Τῌ Γ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Τρισάριθμοι Μάρτυρες στεῤῥῶς, ἀνταγωνισάμενοι, τοῖς ὠμοτάτως δικάζουσι, καὶ πεῖραν ἅπασαν, δριμυτάτων πόνων, πίστει ὑπομείναντες, τῆς ἄνω βασιλείας ἐτύχετε. Διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Εὔτροπον, Κλεόνικον στεῤῥόν, Βασιλίσκον ᾄσμασι, πνευματικοῖς εὐφημήσωμεν· πυρὶ γὰρ ἔφλεξαν, ἀθεΐας ὕλην, εὐσεβείας χάριτι· καὶ νῦν φωταγωγοῦσι τὰ πέρατα, θείοις πυρσεύμασιν, ὡς φωστῆρες διαυγέστατοι, ὡς τὴν πλάνην, πᾶσαν ἀμαυρώσαντες.

Κάρας ἐκτεμνόμενοι ἐχθροῦ, κάραν συνετρίψατε, ὡραιοτάτοις ποσὶν ὑμῶν, γενναῖοι Μάρτυρες, ἀπλανεῖς ἀστέρες, Ἱερεῖα ἔμψυχα, ναοῦ ἐπουρανίου κειμήλια, Εὔτροπε ἔνδοξε, Βασιλίσκε καὶ Κλεόνικε, τὴν εἰρήνην, πᾶσιν ἐξαιτούμενοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Νοσοῦσαν, Πανύμνητε, δεινῶς, τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ἡμᾶς ἀπαλλάξαντα.

Ἢ Σταυροθεοτοκίον.

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνήσκεις; πῶς τῷ ξύλῳ, κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Καὶ ἡ λοιπὴ τοῦ Ἑσπερινοῦ Ἀκολουθία κατὰ τὴν τάξιν.

Ἀπολυτίκιον τῶν Ἁγίων.

Ἦχος δ´.

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τοῦ Τριῳδίου, εἶτα τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς·

Τριῶν Ἀθλητῶν συμφρόνων μέλπω πόνους.

Ποίημα Θεοφάνους.

Ὠδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Τῆς θείας, φωτοχυσίας λάμψεσι, καταστραπτόμενοι, καὶ ἀθλητῶν στεφάνοις ἀληθῶς, λαμπρυνόμενοι Ἅγιοι, Τριάδος οἱ ἰσάριθμοι, ταύτην ἡμῖν ἐξευμενίσασθε.

Ῥημάτων, ἐνηχηθέντες Μάρτυρες, πνευματικῶς θεϊκῶν, καὶ συνημμένοι ἐπὶ τὸ αὐτό, τῆς εἰρήνης τὸν σύνδεσμον, ἐν ἑαυτοῖς κατέχοντες, ἐχθροῦ τὴν πλάνην ἐτροπώσασθε.

Ἰσάριθμοι, τῆς Τριάδος Μάρτυρες, ἀναδειχθέντες τρανῶς, ἶσα φρονοῦντες πίστει εἰς αὐτήν, ἶσον εὕρατε στέφανον, Εὐτρόπιε Κλεόνικε, σὺν Βασιλίσκῳ οἱ καλλίνικοι.

Θεοτοκίον.

Ὡραῖος, ὁ ἐκ γαστρός σου Δέσποινα, ὑπὲρ υἱοὺς τῶν βροτῶν, ὁ πρὸ αἰώνων Λόγος προελθών, σκυθρωπὸν ἐξηφάνισε, τὸ τοῦ θανάτου ἄχραντε, ζωὴν αἰώνιον ἡμῖν δεδωκώς.

Ὠδὴ γ´. Ὁ Εἱρμός.

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σὺ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Νευρούμενος ἐν Χριστῷ, φερωνυμῶν τε ἀψευδῶς Εὔτροπε, τροπαιοφόρος γέγονας, κατὰ δυσμενῶν Μάρτυς ἔνδοξε.

Ἀθάνατον ἐναθλῶν, κλέος τῆς νίκης ἐμφανῶς εἴληφας, Μάρτυς σοφὲ Κλεόνικε, τῷ σταυρῷ γενναίως ἡλούμενος.

Θωρακισθεὶς τῷ Σταυρῷ, βασιλικῶς Ἑλληνικὴν ἔτρεψας, πολυθείαν ἔνδοξε, Μάρτυς Βασιλίσκε ἀοίδιμε.

Θεοτοκίον.

Λιμένα σε γαληνόν, καὶ ἀδιάσπαστον Πιστοὶ ἄγκυραν, Θεογεννῆτορ ἔχοντες, πλάτης τῶν δεινῶν λυτρωθείημεν.

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ.

Τριάδα τὴν σεπτήν, ἡ τριὰς τῶν Μαρτύρων, ἐνώπιον πολλοῦ, ὡμολόγησε δήμου, καὶ δήμοις συνηρίθμηται, Ἀσωμάτων ἀθλήσασα. Τούτους σήμερον, ἀνευφημήσωμεν πίστει, ἑορτάζοντες, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ κοσμοχαρμόσυνον.

Θεοτοκίον.

Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσιν.

Ἢ Σταυροθεοτοκίον.

Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Μήτηρ, ἐν ξύλῳ ὡς ἔβλεψεν, ἀπλωθέντα τὸν Κύριον· ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται.

Ὠδὴ δ´. Ὁ Εἱρμός.

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὑτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἠδρασμένοι ἐν τῇ πέτρᾳ τῆς ἀληθείας, ταῖς προβολαῖς ἀκλόνητοι, ὤφθητε βασάνων, Μάρτυρες πολύαθλοι, τῆς πλάνης ὀχύρωμα, ἅπαν ἐμφανῶς ἐκμοχλεύσαντες.

Τετακότες ὅλην ἔφεσιν πρὸς τὸν Κτίστην, δεσμοῖς περιτεινόμενοι, καὶ ξεσμοῖς ἀλγοῦντες, ὤφθητε ἀνάλωτοι, Κλεόνικε Εὔτροπε, σὺν τῷ Βασιλίσκῳ ἐν σκάμματι.

Ὡραιοτάταις ἀκτῖσι διηυγασμένοι, ὡς τὸν Χριστὸν προβλέποντες, ἔνθεν Ἀθλοφόροι, θᾶττον ὑπεμείνατε, πυρὸς τὴν ἐπίχυσιν, τοὺς ὑπεναντίους συμφλέξαντες.

Θεοτοκίον.

Νεμομένην ῥύμην ἔστησας τοῦ θανάτου, ῥεῖθρον ζωῆς κυήσασα, Χριστόν, ὃν δυσώπει, ἁμαρτίας κάμινον, ψυχῆς κατασβέσαι μου, Μῆτερ τοῦ ἐλέους πανάχραντε.

Ὠδή ε´. Ὁ Εἱρμός.

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Στεῤῥότητι νοός, φληναφίαν ἐθραύσατε, ὠμότητος αἰκιζόντων, καταπτύσαντες θράσους, Μάρτυρες καρτερώτατοι.

Ὑπὲρ τὰ γεηρά, οὐρανίων φροντίσαντες, εὐγένειαν ἐπανθοῦσαν, καὶ στρατείαν καὶ πλοῦτον, καὶ δόξαν κατελίπετε.

Μανίαν ἀπηνῆ, τυραννούντων οὐ πτήξαντες, πυρός τε καὶ τῶν μαστίγων, καὶ ξεσμῶν καὶ βασάνων, ἀνδρείως κατεπτύσατε.

Θεοτοκίον.

Φορέσας με ἐκ σοῦ, Θεοτόκε ὁ πλάσας με, πρόηλθε διπλοῦς τῇ φύσει, ἐν μιᾷ ὑποστάσει, ἀφύρτως γνωριζόμενος.

Ὠδὴ ς´. Ὁ Εἱρμός.

«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βόᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι´ οἶκτον, ἐκ τῆς Πλευράς σου ῥεύσαντι αἵματι».

Ῥωσθεῖσα, ξυνωρὶς τῶν Μαρτύρων αὐτάδελφος, μετὰ πολλὰς τὰς βασάνους, τῷ Σταυρῷ παγεῖσα ἐστέφθη στέφει, ἀκηράτῳ, σὺν Εὐτροπίῳ ὁ θεῖος Κλεόνικος.

Ὁδεύσας Μαρτυρίου πορείαν ἀκλόνητον, ἥλοις πειρόμενος ἅμα, Βασιλίσκος πόδας συνέθλασε, τῶν δαιμόνων, τὰς κεφαλὰς πατήσας ὁ ἔνδοξος.

Ναόν σου, τὴν καρδίαν λαξεύσας, ἀνέτρεψας, ἄγαλμα πλάνης συμφλέξας καὶ τὸ στέφος ξίφει· Μάρτυς ἐδέξω ἐκτμηθείς σου, κεφαλὴν Βασιλίσκε ἀοίδιμε.

Θεοτοκίον.

Ὡς ῥόδον, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, καὶ καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ἐν τῇ γαστρί σου Λόγος ἐσκήνωσε.

Τὸ Μαρτυρικὸν τοῦ ἐνδιατάκτου ἤχου.

Συναξάριον.

Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου.

Στίχοι.

Ὁ χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,

Ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.

Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,

Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.

Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,

Εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.

Ἐν ξύλῳ Εὐτρόπιος σταυροῖο τρίτῃ προσεπήχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, Πρεσβυτέρου Ἀντιοχείας.

Στίχοι.

Χωρεῖν ἔχει που τῆς Ἐδὲμ τὸ χωρίον,

Καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ζήνων καὶ Ζωΐλος ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι.

Ζωῆς λύσις Ζήνωνι καὶ τῷ Ζωΐλῳ

Ζωῆς ὑπῆρξε κρείττονος παραιτία.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Πιαμοῦν ἡ παρθένος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Κροσσωτὰ χρυσᾶ Πιαμοῦν μελαμφόρος,

Τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ´. Ὁ Εἱρμός.

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».

Νῦν ἐπαξίως τῆς αἰωνίου ζωῆς λαβόμενοι, ὥσπερ ἐναθλοῦσιν ἔφη ὁ Ποιητής, Ἀθλοφόροι ἀναμέλπετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Μυσταγωγίαν, τὴν ὑπὲρ νοῦν καὶ κλέος καὶ στέφανον, κάλλος διαμένον ἄλυπον χαρμονήν, κληρωσάμενοι κραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἐν τῇ καμίνῳ τῇ τῶν βασάνων καρτερήσαντες, πλάνης ὑπηρέτας Μάρτυρες ἀκλινεῖς, κατεφλέξατε κραυγάζοντες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον.

Λῦσον Παρθένε, ἁμαρτιῶν μου τὸ χειρόγραφον· σῶσον ἐκ παντοίας βλάβης καὶ προσβολῆς, τοῦ δολίου, ἵνα κράζω σοι· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

Ὠδὴ η´. Ὁ Εἱρμός.

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Πλήρης εὐφροσύνης καὶ χαρᾶς, φαιδρᾶς ἐφέστηκε, νῦν ἡ ἐτήσιος, ὑμῶν πανήγυρις Ἅγιοι· ἐν ᾗ πόθῳ εὐφημοῦντες ὑμᾶς, τῷ στεφοδότῃ καὶ Θεῷ, ὕμνοις κραυγάζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὡραῖοι οἱ μώλωπες ὑμῶν· ὥσπερ χρυσίον γάρ, καὶ λίθος τίμιος, Θεῷ ἐδείχθητε Μάρτυρες, οὓς ἐν πίστει προσκυνοῦμεν ἡμεῖς, τῷ ἐνισχύσαντι ὑμᾶς, Θεῷ κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Πηγὴ χαρισμάτων ἀψευδής, Χριστῷ ἐνδέδοται, σαφῶς τοῖς Μάρτυσι· καρπογονεῖ γὰρ ἡ ἄνικμος, καὶ ἡ ἄνυδρος ἐκβλύζει κρουνούς, καὶ ἡ ἀλόγων λογικῶς, φύσις ἐφέστηκεν, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.

Θεοτοκίον.

Ὁ λόγος οἰκήσας ἐν τῇ σῇ, κοιλίᾳ Ἄχραντε σὰρξ ἐχρημάτισε, φύσιν θεώσας μου Δέσποινα, ὁ ὑπέρθεος τῇ ἄκρᾳ αὑτοῦ φιλανθρωπίᾳ, ὃν πιστῶς ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ´. Ὁ Εἱρμός.

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Νῦν τρανῶς τὴν δόξαν Κυρίου, στεφανηφόροι καθορῶντες, σὺν ταῖς Ἀσωμάτοις χορείαις, καὶ τῶν Μαρτύρων καὶ τῶν Δικαίων αὐτοῦ, Μάρτυρες οἱ τρισάριθμοι, ὑπὲρ ὑμῶν θερμῶς πρεσβεύσατε.

Ὅλον ἑαυτοῖς τὸν Σωτῆρα, εἰσοικισάμενοι ἀξίως, πόλις ἐγνωρίσθητε Θεοῦ, ἑδραιουμένη θείαις ἐπάλξεσιν, Εὐτρόπιος καὶ Κλεόνικος, σὺν Βασιλίσκῳ οἱ θεόφρονες.

Ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, τὴν παναγίαν ὑμῶν μνήμην, καὶ τοὺς Ἱεροὺς εὐφημουντων, ἀγῶνας θείους, Μάρτυρες ἔνδοξοι, τὸν Κτίστην ἱκετεύσατε, ἁμαρτιῶν εὑρεῖν συγχώρησιν.

Θεοτοκίον.

Σὺ μόνη ἀντίληψις ὤφθης, καὶ ἡ ἐλπὶς καὶ σωτηρία· σὺ καταφυγή μου καὶ τεῖχος, καὶ τῆς ψυχῆς μου θεία παράκλησις· διό με, Ἀειπάρθενε, ἐκ πάσης λύτρωσαι κολάσεως.

Τὸ Φωταγωγικὸν τοῦ ἤχου.

Καὶ ἡ λοιπή Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle