Τῌ Α» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ.

Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶµεν Στίχους δ´, καὶ ψάλλοµεν τὰ Στιχηρὰ προσόµοια.

Ἦχος α´

Τῶν οὐρανίων ταγμάτων

Τῶν εὐσεβούντων τὰ στίφη, καὶ μοναστῶν ἡ πληθύς, δεῦτε συμφώνως πάντες, εὐλαβῶς προσκυνοῦντες, τὴν Σκέπην τῆς Ἀχράντου Μητρὸς τοῦ Θεοῦ, μεγαλύνωμεν σήμερον, τὴν παραδόξως ὀφθεῖσαν ἐν τῷ ναῷ, Βλαχερνῶν τοὺς πιστοὺς σκέπουσαν.

Ἦχος α´

Σκέπη ὑπάρχεις τοῦ κόσμου Θεοχαρίτωτε, σκέπουσα τοὺς σοὺς δούλους, τοὺς πιστῶς σε ὑμνοῦντας, καὶ πόθῳ τὴν εἰκόνα σου τὴν σεπτήν, προσκυνοῦντας Πανάχραντε, καὶ σοῦ τῆς Σκέπης τὴν χάριν πανευλαβῶς, αἰτουμένους διασῴζεις δεινῶν.

Ἦχος α´

Πειρατηρίων κινδύνων τε καὶ κακώσεων, ἐκ πολυτρόπων σῷζε, τὴν σὴν ποίμνην Παρθένε, τῇ Σκέπῃ σου τῇ θείᾳ πάντας ἡμᾶς, συντηροῦσα καὶ σκέπουσα, ἐκ πειρασμῶν ἀοράτων καὶ ὁρατῶν· πρὸς σὲ μόνην γὰρ ἐλπίζομεν.

Ἦχος α´

Πόθῳ τὴν θείαν σου Σκέπην Παρθενομῆτορ Ἁγνή, μεθ» ἧς σκέπεις σοὺς δούλους, προσκυνοῦμεν ἐν πίστει, δεόμενοι βοῶντες, πάντας ἡμᾶς σκέπε, φρούρει καὶ φύλαττε, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ἐκ πυρός, τοῦ ἀσβέστου ἡμᾶς λύτρωσαι.

Δόξα... Καὶ νῦν... Ἦχος α΄

Δεῦτε πιστῶν ἡ ὁμήγυρις πᾶσα, καὶ μοναζόντων ὁ θίασος, τὴν τῆς Παρθένου πυρίμορφον Σκέπην, τὴν ἡμᾶς περισκέπουσαν, καὶ διασῴζουσαν μεγαλύνωμεν, καὶ τοῖς ὕμνοις κροτοῦντες, πνευματικῶς ἑορτάσωμεν, καὶ χαριστήριον αἶνον τῇ Παρθένῳ προσοίσωμεν, ὡς δι» αὐτῆς σκεπόμενοι, πάντων δεινῶν, ἐκλυτρούμεθα καὶ ἐν ὥρᾳ τῇ φοβερᾷ τῆς ἐτάσεως, δι» αὐτῆς σωθῆναι ἐλπίζομεν καὶ λαβεῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Ἀπόστιχα Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

Σκέπη πανευκλεής, Μητρὸς τοῦ Θεοῦ Λόγου, σκέπε φρούρει καὶ σῷζε, ἀπὸ παντοίας βλάβης, τοὺς εὐλαβῶς τιμῶντάς σε. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου.

Ἦχος β’

Ἐλπὶς χριστιανῶν, Παντάνασσα Μαρία, χάριτι τῆς σῆς Σκέπης, περίσῳζε τοὺς πόθῳ, ταύτην τιμῶντας σήμερον. Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ἦχος β’

Λύσιν τῶν δυσχερῶν καὶ κτῆσιν τῶν ἀρίστων, βράβευσον σοῖς ἱκέταις, χάριτι τῆς σῆς Σκέπης, Μαρία μητροπάρθενε.

Δόξα... Ἦχος β’

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν καὶ τῇ σῇ Σκέπῃ, σκέπουσα ἡμᾶς πάντας, Παρθένε Θεονύμφευτε.

Καὶ νῦν... Ἦχος β’

Ὕμνοις χρεωστικῶς, μοναζόντων τὰ στίφη, τιμήσωμεν ἐν ὕμνοις, τὴν Σκέπην τῆς Πανάγνου, τὴν πάντας πιστοὺς σκέπουσαν.

Ἀπολυτίκιον

Ἦχος α«

Του λίθου σφραγισθέντος

Τῆς Σκέπης σου τὴν χάριν, ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου, ἐφήπλωσας τοῖς πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπῃ σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε.

Θεοτοκίον

Ἦχος πλ. α»

Τὸν συνάναρχον Λόγον

Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, Ἱστῶμεν στίχους η» καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.

Στιχηρὰ προσόµοια

Ἦχος α«

Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ τοῦ παραδόξου θαύματος, τοῦ ὀφθέντος ποτέ, ἐν Βλαχέρναις Βύζαντος, τῆς μόνης τὸν ποιητὴν ἡμῶν καὶ Κύριον, τεκούσης ἄνευ φθορᾶς· τὸ Ἱερὸν γὰρ μαφόριον ἥπλωσε καὶ πάντας τοὺς εὐσεβεῖς, περισκεπάσασα χαρίτων ἐνέπλησε, καὶ πρὸς εὐφροσύνην θείαν συγκαλεῖται ἅπαντας, τοῦ βοᾶν γηθοσύνως, χαῖρε Σκέπη πιστούς σκέπουσα.

Ἦχος α»

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή, ὅτι τῇ σῇ Σκέπῃ, σκέπεις τοὺς ἱκέτας σου, καὶ σῴζεις ἐκ πειρασμῶν καὶ περιστάσεων, τοὺς πόθῳ σε ἐκ ψυχῆς, προσκαλουμένους πανύμνητε Δέσποινα, συμφώνως οὖν καὶ ἡμεῖς, τῷ θαυμασίῳ Ἀνδρέᾳ κροτοῦμέν σοι, τῆς Πανυπεράγνου Κόρης, τὸ φρικτὸν τεράστιον, μαφορίου σου Σκέπης, θείαν χάριν καὶ ἀντίληψιν.

Ἦχος α«

Σκέπην σου τὴν θείαν Ἄχραντε Ἀσωμάτων δῆμοι, καὶ πιστῶν ὁμήγυρις, τιμῶμεν πανευλαβῶς, περισκεπόμενοι, τῇ χάριτι τοῦ σεπτοῦ, σοῦ μαφορίου, δι» οὗ σκέπεις ἅπαντας, τοὺς πόθῳ τελοῦντας νῦν, τὴν θαυματόβρυτον ταύτην πανήγυριν, σοῦ τῆς Παναγίας Σκέπης, νέφη ἐκδιώκουσα, πειρασμῶν καὶ κινδύνων τοῦ δολίου πολεμήτορος.

Προσόμοια ἕτερα

Ἦχος α»

Σκέπη τῆς Πανάγνου πάντιμε, ἡ πιστοὺς φρουροῦσα, σκέπασον τοὺς ἅπαντας, πιστοὺς χάριτι σῇ προσκαλουμένους σε, καὶ σῷζε ἐκ δυσχερῶν, πειρατηρίων παντοίων καὶ θλίψεων· σὺ γὰρ τὴν μόνην Ἁγνήν, ἐν κόσμῳ ζῶσαν σεμνῶς περιέσκεπες· ὅθεν κατὰ χρέος πάντες, σήμερον τιμῶμέν σου, τὴν ἀνάμνησιν πόθῳ, τὴν Πανύμνητον γεραίροντες.

Ἦχος α«

Χαῖρε τῶν πιστῶν τὸ καύχημα· σὺ γὰρ μόνη πέλεις, πάντων τὸ προσφύγιον, καὶ Σκέπη ἡ κραταιὰ τῶν προστρεχόντων σοι· διὸ τιμῶμεν τὴν σήν, μεγαλουργίαν τῆς Σκέπης σου Ἄχραντε ἣν εἶδεν ὁ θαυμαστὸς Ἀνδρέας ἐν οἴκῳ ἁγίῳ σου, ὥσπερ τῆς νεφέλης πάλαι, κιβωτοῦ τυπούσης σὲ ἐν ᾗ σκέπασον πάντας, τοὺς ἐκ πόθου ἀνυμνοῦντάς σε.

Ἦχος α»

Δεῦτε μοναστῶν συστήματα, καὶ λαμπρὰν χορείαν, σήμερον συστήσωμεν, τιμῶντες πανευλαβῶς, τῆς τοῦ Κυρίου Μητρός, τὴν Σκέπην τὴν Ἱεράν, τήν τους πιστοὺς πανταχοῦ περισκέπουσαν, καὶ ῥύουσαν τῶν δεινῶν τοῦ πονηροῦ σκανδάλων καὶ θλίψεων, σῴζουσα πυρὸς γεέννης, ἐν ἡμέρᾳ κρίσεως, τοὺς πιστῶς προσκαλοῦντας, τὴν θερμήν αὐτῆς ἀντίληψιν.

Θεοτοκίον, Ἦχος πλ. δ"

Τὶς μὴ θαυμάσει; τὶς μὴ δοξάσει, τὰ ὑπερφυῆ σου ἐξαίσια τερατουργήματα, Πανύμνητε Δέσποινα; καθ’ ἑκάστην γὰρ προφθάνεις διασῴζουσα, τοὺς ὑπὸ τὴν Σκέπην σου προστρέχοντας, περιφρουροῦσα καὶ θάλπουσα, τοὺς ἐπικαλουμένους τὴν θερμήν σου ἀντίληψιν· ὅθεν εὐχαρίστως γεραίρομεν ἀνυμνοῦντές σε, τὴν ἀνωτέραν τῶν Χερουβίμ ὑπάρχουσαν, καὶ τῶν Σεραφὶμ ὑπερτέραν, δυσωποῦντες τοῦ καταπέμψαι ἡμῖν δεομένοις σου, τὴν σὴν ἐξ Ὕψους βοήθειαν. Σκέπασον ἡμᾶς Ὑπερύμνητε, τῇ παναλκεστάτῃ σου Σκέπῃ, ἐκ τῶν τοῦ πονηροῦ ἐπινοιῶν διασώζουσα, ἵνα πίστει καὶ πόθῳ ὑμνοῦντες δοξάζωμεν, τὴν εἰς ἡμᾶς σου προμήθειαν Ἄχραντε.

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα (40, 1–9,14 καὶ 28–29) Ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων, ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνία στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς. Καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία. Καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα τὰ σκεύη αὐτοῦ. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωυσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ» αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (3, 1–8) Ἐξῆλθε Μωυσῆς εἰς τὸ ὄρος Χωρήβ, ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καὶεται πυρὶ ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων, Μωυσῆ, Μωυσῆ, ὁ δὲ εἶπε, τὶ ἐστι; Ὁ δὲ εἶπε, μὴ ἐγγίσῃς ὧδε. Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν, ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαάκ καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (43, 27 καὶ 44, 14) Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι» αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι» αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλάμ της πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α». Μέγα καὶ παράδοξον θαῦμα σήμερον, ὁ θαυμαστὸς Ἀνδρέας τεθέαται, ἐν τῷ περιβλέπτῳ ναῷ τῶν Βλαχερνῶν· ἡ γὰρ Παντάνασσα Δέσποινα, λαμπροφανὴς ἐπιστᾶσα, ὑπ» Ἀγγέλων δορυφορούντων προπεμπομένη, μέσον δὲ τοῦ Βαπτιστοῦ, καὶ Θεολόγου Ἰωάννου χειροκρατουμένη, ἔνδον τῶν ἀδύτων εἰσελθοῦσα καὶ τὸ ἐκεῖσε φρουρούμενον μαφόριον αὐτῆς ἀναπτύξασα, τὸ τῆς παρθενίας φρικτὸν τεκμήριον, μεθ» οὗ τὴν ἄχραντον κεφαλὴν αὐτῆς περιέσκεπεν, ἐν κόσμῳ περιοῦσα, καὶ τοῦτο ἐφαπλώσασα, τὸν πιστὸν λαὸν περιέσκεπεν· ὃ καὶ κατιδὼν ὁ ἱερὸς Ἐπιφάνιος, φόβῳ καὶ χαρᾷ συσχεθεὶς τὸν διδάσκαλον ἐπηρώτα· ὢ τοῦ θαύματος, τὴν χάριν αὐτῆς ἡ Βασίλισσα, διὰ τοῦ μαφορίου αὐτῆς τοῖς πιστοῖς διένειμεν, οὗτινος θαύματος τὴν ἀνάμνησιν ἑορτάζοντες, τῇ Θεοτόκῳ βοήσωμεν, σκέπασον καὶ ἡμᾶς ἐν τῇ Σκέπῃ σου Πανάχραντε, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν. Ἦχος β« Δεῦτε φιλεόρτων συστήματα, ἐν καθαρᾷ καρδίᾳ, καὶ συνειδότι εὐστάθμῳ, τῇ Παρθένῳ τὸν ὕμνον προσοίσωμεν λέγοντες· σὺ ἡμῶν σκέπη καὶ βοήθεια Δέσποινα, καὶ τῇ σεπτῇ σου Σκέπῃ διασῴζεις ἀεί, τοὺς εἰς σὲ καταφεύγοντας, σκέπασον οὖν ἡμᾶς, τοὺς σὲ παρακαλοῦντας, καὶ πυρὸς γεέννης ἐξάρπασον ἐν ὥρᾳ τῆς δίκης, ὡς πάντα ἰσχύουσα μετὰ Θεόν, τῇ θερμῇ σου πρεσβείᾳ, Πανύμνητε, Θεοτόκε Παντάνασσα. Ἦχος β» Ἡ Σκέπη σου Θεοτόκε πανάχραντε πάντας πιστοὺς περισκέπουσα, διασῴζει ἀπήμονας παντοίας ἐκ βλάβης, καὶ φυλάττει ἀλωβήτους ἀπὸ πάσης νόσου καὶ θλίψεως, πᾶσαν ἀχλὺν τῶν δεινῶν ἀπελαύνουσα, καὶ ἐν αὐτῇ προσπεφευγότες οἱ δοῦλοί σου, ἐκλυτρούμεθα κινδύνων καὶ κακώσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις Σκέπη, καταφυγὴ καὶ ἀντίληψις, σωτηρία τε καὶ βοήθεια, καὶ διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζομεν Θεοτόκε, οἱ πρὸς σὲ πιστῶς καταφεύγοντες. Ἦχος δ« ᾌσμα ᾀσμάτων, σὺ ὑπάρχεις Θεόνυμφε Δέσποινα νόων χαρμονή, καὶ βροτῶν παραμύθιον, πόλου τε καὶ γῆς Κυρία καὶ πρύτανις, ἀνάκτων πιστῶν δὲ διάδημα, εὐσεβοῦντος λαοῦ κέρας, γέφυρα πρὸς Ἐδέμ, καὶ κλῖμαξ πρὸς οὐρανοὺς ἀναφέρουσα· πόλις τοῦ Θεοῦ, καὶ θρόνος ἔμψυχος τοῦ Δεσπότου τῆς κτίσεως σκεῦος ζωῆς πανέντιμον, παράδεισος ἀκηράτου τρυφῆς, θυσιαστήριον πάγχρυσον, πνευματικοῦ πανευώδους θυμιάματος, λαμπὰς φωτοπάροχος, καὶ μάννα ἐπουράνιον, λαβὶς ἀνθρακοφόρος μυστική, καὶ ῥόδον ἡδύπνοον τράπεζα τοῦ οὐρανίου Ἄρτου, καὶ φωτὸς ἀδύτου λαμπηδών, ῥοδοδάκτυλος αὐγὴ τοῦ νοητοῦ ἠλίου, καὶ Σκέπη ἀναψυχῆς σωτηρίας, σκέπουσα ἡμᾶς καὶ πρός τὴν ἄνω Ἱερουσαλὴμ ὁδηγοῦσα καὶ σῴζουσα Ἦχος πλ α» Θαῦμα θαυμάτων πανθαύμαστον, καὶ τέρας φύσεως φρικτὸν καὶ ξενήκουστον, ὑπάρχεις Θεόνυμφε Δέσποινα, θυμηδία ποθεινή, ἡ πλημμυροῦσα χάρισι τὸν πιστὸν λαόν, ἀΰλου σου φωτὸς μαρμαρυγαῖς, ὡς οὖσα Μήτηρ τοῦ Φωτός, σκέπη τε ἀπόρων, ἡμᾶς περισκέπουσα, δωρεῶν δὲ ἐνθέων ζωοπάροχος χάρις βράβευσον οὖν ἡμῖν σὴν χάριν, λιτανεύουσι σὴν δόξαν, καὶ τὸ σὸν κεχαριτωμένον ὄνομα, πανευλαβῶς γεραίρουσιν, ὡς τέμενος τιμαλφέστατον τοῦ Δεσπότου ὑπάρχουσα, σκήνωμά τε θεοχώρητον, Θεοῦ τοῦ ἀχωρήτου, καὶ λυχνία ἑπτάφωτος, ἡ τὸ τῷ λαμπάδιον Χριστόν, κόσμῳ κυήσασα, Μαρία Μητροπάρθενε, τοῦ κόσμου μεσίτρια, καὶ ἡμῶν τῆς σῆς ποίμνης διάσωσμα μὴ οὖν ἐλλείπῃς ἡμᾶς περισκέπουσα, καὶ ὀξέως προφθάνουσα, ἐν συμφοραῖς καὶ κακώσεσι· σὲ γὰρ προστάτιν ἐν πᾶσιν ἀεὶ κεκτήμεθα, καὶ τῇ ἀμάχῳ σου Σκέπῃ περιφρουρούμεθα. Δόξα. Καὶ νῦν. Ἦχος πλ. α». Σήμερον ἡ Παντάνασσα πανύμνητος, καὶ Θεοτόκος Μαρία, τὴν θείαν καὶ ὁλόφωτον αὐτῆς ἀστραπόμορφον Σκέπην ὑφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐν οἴκῳ ἁγίῳ αὐτῆς ἐσκέπασεν, οἷα νεφέλη τὸ πάλαι, ἐν τῇ Σκηνῇ τοῦ μαρτυρίου, ἡ τὸν Ἰσραὴλ ὁδηγοῦσα καὶ θάλπουσα οὕτω τὴν Βασιλίδα τῶν πόλεων, σὺν τῷ χριστεπωνύμῳ πληρώματι περισκέπουσα, τὴν ἄπειρον αὐτῆς χάριν παρεμφαίνουσα διένειμεν, εἰς ἅπαντα εὐσεβῶν τὰ σκηνώματα, ἧς περ νῦν τὴν ἀνάμνησιν, οἱ πιστοὶ αὐτῆς οἰκέται ποιούμενοι, χρεωστικῶς πρὸς αὐτὴν μετὰ πόθου βοήσωμεν· σκέπασον ἡμᾶς Πανύμνητε Δέσποινα, ὑπὸ τὴν σὴν Σκέπην, τὴν σωστικὴν καὶ ἁγίαν, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος πλ. α». Χαίροις ἀσκητικῶν Χαίροις Παρθενομῆτορ Ἁγνή, φαεινοτάτη δροσοβόλος πυρφόρος τε, νεφέλη ἡ ὀμβροφόρος, τὸν θεῖον ὄμβρον Χριστόν, ἐν τῷ κόσμῳ ὄντως ἡ ὀμβρήσασα· καὶ κλῖμαξ οὐράνιος, ἀπὸ γῆς ἀναφέρουσα, γέφυρα θεία, τοὺς πιστοὺς ἡ μετάγουσα, πρὸς Παράδεισον τῆς τρυφῆς θεία Τράπεζα· μάννα ὑπερουράνιον, ἡμᾶς διατρέφουσα, Σκέπη ἡ σκέπουσα πάντας, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. Θαῦμα ξενοπρεπές κατιδών, ὁ ἱερώτατος Ἀνδρέας ἐξίστατο, σὺν ἅμα Ἐπιφανίῳ, μύστῃ αὐτοῦ τῷ σοφῷ, τὴν ἁγίαν Σκέπην τῆς Μητρὸς Θεοῦ, πιστοὺς περισκέπουσαν, καὶ τὴν χάριν παρέχουσαν, πᾶσιν ἀφθόνως, ὡς νεφέλην τυγχάνουσα, ζωοπάροχον, τὰς ψυχὰς περιθάλπουσαν· ὅθεν καὶ ἐκπληττόμενοι, ἐβόων σὺν δάκρυσι· Σκέπη σου σκέπε Παρθένε, τοὺς ἐπὶ σοὶ καταφεύγοντας, ὡς Μήτηρ Ὑψίστου, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Σκέπη τῆς τοῦ Κυρίου Μητρός, ἀστραπηφόρε, τοὺς πιστοὺς περισκέπουσα, καὶ νέφη τῆς ἁμαρτίας, ἀποσοβοῦσα τομῶς, σκέπε καὶ συντήρει τοὺς τιμῶντάς σε· ἐκ πάσης κακώσεως, τοῦ δεινοῦ πολεμήτορος, καὶ ἐναντίας κακουχίας ἀπήμονας, καὶ διάσῳζε, κοσμικοῦ ἡμᾶς κλύδωνος· ὅπως τῇ δυναστείᾳ σου, σῳζόμενοι ὕμνοις σε, ἀνευφημοῦμεν ἐκ πόθου, καὶ εὐχαρίστως γεραίρομεν, τὴν σὴν προστασίαν, καὶ ἀντίληψιν καὶ σκέπην, καὶ μέγα ἔλεος.

Θεοτοκίον, Ἦχος πλ. α"

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ κροτήσωμεν χεῖρας σήμερον, ἐν τῇ πανδήμῳ πανηγύρει τῆς ἀκηράτου Σκέπης, τῆς Παντανάσσης Θεοτόκου. Στρατιαὶ Ἀγγέλων εὐφραινέσθωσαν, καὶ τὴν ἀνωτέραν πάντων ἀΰλοις ὑμνῳδίαις γεραιρέτωσαν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος Ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήτωσαν τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν Φωτοφόρον Νεφέλην, τήν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε Κιβωτὸν τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, τὴν σκέπουσαν ἡμᾶς ἀεί, καὶ σῴζουσαν καθ» ἑκάστην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς Οὐρανῶν Βασιλείας, καὶ ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος α«

Του λίθου σφραγισθέντος

Τῆς Σκέπης σου τὴν χάριν, ἀνυμνοῦμεν Παρθένε, ἣν ἐν τῷ πανσέπτῳ ναῷ σου, ἐφήπλωσας τοῖς πᾶσι, τὸ θαῦμα ἐκπλήττει πάντα νοῦν, πῶς θεῖόν σου μαφόριον Σεμνή, ἐφηπλοῦτο πανταχόθεν τοῖς πιστοῖς, τῇ αἴγλῃ ἀστραπηφόρον, χάρις τῇ ἀντιλήψει σου Ἁγνή, χάρις τῇ θείᾳ Σκέπῃ σου, χάρις τῇ προμηθείᾳ σου, μόνη Πανάχραντε.

Θεοτοκίον

Ἦχος πλ. α»

Τὸν συνάναρχον Λόγον

Τὴν ἁγίαν σου Σκέπην, ἁγνὴ Πανύμνητε, ἣν ἐν Βλαχέρναις κατεῖδον τοὺς πιστοὺς σκέπουσαν, ὁ Ἀνδρέας ὁ σοφὸς καὶ Ἐπιφάνιος, ἀνευφημοῦμεν εὐλαβῶς, προσκυνοῦντες ἐν χαρᾷ, ὡς σκέπουσαν καὶ φρουροῦσαν καὶ ἀπήμονας συντηροῦσαν, τοὺς προσκαλοῦντας τὴν ἀρωγὴν αὐτῆς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος α«

Τὸν τάφον σου Σωτήρ

Τὴν Σκέπην σου Ἁγνή, τὴν σεπτὴν προσκυνοῦμεν, τὴν πάντας τοὺς πιστούς, περισκέπουσαν ὄντως, συμφώνως γεραίροντες, σοῦ τὴν δόξαν τὴν ἄρρητον· σὺ γὰρ πέφυκας, Σκέπη ἡμῶν καὶ προστάτις, καὶ βοήθεια, τῶν εὐλαβῶς ἐκτελούντων σῆς Σκέπης ἀνάμνησιν. (Δὶς)

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος γ»

Τὴν ὡραιότητα

Τὴν θείαν Σκέπην σου, τὴν ἀστραπόμορφον, καὶ πανυπέρτιμον, Θεοχαρίτωτε, οἱ εὐσεβεῖς πανευλαβῶς, τιμῶμεν καὶ προσκυνοῦμεν, καὶ κατασπαζόμεθα, ὡς ἡμᾶς περισκέπουσαν καὶ διαφυλάττουσαν, ἐκ κινδύνων καὶ θλίψεων· διὸ καὶ εὐχαρίστως βοῶμεν, χαῖρε ἡ πάντων προστασία. (Δὶς) Εἶτα ψάλλομεν τὸν πολυέλεον Λόγον ἀγαθὸν καὶ τὸ Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς καὶ εὐθὺς τὴν ἐκλογὴν τῆς Ἁγίας Σκέπης. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, Ἀλληλούια. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Κύριος φυλάξαι σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν. Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ καὶ ἐν τῷ ναῷ αὐτοῦ, πᾶς τις λέγει δόξαν. Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν. Ἀγαπᾶ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Σκεπασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ ἐχθρῶν τῶν ταλαιπωρησάντων με. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε, εἰς μακρότητα ἡμερῶν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Δόξα... Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς. Καὶ νῦν... Τὴν Μητέρα σου προσάγει σοι, εἰς ἱκεσίαν ὁ λαός σου Χριστέ, ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σὲ δοξάζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα

Ἦχος δ"

Ταχὺ προκατάλαβε

Παρθένε Παντάνασσα, θείας σου Σκέπης πιστῶς, χαρᾷ τὴν ἀνάμνησιν ἐν Βλαχερνῶν σου ναῷ, λαμπρῶς ἑορτάζομεν, πάντες καὶ κατὰ χρέος, ἀνυμνοῦμεν ἐν πίστει, πόθῳ τὴν σὴν εἰκόνα, ἀσπαζόμενοι πάντες, τὴν χάριν δαψιλῶς ἀπαρυόμενοι. Δόξα... τὸ αὐτὸ Καὶ νῦν... Ἦχος δ», Ἐπεφάνης σήμερον Ἐν τῇ Σκέπῃ ἄχραντε, τῇ φεραυγῇ σου, προσφυγόντας σκέπασον, καὶ διαφύλαξον ἡμᾶς, ἀπὸ κινδύνων καὶ θλίψεων, ὅπως τιμῶμεν τὴν ἄμαχον Σκέπην σου.

Προκείμενον. Ἦχος δ" Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε...

Δόξα... Ταῖς τῆς Θεοτόκου... Καὶ νῦν... Ταῖς τῆς Παναχράντου... Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... Ἰδιόμελον. Ἦχος β». Σήμερον ἡ πανύμνητος Δέσποινα, τὴν θείαν αὐτῆς Σκέπην ἐφαπλώσασα, τοὺς πιστοὺς πάντας ἐσκέπασεν, οἷα νεφέλη ἐν τῇ ἐρήμῳ, τὸν Ἰσραὴλ περιθάλπουσα, τὴν χάριν αὐτῆς ὑπεμφαίνουσα, πρὸς αὐτὴν οὖν βοήσωμεν· σκέπασον ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, Μαριὰμ ἡλιόμορφε καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ δύο Κανόνες τῆς Ἁγίας Σκέπης ὁ πρῶτος μετὰ τῶν Εἱρμῶν εἰς η» καὶ ὁ δεύτερος εἰς ς». ᾨδὴ α«

Ἦχος δ»

Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Τὴν πάνσεπτον Σκέπην σου, Θεοχαρίτωτε Δέσποινα, οἱ δοῦλοί σου σήμερον πόθῳ γεραίρομεν, ἣν ὁ ὅσιος Ἀνδρέας ἐν Βλαχέρναις, κατεῖδε γηθόμενος, καὶ ἀγαλλόμεθα. Εὐφρόσυνον σήμερον, ἡμέραν ἄγει ἡ σύμπασα,κτίσις ἑορτάζουσα τὴν θείαν Σκέπην σου, Μητροπάρθενε, ἡμεῖς δὲ κατὰ χρέος, τιμῶμεν ὡς σκέπουσαν, ἡμᾶς ἑκάστοτε. Τοῦ κόσμου τὰ πέρατα, δόξῃ τῆς Σκέπης σου Δέσποινα ἐπαγαλλιώμενα πανηγυρίζουσιν, οἷα σκέπουσαν, πάντας καὶ συντηροῦσαν, ἐκ πάσης κακώσεως, καὶ περιστάσεως. Ἀΰλων ταγμάτων σε, ὑπερανέχουσαν Δέσποινα, ἀσυγκρίτως ἔγνωμεν, καὶ οὐρανῶν ἀληθῶς, πλατυτέραν σε σκέπουσαν τῇ σῇ Σκέπῃ, πιστῶν ἄπαν πλήρωμα, καὶ διασῴζουσαν.

Ὁ Κανὼν δεύτερος τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. Ὑμνῶ Σκέπης σου τὴν χάριν Παναγία, Ὁ Ἰάκωβος. ᾨδὴ α«

Ἦχος πλ. α»

ᾨδὴν ἐπινίκιον

Ὑμνήσωμεν ἅπαντες, τὴν θείαν Σκέπην, τῆς μόνης θεόπαιδος, ἣν περ ἐθεάσατο, Ἀνδρέας ὁ Ἱερός, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν, τοὺς πιστοὺς σκέπουσαν. Μαρία πανάχραντε σοῦ θείαν Σκέπην, γεραίρομεν σήμερον, καὶ πιστῶς δοξάζομεν, ὡς σκέπουσαν τοὺς πιστούς, καὶ διασῴζουσαν ἡμᾶς ἐκ περιστάσεων. Νομὴν τὴν φερέσβιον, πᾶσι παρέχει, ἡ Σκέπη σου Δέσποινα, ἡ πανυπερθαύμαστος, στήλη φωτίζουσα φῶς, τὸν νέον σκέπουσα λαόν· διὸ σε μέλπομεν. Ὡς μόνην Μητέρα σε γεγενημένην, υἱὸν Θεοῦ τέξασαν, εὐφημοῦντες μέλπομεν, τῶν χαρισμάτων πηγήν· σκέπεις γὰρ πάντας τοὺς πιστούς, τῇ θείᾳ Σκέπῃ σου. Σκηνῇ νῦν προσέλθετε, τῆς θείας Σκέπης, καὶ χάριν ἀρύσασθε, οἱ κακοῖς τρυχόμενοι· βραβεύει γὰρ ἀληθῶς, ἡ θεία Σκέπη τῆς Ἁγνῆς, ῥεῖθρα ἰάσεων. Καταβασία Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Κανών α», ᾨδὴ γ», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον. Ὁ πρὶν Ἰσραὴλ πυρὸς τῷ στύλῳ νεφέλην σκεπόμενος πρὸς γῆν, ἐπαγγελίας ὤχετο. Σκέπῃ δὲ τῇ πανσέπτῳ σου, πιστοὶ περισκεπόμενοι, πρὸς οὐρανοὺς μεταβαίνομεν. Νεφέλη ἡ πάλαι προετύπου, τὴν θείαν σου Σκέπην ἀληθῶς σῇ παναλκεῖ δυνάμει γάρ, Θεοκυῆτορ Ἄχραντε, σκέπεις ἡμᾶς τοὺς δούλους σου, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος. Τὸ σκότος τῆς πάλαι ἀθεΐας, διέλυσας Δέσποινα Ἁγνή, τὸ φῶς ἀποκυήσασα, Χριστὸν τὸν ὑπεράγαθον, νῦν δὲ τῇ θείᾳ Σκέπῃ σου, σκέπεις ἡμᾶς τοὺς πόθῳ τιμῶντάς σε. Ὁ εἷς τῆς Τριάδος κόσμου ὤφθη, ἐκ σοῦ Θεοτόκε σαρκωθείς, καὶ ἔσωσε τὸν ἄνθρωπον, σὺ δὲ τῇ θείᾳ Σκέπῃ σου, σκέπεις ἡμᾶς τοὺς δούλους σου, καὶ διασῴζεις κολάσεως.

Κανών β», ᾨδὴ γ», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Λίθον ὃν ἀπεδοκίμασαν

Κλίμακά σε ἐθεάσατο Ἰακώβ, Παρθένε, δι» ἧς καὶ κατέβη ὁ Σκέπην ἁγίαν πιστοὶ νῦν γινώσκομεν, Θεὸς τῶν ὅλων, καὶ ὡς περισκέπουσαν ἡμᾶς, ἐκ τῶν δεινῶν μόνη πανύμνητε. Εὗρε λογικὸν σε σκήνωμα, ὁ λόγος Παρθένε, καὶ σκηνὴν ἁγίαν, καὶ καθαρὰν εὑρών σε, ὅλος ἐν σοὶ οἰκήσας, πιστοῖς σε ἀνέδειξεν, ἀκοίμητον πρέσβυν καὶ φρουρόν, Σκέπῃ σου τῇ θείᾳ φυλάττουσαν. Πέλεις παρθενίας καύχημα, ὦ Παρθενομῆτορ, Σκέπῃ σου τῇ θεία, τοὺς πιστοὺς φρουροῦσα· σὺ γὰρ τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, Ἁγνή, ἐδείχθης ἀληθῶς, σῴζουσα πάντας τῇ Σκέπῃ σου. Ἤστραψεν ἡ θεία Σκέπη σου, αὖγος θαυμασίων ἐν ναῷ ἁγίῳ τῶν Βλαχερνῶν Παρθένε, πάντας πιστοὺς ἐκεῖσε σκεπάσασα ἔπλησε, τῆς χάριτος ὡς ἀληθῶς ὡς ὁ Ἀνδρέας ἐθεάσατο. Σήμερον πιστῶν ὁμήγυρις, ἑορτάζει πόθῳ, Σκέπης σου τῆς θείας, μνείαν Θεοτόκε, ἣν ὁ Ἀνδρέας κατεῖδεν ἐν οἴκῳ σου, τῶν Βλαχερνῶν πιστοὺς φρουροῦσαν, νῦν δὲ ἡμᾶς ὡς περισκέπουσαν. Καταβασία Τοὺς σοῦς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγὴ, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξῃς ἀξίωσον.

Κάθισμα

Ἦχος πλ. δ"

Τὴν Σοφίαν καὶ Λόγον

Ὡς νεφέλη καὶ σκέπη στῦλος πυρός, ἡλιόμορφον ἅρμα τε τοῦ Δαβὶδ κλίνη Σολομῶντος, Ἡσαΐου ὁ τόμος τε, σκηνὴ τοῦ Μωυσέως, καὶ τοῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχουσα, λυχνία χρυσήλατος ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα, σκέπασον οὖν πάντας ἡμᾶς, τοὺς τιμῶντας, θεῖόν σου μαφόριον, καὶ λύτρωσαι παντὸς κακοῦ, οἷα πάντα ἰσχύουσα. (Δίς)

Κανών α», ᾨδὴ δ», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπερθεός, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. Ἐπιφάνηθι Παρθένε, καὶ τῇ Σκέπῃ σου σκέπασον, τοὺς πιστῶς τιμῶντας, τὰ σὰ μεγαλεῖα καὶ θαύματα· καὶ μὴ σὴν ποίμνην ἐκδῴης εἰς ἀπώλειαν, ἀλλὰ σκέπασον, πάντας ἡμᾶς τῇ σῇ χάριτι. Ἄνοιξον τὴν θύραν πᾶσι, τοῦ ἐλέους Δέσποινα, καὶ σοῦ θείᾳ Σκέπῃ, σκέπασον ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ ἐκ παντοίων κινδύνων διαφύλαττε, τοὺς τελοῦντας νῦν, Σκέπης τῆς σῆς τὴν ἀνάμνησιν. Σκέπην σε πάντες Παρθένε, οἱ πιστοὶ ἐπιστάμεθα, σκέπασον οὖν πάντας τοὺς προσκαλουμένους ἐκ πίστεως, σοῦ τὸ πανάγιον ὄνομα καὶ λύτρωσαι πάσης θλίψεως, ἐκ τοῦ δεινοῦ πολεμήτορος. Ὁ ἐν κόλποις τοῖς πατρῴοις, ἀχωρίστως καθήμενος, σοῦ ἐν ταῖς ἀγκάλαις, κάθηται Παρθένε ὡς νήπιος, καὶ περισκέπεις σὴν ποίμνην θείᾳ Σκέπῃ σου, ἐκ κακώσεων, ἐπιδρομῆς τε ἀλώβητον.

Κανών β», ᾨδὴ δ», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Ἐν πνεύματι προβλέπων

Σὲ πάντες κεκτήμεθα Πανάχραντε Ἁγνή, φυλάττουσαν ὅρους σου, καὶ σκέπην καὶ φρουρόν, καὶ ὁδηγὸν σωτηρίας Ἁγνὴ καὶ τεῖχος· διὸ πρὸς φῶς ὁδήγησον τοὺς σοὶ βοῶντας δόξα σοι Ἁγνὴ Θεοδόξαστε. Μέγας ἐν Προφήταις προέφησε Δαβίδ, δόξα πᾶσα ἔσωθεν ἐν σοί, τῆς θυγατρὸς τοῦ Βασιλέως καὶ μόνου δυνάστου· αὐτὸς γὰρ σὲ ἔδειξε πάντων ὑπερτέραν, καὶ ἁγιωτέραν τῆς κτίσεως. Ὑμνοῦμέν σου τὴν Σκέπην Πανάχραντε σεμνή, τὴν σκέπουσαν πάντοτε ἡμᾶς ἐκ τῶν δεινῶν· δικαιοσύνης γὰρ ἥλιον ὡς τεκοῦσα, καταφωτίζεις πάντας βοᾶν σοι πόθῳ, δόξα σοι Ἁγνὴ Θεοδόξαστε. Τὴν Σκέπην σου τὴν θείαν, τιμῶμεν εὐλαβῶς· συγκαλεῖ γὰρ ἅπαντας ὑμνῆσαι τὰ αὐτῆς τεράστια ξένα, καὶ τὴν πληθὺν χαρισμάτων, ὧν καθ» ἑκάστην νέμει τοῖς πᾶσι, δεῦτε πνευματικῶς κατατρυφήσωμεν. Καταβασία Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών α», ᾨδὴ ε», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην βραβεύουσα. Ἐξέστησαν Ἄγγελοι, ὅτε Παρθένε ἥπλωσας, θείου μαφορίου σου τὴν Σκέπην, ἐν Βλαχερνῶν σου τῷ πανιέρῳ ναῷ, ὡς εἶδεν Ἀνδρέας ὁ κλεινός, καὶ πιστοὺς ἐσκέπασας, τὴν σὴν χάριν βραβεύουσα. Ὡς Σκέπη ὑπάρχουσα, Παρθένε ἡμᾶς σκέπασον, τοὺς ὑμνολογοῦντας σοῦ τὴν Σκέπην, καὶ προσκυνοῦντας σοῦ τὸ μαφόριον, καὶ θείαν εἰκόνα τὴν σεπτήν, κατασπαζομένους σου, καὶ κινδύνων διάσῳζε. Ὁ θεῖος θεράπων σου, Ἀνδρέας ὡς ἑώρακε, Σκέπην σου τὴν θείαν ἐν ναῷ σου, τῷ πανιέρῳ Ἐπιφανίῳ δηλοῖ, σοῦ τὴν παρουσίαν τὴν φρικτήν, καὶ θείαν ἐπίσκεψιν, ὅτι σκέπεις τὴν ποίμνην σου. Σκέπη καὶ ἀντίληψις, ἡμῶν ὑπάρχεις Ἄχραντε, φρουρὸς καὶ ταχεῖα προστασία, ἀπὸ κινδύνων καὶ ἐξ ἐφόδου ἐθνῶν, ἡμᾶς περισκέπουσα ἀεὶ· ὅθεν μεγαλύνομεν, τήν πολλήν σου προμήθειαν. Σκηνὴ ἐπουράνιος, ὑπάρχουσα Πανάμωμε, σκέπεις καὶ φυλάττεις τὴν σὴν ποίμνην, ἀπὸ παντοίων δεινῶν καὶ θλίψεων, σεισμοῦ καταπτώσεως λοιμοῦ, μαχαίρας πολέμου τε, σοῦ τῇ Σκέπῃ σκεπάζουσα.

Κανών β», ᾨδὴ ε», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν

Ἡ Σκέπη καὶ ἀντίληψις ἡμῶν σὺ εἶ Ἁγνή· διὸ ἡμᾶς σκέπασον ἐκ περιστάσεων· σὺ γὰρ ἡμῶν ὑπάρχεις βοήθεια, ὦ γλυκυτάτη Κόρη, σῴζουσα τὴν σὴν ποίμνην. Νοός μου τὴν κατήφειαν ἐκδίωξον Ἁγνή, ἀπόπλυνον τὸν ῥύπον τὸν ἐκ τῆς ἁμαρτίας· σὺ γὰρ λουτὴρ καὶ σκέπη σωτηρίας, ὦ γλυκυτάτη Κόρη, σῶσόν με τὸν σὸν δοῦλον. Χαράκωμα καὶ τεῖχος καὶ Σκέπην οἱ πιστοί, πάντες Παρθένε ἔχομεν· ὅθεν τὰ μεγαλεῖα μεγαλύνομέν σου, χαῖρε Μήτηρ Κυρίου, χαῖρε δεδοξασμένη. Ἀνύμφευτον Πανάχραντον, Μητέρα τοῦ Θεοῦ, πάντες πιστοὶ σε πόθῳ δοξάζομεν· τὸν Ὑψιμέδοντα γὰρ τέτοκας, τὸν δόντα σωτηρίαν, πᾶσι τοῖς σὲ τιμῶσι. Καταβασία Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην βραβεύουσα.

Κανών α», ᾨδὴ ς», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Τὴν θείαν Σκέπην ἐφάπλωσον, Πανύμνητε τῆς σῆς ἀντιλήψεως, καὶ τῆς ἀθλίας μου ψυχῆς τὴν γύμνωσιν σκέπασον, ὅπως ἀεὶ δοξάζω τὰ μεγαλεῖά σου. Πᾶσα ἡ κτίσις ἀγάλλεται, τῇ μνήμῃ τῆς σεπτῆς πανηγύρεως, τῆς θείας Σκέπης σου· σκέπεις καὶ γὰρ τοὺς οἰκέτας σου, καὶ διασώζεις Πάναγνε ταῖς πρεσβείαις σου. Ἀγγέλων τάξεις Πανάχραντε, βροτῶν τε τὰ συστήματα μέλπουσι, τὴν θείαν Σκέπην σου· σκέπεις γὰρ πάντας Πανάχραντε, τοὺς τὴν σεπτήν σου Σκέπην, πόθῳ γεραίροντας. Λαὸν καὶ ποίμνην σου Δέσποινα, διάσωσον δεινῶς κινδυνεύοντας ἐκ παραπτώσεων, καὶ Σκέπη σου τῇ θεία νῦν σκέπασον, ὡς πάντα δυναμένη Μητρόθεε.

Κανών β», ᾨδὴ ς», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Τὸν Προφήτην Ἰωνὰν

Ῥητορεύει ἐμφανῶς, ὁ Ἀνδρέας ὁ σαλός, καὶ κηρύττει τῆς Ἁγνῆς, μεγαλεῖα τὰ φρικτά, ἐξαίσια, τῆς θείας Σκέπης χάριν τὴν ἄφθονον. Ἰδοὺ τέθεικεν ἡμῖν, ὁ Δεσπότης τοῦ παντός, θείαν Σκέπην τῆς Ἁγνῆς, τράπεζαν ὡς μυστικήν, ἐκτρέφουσαν, τῷ θείῳ Ἄρτῳ, τοὺς προσιόντας πιστῶς. Νίκην ἔσχηκας σεμνὴ κατ» ἐχθρῶν φθοροποιῶν, ὡς τοῦ μόνου Ποιητοῦ, Μήτηρ σκέπουσα ἡμᾶς, τῇ Σκέπῃ σου, τῇ ἀκηράτῳ, δεινῶν ἐξαίρουσα. Ἑορτάσωμεν πιστοί, ἑορτὴν καινοπρεπῆ, τῆς Παρθένου καὶ Ἁγνῆς, θείας Σκέπης τῆς σεπτῆς, ἣν ἥπλωσε, σκέπουσα πάντας, τοὺς ἀνυμνοῦντας αὐτήν. Ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, Τρισυπόστατε Μονάς, καὶ ἀμέριστε Τριάς, ἐλέησον, τοὺς προσκυνοῦντας τὸ θεῖον κράτος σου. ᾌσμασι μελωδικοῖς, ἀνυμνοῦμέν σε λαμπρῶς, τὴν Μητέρα τοῦ Θεοῦ, σκέπουσαν πάντας ἡμᾶς, τῇ Σκέπῃ σου τῇ θείᾳ, μονη καταφυγὴ τῶν πιστῶν. Καταβασία Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Κοντάκιον

Ἦχος πλ. δ"

Τῇ ὑπερμάχῳ

Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν προσπελάσωμεν, καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα, ἀναμέλποντες ἐφύμνια κατὰ χρέος. Σκέπη πέλει γάρ, πιστοὺς σκέπουσα ἅπαντας, καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων, τοὺς κραυγάζοντας, χαῖρε Σκέπη ὁλόφωτε.

Ὁ Οἶκος

Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώνως ἀνυμνήσωμεν πόθῳ, τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ, ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε, καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες, Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου, Χαῖρε μαφόριον τῆς Πανάγνου. Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα, Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς· Χαῖρε ὅτι τοὺς καλοῦντάς σε, διασώζεις ἐναργῶς. Χαῖρε στῦλε ὄντως πύρινε, ὁδηγοῦσα τοὺς πιστούς, Χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς. Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία, Χαῖρε Μήτηρ Κυρίου, μοναστῶν προστασία. Χαῖρε δι» ἧς ἡ χάρις ἐπέλαμψε, Χαῖρε ὑφ» ἧς ἡ λύπη κατέπαυσε. Χαῖρε Σκέπη ὁλόφωτε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Α» τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου τοῦ ἐν τῇ σορῷ τοῦ Ἱεροῦ Ναοῦ τῶν Βλαχερνῶν, ὅτε ὁ ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλός, κατεῖδε ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας εὐσεβεῖς περισκέπουσαν. Στίχοι Σκέπῃ σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις· Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία· Ἑνὶ πρώτῃ μαφόριον Ἁγνῆς ὑμνηπόλους σκέπασε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ἁγίου Ἀποστόλου Ἀνανίου. Στίχοι Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις. Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων. Στίχοι Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον, Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σὺν αὐτῷ λς» Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως. Στίχοι Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα, Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων. Στίχοι Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας, Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου. Στίχοι Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων, Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.

Ὁ Ὅσιος Ἰωάννης ὁ Κουκουζέλης ὁ ἡδύμολπος, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν τῷ Ἄθῳ μεγίστης Λαύρας ἀσκήσας, ἐν εἰρήνῃ τελειούται. Ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθου ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῆς Ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἐψαλλον‧ Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ἡ πληθὺς πιστῶν συνέλθετε ἀθροίσθητε, ὕμνον προσάγοντες, τῇ τοῦ Κυρίου Μητρί, τὴν Σκέπην γεραίροντες τοῦ μαφορίου αὐτῆς, ἀνακράζοντες, Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε. Ὡς ὑπέρλαμπρον ἀνάκτορον ὑπάρξασα, τοῦ πάντων, Ἄνακτος, Ἄνασσα Μήτηρ Θεοῦ, τῇ Σκέπῃ τῇ θείᾳ σου, σκέπεις πιστῶν τὴν πληθύν· διὸ κράζομεν Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε. Στάμνος πάγχρυσος, τὸ μάννα ἔνδον φέρουσα, τὸ ἐπουράνιον, παρεκτικὸν τῆς ζωῆς, ἡ σὴ σορὸς ἀληθῶς, σοῦ τὸ μαφόριον, ἀναδείκνυται, μεθ» οὗ σκέπεις τοὺς δούλους σου, τοὺς πιστῶς σε ἀνυμνοῦντας. Ἀϊδίου φωτὸς τέμενος ὑπάρχουσα, Τριάδος οἴκημα, τῆς ὑπερθέου φαιδρόν, τῇ Σκέπῃ σου Δέσποινα, σκέπεις τοὺς δούλους σου, τοὺς κραυγάζοντας· Σκέπη ἡμῶν καὶ καύχημα, σὺ ὑπάρχεις Θεοτόκε.

Κανών β», ᾨδὴ ζ», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο

Παρθένε σοῦ ἡ Σκέπη παράδοξος, σκεπάζουσα πιστοὺς τῇ σῇ χάριτι· ὅθεν καὶ θαυμάτων, ὠκεανὸν ὁρῶμεν. Ἁγνὴν περιστερὰν τὴν ἀμόλυντον, τὴν σκέπουσαν ἡμᾶς θείᾳ χάριτι, ὑμνήσωμεν ἀξίως, ὡς τοῦ Θεοῦ Μητέρα. Νικήσαντες τὰ πάθη τοῦ σώματος, αὐξήσωμεν ψυχῆς τὰ χαρίσματα· ἡ Σκέπη γὰρ ἐπέστη, ἡ σκέπουσα τοὺς πάντας. Ἀφράστως ἐν γαστρί σου ὁ Κύριος, οἰκήσας Θεοτόκε, σὲ ἔδειξε, παστάδα καὶ νεφέλην Σκέπην τε πιστοὺς σκέπουσαν πάντας.

Κανών α», ᾨδὴ η», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψαλλουσαν‧ τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀνδρέας ὁ σὸς πιστὸς θεράπων, ἐκ Πνεύματος θείου συγκινούμενος, ἐν ναῷ σου Δέσποινα, Βλαχερνῶν ἑώρακε, σὲ τὴν ἁγνὴν ἐκ βήματος ἐξερχομένην φρικτῶς, καὶ σκέπουσαν τῇ Σκέπῃ σου πάντας, πιστοὺς σὲ ὑμνοῦντας, Ἁγνὴ εἰς τοὺς αἰῶνας. Μέγιστον εἰς ὕψος ὑπερήρθη, ἡ Σκέπη ἡ σὴ Θεοχαρίτωτε, σκέπουσα τοὺς δούλους σου, τοὺς ὑμνολογοῦντάς σε· ὅθεν βοῶμεν, σκέπασον ἡμᾶς τοὺς δούλους σου, τούς πόθῳ ἀνυμνοῦντάς σε Κόρη, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Αἴγλης τῆς σεπτῆς καὶ τρισηλίου, λαμπρότατον σκήνωμα ὑπάρχουσα, σκέπασον τοὺς δούλους σου, αἴγλῃ θείας Σκέπης σου, τὴν φωταυγίαν πέμπουσα τῆς σῆς ἐλλάμψεως, καὶ σκέπουσα τοὺς σὲ ἀνυμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Σκέπη καὶ ἀντίληψις καὶ σθένος, ὑπάρχεις Παρθενομῆτορ καὶ προσφύγιον, τῶν προσκαλουμένων σε, σκέπουσα καὶ σώζουσα, ἐκ πειρασμῶν καὶ θλίψεων, τοὺς σὲ γεραίροντας· διὸ σε εὐχαρίστως ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Ὂν φρίττουσιν Ἄγγελοι

Γαστὴρ τῆς προμήτορος, ἀπέτεκε φθοράν, γαστὴρ Θεομήτορος ἐξήνθησε ζωήν, ἀνάνδρως τεκοῦσα τὸν Υἱὸν τοῦ Θεοῦ, διὸ τῆς Παρθένου, τὴν Σκέπην προσκυνοῦμεν. Ἰδοὺ ἡ Παντάνασσα ἐφήπλωσεν ἡμῖν, τὴν Σκέπην τὴν πάντιμον αὐτῆς καὶ ἱεράν· προσέλθετε πάντες ἐν τῷ οἴκῳ αὐτῆς, καὶ λάβετε, χάριν, δωρεῶν ἀκενώτων. Ἁγνὴν τὴν Πανάχραντον, αἰνέσωμεν λαμπρῶς, πλάκα τὴν θεόγραφον καὶ Σκέπην τῶν πιστῶν, τὴν σκέπουσαν πάντων εὐσεβῶν τὴν πληθύν, καὶ ῥύουσαν πάσης κακονοίας δολίου. Ὁλκὰς ἀγλαόμορφος ἐπέφανας ἡμῖν, δι» ἦς ἡ μετάβασις ἐκ γῆς πρὸς οὐρανόν, πιστοῖς ἐγεγόνει ὡς τεκοῦσα Θεόν, καὶ σκέπουσα πάντας τοὺς σὲ ὑμνολογοῦντας. Ἱλέωσον Ἄχραντε τὸν πάντων Ποιητήν, Υἱόν σου καὶ Κύριον, Χριστὸν τὸν Λυτρωτήν, ὃν ἔθρεψας Βρέφος ἐν ἀγκάλαις ταῖς σαῖς, οἰκτεῖραι καὶ σῶσαι τοὺς σὲ δοξολογοῦντας.

Κανών α», ᾨδὴ θ», τῆς Θεοτόκου

Ἦχος δ"

Ὁ Εἱρμὸς

Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. Μεγαλυνάρια Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τὰς χορείας, ἁπανταχοῦ περισκέπει. Ἅπας γηγενής, ἀγάλλου τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, πιστῶν ἁπάντων λαμπρὰ ὁμήγυρις, τὴν ἱερὰν πανήγυριν Σκέπης Μητρὸς τοῦ Θεοῦ, τῆς σκεπούσης, πάντας τοὺς θεόφρονας, καὶ φρουρούσης ἐκ πάσης κακώσεως. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σώζει τοὺς ἐπ» αὐτὴ πεποιθότας. Σκέπην τὴν σεπτήν, τιμῶμέν σου Δέσποινα τήν ἡλιόμορφον, χαῖρε πρὸς σε λέγοντες, τὸ τοῦ Ὑψίστου θεῖον Παλάτιον, χαῖρε νεφέλη ἔμψυχε τὸν νοητὸν Ἰσραήλ, ὁδηγοῦσα, πρὸς θείαν κατάπαυσιν, οὐρανῶν βασιλείας Πανύμνητε. Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν σου Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ τοὺς σὲ πιστῶς ἀνυμνοῦντας. Σκέπη κραταιά, ὑπάρχεις Παντάνασσα, σκέπουσα ἅπαντας τοὺς προσκαλουμένους σου, τὴν ἀπροσμάχητον χάριν πάντοτε, δικαιοσύνης ἥλιον καὶ γὰρ ἐκύησας, τὸν τῆς πλάνης, νέφη διαλύσαντα, καὶ τὸ φῶς ἀληθείας αὐγάσαντα. Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν· σκέπει γὰρ αὕτη καὶ σώζει, πάντας τοὺς ταύτην τιμῶντας. Ὕψος οὐρανοῦ, καὶ βάθος γὴς ἄπειρον τὶς ἑρμηνεύσειεν; Σκέπης δέ σου Πάναγνε, εὖρος καὶ μῆκος τὶς ἂν μετρήσειεν· τῶν οὐρανῶν γὰρ ὕπερθεν αὕτη διικνεῖται, καὶ τοὺς πάντας, σκέπει διασώζουσα, ἐκ πυρὸς τοῦ ἀσβέστου σῇ χάριτι. Ἄχραντε Παρθένε Θεοκυῆτορ, τὴν ποίμνην σου περίσωζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσι. Ὅλης ἐκ ψυχῆς, συνδράμωμεν σήμερον, πάντες φιλόχριστοι, τῇ πανδήμῳ ἑορτῇ, τῆς θείας Σκέπης τῆς Θεομήτορος, ὡς δι» αὐτῆς σκεπόμενοι καὶ συντηρούμενοι, ἀνυμνοῦντες, ταύτης τὴν ἀντίληψιν, καὶ γεραίροντες χάριν τὴν ἄφθονον.

Κανών β», ᾨδὴ θ», τῆς Θεοτόκου

Ἦχος πλ. α"

Τὴν φωτοφόρον νεφέλην

Μεγάλυνον ψυχή μου τῆς Ἁγνῆς Παρθένου, Σκέπην τὴν χαριτόπνουν. Ἀγαλλιώμεθα πάντες, οἱ μετὰ πόθου τιμῶντες, Σκέπην τὴν θείαν τῆς Ἁγνῆς, Θεοτόκου Μαρίας, τὴν περισκέπουσαν ἡμᾶς, ἐκ πάσης κακώσεως καὶ ἕλκουσαν, εἰς ὁδόν σωτηρίας, τοὺς εἰς βάθη, ὀλισθαίνοντας κακῶν. Μεγάλυνον ψυχή μου τῆς εὐλογημένης, Παρθένου θείαν Σκέπην. Καλῶς προέφησε πάλαι, πόλιν Θεοῦ ὁ Προφήτης, ἐφ» ἣν ἐσκήνωσε Θεός, ὁ τὸ πᾶν οὐσιώσας, καὶ ἀνεπλάσατο ἡμᾶς, ἐκ σοῦ Παναμώμητε καὶ ἔσωσε· διὸ Σκέπην σου θείαν προσκυνοῦμεν, καταφεύγοντες ἐν σοί. Μεγάλυνον ψυχή μου τῆς Μητρανάνδρου Κόρης, ἡλιόμορφον Σκέπην. Ὡραῖος Πάναγνε πέλει, καὶ ὑπερπόθητος πᾶσιν, ὁ ἀγεώργητος καρπὸς ὃν ἐβλάστησας Κόρη· ἐπαγγελίας γὰρ ἡ γῆ, καὶ τὸ κλῆμα τῆς ζωῆς ὄντως πέφυκας, ἡ τεκοῦσα τὸν βότρυν σωτηρίας, τὸν γλυκαίνοντα ἡμᾶς. Μεγάλυνον ψυχή μου Σκέπην τῆς ὑπεράγνου, Μητρὸς τοῦ Θεοῦ Λόγου. Βίβλῳ γραφῆναι δυσώπει, τὸν σὸν Υἱὸν Θεοτόκε, τοὺς ἀνυμνοῦντας εὐλαβῶς, τὴν ἁγίαν σου Σκέπην, καὶ προσκυνοῦντας εὐσεβῶς, χαρακτῆρα σῆς μορφῆς παντευλόγητε, ὡς διάδημα κάλλους σωτηρίας, μόνη πέλουσα Ἁγνή. Μεγάλυνον ψυχή μου τὴν τῆς ὑπεράρχου Τριάδος Ἁγνὴν Νύμφην. Ὃν ἐσωμάτωσας Κόρη, Παρθενομῆτορ Μαρία, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς, προστρεχόντων τῇ Σκέπῃ τῇ ἱερᾷ σου καὶ σεπτῇ, βραβευούσῃ τοῖς πᾶσι, μαρμαρυγὰς χαρισμάτων παντοίων, μὴ διαλείπῃς ἱκετεύουσα. Μεγάλυνον ψυχή μου τὴν Ἁγνὴν Παρθένον, καὶ μόνην Θεοτόκον. Σὲ οὐρανῶν πλατυτέραν, καὶ Σεραφὶμ ἀνωτέραν, καὶ πάσης κτίσεως Ἁγνή, ὑπερτέραν ὁ πάντων, ἀνέδειξέ σε Ποιητής· διὰ σοῦ γὰρ ἡμᾶς ἀνεκτήσατο, εὐχαρίστῳ καρδίᾳ· διὸ σὲ ἀνυμνοῦμεν, ὡς Βασίλισσαν ἡμῶν. Καταβασία Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Ἐξαποστειλάριον

Ἦχος γ«

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε.

Ἐξαποστειλάριον

Ἦχος γ»

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβὲς· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις.

Ἱστῶμεν Στίχους δ», καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

Προσόμοια

Ἦχος α«

Τῶν οὐρανίων ταγμάτων

Σκέπη τοῦ κόσμου ὑπάρχεις, καὶ προστασία ἡμῶν, σκέπουσα καὶ φρουροῦσα, τοὺς πιστῶς σε τιμῶντας, πόθῳ ἐκτελοῦντας τὴν ἱεράν, τῆς σῆς Σκέπης ἀνάμνησιν, τήν σεπτήν σου εἰκόνα πανευλαβῶς, προσκυνοῦντας χάριν βρύουσαν.

Ἦχος α»

Ὡς θαυμαστὸν καὶ παράδοξον θαῦμα ἔβλεψεν, ὁ θαυμαστὸς Ἀνδρέας, ἐν ναῷ σου ἁγίῳ, τὴν Σκέπην σου Παρθένε τὴν θαυμαστήν, τοὺς πιστοὺς περισκέπουσαν, καὶ ἐκπλαγείς προσεκάλει τὸν Ἱερόν, Ἐπιφάνιον θεάσασθαι.

Ἦχος α«

Δεῦτε ἀρύσασθε χάριν πάντες φιλόχριστοι, ἐκ τῆς ἀχράντου Σκέπης, τοῦ σεπτοῦ μαφορίου· καὶ γὰρ ἀφθόνως βρύει ῥῶσιν ψυχῆς, καὶ τοῦ σώματος ἴασιν, σκέπουσα πάντας τοὺς πίστει εἰλικρινεῖ, αἰτουμένους τὴν ἀντίληψιν.

Ἦχος α»

Ἀφθόνως πᾶσι παρέχει χάριν ἀέναον, ἡ πάντιμός σου Σκέπη, ἱεροῦ μαφορίου, ὃ ἔδωκας τῇ ποίμνῃ σου θησαυρόν, καὶ πηγὴν τῶν ἰάσεων· σὲ γὰρ μεσίτιν καὶ σκέπην καὶ ἱλασμόν, ἀκαταίσχυντον κεκτήμεθα.

Θεοτοκίον, Ἦχος πλ. α"

Ὅπου ἐπισκιάσει ἡ Σκέπη σου Πανάχραντε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις, πᾶς δὲ πιστὸς σώζεται ὁ ταύτην προσκαλούμενος· διὸ καὶ ἡμεῖς τῇ ἀστραπομόρφῳ αὐτῆς αἴγλῃ προστρέχοντες ταῖς τοῦ Πνεύματος ῥανίσι καθωραϊζόμενοι, καὶ μυριπνόου χάριτος ὀσφρανθέντες, πνευματικῶς εὐφραινόμεθα, τὰς ἀκτινοβόλους ἀστραπάς τῶν θαυμάτων ἀπαρυόμενοι, ἀνεξάντλητος καὶ γάρ ἡ πηγὴ τῶν ἀγαθῶν αὐτῆς πέλει, καὶ ἀέναος ἡ προχοὴ τῶν ἰαμάτων βραβεύεται, καὶ δεόμεθα ἐκτενῶς, σκέπασον ἡμᾶς Πανεύσπλαγχνε, ἐν ὥρᾳ τῆς κρίσεως, καὶ λύτρωσαι τοὺς ταπεινοὺς ἡμᾶς τῶν αἰωνίων βασάνων· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν

Ἀντίφωνον Α« Στίχ. α». Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Στίχ. β». Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Στίχ. γ». Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου. Ἀντίφωνον Β» Στίχ. α». Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ. Στίχ. β». Ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον. Στίχ. γ». Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. Ἀντίφωνον Γ», Ἦχος α" Στίχ. α». Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τῆς ἐρήμου πολίτης Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε. Στίχ. β». Διὰ τοῦτο λαοὶ ἐξομολογήσονται σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Στίχ. γ». Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου.

Εἰς τό, Ἑξαιρέτως‧

Ἦχος δ"

Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Κοινωνικόν Ποτήριον σωτηρίου ...

Μεγαλυνάρια

Σκέπη χαριτόβρυτε τῆς Ἁγνῆς, μαφόριον θεῖον, τῶν χαρίτων ὁ θησαυρός, σκέπε τοὺς σοὺς δούλους, πιστῶς σε προσκυνοῦντας, καὶ βράβευσον ὑγείαν, ψυχῆς καὶ σώματος.

Σκέπη ὡς ὑπάρχουσα τῶν πιστῶν, σκέπασον Παρθένε, ἐν τῇ Σκέπῃ σου τῇ σεπτῇ, τοὺς ἐπικαλοῦντας, τὴν κραταιάν σου Σκέπην, καὶ λύτρωσαι γεέννης, ἐν ὥρᾳ κρίσεως. Σκέπην καὶ κραταίωμα τοῖς πιστοῖς, φύλακα καὶ ῥύστην, τὴν Εἰκόνα σου τὴν σεπτήν, δέδωκας Παρθένε, Σκέπης σου τῆς ἁγίας, ἣν πόθῳ προσκυνοῦντες, σὲ μεγαλύνομεν. Λύσιν ἡμῖν βράβευσον δυσχερῶν, καὶ ἀρίστων κτῆσιν, Σκέπη Πάντιμε τῆς Ἁγνῆς, τοῖς προσκαλουμένοις, τὴν σην ἄμαχον χάριν, ἰάσεων πελάγη, ἀναπηγάζουσαν.

Τῌ Α» ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου τρία.

Στιχηρὰ τοῦ Ἀποστόλου

Ἦχος δ«

Ὁ ἐξ ὑψίστου κληθεὶς

Ὁ τὴν ἀκτῖνα τὴν θείαν δεδεγμένος, ὅτε νεύσει κρείττονι πεπληρωμένος σοι, ὁ πρώην ζόφῳ κρατούμενος, προσῆλθε Σαῦλος, τὴν θείαν κάθαρσιν ἐξαιτούμενος, τότε παμμακάριστε, ὡς Ἱεράρχης σοφός, υἱοθετεῖς τῷ βαπτίσματι, τὸν μετὰ ταῦτα, τὴν οἰκουμένην υἱοθετήσαντα· ὅθεν σὺν τούτῳ μακαρίζομεν, σὲ τοῦ Χριστοῦ τὸν Ἀπόστολον, Ἀνανία θεόφρον, ἱκετεύοντα σωθῆναι ἡμᾶς.

Ἦχος δ»

Μεμυημένος τὰ θεῖα παραδόξως, βροντῆς γεγωνότερον Μάκαρ ἐσάλπισας, λόγον Θεοῦ τὸν σωτήριον, καὶ τοὺς ὑπνοῦντας, ἐν τοῖς μνημείοις τῆς ματαιότητος, ἐξήγειρας νέκρωσιν ἐναπορρίψαντας, τὴν τοῖς νεκροῖς συνοικίζουσαν, καὶ ἐν τῷ ᾍδῃ, τοὺς κεκτημένους ἐναποστρέφουσαν· οὓς ἀπειργάσω τοῦ νεκρώσαντος, τὸν νεκρωτὴν σκεύη τίμια, Ἰησοῦ τοῦ Δεσπότου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ«

Ὡς φωτοφόρος, ὡς θεῖος ὑποφήτης, ὡς Μάρτυς θεόκριτος τῶν παθημάτων Χριστοῦ, καὶ τῆς μελλούσης φανήσεσθαι, ἀρρήτου δόξης, συγκληρονόμος τε καὶ συμμέτοχος, συνὼν τῷ δεσπόζοντι καὶ ἐνηδόμενος, ταῖς πηγαζούσαις ἑκάστοτε, φωτοχυσίαις, ἐκ τοῦ ἀδύτου φέγγους θεσπέσιε, τὴν φαιδροτάτην τοὺς τελοῦντας σου, νῦν Ἑορτὴν ἱκεσίαις σου, ζοφερῶν ἐκ κινδύνων, Ἀνανία ἐλευθέρωσον.

Στιχηρὰ τοῦ Ὁσίου

Ἦχος α»

Τῶν οὐρανίων ταγμάτων

Ὁ μουσουργέτης, ἡ λύρα, τοῦ θείου Πνεύματος, ἡ ἀηδών, ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας, πᾶσιν ἡμῖν, τάς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας, καὶ δι» αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.

Ἦχος α«

Ὁ φαεινότατος λύχνος, καὶ διειδέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων, ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις τοῖς ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.

Ἦχος α»

Σὺ τῷ Δεσπότῃ τῶν ὅλων, ὡς παριστάμενος, καὶ παρρησίαν Πάτερ, πρὸς αὐτὸν κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων, μνήμην ποιοῦ, τὴν φαιδρὰν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.

Δοξαστικὸν

Ἦχος α"

Βυζαντίου, οἱ δέ, Ἀνατολίου

Τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μέγα δοχεῖον τοῦ Πνεύματος, Παῦλον τὸν Ἀπόστολον ἐφώτισας Ἀπόστολε, θεόθεν κατ» ἀποκάλυψιν χρηματισθείς, ὡς αὐτόπτης τοῦ Λόγου, καὶ μύστης τῶν θαυμάτων αὐτοῦ, Ἀπόστολος δὲ πρὸ τῶν μαθητῶν, καὶ πιστὸς οἰκονόμος τῆς νέας Διαθήκης. Διὸ αὐτὸν μιμούμενος, τὸν διδάσκαλον Χριστόν, τὸ οἰκεῖον αἷμα ἐξέχεας, μαρτυρικῷ πάθει ὁμολογητὴς γενόμενος, Ἀνάνια Ἱεράρχα Χριστοῦ, καὶ τὸν δρόμον τελέσας, τὴν πίστιν τε ἄσυλον τηρήσας, σὺν τοῖς ἄνω λειτουργοῖς ἐν ὑψίστοις αὐλιζομενος, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος α«

Πανεύφημοι, Μάρτυρες

Ἐλέους ἡ ἄβυσσος ἐμέ, τὸν βυθὸν γενόμενον, ἀκαθαρσίας ἐλέησον, καὶ λοῦσον πάντα μου, τῶν παθῶν τὸν ῥύπον, μετανοίας δάκρυσι, καὶ θείᾳ κατανύξει, λαμπρύνασα, δι» ἧς μοι δώρησαι, ταπεινὸν τῷ ὄντι φρόνημα, καὶ καρδίας, συντριβὴν σωτήριον.

Σταυροθεοτοκίον

Ἦχος α»

Πανεύφημοι, Μάρτυρες

Ἐλέους ἡ ἄβυσσος ἐμέ, τὸν βυθὸν γενόμενον, ἀκαθαρσίας ἐλέησον, καὶ λοῦσον πάντα μου, τῶν παθῶν τὸν ῥύπον, μετανοίας δάκρυσι, καὶ θείᾳ κατανύξει, λαμπρύνασα, δι» ἧς μοι δώρησαι, ταπεινὸν τῷ ὄντι φρόνημα, καὶ καρδίας, συντριβὴν σωτήριον.

Ἀπόστιχα

Ἦχος δ"

Ἰδιόμελον τοῦ Ἀποστόλου

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ. Ἀθλοφορικὸν ἐνδιαίτημα ἀπεφάνθης, Ἀνανία Ἀπόστολε, καὶ λίθοις ὡς ἄνθεσι πυκαζόμενος, ὑπὲρ τοῦ παθόντος σαρκὶ δι» ἡμᾶς, ἑκουσίως τὸ αἷμά σου ἐξέχεας· ὅθεν ἡ Δαμασκὸς ἐναβρύνεται, τῇ ἱερᾷ, πανηγύρει σου σήμερον· οὐ μόνον δὲ ἐκείνη, ἀλλὰ καὶ πᾶσα ἡ ὑφήλιος, τῶν θαυμάτων σου τὰ τεράστια σαφῶς ἀνακηρύττουσα βοᾷ· Πρέσβευε πρὸς Θεόν, τοῦ δωρήσασθαι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

Δοξαστικὸν

Ἦχος πλ. β’

Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ Πατὴρ ἡμῶν· Ἀγγελικὴν γὰρ ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντας σε.

Θεοτοκίον

Ἦχος πλ. β’

Τριήμερος ἀνέστης Χριστὲ

Ἀντίληψις καὶ σκέπη μου, ὑπάρχεις παναμώμητε, Θεοτόκε· σὲ γὰρ ἔχω βοηθόν, ἐν θλίψεσι καὶ νόσοις, καὶ ταῖς στενοχωρίαις, καὶ σὲ δοξάζω τὴν ἀμώμητον.

Σταυροθεοτοκίον

Ἦχος πλ. β’

Τριήμερος ἀνέστης Χριστὲ

Ἡ Πὰναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς. Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἀπολυτίκιον τοῦ Ἀποστόλου

Ἦχος γ´

Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ὁσίου

Ἦχος πλ. δ´

Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ» εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ῥωμανὲ τὸ πνεῦμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχὶς (ἄνευ τῶν Θεοτοκίων). Ἀνανίου με τὸ κλέος δοξαζέτω. Ἰωάννου Μοναχοῦ. ᾨδὴ α«

Ἦχος πλ. δ»

Ὑγρὰν διοδεύσας

Ἀνοίξωμεν στόμα εὐφημικόν, τρανώσωμεν γλῶτταν, ἐν τῇ μνήμῃ πάντες πιστοί, τοῦ ἀρχιποίμενος Ἀνανίου, καὶ σὺν αὐτῷ τῷ Θεῷ ἡμῶν ᾄσωμεν. Νυμφίῳ ἀχράντῳ νυμφαγωγεῖ, τὴν ἄσπιλον νύμφην, Ἀνανίας ὁ εὐκλεής, Χριστοῦ τὴν ἐνταῦθα Ἐκκλησίαν, μεθ» ἧς φαιδρῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν. Ἀρχαῖος γενόμενος μαθητής, τῷ νέῳ βραβεύεις, τὴν ἀνάβλεψιν φοιτητῇ, τῷ πάλαι διώκτῃ Ἀνανία, καὶ μελῳδεῖς· Τῷ Θεῷ ἡμῶν ᾄσωμεν. Θεοτοκίον Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Κανών β», ᾨδὴ α», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Ὡς ἐν ἠπείρῳ

Φωτολαμπεῖς λαμπηδόνας ἐξ οὐρανοῦ, ἡμῖν ἐξαπόστειλον, ταῖς πρεσβείαις σου σοφέ, Ῥωμανὲ θεσπέσιε, τὴν σήν, εὐφημῆσαι ἱερὰν μνήμην ἐν ᾄσμασιν. Ἀπὸ νεότητος ὅλον σὺ τῷ Χριστῷ, σαυτὸν παραθέμενος, ἠκολούθησας αὐτῷ, φεγγοβόλοις λάμψεσι τὸν νοῦν, οὐρανόθεν, Ῥωμανὲ καταστραπτόμενος. Ὡραϊσμένος τῷ κάλλει τοῦ παντουργοῦ, καὶ Ἁγίου Πνεύματος, ὡς ἀστὴρ φωτολαμπής, ἀρετῶν φαιδρότητι σοφέ, ἀνεδείχθης Ῥωμανέ, κόσμου τοῖς πέρασιν. Θεοτοκίον Ἐκ σου προῆλθεν ἀφράστως ὁ τοῦ Θεοῦ, Λόγος ὁ συνάναρχος, ἐπ» ἐσχάτων τῶν καιρῶν, καὶ τὸν πρῶτον ἄνθρωπον φθορᾷ, πεπτωκότα, Θεοτόκε ἀνεσώσατο.

Κανών α», ᾨδὴ γ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Σὺ εἶ τὸ στερέωμα

Νεύμασιν ἑπόμενος, τοῦ Διδασκάλου σου γέγονας, Ἀρχιερεύς, ἀθλοφορικόν τε, ἱερεῖον Ἀπόστολε. Ἵλεων ἐντεύξεσι, θεοπειθέσι σου ἔργασαι, τὸν Λυτρωτήν, τοῖς σὲ ἀνυμνοῦσιν, Ἀνανία Ἀπόστολε. Ὅλην σοι ἐπέδησε, τὴν τοῦ θηρὸς ὁρμὴν Κύριος, ἐπιφανείς, ἐν φωτὶ ἀρρήτῳ, ἀμαυρώσας τὸ πρόσωπον. Θεοτοκίον Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοὶ· σὲ δοξολογοῦμεν, ἀσιγήτως ἀνύμφευτε.

Κανών β», ᾨδὴ γ», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Οὐκ ἔστιν Ἅγιος

Ὁ νοῦς σου γέγονε σοφέ, σκήνωμα τῆς Τριάδος, Ῥωμανὲ τῆς Ἁγίας, δεδεγμένος εὐσεβῶς, τὴν γνῶσιν τὴν ἀληθῆ, καὶ προχέων, ἔνθεα διδάγματα. Ῥευμάτων ἔβλυσε πηγάς, ἡ τιμία σου γλῶσσα, κελαδοῦσα τὰ θεῖα, καὶ τρανοῦσα ἐμφανῶς, τὴν τοῦ Χριστοῦ πρὸς ἡμᾶς, ἐκ Παρθένου, γέννησιν τὴν ἄφραστον. Ἰδοὺ ἐκτρέφεις δαψιλῶς, ταῖς σοφαῖς ὁμιλίαις, καὶ τερπναῖς μελῳδίαις, τάς διανοίας ἡμῶν, καὶ ἐμπιπλᾶς γλυκασμοῦ, θειοτάτου, Ῥωμανὲ θεσπέσιε. Θεοτοκίον Πασῶν ὑπάρχεις στρατιῶν, ἀνωτέρα Παρθένε· τὸν ἐκείνων γὰρ Κτίστην, τὸν Υἱὸν τὸν τοῦ Θεοῦ, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. Ὁ Εἱρμὸς «Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Κάθισμα τοῦ Ἀποστόλου

Ἦχος α´

Τὸν τάφον σου Σωτὴρ

Τοῖς πάθεσι Χριστοῦ, κοινωνὸς ἀνεδείχθης, Ἀπόστολε σοφέ, καὶ αὐτόπτα τοῦ Λόγου· πιὼν γὰρ τὸ ποτήριον, ἐτελέσθης δι» αἵματος. Ἀλλ» ὡς σύνθρονος, καὶ κληρονόμος ὑπάρχων, ἐκδυσώπησον, ὑπὲρ εἰρήνης τοῦ κόσμου, αὐτὸν ὡς φιλάνθρωπον. Δόξα…Τοῦ Ὁσίου Ἦχος πλ. α´ Τὸν συνάναρχον Λόγον Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, δογματίσας τῷ κόσμῳ ὡς ὁμοούσιον, τοὺς πιστοὺς ὡς ἀληθῶς κατεφώτισας·´ καὶ αἱρέσεων δεινάς, ἐρεσχελίας καθελών, παρίστασαι τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν σὲ ὑμνούντων Ῥωμανὲ θαυμάσιε. Καὶ νῦν... Θεοτοκίον Τὸν ἐκ σου σαρκωθέντα Θεὸν καὶ Κύριον, δι» ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε θερμῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ Σεμνή, ἀπὸ τῶν πίστει τιμώντων, καὶ εὐφημούντων ἀπαύστως, τὴν δυναστείαν καὶ τὸ κράτος σου. Ἢ Σταυροθεοτοκίον Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα, ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ ὥς περ κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεραγαθός.

Κανών α», ᾨδὴ δ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Εἰσακήκοα Κύριε

Ὑπὸ σου παιδευόμενος, ἀθλοφορικῶς τροποῦται τὸν θάνατον, Ἀνανίας ὁ ἀοίδιμος, παρὰ σοῦ βραβεῖα κομιζόμενος. Μαθητὴς ἐχρημάτισας, τοῦ διωκομένου Λόγου ἀοίδιμε, Ἀνανία καὶ Διδάσκαλος, τῆς θεοσεβείας τῷ διώκοντι. Ἐνεφάνισε Κύριος, Σαύλῳ ἀομμάτῳ, σὲ τὸν κρυπτόμενον, καὶ ὑπέδειξε μεσίτην σε, Ἀνανία τούτῳ τῆς ἰάσεως. Θεοτοκίον Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε, τοῦτον ἱκέτευε, ἀπὸ πάσης περιστάσεως, λυτρωθῆναι πάντας τοὺς ὑμνοῦντας σε.

Κανών β», ᾨδὴ δ», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Χριστός μου δύναμις

Δοχεῖον γέγονας, τοῦ θείου Πνεύματος καὶ πυρίπνοον στόμα ἀναφωνοῦν, θεῖα μελῳδήματα, καὶ καταθέλγον τάς ψυχάς, Ῥωμανὲ τῶν ἀνυμνούντων σε. Ὡς λύρα πέφηνας, σὺ ἐπουράνιος, καὶ κιθάρα ἡ πᾶσαν πρὸς ἑαυτήν, ἕλκουσα διάνοιαν, τοῖς διηγήμασι τοῖς σοῖς, καὶ τερπνοῖς σου μελῳδήμασιν. Ἡ χάρις ἔπνευσε, καὶ κατεσκήνωσε, τῇ ἁγίᾳ ψυχῇ σου, τοῦ παντουργοῦ, Πνεύματος Πανεύφημε· καὶ σὲ δοχεῖον καὶ σοφόν, θεηγόρον ἀπειργάσατο. Θεοτοκίον Ἰὸν ἐξέχεε, ταῖς τῆς προμήτορος, ἀκοαῖς μὲν ὁ ὄφις, ἀλλ» ἡ Ἁγνή, τοῦτον ἐξετίναξε, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, συλλαβοῦσα καὶ τεκοῦσα Χριστόν.

Κανών α», ᾨδὴ ε», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ἵνα τὶ με ἀπώσω

Τοῖς ἐν σάλῳ λιμένα, θεῖον ἡ ἀέναος πηγὴ σε ἔδειξε· τοῖς ἐν ζόφῳ, φέγγος, τὸ ἀπρόσιτον φῶς ἀπειργάσατο, Ἀνανία μάκαρ, ὡς φοιτητῇ ἀξιοχρέῳ, εὐμενῶς ἐν σοὶ ἀναπαυσάμενον. Ὁ ὁρῶν κεκρυμμένα, καὶ πρὸ τῆς γενέσεως εἰδὼς τὰ σύμπαντα, σοὶ τῷ κεκρυμμένῳ, τὸν λανθάνοντα ἥλιον ἔδειξε, τόν ποτέ διώκτην, μετ» οὐ πολὺ τῆς πορθουμένης, ὑπ» αὐτοῦ ἀληθείας ὑπέρμαχον. Καταλήψεως πέραν, ἡ ἀνεξιχνίαστος οἰκονομία σου· δι» αὐτῆς γὰρ Σῶτερ, ὁ φρικτὸς ἐξουδένωται θάνατος· Ἀνανίας ὅθεν, ὡς νικητὴς καὶ ἱεράρχης, ὑπὲρ σοῦ γεγηθὼς σφαγιάζεται. Θεοτοκίον Ὡς Θεὸν συλλαβοῦσαν, τὸν Δημιουργὸν τῶν ἁπάντων καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι· καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσι.

Κανών β», ᾨδὴ ε», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Τῷ θείῳ φέγγει σου

Ὡς εὐπρεπέστατον ἱερόν, σκεῦος ὡς ἁγνότατον σοφέ, τοῦ Παρακλήτου ἡ χάρις σε, Ῥωμανὲ εὑροῦσα, ναὸν εἰργάσατο, φωτὶ λελαμπρυσμένον, καὶ κατεσκήνωσε. Σεσαρκωμένον ἡ τὸν Υἱόν, τοῦ Θεοῦ τεκοῦσα ἀληθῶς, σοῦ τὴν ψυχὴν κατεφώτισε, καὶ τὸν νοῦν ἐνθέου, γνώσεως ἔπλησε, νυκτός σοι ἐπιστᾶσα, ἡ Ἀειπάρθενος. Ταῖς συγγραφαῖς σου τῶν ἱερῶν, λόγων Παναοίδιμε ὀφθείς, ἄρτος τοῖς πᾶσιν ἡδύτατος, πάντας κατευφραίνεις, πάντων φωτίζων τὸν νοῦν, καὶ πάντας ἐκδιδάσκων, γνῶσιν σωτήριον. Θεοτοκίον Φῶς ἡ τεκοῦσα τὸν τοῦ Πατρός, Λόγον τὸν ἀΐδιον Ἁγνή, φωτιστικαῖς ταῖς πρεσβείαις σου, φώτισον τὸν νοῦν μου, καὶ ἀποδίωξον, τὸ σκότος τῆς ψυχῆς μου, πάναγνε Δέσποινα.

Κανών α», ᾨδὴ ς», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ἱλάσθητί μοι Σωτὴρ

Λατρεύειν ζῶντι Θεῷ, μεμαθηκὼς ἱερώτατε, καὶ λύσας πολυσχιδῆ, ἀφρόνων κακόνοιαν, τὴν μίαν ἐδίδαξας, Ἀνανία σέβειν, τρισυπόστατον θεότητα. Ἐδέξω ἐν ταῖς χερσί, τῆς Ἐκκλησίας τοὺς οἴακας, τῷ κυβερνήτῃ Χριστῷ, φοιτήσας Ἀπόστολε, καὶ ταύτην τῷ Πνεύματι, ὡς ὁλκάδα θείαν, Ἀνανία ἐκυβέρνησας. Ὁ πλαστουργήσας εὐθῆ, ὁδὸν εὐθύπορον στέλλεσθαι, σοῦ τῷ κλεινῷ μαθητῇ, προσέταξας Δέσποτα, τῆς δικαιοτάτης σου, ἐκλογῆς τὸ σκεῦος, ἐκκαλύπτων προσευχόμενον. Θεοτοκίον Ὡς ἔμψυχος κιβωτός, τὸν νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, ἄνθρωπον γενόμενον, ἐπ» εὐεργεσίᾳ, τῶν ἀνθρώπων Μητροπάρθενε.

Κανών β», ᾨδὴ ς», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Τοῦ βίου τὴν θάλασσαν

Φωτισμοῦ πληρούμενος, καὶ πρὸς ὕψος ἀρετῶν, ἐνθέων ἀναγόμενος, κατεφρόνησας πάντων τῶν ἐπὶ γῆς, καὶ στῦλος οὐράνιος, καὶ φωστὴρ εὐσεβείας ἐχρημάτισας. Σαρκὸς κατεμάρανας, τάς ὀρέξεις καὶ ψυχήν, τὴν σεαυτοῦ ἐκόσμησας, λαμπροτάταις ἁγνείαις μαρμαρυγαῖς, καὶ κάλλος ἐράσμιον, ἀρετῶν εὐμορφίᾳ περιέθηκας. Μισήσας τὴν πρόσκαιρον, καὶ ματαίαν καὶ σαθράν, καὶ ῥέουσαν ἀπόλαυσιν, τῷ ναῷ τῆς Πανάγνου προσκαρτερῶν, τὸν νοῦν καθηγίασας, καὶ ψυχὴν καὶ τὸ σῶμα ἀξιάγαστε. Θεοτοκίον Ἅπαντες προβλέποντες, οἱ Προφῆται τηλαυγῶς, τὴν ἐσομένην ὕστερον, ἐκ Παρθένου Χριστέ σου ἐπὶ τῆς γῆς, πανάχραντον γέννησιν, ἐμφανῶς οἱ θεόπται προηγόρευσαν. Ὁ Εἱρμὸς «Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον

Ἦχος πλ. β´

Τὴν ἐν πρεσβείαις

Ὁ ἐν πρεσβείαις θερμότατος ἀντιλήπτωρ, καὶ τοῖς αἰτοῦσι ταχύτατα ὑπακούων, δέξαι τὴν δέησιν Ἀνανία ἡμῶν, καὶ τὸν Χριστὸν δυσώπει τοῦ ἐλεῆσαι ἡμᾶς, τὸν μόνον Ἁγίοις δοξαζόμενον.

Ὁ Οἶκος

Τῷ φωτισμῷ τῆς ἐλλάμψεώς σου ἐκκαθάρας, Σωτήρ μου, τὴν ἀχλὺν τῆς ἐμῆς καρδίας καὶ τὴν πώρωσιν, δίδου μοι λόγον ἀνευφημῆσαι, καθαρῷ συνειδότι, τοῦ Ἀποστόλου τάς θεαυγεῖς ἀρετάς, καὶ τοὺς ἄθλους τοῦ μάκαρος· πηγὴ γὰρ σὺ εἶ σοφίας, καὶ δοτὴρ ἀγαθὸς πολυεύσπλαγχνε· διὸ τρανώσας τὴν γλῶττάν μου, τὸν ἐφύμνιον ὕμνον μου πρόσδεξαι, ὁ μόνος Ἁγίοις δοξαζόμενος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Α» τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου. Στίχοι Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις. Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων. Στίχοι Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον, Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως. Στίχοι Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα, Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων. Στίχοι Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας, Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου. Στίχοι Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων, Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.

Ὁ Ὅσιος Ἰωάννης ὁ Κουκουζέλης ὁ ἡδύμολπος, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν τῷ Ἄθῳ μεγίστης Λαύρας ἀσκήσας, ἐν εἰρήνῃ τελειούται. Ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθου ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Οἱ ἐκ τῆς Ἰουδαίας

Σαλπιζέτω ἐμφρόνως, ἡ θεόλεκτος ποίμνη, εὐήχῳ σάλπιγγι, τοὺς ἄθλους τοῦ Ποιμένος, Ἀνανίου βοῶσα, τῷ αὐτῆς ποιμενάρχῃ Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Δοξαζέτω Θεοῦ σε, μαθητὴν Ἀνανία, καὶ ἱεράρχην σεπτόν, καὶ Μάρτυρα τῶν θείων, παθημάτων φωνοῦσα, ἡ σεπτὴ Ἐκκλησία Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Οὐ θανάτου τῷ δέει, ἀλλὰ πόθῳ τῆς ποίμνης ἀποκρυπτόμενος, τὸν λύκον ὥσπερ ἄρνα, ὁρῶν τιθασευθέντα, Ἀνανίας ἐκραύγαζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σοῦ τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών β», ᾨδὴ ζ», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Οἱ παῖδες ἐν Βαβυλῶνι

Τὴν Θεοτόκον Μαρίαν, θέοφρον ἔσχες διδάσκαλον, συνετίζουσάν σε καὶ μυοῦσαν, καὶ ψάλλειν προτρέπουσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τῶν σῶν ῥημάτων ὁ φθόγγος, τὴν οἰκουμένην ἐπλήρωσε, καὶ τερπνῶς μελῳδεῖν τοὺς ἀνθρώπους, Χριστῷ παρεσκεύασεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἐξέλαμψας ἐν τῷ κόσμῳ, ὡς φαεινότατος ἥλιος, Ῥωμανὲ καὶ πυρσὸς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Νῦν μακαρίζουσι πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων σε, Θεοτόκε ἁγνὴ ὡς προέφης, καὶ πίστει δοξάζουσιν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Κανών α», ᾨδὴ η», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Ἑπταπλασίως κάμινον

Ξενακουστεῖν ἐνόμιζεν, Ἀνανίας ὁ ἔνδοξος, ἐξ ἁρπακτικῆς, τοῦ πορθητοῦ τῆς ποίμνης σου, δυνάμεως Δέσποτα, τὴν ὑπὲρ λόγον ἄμειψιν, πρὸς ποιμαντικήν, ὅθεν σκιρτῶν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀγαλλιάσθω σήμερον, καὶ σκιρτάτω τῷ πνεύματι, ἡ πανευκλεής, καὶ μακαρία πόλις σου, τὴν σὴν εὐμοιρήσασα, ἐπιστασίαν Ἔνδοξε, καὶ εὐχαριστοῦσα τῷ Σωτῆρι βοάτω· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ζωοποιῷ προστάγματι, Ἀνανία ὑπερτιμε, τὴν φωτοποιὸν τοῦ ὁραθέντος δύναμιν, τῷ Σαύλῳ ἐκήρυξας, καὶ ἀπεκρούσω πήρωσιν, τάς ἀλεξικάκους, ἐπιθεὶς σου παλάμας, φολίδας δρακοντείους, ἐκβαλὼν ὡς λεπίδας, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Θεοτοκίον Ἡ ἐν ἀνάγκαις σῴζουσα, καὶ θερμῶς προστατεύουσα, πάντας ἐν θλίψει, Παναγία Δέσποινα, σπλαγχνίσθητι σῶσον με, καὶ πεπτωκότα ἔγειρον, χεῖρα βοηθείας, πρὸ τοῦ τέλους διδοῦσα, μὴ νὺξ με τοῦ θανάτου, καταλάβῃ ὑπνοῦντα, ἵνα σε κατὰ χρέος, δοξάζω εἰς αἰῶνας.

Κανών β», ᾨδὴ η», τοῦ Ὁσίου

Ἦχος πλ. β"

Νόμων πατρῴων

Πᾶσαν τοῦ κόσμου τὴν τερπνότητα, καὶ τὴν τρυφὴν καὶ δόξαν ἀποσεισάμενος, τὴν ψυχήν σου ἀνεπτέρωσας, πρὸς τάς ἄνω χορείας, πρὸς τάς ἐκείνων, δόξας καὶ λαμπρότητας Σοφέ, πρὸς τὰ κάλλη τὰ ἄρρητα, πρὸς μονὰς τάς ἐκεῖσε, πρὸς φῶς τῆς θεαρχίας κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Τῷ θείῳ πόθῳ πυρπολούμενος, τάς ἀναβάσεις ἔθου ἐν τῇ καρδίᾳ σου, καὶ ἀσώματον ἐν σώματι, πολιτείαν ἐκτήσω, τάς τῶν Ἀγγέλων τάξεις, ἐκμιμούμενος Σοφέ, τάς ἐκείνων ἐπόθησας, ἐν κόσμῳ μελῳδίας, ἐν πίστει Ῥωμανὲ ἀνακράζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Ὑψηγορίᾳ, τῶν ἐνθέων σου, καὶ γλυκυτάτων λόγων μακαριώτατε, Ῥωμανέ, πᾶσαν διάνοιαν, καταθέλγεις ἀνθρώπων καὶ κατευφραίνεις, οἷά τις τροφεὺς πλουτοποιός, καὶ φωτίζεις φαιδρότατα, καὶ βοᾷν ἐκδιδάσκεις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ἰσοθεΐᾳ δελεάσας με, ὁ βροτοκτόνος ὄφις ὁ σκολιώτατος, ὡς αἰχμάλωτον ἀφήρπασε, τρυφῆς τοῦ Παραδείσου· ἀλλ’ ὁ Δεσπότης, φύσει ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, σαρκωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου Μαρίας, καὶ ἦρέ με πρὸς ὕψος θεώσας, ὂν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμὸς «Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,εἰς πάντας τοὺς αἰῶνας».

Κανών α», ᾨδὴ θ», τοῦ Ἀποστόλου

Ἦχος πλ. δ"

Σὲ τὴν ἀπειρόγαμον

Ἔλυσας Πανεύφημε, τὸ σκότος τὸ τῆς ἀγνωσίας, φῶς δὲ ἀληθῶς ἐξήστραψας, Δαμασκῷ τρισυπόστατον, ἀλλὰ ὡς φιλότεκνος πατήρ, καὶ φιλόστοργος ποιμενάρχης, ὀρθοδοξοῦσαν ταύτην φύλαττε. Ταύτην τὴν ἐτήσιον, πανήγυριν ἐπιτελοῦντες, δεῦτε φωταυγεῖ ἐκλάμποντες, τῆς ψυχῆς ἀξιώματι, τοῦ τῆς Τριάδος, λατρευτοῦ τε καὶ κήρυκος Ἀνανίου, τὴν τριφεγγῆ ἀρετὴν μέλψωμεν. Ὢ τῆς ὑπὲρ ἄνθρωπον, ἀξίας σου μάκαρ Ἀνανία! ὡς γὰρ μαθητῆς ἠγάπησας, ὡς ποιμὴν ἀναπέπαυσαι, καὶ ὡς ἀθλοφόρος, τῷ Χριστῷ συνδεδόξασαι, τοῖς στεφάνοις μαρτυρικῶς ἀγλαϊζόμενος. Θεοτοκίον Ἄχραντε πανάμωμε, τὸ σκεῦος τὸ τῆς εὐωδίας, αἴτησαι Χριστὸν ὂν ἔτεκες, Βασιλεῖ μὲν τὰ τρόπαια, τοῦ τῆς δουλείας δὲ ζυγοῦ, δοῦναι τὴν ἄνεσιν τῷ λαῷ σου· σὲ γὰρ ἀπαύστως μεγαλύνομεν.

Κανών β», ᾨδὴ θ», τοῦ Ὁσίου

Ἦχος β"

Ἀπορεῖ πᾶσα γλῶσσα

Ταῖς ἀνωτάταις Ἔνδοξε, χορείαις συνήφθης τῶν ἀσωμάτων, ἔνθα ἡ ἀνέκφραστος ὑπάρχει εὐφροσύνη, καὶ διηνεκὴς ἀπόλαυσις, ἔνθα ἐκεῖνο, τῆς θεαρχίας φάος ὑπάρχει καὶ χαρά, ἔνθα ἡ ἀνεκλάλητος, δόξα Μακαριώτατε. Μετὰ δικαίων ἔνδον, εἰς Θεοῦ θείαν δόξαν κατασκηνώσας, βλέπεις τὴν τερπνότητα, τὴν ἄφραστον ἐκείνην, βλέπεις τὴν τρυφὴν τὴν ἄληκτον, βλέπεις τὰ κάλλη τῶν οὐρανῶν, τὰ ὄντως ἐράσμια σοφέ, βλέπεις Πατριαρχῶν τάς χορείας, Ῥωμανὲ ἔνδοξε. Σοῦ τὴν φωσφόρον μνήμην, τοὺς πιστῶς ἐκτελοῦντας, ἐκ τῶν κινδύνων λύτρωσαι, πρεσβείαις σου θέοφρον, καὶ ἐκ πάσης βλάβης, Ῥωμανὲ καὶ θλίψεως τοῦ ἀλλοτρίου, καὶ τῆς ἐπουρανίου ἀξίωσον τυχεῖν, δόξης καὶ βασιλείας τῆς ἄνω, μακαριώτατε. Ὡραϊσμένος κάλλει, ἀσυγκρίτῳ θέοφρον τῷ τῆς τριάδος, καὶ πεποικιλμένος λαμπηδόνας ἑξαστράπτεις, καὶ περιχαρῶς πανόλβιε περιπολεύεις, περὶ τὸν θρόνον ὄντως τοῦ Κτίστου καὶ Θεοῦ. ἔνθα ἐορταζοντων ὁ ἦχος, Ῥωμανὲ ἔνδοξε. Θεοτοκίον Ὑπὸ τῆς πάλαι πτώσεως, ἀνθρώπων τὸ γένος, τοῦ πρωτοπλάστου γέγονεν αἰχμάλωτον, Παρθένε Θεοτόκε, καὶ δεδουλωμένον πάθεσι τῆς ἁμαρτίας, ἀλλ» ὁ ἐκ σοῦ τεχθείς, ὑπεραγαθὸς Θεός, τοῦτο τῇ ἑαυτοῦ εὐσπλαγχνίᾳ ἀνεκαλέσατο. Ὁ Εἱρμὸς «Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου

Ἦχος β«

Τοῖς Μαθηταῖς

Ἀρχαῖος μαθητὴς Χριστοῦ, γεγονὼς Ἀνανία, τῷ νέῳ τὴν ἀνάβλεψιν, μαθητῇ σὺ βραβεύεις, Παύλῳ τῷ θείῳ· διὸ σε, σὺν αὐτῷ εὐφημοῦμεν, ὡς ἱεράρχην ἔνθεον, ὡς Ἀπόστολον θεῖον, ὡς ἀληθῆ, Μάρτυρα καὶ κήρυκα θεηγόρον, καὶ πρεσβευτὴν θερμότατον, πάσης τῆς οἰκουμένης.

Ἐξαποστειλάριον τοῦ Ὁσίου

Ἦχος β»

Τοῖς Μαθηταῖς

Ἐν θεοπνεύστοις ᾄσμασι, κατετράνωσας, Μάκαρ, τὴν τοῦ Χριστοῦ ἀπόρρητον, θείαν οἰκονομίαν, καὶ ὕμνοις ἔστεψας πάντας, Ῥωμανὲ τοὺς Ἁγίους· μεθ» ὧν φαιδρῶς ἀνύμνησας, τὴν ἁγνὴν καὶ Παρθένον, καὶ ἀληθῆ, τοῦ Θεοῦ Μητέρα πάνσοφε Πάτερ, μεθ» ἧς ἡμῶν μνημόνευε, παρεστὼς τῇ Τριάδι.

Ἀπόστιχα

Δοξαστικὸν

Ἦχος πλ. δ«

Ἀνατολίου

Μαθητὰ τοῦ Σωτῆρος, ἀρχιεράρχα ἔνδοξε, κλέος Μαρτύρων, Ἀνανία φωστὴρ φαεινότατε, ἡμῶν δὲ πολιοῦχε, ἐκτενῶς ἱκέτευε, ῥυσθῆναι τὴν ποίμνην σου ἐκ κινδύνων, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. δ»

Ὢ τοῦ παραδόξου

Ἤθη τὰ μακρὰν ποιοῦντα με, τοῦ ἀγαθοῦ σου Υἱοῦ, ἀγαθὴ καὶ πανάμωμε, πόρρωθι ἀπέλασον, τῆς ἀθλίας καρδίας μου, καὶ τὸν ζητοῦντα καὶ ὠρυόμενον, καταπιεῖν με κάκιστον λέοντα, ὄφιν τὸν δόλιον, σκολιὸν καὶ δράκοντα, τὸν πονηρόν, σύντριψον τῷ κράτει σου, ὑπὸ τοὺς πόδας μου.

Σταυροθεοτοκίον

Ἦχος πλ. δ"

Ὢ τοῦ παραδόξου

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σὲ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν;

Комментарии для сайта Cackle