τοῦ σοῦ Υἱοῦ δόξης ἀξίωσον. Ὁ Εἱρμὸς «Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σὲ μακαρίζομεν».

Ἐξαποστειλάριον

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Συνόντες παμμακάριστοι, Θεῷ τῷ Παντοκράτορι, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενοι Ἀθλοφόροι, Κάρπε Χριστοῦ, Ἱεράρχα, καὶ Πάπυλε ἀοίδιμε, στεφανηφόροι Μάρτυρες, τῶν τὴν ὑμῶν ἐκτελούντων, μέμνησθε πάμφωτον μνήμην.

Θεοτοκίον

Ἦχος β»

Γυναῖκες ἀκουτίσθητε

Τὴν μόνην θεομήτορα, ἀπαύστως μακαρίσωμεν, οἱ σεσωσμένοι τῷ ταύτης, ὑπερφυεῖ θείῳ τόκῳ, ἀξιοχρέως μέλποντες, τὴν Θεοτόκον Δέσποιναν· λύτρον ἡμῖν γὰρ τέτοκε, πλημμελημάτων ἀρχαίων, Χριστὸν Τριάδος τὸν ἕνα.

Комментарии для сайта Cackle